Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἐπιθυμητῶς γοῦν ἔχουσα καὶ πυρὸς δίκην ἐκκαιομένη τῇ καρδίᾳ τῆς τῶν ἁγίων τόπων καταλήψεως ἕνεκα καὶ τῆς τε τοῦ σωτηρίου πάθους κοὶ τῆς τοῦ τιμίου ξύλου τοῦ τοῦ Χριστοῦ σταυροῦ ἀναζητήσεως φθάνει τὰ Ἱεροσόλυμα.

ἐπειδὴ δὲ τὸ χωρίον εἶδεν ἐκεῖνο, τὸ τῆς κοινῆς σωτηρίας τὰ πάθη δεξάμενον, εὐθὺς μὲν τὸν μυσαρὸν ἐκεῖνον ναὸν καταλυθῆναι εἰς ἔδαφος καὶ τὸν χοῦν ἐκεῖνον τὸν ἐναγῆ πόρρω που ἐκριφῆναι προσέταξε. δήλου δὲ τοῦ κεκρυμμένου τόπου γεγενημένου, ὤφθησαν παρὰ τὸ δεσποτικὸν μνῆμα τρεῖς κατακεχωσμένοι σταυροί.

καὶ ὅτι μὲν εἷς ἐκ τούτων ὁ τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν ἐτύγχανεν ὤν, οἱ δὲ ἕτεροι τῶν σὺν αὐτῷ προσηλωθέντων λῃστῶν, ἀναμφισβητήτως ἐπίστευον ἅπαντες· ἠγνόουν δὲ ὅμως τὸν τῷ δεσποτικῷ ἐκείνῳ καὶ ἁγίῳ πελάσαντα σώματι καὶ τοῦ τιμίου αἵματος τὴν λιβάδα δεξάμενον.

Ἀλλ’ ὁ σοφώτατος ἐκεῖνος καὶ θεῖος ὄντως Μακάριος, ὁ τῆς ἐκκλησίας ἔκείνης πρόεδρος, τοιῷδε πόρῳ τὴν ἀπορίαν διέλυσε. γυναικὶ περιφανεστάτῃ τῆς ἐκεῖσε πόλεως, νόσῳ κατεχομένῃ μακρᾷ καὶ ὁρώσῃ πρὸς θάνατον τὰ ξύλα προσενεχθῆναι σκοπήσας, ἔγνω τοῦ σωτηρίου σταυροῦ τὴν δύναμιν, τοιαδε προσευχῇ πρὸς τὸν θεὸν χρησάμενος·

κλίνας τὰ γόνατα πρὸς τὸ τοῦ γυναίου σκιμπόδιον, φωνῇ μεγάλῃ ἐβόησε, συνούσης αὐτῷ καὶ τῆς θεοφιλεστάτης Ἑλένης καὶ ἀνθρώπων πολλῶν· >σύ, δέσποτα θεὲ παντοκράτορ, ὁ διὰ τοῦ σου παιδὸς Ἰησοῦ Χριστοῦ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν ἐν τῷ τοῦ σταυροῦ ξύλῳ ἐργασάμενος, ὁ καὶ νῦν ἐπ᾿ ἐσχάτων τῶν χρόνων τῇ σῇ θεραπαινίδι ἐμπνεύσας σὺν τῷ ταύτης παιδί, σῷ δὲ θεράποντι, ἐπιζητῆσαι τὸ μακάριον ξύλον, ἐν ᾡ ὁ σωτὴρ πάν- [*](12—26 vgl. Thdt. I 18, 2—4 p. 64, 3—17 — 26—S. 146, 21 vgl. Rufiu X 7 a. E. und 8 p. 970, 7ff) [*](A2) [*](2f Κωνσταντίνου A2 6 γὰρ A2] δὲ Thdt. 15 τόπου A2] τάφου 23 nach γυναικὶ + γὰρ von späterer Hd. A2 32 von späterer Hd. θεραπαίνη A2 )

146
των ἀνθρώπων, μάλιστα πιστῶν, Χριστὸς καθηλώθη σαρκί, ἀνάδειξον ἡμῖν, κύριε, ποῖον ἐκ τούτων τῶν τριῶν ξύλων ἐστὶν ὁ σταυρὸς τοῦ Χριστοῦ, ὃς διὰ τῆς προσψαύσεως αὐτοῦ τῆς δι᾿ ἡμῶν γινομένης ἐπὶ ταύτην τὴν ἀσθενῆ καὶ ἡμιθανῆ πρὸς ὑγείαν αὐτῆς καὶ ἐξανάστασιν χειραγωγὸς γένηται ὡς δὲ ἐπαύσατο προσευξάμενος,

προσφέρει τὸ πρῶτον ξύλον καὶ ἐπιτίθησιν ἐπὶ τὴν ἀσθενῆ· ἀλλ᾿ οὐδὲν αὐτὴν ὤνησεν. εἶτα προσάγει καὶ τὸ δεύτερον· ἀλλὰ καὶ αὐτὸ ἄπρακτον ἐδείχθη. ὅτε δὲ ἐξέτεινε τὴν χεῖρα ἐπὶ τὸ τρίτον, αὖθις τῇ σκιάσει τὸ ξύλον τῇ ἀσθενεῖ προσήγγισε καὶ θαῦμα μέγιστον γέγονεν. ἄφνω γὰρ ἡ ἡμιθανὴς τοὺς ὀφθαλμοὺς διήνοιξεν· εἶτα ἐπιταθέντος αὐτῇ τοῦ τιμίου καὶ δεσποτικοῦ σταυροῦ, εὐθέως ἀνεπήδησε, καὶ στᾶσα ἐπὶ τοὺς πόδας τῷ θεῷ δόξαν ἀνέπεμπε, τοσούτῳ κρείσσων ἑαυτῆς γενομένη, καὶ πάντα τὸν οἶκον περιπορευομένη χαίρουσά τε πανοικὶ μεγαλοφώνως εὐηγγελίζετο τοῦ θείου σταυροῦ τὴν δύναμιν.

Οὕτως ἡ εὐσεβεστάτη βασίλισσα, ἡ τοῦ πανευφήμου καὶ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου μήτηρ, εἰλικρινῶς ἐπιστήσασα τὸν νοῦν καὶ πιστωθεῖσα περί τε τοῦ σωτηρίου τάφου καὶ τοῦ τιμίου σταυροῦ τοῦ Χριστοῦ, εὐκτήριον οἶκον εὐθέως ἐν αὐτῷ τῷ τόπῳ ἐγείρει κατὰ τὰς τοῦ εὐσεβεστάτου παιδὸς Κωνσταντίνου προστάξεις, καὶ μαρτύριον αὐτὸν προσαγορεύσασα, εἰσέτι μᾶλλον καὶ μᾶλλον τῇ πίστει προέκοπτε.

Διόπερ τοῦ ποθουμένου τυχοῦσα, λοιπὸν καὶ περὶ τὴν τῶν ἥλων ἀναζήτησιν ἀδιστάκτως ἑαυτὴν ἐπιδίδωσιν, ἐν οἷς τὸ κυριακὸν σῶμα ἐν τῷ τοῦ σταυροῦ ξύλῳ καθήλωτο. καὶ εὑροῦσα τὰ μὲν εἰς τὸ βασιλίκὸν ἐνέβαλε κρόνος, τῆς τοῦ παιδὸς προμηθουμένη κεφαλῆς, ἵνα τὰ τῶν πολεμίων ἀποκρούηται βέλη· ὅπερ κράνος ἅτε θεῖον δῶρον πρὸς τὸν υἱὸν μετεκόμισε. τὰ δὲ λοιπὰ τῶν ἥλων τῷ τοῦ βασιλικοῦ ἵππου χαλκεύσασα ἀνέμιξε χαλινῷ, ἀσφάλειαν μὲν μηχανωμένη τῷ βασιλεῖ, καὶ παλαιᾷ προφητείᾳ πέρας ἐπιθήσασα. πόρρωθεν γὰρ Ζαχαρίας ὁ προφήτης ἐβόα· »καὶ ἔσται τὸ ἐπὶ τοῦ χαλινοῦ ἅγιον τῷ κυρίῳ παντοκράτορι«.

τοῦ δὲ σωτηρίου σταυροῦ μοῖραν μέν τινα τοῖς βασιλείοις ἀπένειμε· τῷ δὲ λοιπῷ θήκην ἐξ ὕλης ἀργυρὰς ποιησαμένη τῷ τῆς πόλεως ἐκείνης δέδωκεν ἐπισκόπῳ, τῷ θείῳ ἐκείνῳ Μακαρίῳ, οὗπερ καὶ ἀνωτέρω ἐμνήσθημεν, φυλάττειν παρεγγυήσασα ταῖς μετέπειτα γενεαῖς τὰ τῆς σωτηρίας μηνημόσυνα.

πάντοθεν δὲ παντοδαπῆς ὕλης τεχνίτας ἀγείρασα ἅμα Μάκαρίῳ τῷ τῆς ἐκεῖσε ἐκκλησίας προέδρῳ κατὰ τὰ ὑπὸ τοῦ βασιλέως τοῦ ταύτης υὑοῦ Κωνσταντίνου προσταχθέντα τοὺς μεγίστους ἐκεί- [*](22—S. 147, 5 vgl. Thdt. 1 18, 5—7 p. 64f — 30 Zachar. 14, 20 — 34 s.) [*](A2) [*](29 παλαιᾷ Thdt.] πάλαι δὲ A2)

147
νους καὶ λαμπροτάτους ναοὺς θαυμασίως ᾠκοδόμησεν, ὡν τὸ κάλλος καὶ τὸ μέγεθος περιττὸν ἄγαν ὑπείληφα ἐντάξαι τῷδε τῷ γράμματι, πάντων ὡς ἔπος εἰπεῖν τῶν φιλοχρίστων τῶν ἐκ πάσης τῆς ὑπὸ τὸν οὐρανὸν ἐκεῖσε συρρεόντων καὶ θεωμένων τῶν ἔργων τὴν πολυτέλειαν.

Ἐποίησε δὲ καὶ ἕτερον μνήμης ἄξιον ἡ πανεύφημος ἐκείνη καὶ ἀξιάγαστος βασίλισσα, ἡ τοῦ πιστοτάτου βασιλέως μήτηρ. τὰς γὰρ διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρασα πάσας καὶ ἐπὶ στιβάδων πολλῶν κατακλίνασα, αὐτὴ δι᾿ ἑαυτῆς θεραπαινίδος ἔργον ἐπλήρου, διακονοῦσα αὐταῖς καὶ ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ οἰνοχοοῦσα καὶ πρόχοον ἐπὶ λέβητος φέρουσα καὶ ὕδωρ ταῖς ἐκείνων χερσὶν ἐπιχέουσα.

Ταῦτα καὶ τὰ τούτοις ὅμοια δράσασα ἐπανῆλθε μὲν πρὸς τὸν παῖδα χαίρουσα. μετ᾿ οὐ πολὺ δὲ μετ’ εὐθυμίας ἁπάσης εἰς τὸν ἀνόλεθρον μετέστη βίον, πλεῖστα τῷ παιδὶ περὶ τῆς εὐσεβοῦς πολιτείας ἐντειλαμένη καὶ ταῖς ἐξιτηρίοις αὐτὸν στεφανώσασα εὐλογίαις. ἐκείνη μὲν οὐν καὶ μετὰ τὴν τελευτὴν τιμῆς τετύχηκεν, ὁποίας ἐχρῆν ἐχρῆν τὴν οὕτως ἐπιμελῶς καὶ θερμῶς τὸν τῶν ὅλων θεραπεύσασαν θεόν.

θυγατέρα δὲ καταλέλοιπεν ὀνόματι Κωνσταντίαν τὴν τοῦ ἀσεβοῦς Λικιννίου γενομένην γυναῖκα.

Καὶ ταῦτα μὲν περὶ τῆς μακαριωτάτης καὶ εὐσεβεστάτης καὶ θεοφιλεστάτης Ἑλένης, σμικρὰ ἐκ τῶν πολλῶν αὐτῆς καὶ μεγάλων ἀρετῶν κατὰ θεὸν τὸν σωτῆρα ἡμῶν, τῷδε τῷ ἱστορικῷ παρατέθεικα γράμματι.

  • Περὶ τοῦ φόρου τοῦ βασιλέως Κωνσταντίνου.