De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

ΜΕΘ. Οὐκοῦν εἴργεται τοῦ ἁμαρτάνειν, τῶν δεσμῶν μὴ ἐώντων ἐλευθεριάζοντα χρῆσθαι ταῖς ἡδοναῖς, ἀλλὰ συστελλόντων καὶ τὸ δίκαιον διδασκόντων τιμᾶν, ἔστ᾿ ἂν αὐτὸς μάθῃ νουθετούμενος σωφρονεῖν;

ἈΓΛ. Φαίνεται, ἔφη.

ΜΕΘ. Οὐδὲ τοίνυν παραίτιος ὁ δεσμὸς γίγνεται τοῦ πλημμελεῖν.

ἈΓΛ. Ἔοικεν.

ΜΕΘ. Σωφρονίζει γὰρ καὶ ποιεῖ δικαιοτέρους, ἀλεξιφάρμακον ὢν ψυχῆς, αὐστηρὸν μὲν καὶ δηκτικόν, ἀλλ᾿ ἰατικόν.

ἈΓΛ. Δῆλον, ἐφη.

ΜΕΘ. Τί γὰρ; φέρε γὰρ ἐξετάζωμεν πάλιν τὰ ἔμπροσθεν. οὐ δεσμὸν τὸ σῶμα διὰ τὴν παράβασιν δέδωκας εἶναι τῆς ψυχῆς;

ἈΓΛ. Καὶ δίδωμι, ἔφη.

ΜΕΘ. Ἁμαρτάνειν δὲ τὴν ψυχὴν μετὰ σώματος, εἴπερ τὸ μοιχᾶσθαι, φονεύειν τε καὶ ἀσεβεῖν ἁμαρτία σοι δοκεῖ, ἃ μετὰ τοῦ σώματος ἡ ψυχὴ ποιεῖ;

[*](1 Plato Prot. 324 B — 2 vgl. De res. I, 54, 5 — 8 vgl. Plato Gorg. 505 B — 15 Plato Gorg. 478 D — 19 De res. I, 4, 4. 5, 6 21 Dial. Adam. V, 21 S. 218, 14f 1f Pl οὐ τοῦ παρεληλυθότος ἕνεκα ἀδικήματος τιμωρεῖται . . ἀλλὰ τοῦ μέλλοντος χάριν, ἵνα μὴ αὖθις ἀδικήσῃ 2 ἕνεκα ὁ δικαστής < S | ὅπως S 72 | καὶ μὴ V | αὖθις: »ferner« S | ποιῆ U 3f τοῦτο δῆλον VU 5 δῆλον ὡς < S | πρὸς τὴν τὸ V 9 ἀλλὰ—σωφρονεῖν Z. 10f < S 10 τιμᾶν U 139v | αὐτὸς μ. Holl: οὐτὸ μάθη V: ἀπομάθη U Jh (unter Hinweis auf Worte wie ἀποθεωρεῖν) 12 Φαίν., ἔφη: »Auch ich sage es« S 13 οὔτε V U | παραίτιον V | γίνεται V 14 ὡς ἔοικεν U: »So ist es« S 15 Pl σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ | καὶ—ψυχῆς Z. 16 < S | δικαιωτέρους U 16 μὲν] »obschon wenn auch .. ist« S | δεκτικὸν U | ἀλλὰ U 17 Δῆλον, ἔφη: »Ja, ich sage es« S 18 Τί γάρ: τί δέ S | φέρε γὰρ U S: γὰρ < V | ἐξετάζομεν V: + »Nachweis, daß der Leib keine Fessel ist« S 19 διὰ τὴν παράβασιν u. εἶναι < S 20 καὶ] ναί S 21 Ἁμαρτ. δὲ] Οὐχ ἁμαρτ. καὶ S 21f τὸ δὲ σῶμα συνεργεῖ τῇ ψυχῇ εἰς φόνους καὶ μοιχείας D 22 τῷ μ. φ. τε κ. ἀσ. <ἢ ἄλλῃ> ἁμ. (vgl. S) συνευδοκεῖ, ἣν Holl | φονεύειν—δοκεῖ] »und eine andere Sünde« S)
267

ἈΓΛ. ἐπένευσεν.

ΜΕΘ. Ἀλλὰ τὸν δεσμώτην ὡμολογήσαμεν μὴ δύνασθαι ἀδικεῖν;

ἈΓΛ. Ὡμολογήσαμεν, ἔφη.

ΜΕΘ. Κωλύεσθαι δὲ ἀλγυνόμενον ὑπὸ τῶν δεσμῶν;

ἈΓΛ. Ναί.

ΜΕΘ. Δεσμὸς δὲ ἡ σὰρξ τῆς ψυχῆς;

ἈΓΛ. ἐπένευσεν.

ΜΕΘ. Ἀλλὰ ἁμαρτάνομεν ὄντες ἐν σαρκί, ὁμοδοξούσης ἡμῖν εἰς τοῦτο τῆς σαρκός;

ἈΓΛ. Ἁμαρτάνομεν, ἔφη.

ΜΕΘ. Ὁ δὲ πεπεδημένος οὐ δύναται ἁμαρτάνειν;

ἈΓΛ. καὶ ἐνταῦθα ἐπένευσεν.

ΜΕΘ. Ἄγχεται γὰρ.

ἈΓΛ. Ναί.

ΜΕΘ. Μὴ ἐώμενος ὑπὸ τοῦ δεσμοῦ;

ἈΓΛ. Δῆλον.

ΜΕΘ. Ἀλλὰ τὸ μὲν σῶμα πρὸς τὸ ἁμαρτῆσαι συνεργόν;

ἈΓΛ. Ναί.

ΜΕΘ. Εἴργει δὲ ὁ δεσμός;

ἈΓΛ. συνέφη.

ΜΕΘ. Οὐκ ἄρα τὸ σῶμα δεσμός, οὔτε κατὰ σὲ οὔτε κατὰ ἄλλον, ἔφην, ὦ Ἀγλαοφῶν, ἀλλὰ πρὸς ἑκάτερον τῇ ψυχῇ συνεργόν, εἴτε πρὸς τὸ ἀγαθὸν εἴτε πρὸς τὸ κακόν.

ἈΓΛ. συνεχώρει.

ΜΕΘ. Οὐκοῦν οὕτω δὴ τούτων ἐχόντων ἀπολόγησαι, ὦ Ἀγλαοφῶν, πρὸς ἃ πρῶτον ὑπέθου. ἔφης γὰρ δεσμὸν καὶ εἱρκτὴν καὶ πέδας τὸ σῶμα τῆς ψυχῆς ἐν τοῖς ἔμπροσθεν. καὶ ὁρᾷς ὡς οὐ συνᾴδουσι τούτοις ἃ ἔφης; πῶς γὰρ συνᾴδοιεν, εἴπερ γε ἀνάγκη, ὦ [*](26 vgl. De res. I, 4, 4. 29, 1. 54, 3. 5. 57, 3 — 27 Plato Prot. 333 A 28 Dial. Adam. V, 21 S. 218, 11 2 δεσμώτην] δεσμὸν S | ἀδικεῖν S 72v 5 ναὶ ἔφη (oder φησίν) S 7f ἐπένευσεν. ΜΕΘ. < S 8 ὁμοδοξ.: »indem lehrt« S | ἡμὼν V 10 Ἁμαρτάνομεν, ἔφη sind schon Worte des Method. in S 10 Ὁ < V 15 Μὴ ἐώμ. etc. Worte Aglaophone bei S | ἐώμενος ὑπὸ] ἐῶντος viell. S (»indem nicht zuläßt«) | ὐπὸ V 325v 16 Δῆλον < S 18 ναί φημι S 19 Εἴργει—Συνέφη Z. 20 < S | εἴργη U 21 ὁ δεσμ. U 22 ἄλλων V, ἄλλους τινάς viell. S | ἔφη (?) V: < S 25 ἀπ. σύ S 26 πρὸς ἃ: »wie« S | ὑπέθου U 140 27 καὶ πέδας < S | καὶ ὁρᾷς fragend in S 27f Pl οὐ.. συνᾴδουσιν .. ἀλλήλοις und πῶς—ἀνάγκη (γὰρ ἂν Pl) 28 συνᾴδ. S 73)

268
ἄριστε, δεσμὸν μὲν τὴν σάρκα νομίζεσθαι, τὴν δὲ ψυχὴν συνεργῷ πρὸς ἀδικίαν χρῆσθαι καὶ συμπράκτορι τῷ δεσμῷ, ὅπερ ἀδύνατον;

εἰ γὰρ διὰ τὴν ἁμαρτίαν βασανιστήριον ἐδόθη, πρὸς τὸ ἀλγυνθεῖσαν εἰς τὸ τιμᾶν τὸν θεὸν παιδευθῆναι τὴν ψυχήν, πῶς συνεργεῖ καὶ συναγωνίζεται τὸ σῶμα αὐτῇ πρὸς τὸ ἀδικεῖν; δεσμοὶ γὰρ καὶ φυλακαὶ πέδαι καὶ συλλήβδην αἱ τοιαῦται πᾶσαι πρὸς ἐπανόρθωσιν τιμωροὶ μηχαναὶ ἐφεκτικαὶ τοῦ ἀδικεῖν καὶ ἁμαρτάνειν τοῖς κολαζομένοις γίγνονται.