Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

»Ἤδη μὲν καταψηφισθέντες παρὰ τῆς ὁσιότητος ὑμῶν ἐν ἡσυχίᾳ >φέρειν τὰ κεκριμένα παρὰ τῆς ἁγίας ὑμῶν ἐπικρίσεως >ἀλλ᾿ ἐπειδὴ τόπον δίδομεν καθ’ ἑαυτῶν διὰ τῆς σιωπῆς, >ἕνεκεν ἀναφέρομεν ἐπὶ τὴν ἁγιότητα ὑμῶν, ὅτι ἡμεῖς καὶ τῇ >ὑμῶν συνόδῳ συνεδράμομεν καὶ τὴν ἴννοιαν ἐξετάσαντες ἐπὶ τῷ >ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνη,ς, μηδαμοῦ τῇ

>θήσαντες. ὑπομνήσαντες δὲ ἐπὶ ἀσφαλείᾳ τῶν ἐκκλησιῶν ὅσα τὸν >λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορήσαντες καὶ >τες τοὺς δι’ ἡμῶν πεισθῆναι ὀφείλοντας ὑπεσημηνάμεθα τῇ >τῷ δὲ ἀναθεματισμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς >γοροῦντες, μὴ γένοιτο, ἀλλ᾿ ὡς ἀπιστοῦντες τοιοῦτον εἶναι >κατηγορηθέντα ἐκ τῶν ἤδη παρ’ αὐτοῦ πρὸς ἡμᾶς διά τε ἐκιστολῶν [*](4—6 vgl. Thdt. 6 p. 97 — 8—20 vgl. Socr. 1 14, 1 p. 97. Philostorg. p. 10, 2 ff (Bidez) — 11 s. S. 104, 13 — 22—S. 161, 26 vgl. Socr. I 14, 2 ff p.97 ff) [*](A2) [*](16 1. αὐτῶν] αὐτὸν A 2 17 κριστὸν A 2 vgl. S. 119, 16 22 ἤδη Socr.] ἔδει A 2 33 ἤδη ἰδίᾳ Socr.)

161
>αὐτοῦ καὶ τῶν εἰς πρόσωπον διαλέξεων πεπληροφορημένοι μὴ >οῦτον εἶναι αὐτόν.

εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν ὑμῶν οὐκ ἀντι- >τείνομεν, ἀλλὰ συγκατατιθέιαενοι τοῖς παρ’ ὑμῶν κεκριμένοις πληρο- >φοροῦμεν, καὶ διὰ τοῦδε τοῦ γράμματος τὴν συγκατάθεσιν διδόντες, >οὐ τὴν ἐξορίαν βαρέως φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς >ἀποδυρόμενοι.

εἰ γὰρ καταξιώσητε νῦν γοῦν εἰς πρόσωπον ὑμῶν >ἐπαναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμψύχους ἀκολουθοῦντας >παρ᾿ ὑμῶν κεκριμένοις. εἰ γὰρ αὐτὸν τὸν ἐπὶ τοῖς τῆς αἱρέσεως >ἐναγόμενον ἔδοξε τῇ ὑμῶν ἁγιωσύνῃ χρησιμευθῆναι παρὰ τοῦ >βεστάτου ἡμῶν βασιλέως καὶ φιλανθρωπίας ἀξιωθῆναι, καὶ >ἐξορίας τοῦτον ἐλευθερωθῆναι ἐπρεσβεύσασθε, πόσω μᾶλλον >τοὺς ἀνευθύνους δίκαιον ἀξιωθῆναι καὶ τῆς ἐκ τῆς ἐξορίας >ρίας καὶ τῆς πρὸς τὴν ὑμετέραν ὁσιότητα ἀναζεύξεως.

ἄτοπον >γὰρ ἂν εἴη τοῦ δοκοῦντος ὑπευθύνου ἀνεθέντος ἡμᾶς >διδόντας καθ’ ἑαυτῶν διὰ τῆς σιωπῆς, ὡς προειρήκαμεν, >τοὺς ἐλέγχους. καταξιώσατε οὐν, παρακαλοῦμεν, ὡς ἁρμόζει >φιλοχρίστῳ ὑμῶν ὁσιότητι, ὑπομνῆσαι περὶ τούτου τὸν >τον ἡμῶν βασιλέα καὶ τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι καὶ >βουλεύσασθαι περὶ ἡμῶν τὰ ὑμῖν ἁρμόζοντα ἐφ’ ἡμῖν, ἁγιώτατοι«.

Τοῦτο μὲν τῆς παλινῳδίας τὸ βιβλίον Εὐσεβίου καὶ Θεογνίου τῶν προρρηθέντων ἐστίν. ἀπὸ μὲν τῶν ῥημάτων αὐτῶν φαίνονται ὅτι τῇ μὲν ὑπαγορευθείσῃ ἐν τῇ Νικαιέων ὑπὸ τῆς ἐκεῖσε ἁγίας συνόδου πίστει ὑπεσημήναντο χειρὶ μόνῃ, οὐ προθέσει, καθὼς καὶ προαποδέδεικται· τῇ δὲ κατὰ Ἀρείου καθαιρέσει καὶ τῷ κατ’ αὐτοῦ ἀναθεματισμῷ σύμψηφοι γενέσθαι τῇ ἁγίᾳ συνόδῳ οὐκ ἠθέλησαν.

τῆς μέντοι ἐξορίας ἐκ σπουδῆς τῶν τὰς δεήσεις αὐτῶν δεξαμένων ἐπισΚόπων ἀπελύθησαν, καὶ τὰς πρότερον παροικίας αὐτῶν, καθάπερ καὶ ἀνωτέρω μοι εἴρηται, καταλαβόντες καὶ μόνον ὡς εἰπεῖν ταύτας θεασάμενοι, σπουδῇ ὅτι μάλιστα πλείστῃ χρησάμενοι ἐπὶ τὸ στρατόπεδον ὥρμησαν καὶ φθάσαντες τὴν Κωνσταντινούπολιν εἰσπηδᾶν εἰς τὰ βασίλεια κατεθάρρουν, πεποιθότες ταῖς τοῦ πρεσβυτέρου ἐκείνου προστασίαις, οὗπερ ἡ Κωνσταντία τῷ θεοφιλεστάτῳ Κωνσταντίνῳ ὡς γνησία αὐτοῦ ἀδελφὴ παρέθετο, πλείστης ὅσης θεραπείας καὶ τιμῆς ἀξιουμένου παρὰ τοῦ βασιλέως.

ἀλλ’ ὅμως καὶ [*](23 s. S. 104, 13 — 26—S. 162, 20 Johannes? — 28 vgl. S. 160, 15 ff — vgl. S. 159, 33 f) [*](A 2) [*](10 φιλανθρωπίας A 2 12 das ἁ in ἀνευθύνους von 1. Hd. nachträglich das Wort am Kand von anderer Hd. wiederholt A 2 20 τὸ βιβλίον Soor.] τοῦ βιβλίου A 2 24 κατὰ> Socr. Ι κατ’ αὐτοὺς A 2 32 οὖπερ attrakiert statt ὅνπερ)

162
οὗτος οὐκ ἐθάρρει, ὡς ἤδη προέφην, ἀποκαλύπτειν τὴν ἔνδοθεν ἐγκειμένην αὐτῷ Ἀρειανὴν αἵρεσιν, θεωρῶν θερμοτάτην περὶ τὰ θεῖα καὶ τὴν τῆς ἀληθοῦς πίστεως ἀκρίβειαν τὴν τοῦ βασιλέως ψυχήν.

τὸν μέντοι Εὐσέβιον σὺν Θεογνίῳ πρὸς τὸν βασιλέα εἰσήγαγε, κρύψαι αὐτοῖς παρεγγυήσας ἐπὶ τοῦ παρόντος τὴν τῆς ἀσεβοῦς Ἀρείου αἱρέσεως νόσον, πολλά τε ὑΠὲρ αὐτῶν τὸν βασιλέα ἐδυσώπησε αὐτοῖς παρρησίας, μάλιστα Εὐσεβίῳ, τὰ ἐν τῇ συνόδῳ λεχθέντα φρονεῖν αυτους μαρτυρομενος.

Καὶ δὴ τὴν ἀλήθειαν ὁ τῆς ἀληθείας ἀληθῶς ἐχθρὸς ἔλεγεν. ἃ γὰρ ἐκεῖ δυσφημοῦντες ὑπεγόγγυζον, ταῦτα ὁ θώπαξ φρονεῖν ἔλεγεν. ὁ δὲ βασιλεὺς ἔμφυτον ἔχων τὸ καλοκἀγαθὸς καὶ πολλὴν πρὸς τοὺς ἱερωμένους αἰδῶ καὶ τὴν ἀμνησίκακον καρδίαν τοῦ μεγάλου βασιλέως ὁμοῦ καὶ προφήτου Δαυὶδ κεκτημένος καὶ μήτε ἐν νῷ λαβεῖν ἀνασχόμενος τὰς κατ’ αὐτοῦ τετολμημένας ὑπὸ Εύσεβίου ἐπιβουλὰς ἐπὶ τοῦ ἀσεβοῦς Λικιννίου, προσεδέξατο αὐτοὺς εὐμενῶς καὶ εὐλαβῶς ὡς ἱερεῖς τοῦ θεοῦ, καὶ τιμῆς πλείστης ὅσης αὐτοὺς καὶ ἀσπασμοῦ ἠξίωσε, καὶ συχνότερον ἥκειν αὐτοὺς πρὸς αὐτὸν ἐκέλευσε.

τῶν δὲ όσημέραι προκοπτόντων εἰς τὴν <πρὸς> τὸν τὰ πάντα ἄριστον βασιλέα Κωνσταντῖνον παρρησίαν, δυσωποῦσι τὸν πρεσβύτερον ἐκεῖνον τὸν κατὰ Ἄρειον ἄρξασθαι αὐτὸν εἰς τὰς ὑπὲρ Ἀρείου πρὸς τὸν βασιλέα παρακλήσεις τοῦ ἀξιῶσαι αὐτὸν τῶν αὐτοῦ ὄφεων συστῆναι αὐτῷ δυνάμενον καὶ δεῖξαι τὰ τῶν ἐν Νικαίᾳ ἁγίων φρονουντα.

Ὁ δὲ πρεσβύτερος, εἴξας ταῖς Εὐσεβίου καὶ Θεογνίου παρακλήσεσιν, ἄρχεται τῶν ὑπὲρ Ἀρείου πρὸς τὸν βασιλέα λόγων, ὡς ἐκ προσώπου τῶν προρρηθέντων τὰ πλεῖστα λέγων, ὅτι πᾶσι τοῖς ἐν τῇ συνόδῳ συντίθεσθαι αὐτὸν φάσκουσι καὶ τῇ ἐκεῖσε ἐκφωνηθείσης πίστει ἀρέσκεσθαι. τῷ δὲ βασιλεῖ ξένα κατεφαίνετο τὰ περὶ τοῦ Ἀρείου πραὰ τοῦ πρεσβυτέρου λεγόμενα.

τοῦτο δὲ ἐποίει ἐπὶ πλείστας ἡμέρας, τοῦτο μὲν κατ’ ἰδίαν τοῦτο δὲ καὶ παρόντος τὰ Εὐσεβίου τοῦ Νικομηδείας· συχνότερον γὰρ αὐτὸν ὁ βασιλεὺς μετεπέμπετο, οὐ γὰρ ἐμέμνητο τῶν πάλαι κατ’ αὐτοῦ ὑπὸ τοῦ ἀσεβοῦς Εὐσεβίου τούτου δραματουργηθέντων ὁ πιστότατος βασιλεύς.

τῇ τοίνυν εὐτεχνίᾳ τῶν ἀπατηλῶν αὐτοῦ λόγων ὁ Εὐσέβιος πείθει διά τε τοῦ πρεσβυτέρου καὶ δι’ ἑαυτοῦ τὸν φιλανθρωπότατον καὶ ἐπιεικέστατον βασιλέα κληθῆναι κελεῦσαι παρ᾿ αὐτὸν τὸν Ἄρειον, διαβε- [*](1 vgl. S. 158f. — 12 vgl. S. 46, 1 — 21— S. 163, 26 Johannes? bei Socr. I 25, 5f. 9—11 p. 137ff — 32 vgl. ο. S. 13) [*](A 2) [*](8 μαρτυρόμενος corr. aus μαρτυράμενος A 2 9 ἐχθρὸς am Rand von späterer Hd. nachgetragen A 2 18 corr. Cer. 21 τοῦ Holl] καὶ A 2)

163
βαιούμενος ἐλθόντα αὐτὸν εἰς πρόσωπον τοῦ εὐσεβοῦς βασιλείως συνάγεσθαι καὶ αὐτὸν πᾶσι τούτοις, οἷς καὶ ἡ σύνοδος καὶ ἡμεῖς, φησί, δεδέμεθα.

ἄπιστα καταφαίνεται ταῦτα τῷ βασιλεῖ, ἀλλ’ ὑπὸ τῆς προσούσης αὐτῷ θεοφιλοῦς ἐπιεικείας καὶ τῆς περὶ τῶν ἐκκλησιῶν ὁμονοίας σπουδῆς ἡπτημένος, ὡς πιστεύσας. τάδε ἔφη πρὸς αὐτούς· »εἰ Ἄρειος συντίθεται τῇ συνόδῳ καὶ ἀληθῶς τὰ ἐκείνης φρονεῖν ἕλοιτο, δίζομαί τε αὐτὸν εἰς πρόσωπον καὶ σὺν τιμῇ ἐκπέμψω εἰς Ἀλεξάνδρεία«. ταῦτά τε ἔλεγε καἰ διὰ γραμμάτων μετάπεμπτον αὐτὸν ἐπὶ τὸ κομιτάτον γενέσθαι ἐκέλευσεν.

Ὁ δὲ Ἄρειος τῶν τοῦ βασιλέως ἀξιωθεὶς γραμμάτων αὖθις φθάσαι τὴν Κωνσταντινούπολιν ἔσπευσε. συμπαρῆν δὲ αὐτῶ̣ καὶ Εὐζώϊος, ὃν σὺν αὐτῷ καθεῖλεν ὀ θεῖος Ἀλέξανδρος ὁ τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας ἐπίσκοπος. ἀναφέρετᾳι δῆτα ἐπὶ τὸν εὐσεβῆ βασιλέα διὰ τοῦ πρεσβυτέρου ἐκ σπουδῆς τῶν περὶ Εὐσέβιον τὸν Νικομηδέα παρεῖναι τὸν Ἄρειον.

δέχεται οὖν αὐτὸν σὺν Εὐξωΐῳ εἰς πρόσωπον καὶ διεπυνθάνετο παρ’ αὐτῶν ὁ βασιλεύς, εἰ τῇ ἐν τῇ Νικαέων παρὰ τῶν τριακοσίων ἁγίων πατέρων ἐκτεθείσῃ πίστει συντίθενται ὁ δὲ Ἄρειος ἐνωμότως ἔλεγεν οὕτως ἀεὶ πεπιστευκέναι καὶ πιστεύειν, καθὼς καὶ οἱ ἐν Νικαίᾳ ἅγιοι ἡμῶν πατέρες, καὶ πάντες δὲ οἱ σὺν ἡμῖν οὕτως πιστεύουσιν — ἔλεγε δὲ τοὺς περὶ Εὐσέβιον τὸν Νικομηδέα καὶ Θεόγνιον τὸν αὐτῆς Νικαίας, ὥσπερ εὐορκῶν πρὸς ἀπάτην καὶ πειθὼ τῆς τοῦ φιλοχρίστου βασιλέως ἁπλότητος.

ταῦτα ἐνωμότως τοῦ Ἀρείου εἰπόντος, εἰς ἔκστασιν τὸν θεοφιλέστατον καὶ ἐπιεικέστατον βασιλέα ἤγαγεν, ὥστε αὐτὸν εὐθὺς καὶ παραχρῆμα εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς ἐκπέμψαι τὸν Ἄρειον.

καταλαβόντα οὐν αὐτὸν τὴν Ἀλεξάνδρειαν ὁ ἐκπέμψαι οὐκ ἐδέχετο αὐτόν, αὐτὸν Ἀθανασίου, ὡς μῦσος γὰρ αὐτὸν ἐξετρέπετο.

τότε δὴ οἱ περὶ Εὐσέβιον αὐτοί τε ἔγραφον ὑπὲρ Ἀρείου καὶ τὸν βασιλέα γράφειν ἐπιπληκτικώτερον Ἀλεξάνδρῳ καὶ Ἀθανασίῳ παρεσκεύαζον.