Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

»Ούδὲν ἴσχυσαν οἱ πονηροὶ κατὰ τοῦ ἐπισκόπου ὑμῶν, ἐμοὶ >πιστεύσατε, ἀδελφοί· οὐδὲν ἕτερον ἐσπουδάκασιν ἢ ἵνα κατατρίψαντες >τοὺς ἡμετέρους χρόνους μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ >λείας σχεῖν δυνηθῶσιν.

ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, >τὸ ἅγιον φίλτρον τὸ ὑμέτερον, ἀγαπήσατε ἑαυτοὺς παντὶ >καὶ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀπλήστῳ εὐφροσύνῃ >δέξασθε, ἀγαπητοί, εἰ καὶ τὰ μάλιστα εὖ οἶδα, ὡς οὐ τοσαύτην >ὑμῖν λύπην ἐνεποίησεν ὁ αὐτοῦ χωρισμός, ὅσην ἔχετε χαρᾶς >βολὴν ἐπὶ τῇ τούτου πρὸς ὑμᾶς ἐαναζεύξει.

διώξατε τοὺς τὴν >τῆς ἡμετέρας ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν >θεὸν ἀπιδόντες ὑμᾶς αὐτοὺς ἀγαπήσατε, παρακαλῶ. ἐγὼ γὰρ >ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀσμένως προσηκάμην, οὕτως τε προσ- >εφθεγξάμην, ὡς ἄνθρωπον αὐτὸν εἶναι τοῦ θεοῦ πεπεισμένος. >θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί«.

Ταῦτα τὰ γράμματα λαβὼν παρὰ τοῦ βασιλέως ὁ μέγας Ἀθανάσιος καταλαμβάνει τὴν Ἀλεξάνδρειαν· ὃν ἅπας ὅ τε κλῆρος καὶ ὁ λαὸς ἀσμένως ἀποδεξάμενοι ἔχαιρον, ἰδόντες τὸν ἑαυτῶν νομέα <πρὸς> τὰ θρέμματα ἐπανελθόντα μετὰ τιμῆς ὅτι μάλιστα πλείστης. καὶ τὸν [*](4 — 11 vgl. zu der Zwischenbemerkung G. Loeschcke im Rhein. Mus. LX, 613 und Parmentier in der Vorrede zu Theodoret p. LXIVf — 16 — 29 vgl. Thdt, I 27 p. 82 — 30 — S. 169, 14 Johannes?) [*](A 2) [*](14 συγγραφεῖσα A 2 29 διαφυλάξαι A 2 32 corr.)

169
θεὸν ἐδόξασαν ἅπαντες καὶ τὸν τὰ πάντα ἄριστον βασιλέα Κωνσταντῖνον εὐφήμοις φωναῖς ἐγέραιρον.

ἀλλὰ ταῦτα τοῖς μὲν ἡμετέροις εὐφροσύνην παρεῖχεν ἄφατον, τοῖς δὲ δυσμενέσι καὶ τοῖς τῷ υἱῶ τοῦ θεοῦ πολεμεῖν ἠσκημένοις ὀδύνην καὶ αἰσχύνην ἀπέραντον.

ἀλλ’ ὅμως καὶ οὕτως τὴν αἰδῶ πᾶσαν τοῦ οἰκείου προσώπου ἀποδυσάμενοι, μορφιζόμενοι τὴν εὐσέβειαν, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας μάλιστα καὶ δέον αὐτοὺς εἰς γῆν καταδῦναι, πολλὴν ἄγαν τὴν ἀναισχυντίαν ἠμφιεσμένοι ἐφ’ ἕτερον πύργον εὐσεβείας τὴν παγχάλεπον καὶ κάκιστον αὐτῶν ἐπὶ τοῖς πονηροῖς δράμασιν εὐτεχνίαν ἐτρέψαντο.

Ἦν δὲ τούτων ἁπάντων τῶν πονηρῶν βουλευμάτων γεννήτωρ καὶ ἔξαρχος ἐξοχώτατος ὁ Νικομηδείας Εὐσέβιος, σοφὸς ἄγαν ὢν εἰς τὸ κακοποιῆσαι ὡς ὁ πατὴρ αὐτοῦ ὁ διάβολος. αὐτὸς γὰρ τὰς ἡνίας οὐ τῆς τοῦ θεοῦ ἐκκλησίας, ἀλλὰ τοῦ ἀσεβοῦς τοῦ Ἀρειανῶν ἐκράτει. ἐγχρονίζων δὲ τῇ Κωνσταντινουπόλει καὶ συχνότερον τὸν βασιλέα διὰ τοῦ κατὰ Ἄρειον πρεσβυτέρου θεώμενος καὶ πολλὴν τὴν πρὸς αὐτὸν παρρησίαν αὐξήσας ἐφόδιον τῆς οἰκείας κακοτεχνίας εὑράμενος τὴν τοῦ βασιλέως ἁπλότητα, ῥαδίως τὰς κατὰ τῶν τῆς ἀληθείας προμάχων κατεσκεύαζε μηχανάς.

τῆς οὐν κακίστης αὐτοῦ σπουδῆς τῆς κατὰ τοῦ μεγάλου Ἀθανασίου ἐλπίδος ψευσθείς, ὁδὸν εὐπρόσωπον τῆς κατὰ τοῦ θείου Εὐσταθίου τοῦ τῆς Ἀντιοχέων ἐκκλησίας προέδρου ἐσοφίσατο ἔφοδον, καὶ πρόσεισι τῷ φιλαγάθῳ βασιλεῖ Κωνσταντίνῳ ὡς δῆθεν εὐνούστατος καὶ τοῖς παρ᾿ πραττομένοις χαίρων τὴν ἐπὶ τὰ Ἱεροσόλυμα ὁδοιπορίαν ἐξαιτῶν καὶ τῆς τῶν ἐκεῖσε παρ’ αὐτοῦ δομηθέντων ἱερῶν τοῦ θεοῦ οἴκων θέας ἱμειρόμενος, τούτοις τοῖς ἀπατηλοῖς λόγοις τὴν τοῦ βασιλέως δαυιτικὴν βουκολήσας ψυχήν, μετὰ πλείστης ὅσης ἀπὸ τὴς Κωνσταντινουπόλεως ἀπῆρε τιμῆς, τοῦ βασιλέως αὐτῶ καὶ ὀχήματα ἀπονείμαντος καὶ τὴν ἄλλην πᾶσαν θεραπείαν.

συναπῆρε δὲ αὐτῷ καὶ Θεόγνιος ὁ Νικαίας κοινωνὸς αὐτοῦ ὤν, ὡς καὶ ἔμπροσθεν ἔφαμεν, τῶν πο- νηρῶν καὶ ἀσεβῶν αὐτοῦ βουλευμάτων.

Ἀφικόμενοι δὲ καταλαμβάνουσι τὴν Ἀντιόχειαν καὶ τὸ τῆς φιλίας περιθέμενοι πρόσωπον. καθά φησιν ὁ Θεοδώρητος — εἰ καὶ τὰ πάμπολλα τῶν γεγενημένων παρεὶς δι’ ὀλίγων λίαν τὴν τῆς ἱστορίας ποιησάμενος πρόνοιαν συνέγραψεν, ἀλλὰ τοῖς πρὸ αὐτοῦ συγγρα- [*](6 Tgl. II Tim. 3,5—13 vgl. Job. 44 — 15—33 vgl. Thdt. I 21,1 fp. 30 vgl. S. 160, 8 u. ö. — 33 — S. 170, 3 Zwischenbemerkung des Verfassers) [*](A 2) [*](9 ἀσεβείας A 2 corr. Hei 14 Am Rand οὕτως κατὰ Θεοδωρίτου 33 προσωπεῖον Thdt.)

170
φεῖσιν ἡμεῖς ἐντυχόντες ἀκριβῶς ἅπαντα τάξει τε καὶ εἱρμῷ ἱστορήσασι, τὴν ἀκολουθίαν συντάττω. τὰ γαρ ἐκείνων πονηματα, ως προείρηται, ἑξ ἑκατέρων ἀναλεξάμενοι ἐνταῦθα συντάττομεν.

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν· καταλαβόντων τοίνυν τῶν ἀλιτηρίων τὴν Ἀντιόχου πόλιν, μετὰ πλείστης ὅσης χαρᾶς ὑπὸ τοῦ ἐκεῖσε προέδρου τοῦ μεγάλου Εὐσταθίου πνευματικῶς ὑπεδέχθησαν· ἦν γὰρ ἀκηκοὼς περὶ τῆς ἐπιπλάστου αὐτῶν μετανοίας ὡς ἀληθοῦς, φησί, καὶ ἔχαιρεν ἐπ’ αὐτοῖς, φιλοφρόνως δὲ αὐτοὺς ὑποδεξάμενος τῆς εἰς Χριστὸν εὐσεβείας ἕνεκα ὁ μέγας Εὐστάθιος; πλείστης ὅσης θεραπείας ἡξίωσε.

μετὰ δὲ ταῦτα ἐκ τῆς Ἀντιοχείας ἀπάραντες, τοὺς ἱεροὺς τόπους τῶν Ἱεροσολύμων κατέλαβον εὑρόν τε ἐκεῖ τινας τῶν ὁμοφρόνων, ἐφ’ οἷς παρεκλήθησαν οὐ πετρίως διὰ τὸ καττυθὲν παρ’ αὐτῶν δρᾶμα κατὰ τοῦ τῆς ἀληθείας προμάχου — οὐκ Εὐσέβιον τὸν Καισαρέα τῆς Παλαιστίνης,

καθὰ Θεοδώρητος δοκεῖ συκοφαντεῖν τὸν ἄνδρα ψευδῆ περὶ αὐτοῦ γραψάμενος· οὗτινος πάντες οἱ ἅγιοι ἡμῶν πατέρες ἐπὶ τῇ ὀρθοδόξῳ διαπρέψαντος πίστει μέμνηνται, καὶ τῶν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ ὑπὲρ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πόνο)ν καὶ ἀγώνων τοῦ ἀνδρὸς ᾄδουσι τοὺς ἄθλους,

καθὰ καὶ τοῦ θείου Μακαρίου τοῦ ἐν Ἱεροσολύμοις ἐπισκόπου καὶ Εὐσταθίου τοῦ μεγάλου καὶ Ἀλεξάνδρου τοῦ Ἀλεξανδρείας καὶ Λεοντίου Καισαρείας Καππαδοκίας καὶ Εὐψυχίου Τυάνων καὶ Σαρδικῆς καὶ πρό γε πάντων Ὁσίου τοῦ Κουρδούβης Ἀθανασίου Ἀλεξανδρείας καὶ Ἀλεξάνδρου Κωνσταντινουπόλεως καὶ τῶν λοιπῶν ἁΠάντων τῶν ἐν ἐκείνῃ τῇ ἱερᾷ καὶ ἁγίᾳ συνόδῳ ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνισαμένων δογμάτων, οὕτως ἐπιμέμνηνται καὶ τοῦ θαυμασίου Εὐσεβίου τοῦ Παμφίλου Καισαρείας τῆς Παλαιστίνοις ἐπισκόπου — ἀλλὰ τοῦτον μὲν οὐχ

εὗρον οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας, ἀλλὰ τοὺς ὁμόφρονας εὑρόντες, Πατρόφιλον τὸν Σκυθοπολίτην καὶ τὸν Λύδδης Ἀέτιον καὶ τὸν Λαοδαμείας Θεόδοτον καὶ τοὺς ἄλλους ὅσους τῆς ἀσεβείας Ἀρείου εὗρον κοινωνούς, οἷς συμμείξαντες καὶ τὸ παρ’ αὐτῶν τυρευθὲν κατὰ τοῦ ἁγίου Εὐσταθίου κατάδηλον αὐτοῖς ποιήσαντες σὺν αὐτοῖς τῶν Ἱεροσολύμων ἐξῄεσαν καὶ τὴν Ἀντιόχου ἅμα αὐτοῖς κατέλαβον.

[*](3 vgl. S. 5, 31 — 4—11 Thdt. I 21,3 erweitert — 12—27 Theodoret I 21, 4 p. 70 — 27—S. 171, 34 vgl. Thdt. I 21,4ff p.)[*](A 2)[*](21 Πρωτογένους nach S. 85, 17] ἑρμογένους A 2 ein Name, der in der von Nicaea nicht vorkommt 30 ὅσον von 1. Hd. ὅσοι von 2. Hd. A 2 corr. Cer.)
171

Ἀλλὰ τὸ μὲν πρόσχημα τῆς τῶν ἄλλων ἐπιδημίας προπόμπιος ἦν δῆθεν τιμή, τὸ δὲ παρ’ αὐτῶν σπουδαζόμενον ὁ κατὰ τῆς εὐσεβείας τῆς εἰς Χριστὸν πόλεμος ἠν. γύναιον γὰρ ἑταιρικὸν χρυσίου μισθωσάμενοι καὶ τὴν γλῶτταν αὐτῆς· μίαν ὥραν δοῦναι αὐτοῖς πείσαντες, συνέδριόν τε σὺν τῷ μεγάλῳ Εὐσταθίῳ ἅμα τοῖς σὺν αὐτῷ ἁγίοις ἐπισκόποις συστήσαντες, εἶτα τοὺς ἄλλους ἅπαντας ἔξω γενέσθαι κελεύσαντες, οἱ κατὰ τοῦ ἀρχιερέως δρᾶμα συντεθεικότες ἄγεσθαι ὡς τάχιστα τὸ τρισάθλιον γύναιον εἰς τὸ συνέδριον παρακελεύονται.

οἱ δὲ τῆς παρανομίας αὐτῶν ὑπουργοὶ ἄγουσιν αὐτῶν μέσον τὸ γύναιον. ἡ δὲ ἔστη παιδίον ὑπομάζιον ἐπιδεικνύουσα καὶ λέγουσα ἐκ τῆς Εὐσταθίου συνουσίας τοῦτο συνειληφέναι καὶ τετοκέναι καὶ ἀνέδην ταῦτα ἐπέμενε βοῶσα. τὸ δὲ τῆς συκοφαντίας προφανὲς ἐγνωκὼς ὁ μέγας Εὐστάθιος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς τὸ μέσον ἐκέλευεν.

ἐκείνης δὲ μηδένα ἔχειν λεγούσης, ὅρκον αὐτῇ προέτειναν τῇ ἑταιρίδι οἱ τὴν συκοφαντίαν ὑφήναντες, καίτοι τοῦ ἀποστολικοῦ θείου κανόνος διαγορεύοντος μὴ δεῖν κατὰ πρεσβυτέρου κατηγορίαν παραδέχεσθαι παρεκτικτὸν δύο ἢ τριῶν μαρτύρων.

ἀλλὰ τῶν θείων οὕτως νόμων καταφρονήσαντες καὶ τὴν κατὰ τῶν συκοφαντῶν κεκριμένην ἀπόφασιν τοῦ θεοῦ εἰς οὐδὲν λογισάμενοι, ἀμάρτυρον κατὰ ἀνδρὸς τοσούτου κατηγορίαν διὰ τοῦ ἑταιρικοῦ γυναίου ἐξύφηναν καὶ ἐδέξαντο, ὡς δικασταὶ κατάδικοι. ἐπειδὴ δὲ καὶ ὅρκον, ὃν αὐτοὶ ἐπέθεντο, τὸ προστέθεικε γύναιον, βοῶσα Εὐσταθίου εἶναι τὸ βρέφος, ὡς κατὰ μοιχοῦ λοιπὸν οἱ πάσης αἰσχρότητος ἔμπλεοι τὴν ψῆφον ἐξήνεγκαν. τῶν δὲ ἄλλων ἀρχιερέων

(πολλοὶ γὰρ ἠσαν τῶν ἀποστολικῶν σὺν Εὐσταθίῳ τῷ μεγάλῳ ὑπερμαχοῦντες δογμάτων <καὶ> ἀγνοοῦντες ἅπαντα τὰ τυρευθέντα) προφανῶς ἀντέλεγον τοῖς παρανόμοις καὶ τὴν ἄδικον ψῆφον ἐκείνην δόξασθαι τὸν ἐπίσκοπον Εὐστάθιον διεκώλυον, οἱ δὲ τὸ δρᾶμα συντεθεικότες τάχιστα πρὸς τὸν βασιλέα ἀνέδραμον <καὶ> πείσοντες αὐτόν, ὡς ἀληθῆ τὰ διερευνηθέντα εὕρηνται καὶ δικαία ἡ τῆς καθαιρέσεως ψῆφος, μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι τῶν ἱερῶν περιβόλων καὶ εἰς Ἰλλυρικὴν πόλιν διὰ τῆς Θρᾴκης πορρωτέρω ἐξορίᾳ ἀπαχθῆναι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν.