Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ ἐπισκόπῳ. >Κατὰ τὴν ἐπώνυμον ἡμῶν πόλιν, θεοῦ συναιρομένης προνοίας, >μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἑαυτοῦ ὁ Χριστὸς >ἀνατέθεικεν, ὡς πάντων ἐκεῖσε πολλὴν λαμβανόντων τὴν αὔξησιν >σφόδρα ἄξιον ἡμῖν καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ

>κατασκευασθῆναι πλείους. τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμε- >τέρᾳ προαιρέσει. πρέπον τοῦτο κατεφάνη ἡμῖν δηλῶσαι τῇ σῇ >συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις >εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα ὑπὸ τεχνικῶν >καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι >κελεύσειας, τῶν θείων μάλιστα, ὡν τήν τε ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ >τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.

ἀπέσταλται δὲ >γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως >καθολικόν, ὅπως ἅπαντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια >παρασχεῖν φροντίσῃ.

ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια >κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται, καὶ γὰρ >δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας >τοῦ γράμματος ἡμῶν λαβεῖν σε προσήκει.

οὕτω γὰρ ἂν μάλιστα τὰ >καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, >ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων >ὃς ἐπειδὰν ἀφίκοιτο πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλαν- >θρωπίας. ὁ θεὸς διαφυλάξει σε, ἀδελφὲ«.

Ικανὰ μὲν οὖν καὶ ταῦτα τεκμηριῶσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεύς, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν.

Προσθήσω δὲ ὅμως τοῖς εἰρημένοις τὰ περὶ τὸν σωτήριον αὐτῷ τάφον κατωρθωμένα. μαθὼν γὰρ ὡς οἱ κορυβαντιῶντες καὶ περὶ [*](30 vgl. S. 140, 28 ff) [*](A2) [*](5 γραμμάτων Thdt. πραγμάτων Α2 8 πόλιν am Rand nachgetragen Α2 9 ὁ von späterer Hd. A2 11 καταφαίνεσθαι Thdt.] καταφαίνεται A2 14 1. Hd. corr. aus σωματεῖα Α2 15 τεχνικῶν vom Korrektor beanstandet A2 τεχνιτῶν Thdt. θείων + γραφῶν Thdt. 24 τὰ > Α2 vgl.Thdt. 28 von διαφυλάξειεν, von 2. Hd. εν getilgt und σε übergeschrieben Α2 32 αὐτῷ von 2. Hd. aus αὐτοῦ A2)

143
τὴν τῶν εἰδώλων θεραπείαν βεβακχευμένοι τὸν μὲν δεσποτικὸν τοῦ κυρίου κατέχωσαν τάφον, λήθῃ παραδοῦναι φιλονεικοῦντες τῆς τῶν ἀνθρώπων σωτηρίας τὴν μνήμην, ἐπὶ τούτῳ δὲ τῆς ἀκολάστου δαίμονος Ἀφροδίτης ἐδομήσαντο οἶκον, καταλυθῆναι μὲν δὴ ὡς τάχιστα τὸ μυσαρὸν ἐκεῖνο προσέταξεν οἰκοδόμημα ὁ πιστότατος βασιλεύς, τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι καὶ πόρρω που ῥιφῆναι τοῦ ἄστεος, εἶτα ναὸν τοῦ σωτῆρος ἡμῶν θεοῦ οἰκοδομηθῆναι μέγιστον καὶ κάλλιστον προστάττει. δηλοῖ δὲ ταῦτα σαφέστερον ἡ τοῦ θεοφιλεστάτου βασιλέως ἐπιστολή, ἣν τὸν πρόεδρον τῆς ἐκκλησίας ἐκείνης, τῆς ἐν Ἱεροσολύμοις λέγω, ἐπέστειλε. Μακάριος δὲ ἦν τότε, οὑ καὶ ἔμπροσθεν ἐμνήσθημεν, ὃς καὶ τῇ μεγάλῃ τῇ κατὰ Νίκαιαν κεκοινωνήκει συνόδῳ καὶ τὴν τῆς Ἀρείου σὺν τοῖς ἄλλοις βλασφημίας κατέλυσε φλόγα.
  • Ἐπιστολὴ Κωνσταντίνου τοῦ εὐσεβοῦς βασιλέως τῷ <ἐπισκόπῳ> Ἱεροσολύμων
  • περὶ τοῦ σωτηρίου τάφοι.