De Libero Arbitrio

Methodius

Methodius, De Libero Arbitrio, Bonwetsch, Hinrichs, 1917

ΟΡΘΟΔ. Τὴν μὲν προθυμίαν ἀποδέχομαι τὴν σήν, ὦ φίλε, καί σου τὴν περὶ τὸν λόγον σπουδὴν ἐπαινῶ· ὄτι δὲ περὶ τῶν ὄντων οὕτως διετέθης, ὡς ἄρα ἐξ ὑποκειμένης τινὸς οὐσίας ταῦτα ἐδημιούργησεν ὁ θεός, οὐ πάνυ τι μέμφομαι. ὡς ἀληθῶς γὰρ ἡ τῶν κακῶν γένεσις οὕτω τοὺς πολλοὺς διατεθῆναι ποιεῖ.

καὶ γὰρ πρὸ σοῦ τε καὶ ἐμοῦ πολλοί τινες ἄνδρες ἱκανοὶ περὶ τούτου τὴν μεγίστην ζήτησιν ἐποιήσαντο. καὶ οἱ μὲν ὁμοίως διετέθησάν σοι, οἱ δ' αὖ πάλιν τὸν θεὸν τούτων δημιοργὸν ἀπεφήναντο, σύγχρονον αὐτῷ ὑπόστασιν δοῦναι πεφοβημένοι· κάκεῖνοι ἐκ τοῦ φοβηθῆναι τῶν κακῶν ποιητὴν εἰπεῖν τὸν θεὸν σὐγχρονον αὐτῷ δοῦναι τὴν ὕλην ἔδοξαν. καὶ συνέβη ἑκατέροις ἐκ τοῦ μὴ κατ’ ἐπιστήμην τοῦ ἀληθοῦς φοβηθῆναι τὸν θεὸν τὸ μὴ καλῶς εἰπεῖν.

ἔτεροι δὲ τὴν ἀρχὴν καὶ] περὶ τοῦ τοιούτου ζητεῖν παρῃτήσαντο, ὡς οὐκ ἔχοντος τέλος τοῦ τοιούτου ζητήματος.

[*](3 Symp. S. SO, 17f. De autex. S. 165, 13f. 170, If. Plato Protag. 361D D)[*](F S C D Ezn — 11 vgl. Tit. Bostr. C. Manich. 1 S. 1, 10 Lagarde)[*](1 μὴ καλῶς < C Ι πρός με ἀνθυποφέρων C 2 πάνυ γὰρ S Ι τούτων Αusgg. 3 ρθ am Rand in F, Μεθόδιος fortan stets C, ΑΔ. D; D S. 142, 15ff. nicht örtlich Ι Τὴν — φίλε] ἀποδέχομαι σου τὴν προθ. D 4 PI ἐπαινῶ σου τὴν προθυμίαν καὶ τὴν διέξοδον τῶν λόγων Ι σου < D Ι π. τῶν σῶν λόγων C Ι ἐπαινῶ D Ι ὅτι CDS: ὅ F 5 οὕτω C(D?) 5f ἐδημιούργησεν F 196 6 οὐ π. τι μέμφ.] anders D Ι τί F: ? S Ι καὶ γὰρ ὡς ἀληθῶς D 7 γένεσις: ζήτησις D Ι τοὺς πολλοὺς: πλείστους D Ι διατεθ. ποιεῖ: »setzt viele in Verlegenheit« Ezn Ι καὶ γὰρ — οἱ μὲν Ζ. 9] πολλοὶ γὰρ D πρὸ — ἐμοῦ Ζ. S < Ezn 7 f σοῦ τε καὶ < S 8 ἱκανῶς od. ἱκανὴν ἱκανοὶ C Ι τὴν τούτου F, τοῦ τοιούτου C Ι τ. μεγίστην < S 9 καὶ μὲν — εἰπεῖν Ζ. 14: »Die einen wollten etwas gleich Gott anfangsloses aufstellen, die andern aber neben ihm eine Materie, welche sie ὕλη nennen, (sagend) β er aus ihr die öpfe erschaflfen habe« Ezn Ι σοι διετέθησαν D 5 7v Ι αὐτῷ: τούτῳ S 11 δοῦναι: »zu sagen« resti S Ι κἀκείνοις C: δὲ D 12 δοῦναι: »zu sagen« glati S Ι έδοξεν C 13 ἑκατέροις CD: τέροις F Ι ὡς μὴ jako i ne . . [ne] S 14 ἕτεροι — προθύμως κἀγὼ S. 156, 5 < D S. 144, 1ff, nur ἐγὼ δὲ διὰ τὴν σὴν προθυμίαν Ι δὲ: πάλιν S Ι τ. — τοιούτου: »gänzlich« Ezn Ι καὶ zu tilgen od. vor τὴν ἀρχὴν zu setzen, Md 15 ζητεῖν: »zu suchen und zu erforschen« (ἐξετάζειν?) S Ι τέλους S)
156

ἐμὲ δὲ τὰ κοινὰ τῆς πρὸς σὲ φιλίας παραιτεῖσθαι τὸ ζητούμενον οὐκ ἐᾷ· καὶ μάλιστα ὅτε τὴν προαίρεσιν ἀπαγγέλλεις τὴν σὴν, ὡς οὐ προλήψει κρατούμενος εἰ καὶ τὰ μάλιστα οὕτω πως ἐξ ὡν ὑπενόησας ἔδοξας ἔχειν τὰ πράγματα), ἀλλ’ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀληθοῦς γνώσεως καθεστάναι λέγεις. λέγεις. ὅθεν προθύμως κἀγὼ ἐπὶ τὸν τῆς ζητήσεως τραπήσομαι λόγον.

βούλομαι δὲ καὶ τουτονὶ τὸν ἑταῖρον ἀκροατὴν γενέσθαι τῶν ἡμετέρων λόγων· καὶ γὰρ δοκεῖ πως κατά τι περὶ τούτων ὁμοίως σοὶ δοξάζειν καὶ αὐτός. διὸ κοινὸν κοινὸν πρὸς ἀμφοτέρους τὸν λόγον ποιεῖσθαι βούλομαι· ἅ γὰρ ἂν εἴποιμι πρὸς σὲ οὕτως ἔχοντα, ταῦτα καὶ πρὸς τοῦτον ὁμοίως λέξω. εἴ σοι τοίνυν ἀληθῶς περὶ τοῦ κρείττονος λέγειν εὐγνωμόνως δοκεῖ, πρὸς ἔκαστον ἀπό- κριναι ὡν ἐρωτῶ· ἐκ γὰρ τούτων γενήσεται καὶ σὲ μὲν τὸ ἀληθὲς μανθάνειν, κἀμὲ δὲ μὴ μάτην τοὺς λόγους ποιεῖσθαι πρὸς σέ.