Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(16) Ἀνερχομένου δὲ τοῦ Ἰησοῦ εἰς τὸν οὐρανὸν ἐγένετο σεισμὸς μέγας σφόδρα, ὥστε σχισθῆναι τὸν τόπον ἐφ᾽ ὃν εἱστήκεισαν· καὶ δραμόντες οἱ ὄχλοι ἔκειντο πρὸς τοὺς πόδας τοῦ ἀποστόλου κράζοντες· Ἐλέησον ἡμᾶς ὦ θεοῦ ἄνθρωπε. Ὁμοίως καὶ οἱ πεντακόσιοι ἄνδρες ἔκραξαν καὶ αὐτοὶ πάλιν· Ἐλέησον ἡμᾶς ὦ Φίλιππε, ἵνα σὲ ἴδωμεν καὶ διὰ σοῦ τὸν φωστῆρα τῆς ζωῆς Ἰησοῦν· ὅτι ἐλέγομεν τούτῳ τῷ ἀπίστῳ ἀρχιερεῖ ὅτι Ἄνθρωποι ἁμαρτωλοὶ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.

(17) Τότε λέγει ὁ Φίλιππος· Οὐκ ἔστιν φθόνος ἐν ἡμῖν, ἀλλ᾽ ἡ τοῦ Χριστοῦ χάρις ἀναβλέψαι ὑμᾶς ποιήσει · πρότερον δὲ ὑμῶν τὸν ἀρχιερέα ἀναβλέψαι ποιήσω, ὅπως ἐπὶ τούτῳ πλέον ὑμεῖς πιστεύσητε. Καὶ φωνὴ ἐξ οὐρανοῦ ἠνέχθη τῷ Φιλίππῳ· Φίλιππε υἱὲ ποτὲ βροντῆς, νῦν δὲ πρᾳότητος, εἴ τι ἂν αἰτήσῃ τὸν πατέρα μου, ποιήσει σοι. Καὶ πᾶς ὁ

ὄχλος ἔκθαμβος ἦν ἐπὶ τῇ φωνῇ· τὸ γὰρ ἦχος αὐτῆς μεῖζον βροντῆς ἐγένετο. Τότε λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἐν τῷ ὀνόματι τῆς δυνάμεως τῆς φωνῆς τοῦ κυρίου μου Ἰησοῦ ἀνάβλεψον Ἀνανία. Καὶ εὐθέως ἀνέβλεψεν, καὶ περιβλεψάμενος εἶπεν· Ὤ φησιν τί ἐστιν τὸ τῆς μαγείας τοῦ Ἰησοῦ; ὅτι οὗτος ὁ Φίλιππος ἐν ὀλίγῳ με ἐτύφλωσεν, καὶ πάλιν ἐν ὀλίγῳ ἀναβλέψαι με ἐποίησεν. Τί οὖν; ἔφη ὁ Φίλιππος, πιστεύεις εἰς τὸν Ἰησοῦν; Λέγει ὁ ἀρχιερεύς· Μὴ γὰρ δύνασαί με μαγεῦσαι καὶ πεῖσαι; Οἱ δὲ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ, ἀκούσαντες ὅτι ὁ ἀρχιερεὺς αὐτῶν ἀναβλέψας ἔτι ἀπιστεῖ, ἔλεγον τοῖς παρεστῶσιν δεηθῆναι τοῦ Φιλίππου ὅπως αὐτοὺς ἀναβλέψαι ποιήσῃ, Ἵνα τὸν ἄπιστον ἀρχιερέα τοῦτον ἀνέλωμεν.

(18) Εἶπεν δὲ ὁ Φίλιππος· Μὴ κακοῖς ἀμύνεσθε. Καὶ λέγει τῷ ἀρχιερεῖ· Σημεῖον ἐπὶ σοὶ ἔσται τι μέγα. Λέγει πρὸς τὸν Φίλιππον· Οἶδα ὅτι φαρμακὸς εἶ καὶ τοῦ Ἰησοῦ μαθητής· οὐ μαγεύεις με. Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν Ἰησοῦν· Ζαβαρθάν, σαβαθαβάτ, βραμανούχ, ταχὺ ἐλθέ. Καὶ εὐθὺς ἡ γῆ ἐσχίσθη κατὰ τὸ μέρος τοῦ Ἀνανίου καὶ κάτεπιεν αὐτὸν μέχρι γονάτων. Καὶ ἔκραξεν Ἀνανίας· ῍Ω μεγάλη τῆς ἀληθοῦς μαγγανείας, ὅτι τὴν γῆν ἔσχισεν, ἀπειλήσαντος αὐτὴν ἑβραϊστί τε ἐνορκισαμένου τοῦ Φιλίππου, καὶ συνέχει με μέχρι γονάτων, καὶ ἐκ τῶν πτερνῶν εἰς τὰ κάτω τινὲς ὥσπερ ὄγκινοι καθέλκουσίν με, ἵνα πιστεύσω τῷ Φιλίππῳ.

ἀλλ᾽ οὐ δύναταί με πεῖσαι· ἀπὸ γὰρ τῆς Ἰερουσαλὴμ ἐγὼ ἐπίσταμαι τὰς μαγείας αὐτοῦ.

(19) Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ὦ γῆ σύσφιγξον αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ. Καὶ εὐθὺς κατεσύρη. καὶ ἔλεγεν· Ὁ μὲν εἷς μου ποὺς κάτωθεν κρυσταλλοῦται, ὁ δὲ ἕτερος δεινῶς ἐκθερμαίνεται· ἀλλ᾽ ὑπὸ τῆς μαγείας σου Φίλιππε οὐ νικηθήσομαι. πλὴν οὖν ὅτι κακῶς κάτωθεν βασανίζομαι, ὅλως δὲ οὐ πιστεύω. Οἱ δὲ ὄχλοι ἠθέλησαν αὐτὸν λιθάσαι. ὁ δὲ Φίλιππος Μὴ οὗτως φησίν. τοῦτο γὰρ τέως γέγονεν, καταποθῆναι αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ, ἵνα σωτηρία γένηται τῶν ψυχῶν ὑμῶν, ὅτι παρ᾽ ὀλίγον ἔμελλεν ἕλκειν ὑμᾶς ἐν τοῖς κακοῖς αὐτοῦ λόγοις πρὸς ἀπιστίαν. ἀλλ᾽ εἰ καὶ αὐτὸς μετενόησεν, ἀναγάγω αὐτὸν ἐκ τῆς γῆς πρὸς σωτηρίαν τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ τάχα οὐκ ἔστιν ἄξιος σωτηρίας. ἐὰν οὖν ἐπιμείνῃ τῇ ἀπιστίᾳ, βλέψετε αὐτὸν βυθισθέντα κάτω εἰς τὴν ἄβυσσον· εἰ μὴ κύριος μέλλει τοὺς ἐν τῷ ᾅδῃ ἐγείρειν, ἵνα ὁμολογήσωσιν ὅτι κύριος Ἰησοῦς. ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς, καὶ ὅτι μία δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

(20) Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος διεπέτασεν τὴν δεξιὰν αὐτοῦ χεῖρα σκεπάσας δι᾽ ἀέρος ἐπάνω τῶν πεντακοσίων ἀνδρῶν ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. καὶ ἀνεῴχθησαν αὐτῶν

οἱ ὀφθαλμοί, καὶ ὕμνησαν τὸν θεὸν πάντες ἐν ἐνὶ στὀματι λέγοντες· Εὐλογοῦμέν σε Χριστὲ Ἰησοῦ τὸν θεὸν τοῦ Φιλίππου ὅτι ἐδίωξας ἀφ᾽ ἡμῶν τὴν πήρωσιν καὶ ἔδωκας ἡμῖν τὸ σὸν φῶς τὸ εὐαγγέλιον. Ὁ δὲ Φίλιππος κατ᾽ ὀλίγον ἦν ἀγαλλιώμενος τοῖς ῥήμασιν αὐτῶν, ὅτι οὕτως ἐστηρίζοντο τῇ πίστει. μετὰ δὲ ταῦτα στραφεὶς ὁ Φίλιππος πρὸς τὸν ἀρχιερέα εἶπεν· Ὁμολόγησον καὶ σὺ ἐν καθαρᾷ καρδίᾳ ὅτι κύριος Ἰησοῦς ἐστιν, ἵνα σωθῇς ὡς οὗτοι οἱ μετὰ σοῦ. Ὁ δὲ ἀρχιερεὺς ἦν καταγελῶν τοῦ Φιλίππου καὶ ἐπιμένων τῇ ἀπιστίᾳ.

(21) Ἰδὼν οὖν ὁ Φίλιππος ὅτι ἐπιμένει τῇ ἀπιστίᾳ βλέψας εἰς αὐτὸν λέγει τῇ γῆ· Ἄνοιξόν σου τὸ στόμα καὶ κατάπιε αὐτὸν μέχρι τοῦ τραχήλου αὐτοῦ ἐνώπιον τῶν πιστευσάντων εἰς τὸν Χριστὸν Ἰησοῦν. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς ἐδέξατο αὐτὸν ἕως τραχήλου. ὡς δὲ οἱ ὄχλοι ἦσαν ὁμιλοῦντες ἀλλήλοις διὰ τὰ γεγονότα θαυμάσια,

(22) ἦλθέν τις πρῶτος τῆς πόλεως βοῶν καὶ λέγων· Ὦ μακάριε ἀπόστολε, τῷ υἱῷ μου δαίμων τις ἐπέστη, καὶ ἔκραζεν λέγων πρός με· Ἐπειδὴ ἀφῆκας ξένον ἄνθρωπον εἰσελθεῖν εἰς τὴν πόλιν ἡμῶν σὺ ὢν πρῶτος, ὃς κατέλυσεν τὰς λατρείας ἡμῶν καὶ τὰς θυσίας ἡμῶν, τί σοι ποιήσω εἰ μὴ τοῦτον ἀνελῶ τὸν μονογενῆ σου υἱόν; Καὶ μετὰ τὸ εἰπεῖν αὐτὸν ταῦτα ἀπέπνιξεν τὸν υἱόν μου. νῦν οὖν, παρακαλῶ σε ἀπόστολε τοῦ Χριστοῦ, μὴ ἐάσῃς τὴν χαράν μου στραφῆναι εἰς πένθος, ὅτι κἀγὼ ἐπίστευσα τοῖς σοῖς λόγοις.

(23) Ἀκούσας δὲ ὁ ἀπόστολος ταῦτα εἶπεν· Θαυμάζω τὴν ἐνέργειαν τῶν δαιμόνων, ὅτι ἐνεργεῖ ἐν παντὶ τόπῳ, τολμᾷ δὲ εἰς οὓς οὐκ ἔχει δύναμιν ἐπιβαίνειν, ὡς νῦν ἐπείρασαν

ὑμᾶς θέλοντες σκανδαλίσαι. Καὶ λέγει τῷ ἀνθρώπῳ· Ἔνεγκέ μοι τὸν υἱόν σου, κἀγὼ αὐτὸν δώσω σοι ζῶντα διὰ τὸν Χριστόν μου. Καὶ ἔδραμεν χαίρων τοῦ ἐνέγκαι τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἤγγισεν τῇ οἰκίᾳ αὐτοῦ, ἔκραξεν λέγων· Υἱέ μου βλέπεις; ἦλθον ἐπὶ σέ, ἀπενέγκαι σε πρὸς τὸν ἀπόστολον, ὅστις σε ζῶντα παρέξει μοι. Καὶ ἐκέλευσεν τοῖς ἑαυτοῦ δούλοις βαστάξαι τὴν κλίνην· ἦν δὲ ὁ παῖς ἐτῶν κγ´ . ὅτε δὲ εἶδεν αὐτὸν ὁ Φίλιππος, συνεχύθη, καὶ στραφεὶς πρὸς τὸν ἀρχιερέα λέγει αὐτόν· Τοῦτο γέγονεν τῇ σῇ ἀφροσύνῃ· ἐὰν οὖν ἀναστήσω αὐτόν, πιστεύσεις λοιπόν; Ὃ δὲ λέγει· Οἶδα τὰς μαγείας ὑμῶν ὅτι ἀναστήσεις αὐτόν· ἐγὼ δὲ οὐ πιστεύσω σοι. Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Κατάθεμα· ἄπελθε λοιπὸν κάτω ὅλος εἰς τὴν ἄβυσσον ἐνώπιον τούτων ἀπάντων. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ κατῆλθεν εἰς τὸν ᾅδην ζῶν· πλὴν τὸ ἀρχιερατικὸν ἔνδυμα ἐξεπετάσθη ἀπ᾽ αὐτοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδεὶς ἔγνω τί ἐγένετο τὸ ἔνδυμα τὸ ἱερατικόν. καὶ ἐπιστραφεὶς ὁ ἀπόστολος ἐπηύξατο τῷ παιδί, καὶ ἀπελάσας ἀπ᾽ αὐτοῦ τὸν δαίμονα ἀνέστησεν αὐτὸν καὶ παρέστησεν αὐτὸν τῷ πατρὶ ζῶντα.

(24) Οἱ δὲ ὄχλοι ταῦτα θεασάμενοι ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ ἐλέγξας τὴν ἀπιστίαν τοὺ ἀρχιερέως καὶ τὸν δαίμονα τοῦ νεανίσκου ἀπελάσας καὶ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Οἱ δὲ πεντακόσιοι ἰδόντες τὸν ἀρχιερέα βυθισθέντα εἰς τὴν ἄβυσσον καὶ τὰ ἄλλα θαυμάσια ἐδεήθησαν τοῦ Φιλίππου, καὶ ἔδωκεν αὐτοῖς τὴν ἐν Χριστῷ σφραγῖδα. Ἐπέμεινεν δὲ ὁ Φίλιππος εἰς τὰς Ἀθήνας ἔτη δύο, καὶ κατασκευάσας ἐκκλησίαν κατέστησεν ἐπίσκοπον καὶ πρεσβύτερον,

καὶ οὕτως ἀπῆλθεν κατὰ τὴν Παρθίαν εὐαγγελιζόμενος τὸν Χριστόν.

(1) Ἡνίκα δὲ Φίλιππος ὁ τοῦ Χριστοῦ ἀπόστολος κατῆλθεν εἰς τὴν ἀρχὴν τῆς Παρθίας, καὶ ἰδοὺ εὗρεν ἔν τινι πόλει τὸν τοῦ Χριστοῦ ἀπόστολον Πέτρον μετὰ καὶ ἑτέρων τῶν σὺν αὐτῷ μαθητῶν καὶ γυναικῶν τινων αἵτινες ἐμιμήσαντο τὴν πίστιν τὴν ἀρρενικήν. καὶ εἶπεν Φίλιππος τῷ Πέτρῳ καὶ τοῖς σὺν αὐτῷ· Δέομαι ὑμῶν τῶν εἰληφότων τὸν στέφανον τοῦ Χριστοῦ ἐν τῇ ἀποστολικῇ τάξει, ἐνδυναμώσατε κἀμέ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι καὶ συναριθμηθῶ ἐν τῇ δόξῃ ὑμῶν ἐν τοῖς οὐρανοῖς. ὑμεῖς ἐφανερώσατε τὴν ἑαυτῶν σπουδὴν κατὰ τὴν δύναμιν ὑμῶν· εὔξασθε οὖν καὶ νῦν ὑπὲρ ἐμοῦ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι, ὅπως συναριθμηθῶ ἐν τοῖς τετελεκόσι τὴν ἑαυτῶν δύναμιν.

(2) Ταῦτα δὲ τοῦ Φιλίππου εἰπόντος ἔκλιναν τὰ γόνατα ὑπὲρ αὐτοῦ πρὸς τὸν κύριον, ὥστε χαρῆναι πάντας ἐπ᾽ αὐτῷ, ὅτι οὕτως ἐζήτησεν ὁ Φίλιππος τελειῶσαι τὴν ἀποστολὴν αὐτοῦ καὶ τὴν διακονίαν.

(3) Ἦν δὲ ἐκεῖ καὶ ὁ μακάριος Ἰωάννης, καὶ λέγει τῷ Φιλίππῳ· Ἀδελφέ μου καὶ συναπόστολε, εἰ καὶ μακρὰν ἔχεις τὴν ἀποδημίαν, γνώριζε ὅτι καὶ ὁ ἀδελφὸς Ἀνδρέας ἐπορεύθη εἰς τὴν Ἀχαίαν καὶ ὅλην τὴν Θρᾴκην, καὶ ὁ Θωμᾶς εἰς τὴν Ἰνδικὴν καὶ εἰς τοὺς σαρκοφάγους παλαμναίους, καὶ ὁ Ματθαῖος εἰς τοὺς τρωγλοδύτας καὶ ἀνηλεεῖς· ἡ γὰρ φύσις αὐτῶν ἐστιν ἠγριωμένη· καὶ ὁ κύριος ἐστι μετ᾽ αὐτῶν. καὶ σὺ οὖν Φίλιππε μὴ ῥᾳθυμήσῃς· Ἰησοῦς γὰρ μετὰ σοῦ ἐστιν. Καὶ ἐπευξάμενοι αὐτὸν καὶ ἀσπασάμενοι ἀπέλυσαν εἰς τὸ κήρυγμα.

(4) Ἦλθεν οὖν τότε ὁ Φίλιππος κατὰ θάλασσαν ὅροις τῶν Κανδάκων, καὶ εὗρεν ἐκεῖ πλοῖον μέλλον ἀπαίρειν εἰς Ἄζωτον, καὶ εἶπε τοῖς ναύταις· Δέξασθέ με ὦ ναυτικοὶ καὶ · ἀπαγάγετε εἰς Ἄζωτον. Καὶ συνέθετο δοῦναι αὐτοῖς τέσσαρας

στατῆρας τὸ ναῦλον, καὶ ἀνέβη μετ᾽ αὐτῶν. ἐμείναμεν δὲ πλέονες ἄχρι σταδίων τετρακοσίων, καὶ ἐπεισῆλθεν ἄνεμος ἰσχυρός, ὥστε καὶ τὸ πλοῖον κινδυνεύειν· οἱ δὲ ναῦται εἰς πολλὴν ἀδημονίαν ἦλθον μὴ εἰδότες τί πράξουσι, καὶ ἤρξαντο ἐκβολὴν τῶν σκευῶν ποιεῖν, καὶ ἀλλήλοις ἀσπαζόμενοι ἀπεδύροντο.

(5) Ἰδὼν οὖν ὁ ἀπόστολος τοῦ Χριστοῦ τὴν θλῖψιν αὐτῶν, ἀναστὰς ἀπὸ τοῦ τόπου οὗ ἦν ἡσυχάζων, εἶπεν· Μὴ φοβεῖσθε ὦ ἄνδρες· ἀποβολὴ γὰρ ἐξ ἡμῶν οὐδεμία ἔσται, ἀλλ᾽ οὐδὲ τοῦ πλοίου· Καὶ ἀπελθὼν ἔστη ἐπὶ τὰ πρῷρα, καὶ ἐβόησεν εἰς ἐπήκοον πάντων· Θάλασσα, θάλασσα, κελεύει σοι Ἰησοῦς ὁ Χριστὸς δι᾽ ἐμοῦ τοῦ δούλου αὐτοῦ, ὁ ἐπὶ τῶν σῶν ὑδάτων περιπατήσας, καταστεῖλαί σου τὸν θυμὸν τῆς ἀτάκτου φορᾶς. Καὶ εὐθέως σὺν τῷ λόγῳ Φιλίππου ἐν πολλῇ γαλήνῃ ἐγένοντο αὐτῆς τὰ κύματα. ἰδόντες δὲ οἱ ναῦται τὸ γεγονὸς ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ λέγοντες· Εὐχαριστοῦμέν σοι δοῦλε θεοῦ· διὰ σοῦ γὰρ ἡμῖν ἡ ζωὴ κεχάρισται· εἰπὲ οὖν ἡμῖν τί ἡμᾶς ποιῆσαι δεῖ ἵνα γενώμεθα δοῦλοι τοῦ Ἰησοῦ τοῦ ὑπὸ σοῦ κηρυττομένου.

(6) Ὁ δὲ ἀπόστολος ἤρξατο αὐτοὺς ἀπὸ τῶν γραφῶν διδάσκειν τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ λέγειν· Ἐὰν δέξησθε τὸν δυνάμενον σῴζειν τὸ ἀσθενές, σωθήσεσθε, καὶ ἐὰν δέξησθε τὸν ἐν οὐρανοῖς πλούσιον, πλουτίσει ἡμᾶς· καταλείψατε οὖν τὸ ἀηδὲς τοῦ κόσμου τούτου, καὶ τὴν μέριμναν τῆς ζωῆς ἐπιρρίψατε εἰς τὸν ἐν οὐρανοῖς εὐεργέτην, ἵνα αἰωνίας τρυφῆς ἀπολαύσητε.

(7) Οἳ δὲ πάλιν ἀπεκρίνοντο ὁμοθυμαδὸν λέγοντες· Πάντα ὅσα ἂν εἴπῃς ἡμῖν ποιοῦμεν, καὶ πιστεύομεν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τότε λαβόμενος ὁ Φίλιππος ἅπαντας καὶ ἐξελθὼν ἐπὶ τῆς ξηρᾶς ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἐμεγαλύνοντο τῇ πίστει.

(1) Ὡς δὲ πολλὴ φήμη περιέδραμεν περὶ τοῦ ἀποστόλου Φιλίππου εἰς τὴν Ἄζωτον ἐπὶ τοῖς δι᾽ αὐτοῦ γινομένοις θαύμασι, πολλοὶ συνέτρεχον πρὸς αὐτόν, καὶ ἦσαν θεραπευόμενοι ἀπὸ τῶν νοσημάτων αὐτῶν. πολλὰ δὲ καὶ δαιμόνια φυγαδευόμενα ἀπὸ τῶν ἀνθρώπων ἐβόων ὥσπερ μαστιζόμενα καὶ ἔλεγον ὅτι Καὶ ὧδε πάρει Φίλιππε, ἐντεῦθεν φυγαδεῦσαι ἡμᾶς; ἴδε, ὁμολογοῦμεν ἡττᾶσθαι διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ. Ὡς οὖν ἦσαν οἱ ὄχλοι ἀτενίζοντες εἰς αὐτόν, οἳ μὲν ἔλεγον· Ἀληθῶς θεοῦ ἄνθρωπος· Ἄλλοι δὲ ἔλεγον· Τάχα μάγος ἐστί. Τινὲς δὲ καὶ ἐξεμυκτήριζον τοὺς λόγους αὐτοῦ. αἱ δὲ γυναῖκες τῶν πρώτων ἔλεγον· Ἀληθῶς πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ τὰ λαλούμενα παρ᾽ αὐτοῦ καλά. Ἄλλαι δὲ ἔλεγον ὅτι Μάγος καὶ σκολιὸς ἄνθρωπος οὗτος, ὅτι διαχωρίζει τὰς συμβιώσεις· διδάσκει γὰρ ὅτι ἡ ἁγνεία ὁρᾷ τὸν θεόν; καὶ τὴν τεκνογονίαν ὀδύνην εἶναι λέγει.

(2) Ὡς οὖν ταῦτα ἔλεγον, κατέλαβεν ἡ ἐσπέρα, καὶ πάντες ἐπορεύοντο εἰς τοὺς οἴκους αὐτῶν. ὁ οὖν Φίλιππος ἐζήτησεν οἶκον καταπαύσεως, καὶ μικρὸν ἀποστὰς τοῦ τόπου οὗ ἦν ἑστηκὼς ἦλθεν εἰς οἰκητήριον ἐν ᾧ ὑπῆρχον ἀποθῆκαι ὑπομνηματογράφου τινὸς Νικοκλείδους ὀνόματι, φίλου τοῦ βασιλέως, ἐν αἷς καὶ κατέλυον ξένοι πλείονες.

(3) Ὁ δὲ Φίλιππος εἰσελθὼν ἔστη ἐν μιᾷ γωνίᾳ τοῦ οἴκου εἰς προσευχήν, λέγων μετὰ μικρᾶς φωνῆς· Κύριέ μου Ἰησοῦ Χριστέ, γενηθήτω σου τὸ θέλημα καὶ ἐν τῷ τόπῳ τούτῳ, καὶ δώρησαι πᾶσι τοῖς πιστεύουσι τῷ σῷ ὀνόματι ῥῶσιν ψυχῆς καὶ ἴασιν σώματος· σὺ γὰρ γινώσκεις τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως ὡς ποιήσας αὐτήν.

(4) Ταῦτα δὲ λέγοντος τοῦ ἀποστόλου καὶ τούτων πλείονα Χαριτίνη ἡ θυγάτηρ τοῦ Νικοκλείδους, ἔχουσαν πληγὴν μεγάλην ἐν τῷ ὀφθαλμῷ αὐτῆς τῷ δεξιῷ, ἀκούουσα τοῦ ἀποστόλου, δι᾽ ὅλης τῆς νυκτὸς ἔκλαιεν· πρωίας δὲ γενομένης εἰσῆλθε πρὸς τὸν πατέρα αὐτῆς, καί φησι· Κύριέ μου καὶ γλυκύτατε πάτερ ἀτένισόν μοι καὶ πρόσσχες τῇ πληγῇ τοῦ ὀφθαλμοῦ μου πῶς ἐγὼ μυκτηρίζομαι, ὅτι αἱ συνήλικαί μου

ἐπιγελῶσί μου, καὶ αἰσχύνομαι· καὶ οὐ φέρω τας ἀλγηδόνας. Καὶ λέγει αὐτῇ ὁ πατὴρ αὐτῆς· Ὦ ἀγαπητὴ ψυχή μου, ποῖον λοιπὸν ἰατρῶν εἰσαγάγω σοι; μὴ οὐκ εἰσήγαγον Λεύκιον τὸν τοῦ βασιλέως, καὶ ὅλου τοῦ παλατίου τοὺς ἰατρούς, ἀλλὰ καὶ Ἠλείδην τὸν τῆς βασιλίσσης εὐνοῦχον, καὶ τὴν Σολγίαν τὴν πρὸς χεῖρα τῆς βασιλίσσης, ἔχουσαν φάρμακα καὶ πᾶσαν θεραπείαν, καὶ οὐδεὶς ἠδυνήθη ἰάσασθαί σε; Ἣ δὲ εἶπεν· Οἶδα πάτερ, οἶδα ὅτι κέκμηκας σὺν ἐμοί· ὅπερ δὲ νῦν ἀξιῶ ποίησόν μοι. ἰδοὺ ἤκουσα ἐν τῇ νυκτὶ ταύτῃ ἰατροῦ τινος ξένου φωνὴν καὶ κηρύττοντος ξένα φάρμακα ἐν ταῖς ἀποθήκαις ταῖς σαῖς· ἐκεῖνος μόνος δύναταί με ἰάσασθαι. καὶ γὰρ ὡς ἤμην ἀκροωμένη αὐτοῦ ἄνεσιν πολλὴν τῶν πόνων ἐλάμβανον. διὸ παρακαλῶ πάτερ καὶ δέομαι, κάλεσόν μοι ἐκεῖνον · καὶ οἶδα ὅτι ἰαθήσομαι.