Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(17) Ὅτε δὲ ἔγνω ὁ Φίλιππος ὅτι οὐ δύνανται ὑποφέρειν τὸ βάρος τοῦ φωτός, ἐμνήσθη τοῦ Ἰησοῦ, καὶ ἐγένετο πάλιν ἐν τῇ εἰκόνι τῇ πρώτῃ καὶ εἶπεν ὁ Φίλιππος· Ἀνάστητε καὶ μὴ φοβεῖσθε. Καὶ ὡς ἀνέστησαν, εἶπεν ἡ Νερκέλα τῷ Φιλίππῳ· Μακαρία εἰμὶ εἰ ἔσομαι ἀξία ἵνα οἰκήσῃς ἐν τῇ οἰκἰᾳ μου· οὐαὶ γάρ, οὐαὶ τῇ ἀπιστίᾳ μου. μὴ οὖν λογίσῃ τὰ ἐλθόντα ἐν τῇ καρδίᾳ μου καὶ τοὺς κρυφίους μου περὶ σοῦ λόγους· ὅτι οὐκ ἐγίνωσκον τίς εἶ. Ὁ δὲ Ἴρεος ἦν εὐφραινόμενος ἐπὶ τοῖς ῥήμασιν αὐτῆς, καὶ ὅτι ἡ θυγάτηρ αὐτοῦ, ὡς εἶδεν τὴν μητέρα αὐτῆς κλαίουσαν, καὶ αὐτῆς τὰ δάκρυα ἔρευσαν ἐπὶ τὰς παρειὰς αὐτῆς. ὁμοίως δὲ καὶ οἱ δοῦλοι καὶ αἱ δουλίδες ἐθροήθησαν ἐπὶ τῇ τοσαύτῃ ὀπτασίᾳ.

(18) Ὁ δὲ Φίλιππος τῇ Νερκέλᾳ ἔφη· Εἰ Θέλεις ζῆσαι γύναι τὴν αἰώνιον καὶ μακαρίαν ζωήν, καταφρονήσασα τοῦ παντὸς βίου καὶ τοῦ κάλλους σου;´Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Ὅσα ἐὰν κελεύῃς ποιήσω ἵνα γένηταί μοι σωτηρία. Ὡσαύτως καὶ ἡ θυγάτηρ εἶπεν· Δέομαί σου ἄνθρωπε τοῦ θεοῦ, κἀγὼ

θέλω σωθῆναι. Εἶπεν δὲ ὁ Φίλιππος· Ἐφ᾽ ὅσον καὶ σὺ καταλιμπάνεις τὸ κάλλος τοῦ σώματός σου, σωθήσῃ.

(19) Ἤρξατο οὖν διδάσκειν αὐτοὺς τὰ περὶ πίστεως καὶ τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ κατηχήσας αὐτοὺς καὶ πάντας τοὺς τοῦ οἴκου ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἐμείναμεν δὲ ἐν τῷ οἴκῳ αὐτῶν μῆνα ἡμερῶν, διδασκόμενοι καὶ ὁδηγούμενοι ὑπὸ Φιλίππου εἰς τὴν ἀληθινὴν γνῶσιν· καὶ συνέτρεχον πλήθη πολλὰ καθ᾽ ἑκάστην ὑπ᾽ αὐτοῦ διδασκόμενοι, καὶ ἐπίστευον μεγαλυνόμενοι ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ, θεραπευόμενοι οἱ τὰς νόσους ἔχοντες· καὶ τὰ ἀκάθαρτα πνεύματα ἔφυγον· καὶ πάντες ἔλεγον· Εὐλογητὸς ὁ Φιλίππου θεός, ὅτι τῇ ἰδίᾳ αὐτοῦ εὐσπλαγχνίᾳ ἠθέλησεν ἡμᾶς σῷσαι· αὐτῷ αἰνοῦμεν καὶ δοξάζομεν εἰς αἰῶνας αἰώνων. ἀμήν.

(1) Ὄντος δὲ τοῦ Φιλίππου ἐν τῇ οἰκίᾳ τοῦ Ἰρέου, καὶ τῶν ἀδελφῶν πάντων συνηγμένων, ἐκινήθησαν πάντες οἱ ὄντες Ἰουδαῖοι καὶ παρασεβόμενοι ἐν τῇ πόλει πάντες κατὰ τοῦ Ἰρέου, ὅτι ἦν ὁ Φίλιππος ἐν τῇ οἰκίᾳ αὐτοῦ, λέγοντες ὅτι Οὐ μικρὰ φροντὶς ἡμῖν ἐστι καὶ ὀδύνη ὅτι ὁ μάγος ὁ λεγόμενος Φίλιππος ἐν τῇ οἰκίᾳ ἐστὶ τοῦ Ἰρέου, καὶ ὅτι δἰ αὐτοῦ πολλοὺς ἀπατᾷ. Καὶ ἦν ἡ στάσις πολλὴ ὅτι ὁ Ἴρεος ἐπίστευσεν τῷ Χριστῷ πανοικί, καὶ ἔλεγον· Εἰ τάχιον ἔγνωμεν, ἐδιώξαμεν ἂν τὸν μάγον, ἢ καὶ ἐκλείσαμεν τὰς πύλας τῆς πόλεως, καὶ οὐκ ἂν εἰσῆλθεν ὁ φαρμακός· ἀλλὰ πέμψωμεν πρὸς τὸν Ἴρεον ἄνδρας τινὰς κατὰ τὴν ἀξίαν αὐτοῦ, καὶ ἢ ἀποστήσει ἑαυτὸν τῆς τοῦ ξένου ἀπάτης, ἢ προσαγάγῃ αὐτὸν ἐν τῷ δημοσίῳ.

(2) Καὶ προσκαλεσάμενοι τῶν πρωτίστων ἄνδρας ἑπτὰ παρεκάλεσαν ἀπελθεῖν, εἰπόντες· Εἴπατε τῷ Ἰρέῳ· πᾶσα πόλις προσδέχεταί σε. Καὶ ἀπελθόντες ἔστησαν πρὸ τοῦ πυλῶνος, καὶ οὐδεὶς αὐτῶν ἐτόλμησεν καλέσαι διὰ τὸ πλῆθος τῶν μαθητῶν. καὶ ἐξελθοῦσά τις παιδίσκη καὶ · ἰδοῦσα αὐτοὺς εἶπεν· Τίνα ζητεῖτε ὦ ἄνδρες, καὶ τίνος ἕνεκεν

στήκετε πρὸ τῶν ἡμετέρων πυλῶν; Οἳ δὲ οὐκ ἔδωκαν αὐτῇ ἀπόκρισιν. καὶ εἰσδραμοῦσα μετὰ σπουδῆς, κλείσασά τε τοὺς πυλῶνας, προσελθοῦσα τῷ Ἰρέῳ λέγει· Ὧ δέσποτα, ἑπτὰ ἄνδρες ἵστανται πρὸ τοῦ πυλῶνος, καὶ τὰ πρόσωπα αὐτῶν γέμει πονηρίας καὶ ἀδικίας. Καὶ ἀναστὰς ἐξῆλθε, καὶ θεασάμενος αὐτοὺς ἐμειδίασεν. εἶπαν δὲ πρὸς αὐτόν· Χαίροις ὁ μέγας καὶ πρῶτος τῆς πόλεως. Καὶ εἶπεν ὁ Ἴρεος· Τίνος ἕνεκεν ἤλθετε; ἢ νομίζετέ με μεταστῆσαι ἀπὸ τοῦ ἁγίου ἀνδρός; τί οὕτως στήκετε ἐν πονηρίᾳ; Καὶ εἶπαν αἰτῷ· Ἡ πᾶσα σχεδὸν πόλις ἀπέσταλκεν ἡμᾶς, καὶ εἰ θέλεις ἐλθέ. Καὶ ἠκολούθησεν αὐτοῖς ὁ Ἴρεος.

(3) Ὡς δὲ εἶδον αὐτὸν οἱ καθεζόμενοι ἄρχοντες, ἀνέστησαν καὶ ἐξεπλάγησαν ὅτι οὐκ ἦν ἠμφιεσμένος ὡς πρώην, καὶ ὅτι οὔτε μετὰ ὀψικίου καὶ ὄχλου, ἀλλὰ δύο δοῦλοι μόνον ἠκολούθουν αὐτῷ. εἷς δέ τις ἐξ αὐτῶν Ὀνήσιμος πρῶτος εἶπεν μετὰ τὸ καθεσθῆναι αὐτούς· Οἶδα ὅτι οὐκ ἰσχύω λαλήσαί σοι, ἀλλά, παρακαλῶ, φθέγξαι ἡμῖν διὰ τί οὕτως ἀπησύχασας πανοικὶ μετὰ τοῦ ξένου καὶ μάγου τοῦ καλουμένου Φιλίππου; μή τι καινότερον ἀκούσας ἠπατήθης ὑπὸ τοῦ ξένου; νῦν οὖν παράδος ἡμῖν αὐτόν, ἵνα καὶ σὺ σωθῇς καὶ ἡ οἰκία σου, ὅτι πᾶσα ἡ πόλις κατὰ σοῦ στασιάζει. μὴ οὖν ἡμᾶς ἀπαξιώσῃ, ἀλλὰ ἀποκρίθητι ἡμῖν κἂν ἓν ῥῆμα, ὅτι καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ πόλις σοῦ ἕνεκεν συνῆλθον.

(4) Καὶ ὁ Ἴρεος ἀπεκρίθη· Ἵνα τί ἐγὼ σήμερον ὑφ᾽ ἡμῶν ἀνακρίνομαι ἕνεκεν τοῦ δικαίου ἀνδρός; ἀπόστητε ἀπ᾽ αὐτοῦ, καὶ τὴν ταραχὴν ὑμῶν παύσασθε, μή ποτε ἀγανακτήσας ὁ τοῦ θεοῦ ἄνθρωπος ἐπικαλέσηται τὸν ἴδιον θεόν, καὶ πάντας ὑμᾶς πυρὶ κατακαύσει.

(5) Οἱ δὲ ἄρχοντες καὶ τὰ πλήθη ἔκραξαν· Οὐ πείθεις ἡμᾶς τὸν ξένον εἶναι ἐν τῇ πόλει ἡμῶν. οὔτε γὰρ ἀνεχόμεθα τῆς διδαχῆς αὐτοῦ· ἔχομεν γὰρ ἡμετέρους θεοὺς ἰσχυροὺς ὑπὲρ τοῦ θεοῦ αὐτοῦ. Οἱ δὲ Ἰουδαῖοι μεῖζον ἔκραζον· Ἄρατε τὴν ἄδικον ταύτην καὶ ξένην διδαχὴν τῆς πόλεως ἡμῶν. Ἰδὼν οὖν ὁ Ἴρεος ὅτι οὐ δύναται ἀνατρέψαι τὰ πλήθη, ἀνεχώρησεν εἰς τὴν οἰκίαν αὐτοῦ. καὶ ἐμβλέψας ὁ Φίλιππος τῷ Ἰρέῳ λέγει· Μή τι ἐφοβήθης περὶ τῶν στασιαζόντων; Καί

φησιν ὁ Ἴρεος· Οὐκ ἐπιστραφήσομαι εἰς τὰ ὀπίσω, εἰ καὶ δέοι ἀποθανεῖν με.

(6) Καὶ ὡς ἦν ἐν τῇ οἰκίᾳ τοῦ Ἰρέου ὁ Φίλιππος, λαβόντες ξύλα οἱ ὄχλοι καὶ οἱ ἄρχοντες τῆς πόλεως παρεγένοντο μετὰ θυμοῦ καὶ ἔκραξαν λέγοντες· Δὸς ἡμῖν τὸν πλάνον, ἐξάγαγε τὸν μάγον, μὴ καὶ σὺ καὶ ὁ οἶκός σου καὶ τὰ τέκνα καὶ οἱ παῖδες καὶ ὁ μάγος μετὰ τῶν αὐτοῦ μαθητῶν πυρίκαυστοι γενήσεσθε· πᾶσα ἡ πόλις βοᾷ.

(7) Ὡς δὲ ἔγνω ὁ Φίλιππος ὅτι ταράσσειν μέλλουσι τὴν οἰκίαν ἕνεκεν αὐτοῦ, ἀνοίξας τὸν πυλῶνα ἐξῆλθεν ἅμα τοῖς σὺν αὐτῷ· συνεξῆλθεν δὲ καὶ ὁ Ἴρεος. καὶ πᾶς ὁ ὄχλος ἰδόντες τὸν Φίλιππον ἔκραξεν· Ἰδού, οὗτός ἐστιν ὁ μάγος ἀποκτείνωμεν αὐτόν. Προσέταξεν δὲ ὁ Ἴρεος ἱκανοὺς δούλους ἀκολουθεῖν τῷ Φιλίππω, ἵνα μὴ ἀδικήσωσιν αὐτὸν ἐν τῇ μωρίᾳ αὐτῶν. ἁρπάσαντες οὖν οἱ ὄχλοι τὸν Φίλιππον ἤγαγον εἰς τὸ βουλευτήριον, ἵνα μαστίξωσιν αὐτὸν· οἱ δὲ ὄχλοι ἔκραζον· Δήσατε τοῦ πλάνου τὰς χεῖρας καὶ τοὺς πόδας ἰσχυρῶς, καὶ οὕτως μαστίξατε.

(8) Θεασάμενος δὲ ὁ Ἴρεος τὴν ὀργὴν αὐτῶν ἀνέδραμεν ἐπὶ τοὺς ἀναβαθμοὺς τοῦ βουλευτηρίου, καὶ ἐβόησεν φωνῇ μεγάλῃ· Οὐ πλήξετε τὸν ἄνδρα ἄνευ αἰτίας· ταῦτα γὰρ ὁ Καῖσαρ ἀκούσει. Ὡς δὲ εἶδον οἱ ὄχλοι τὸν Ἴρεον οὕτως ἑστῶτα, ἠγανάκτησαν λέγοντες· Μὴ ἀκούσωμεν τοῦ Ἰρέου, ἀλλ᾽ ὅπερ τολμῶμεν ποιήσωμεν. Καὶ προσῆλθον τῷ Φιλίππῳ τοῦ μαστίζειν, ὁ δὲ Ἴρεος κατελθὼν ἀπέσπασεν ἀπ᾽ αὐτῶν τὸν Φίλιππον, καὶ κρατῶν αὐτὸν τῆς χειρὸς εἶπεν· Ἰδοὺ πάντες λέγετε ὅτι μάγος ἐστὶν οὗτος· ἐλέγξατε τὰς μαγείας αὐτοῦ. Εἶτα ἀνέκραξαν ὅτι Καινὸν καὶ ξένον ἄκουσμα ἤγαγεν ἡμῖν, Ἁγνοὶ λέγων μείνατε, καὶ ζήσεσθε, καὶ ἔσεσθε ὡς φωστῆρες ἐν οὐρανῷ· Καὶ τὸν ἐσταυρωμένον λέγει θεόν.

(9) Ἀκούσας δὲ ταῦτα ὁ Φίλιππος εἶπεν· Οἶδα ὅτι ἐὰν θελήσω οὐ μαστίζετέ με· τῇ γὰρ δυνάμει τοῦ ἐσταυρωμένου πατάξω ὑμᾶς πάντας τυφλώσει. Εἷς οὖν ἐξ αὐτῶν ὀνόματι Ἀρίσταρχος, υἱὸς Πληγενοῦς, μέγας ὢν ἐν τοῖς Ἰουδαίοις, ἐνώπιον πάντων λέγει τῷ Φιλίππῳ· Μὴ σπεῦδε ἡμᾶς ὦ Φίλιππε τυφλῶσαι· οἶδα γὰρ ὅτι δύνασαι. ἀλλὰ συζητήσωμεν διὰ λόγων περὶ τοῦ Ἰησοῦ· πεῖθον ἡμῖν ὁ λόγος· καὶ

μὴ τῇ μαγείᾳ σου θέλε ἡμᾶς ἐκτυφλοῖν. καὶ γαρ ἐγὼ μέγας εἰμὶ ἐν τοῖς Ἰουδαίοις, καὶ ἐὰν ἐπιτρέψω, ἄρτι λιθάσωσί σε καὶ τοὺς μετὰ σέ.

(10) Καὶ ἤψατο τοῦ πώγωνος Φιλίππου ἕλκων αὐτόν· ὁ δὲ Φίλιππος οὐκ ἀλγήσας, ἀλλὰ διὰ τοὺς παρόντας πρᾴως ὀργισθείς, εἶπεν πρὸς αὐτόν· Ἰδοὺ λέγω σοι ὅτι ἡ χεὶρ αὕτη ξηρὰ καὶ τὰ ὦτά σου κωφὰ ἐν ἀλγήσει καὶ ὁ δεξιός σου ὀφθαλμὸς πηρός, ὅτι ἠπείλησας λιθοβολῆσαί με, καὶ ἐνύβρισας τὸν ἐσταυρωμένον, τὸν οὐρανοῦ καὶ γῆς ποιητήν.

(11) Καὶ ἦν ἰδεῖν ἐξαίφνης παράδοξον θαῦμα εἰς αὐτόν· εὐθέως γὰρ ὁ μὲν ὀφθαλμὸς αὐτοῦ ἐκοιλάνθη ὡς οὐκ ὤν, τὰ δὲ ὦτα αὐτοῦ ἤλγουν οὐ μικρῶς, καὶ ἡ δεξιὰ αὐτοῦ χεὶρ ἐκρέματο ξηρὰ ὧδε κἀκεῖσε περιφερομένη· καὶ ἐβόα λέγων· Ἐλέησόν με δοῦλε τοῦ ἐσταυρωμένου θεοῦ Φίλιππε· διὰ τοῦτο γὰρ καὶ προεῖπον ὅτι εἴ τι θέλεις δύνασαι ποιῆσαι. Παρεκάλει δὲ καὶ τοὺς σὺν αὐτῷ Ἰουδαίους ὅπως ἀξιώσωσι τὸν Φίλιππον ἵνα σπλαγχνισθεὶς ἰάσηται αὐτόν.

(12) Ἐπῆραν δὲ φωνὴν πάντες λέγοντες· Θεὸν ἔχεις ξένε ἰσχυρόν· θεράπευσον τὸν πρῶτον τοῦ ἔθνους ἡμῶν, ὅτι ἀληθῶς ἄνθρωποι ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.

(13) Σπλαγχνισθεὶς οὖν ὁ Φίλιππος προέτρεψεν τῷ Ἰρέῳ λέγων· Πρόσελθε καὶ ἐπίθες τὴν δεξιάν σου χεῖρα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ σήμανον αὐτῷ τὸν σταυρὸν τοῦ Χριστοῦ, καὶ ἰαθήσεται. Ὁ δὲ Ἴρεος προσελθὼν αὐτῷ εἶπεν· Ἐν τῷ ὀνόματι τοῦ σταυρωθέντος Ἰησοῦ Χριστοῦ γενοῦ ὑγιής. Καὶ εὐθέως ἰαθεὶς ἔκθαμβος ἐγένετο, καὶ δραμὼν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· Οἶδα Φίλιππε ὅτι ὅσα θέλεις δύνασαι· τοῦτο γὰρ καὶ προεῖπόν σοι· πλὴν οὖν διὰ τὴν ἀπιστίαν ἐμοῦ καὶ τοῦ συμπαρόντος πλήθους ἀνάσχου μοι τὸν λόγον, ὅτι ἀκριβῶς θέλω συζητῆσαι ἐκ τῶν γραφῶν τὰ περὶ τοῦ Ἰησοῦ, διὰ τί αὐτὸν ὑμεῖς θεὸν καλεῖτε. ἀλλα᾽ ὁρκίζω σε μὴ πάλιν ἐμβριμησάμενος ἐπιθήσῃς μοι ὀδύνας. Καὶ ὄχλοι εἶπον· Ἀξιοῦμέν σε Φίλιππε, μὴ ὀργισθῇς ἐλεγχόμενος, μηδὲ πάλιν δειλιάσῃς περὶ τὴν διδασκαλίαν σου· ἀκούσαντες

γὰρ ἡμεῖς τὰ παρ᾽ ἀμφοτέρων κριταὶ ἀληθείας ἐσόμεθα, καὶ ἐὰν νικήσῃς, πάντες πιστεύσομεν τῷ διὰ σοῦ κηρυττομένῳ Χριστῷ.

(14) Ὁ δὲ Φίλιππος μειδιάσας εἶπεν πρὸς τὸν Ἁρίσταρχον· Εἰ θέλεις, εἰπὲ πρῶτος. Τότε ὁ Ἀρίσταρχος λέγει τῷ Φιλίππῳ· Λαμβάνεις τὰς προφητικὰς γραφὰς ἢ οὒ; Καὶ ὁ Φίλιππος· Διὰ τὴν ἀπιστίαν ὑμῶν χρεία προφητῶν. Καί φησιν ὁ Ἰουδαῖος· Ἀγνοεῖς Φίλιππε ὅτι γέγραπται· Τίς ἐξηγήσεται τὰς ἀρετάς σου ὁ θεός; Καὶ ὅτι Οὐδείς ποτε δύναται γνῶναι τὴν δόξαν σου; Καὶ ὅτι Ἡ δόξα σου ἐπλήρωσε τὴν γῆν; Καὶ ὅτι Κύριος κριτὴς ζώντων καὶ νεκρῶν; Καὶ ὅτι Ὁ θεός φησι πῦρ καταναλίσκον καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ; Καὶ ὅτι Εἷς θεὸς ἐποίησε ταῦτα πάντας; Πῶς οὖν λέγεις Φίλιππε ὅτι ἀφθάρτως ἐγέννησεν ἡ Μαρία τὸν Ἰησοῦν, καὶ ἔστι θεός; καὶ πῶς ἐσταυρώθη, καὶ πῶς ἀγωνίζῃ σὺ περὶ αὐτοῦ, εἰ θεός; ἀλλὰ πάντως ἐλέγξεις με ὅτι οὗτός ἐστι δύναμις θεοῦ καὶ θεοῦ σοφία, ὃς συμπαρῆν τῷ θεῷ ὅτε καὶ τὸν κόσμον ἐποίησε. τοῦτο γὰρ οὐκ ἀρνοῦμαι, ὡς εἶπεν ἡ πρώτη γραφή· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν· ἐὰν γὰρ αὐτὰ σιωπήσω, ἐλέγξεις με.

(15) Ὁ δὲ Φίλιππος μειδιάσας ἐν ἀγαλλιάσει εἶπεν εἰς ὅλον τὸν ὄχλον· Ἀκούσατέ μου, καὶ γίνεσθε κριταὶ τῆς ἀληθείας· ὁ γὰρ προφήτης Ἡσαίας περὶ τοῦ Χριστοῦ λέγει· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρετισάμην, εἰς ὃν ηὐδόκησα· θήσω τὸ πνεῦμα ἐπ᾽ αὐτόν. Καὶ περὶ τοῦ σταυροῦ αὐτοῦ εἴρηται· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτόν. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Καὶ πάλιν· Τὸν νῶτόν μου ἡτοίμασα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ ἄλλος· Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπιζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.

Ὁ δὲ Δαυὶδ περὶ αὐτοῦ φησιν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Καὶ περὶ τῆς ἀναστάσεως αὐτοῦ καὶ περὶ τοῦ Ἰούδα λέγει· Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ θεῷ αὐτοῦ. Καὶ πάλιν ὁ Δαυίδ· Προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾄδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὁ δὲ Δαυὶδ ἐτελεύτησε, καὶ τὸ μνῆμα αὐτοῦ οἴδαμεν· ταῦτα δὲ πάντα εἴρηται περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως. λάβε καὶ ἐκ τῶν δώδεκα προφητῶν· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι ἐπιβεβηκὼς ἐπὶ πῶλον νέον. Καὶ ἕτερος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Καὶ ὁ πᾶς χορὸς τῶν προφητῶν καὶ πάντες οἱ πατριάρχαι περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ ἐκήρυξαν.

(16) Καὶ ὁ Ἀρίσταρχος πάλιν εἶπεν· Οὗτος Ἰησοῦς Χριστὸς λέγεται. οἶδα γὰρ ὅτι Ἡσαίας χριστὸν εἴρηκεν· Τάδε λέγει κύριος τῷ χριστῷ μου κυρίῳ, καὶ οὐκ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι· ἐπὶ σὲ ἔθνη ἐλπιοῦσιν. Οἱ δὲ Ἰουδαῖοι ἐμάχοντο τῷ Ἀριστάρχῳ Ὅτι φησὶν σὺ μᾶλλον ὑπέμνησας τὰ περὶ τοῦ Χριστοῦ γεγραμμένα. Καὶ πᾶς ὁ ὄχλος ἔλεγεν· πρὸς ταῦτα ἀντιφιλονεικῶμεν τῷ Φιλίππῳ; Καὶ οἱ τῆς πόλεως ἄρχοντες ἔλεγον· Πάντως ὁ θεὸς ἤγαγεν τὸν Φίλιππον εἰς τὴν πόλιν ἡμῶν, ἵνα δι᾽ αὐτοῦ μάθωμεν ὅτι οἱ θεοὶ ἡμῶν εἴδωλα κωφὰ καὶ τυφλὰ καὶ ἀναίσθητά εἰσιν. ἀλλὰ καὶ ὁ Ἰουδαῖος ὁ συζητήσας αὐτῷ μᾶλλον ἐφανέρωσεν τὴν ἀποκεκρυμμένην δόξαν ἐν τοῖς προφήταις περὶ τοῦ Χριστοῦ· διὸ δοκιμάσαντες τοὺς ἀμφοτέρων λόγους, καὶ ἰδόντες ὅτι διὰ πάντων ἀσφαλὼς ἐφανερώθη ὁ Χριστός, παρακαλέσωμεν τὸν

Φίλιππον ἵνα ἐν τῇ πόλει ἡμῶν τὸν πάντα χρόνον οἰκήσῃ εἰς ἡμετέραν σωτηρίαν.

(17) Ὁ δὲ Ἴρεος ἦν ἐν ἀγαλλιάσει καρδίας ἐπὶ τοῖς ῥήμασι τοῦ Φιλίππου, ὁ δὲ Φίλιππος οὐ διελίμπανεν δοξάζων τὸν θεόν. ὡς δὲ οἱ ἄρχοντες τῆς πόλεως διέκρινον τὰ ῥήματα τοῦ τε ἀποστόλου καὶ τοῦ Ἰουδαίου, ἰδοὺ εἰσήχθη κλίνη ἐφ᾽ ᾗ ἐπέκειτό τις νεκρός,μονογενὴς υἱὸς τῷ πατρὶ καὶ τῇ μητρὶ ὑπάρχων, πλούσιος σφόδρα· ἦσαν δὲ καὶ τῇ κλίνῃ προσέγγιστα δοῦλοι δέκα, οἳ καὶ ἔμελλον συγκατακαίεσθαι τῷ νεκρῷ. οἱ δὲ ἄρχοντες τῆς πόλεως καὶ πᾶς ὁ ὄχλος καταμαθόντες ὅτι ἀληθῶς ἐστι νεκρὸς ἔκραξαν· Νῦν ὄντως μέγας ἐστὶν ἀγὼν τῶν χριστιανῶν· εἰ γάρ τίς ἐστιν ἐν αὐτῷ θεός, ἀναστήσει αὐτόν, καὶ πάντες πιστεύσομεν εἰς αὐτόν· ἀλλὰ καὶ αὐτοὺς τοὺς ναοὺς μετὰ τῶν εἰδώλων κατακαύσομεν.