De Libero Arbitrio

Methodius

Methodius, De Libero Arbitrio, Bonwetsch, Hinrichs, 1917

ΟΡΘΟΔ. Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ θεοῦ γεγονέναι φᾐς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμενῳ. λέγε δή. εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν; ΕΤΑΙΡ. Δοκεῖ.

ΟΡΘΟΔ. Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὖται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἴσχον τοῦ εἶναι;

ΕΤΔΙΡ. Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας.

ΟΡΘΟΔ. Οὑχὶ δὲ τὸν θεὸν φῂς τροπήν τινα τῶν ποιοτήτων πεποιηκεναι;

ΕΤΑΙΡ̣ Τοῦτό φημι.

ΟΡΘΟΔ. Πότερον οὑν εἰς τὸ κρεῖττον ἢ εἰς τὸ χεῖρον;

ΕΤΑΙΡ. Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ.