Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἐπειδὴ δὲ ἔμαθε πρὸς τῆς ἁγίας γυναικὸς ὅτι ἐκκλησίας χρὴ ἰδρύσασθαι εἰς προσκύνησιν τοῦ Χριστοῦ, ὁμοῦ προῄει ἐπὶ τὴν χρείαν σπουδαίως. ὡς δὲ τοῦ οἴκου τὸν περίβολον ἤγειραν οἰκοδομήσαντες, [*](4 I Tim. 2, 4) [*](A2) [*](22 <εὐθ> Hei] ἕως Rand Θ A2 34 ἱδρύσασθαι: ύσ übergeschrieben Α2 35 am Rand Θ A2)

153
ἔδει δὲ λοιπὸν τοὺς κίονας στῆσαι ἐν μέσῳ τοῦ οἴκου πρὸς διαίρεσιν τῶν συνερχομένων ἀνδρῶν τε καὶ γυναικῶν, θέλων ὁ θεὸς πάγιον γνώμην ἐνθεῖναι τῷ τε βασιλεῖ καὶ πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ ὑπηκόοις περὶ τοῦ διὰ τῆς αἰχμαλώτου γυναικὸς κηρυχθέντος εὐαγγελίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ποιεῖ τὸν τρίτον κίονα εἰς μέσον ὀρθωθέντα ἔτι τε πλάγιον ὄντα μὴ γενέσθαι εἰς τέλος ὄρθιον καθάπερ καὶ οἱ δύο ἕτεροι καὶ πολλὰ καμόντες οἱ τεχνῖται τά τε ἱστία οὺν ταῖς μηχαναῖς ἁπάσαις διαρρήξαντες καὶ συντρίψαντες ὐπεξαναχωροῦσι φεύγοντες, δεδιότες μὴ ἐναπολειφθέντες χαμαὶ ὑπὸ τὸν κίονα ἀποθάνωσιν· ἵστατο γὰρ ὁ κίων ἐν τῷ ἀέρι κρεμάμενος πλάγιος, μηδενὸς ὡς ἔθος τοῖς τεχνίταις ἐπινοουμένου παρ᾿ αὐτῶν τινος βοηθήματος.

ἀκούει ταῦτα ἡ αἰχμάλωτος καὶ δέει πολλῷ συσχεθεῖσα, μὴ ἀνάπαλιν τὸ πλῆθος ἐπιδῷ ἑαυτὸ πρὸς τὰ εἴδωλα, ἔρχεται δύνοντος τοῦ ἡλίου κατὰ τὸν τόπον καὶ κλίνασα γόνυ πρὸς τὸν θεὸν ἕως πρωῒ ἤγειρε διὰ τῆς εὐχῆς τὸν κίονα, οὐκ ἐπὶ τὴν βάσιν ἑστῶτα, ἀλλ’ ὀρθὸν μὲν ἠρτημένον ἐπάνω τῆς βάσεως ὅσον ἀπὸ πήχεως ἑνός, οἰκονομοῦντος τοῦ θεοῦ μὴ ἀπιέναι τὴν αἰχμάλωτον οἴκοι ἕως τῆς τοῦ πλήθους ἀφίξεως, ἵνα γνῶσιν αὐτῆς τὴν ἐν τῷ ὑπ᾿ αὐτῆς κηρυττομένῳ ἀληθινῷ θεῷ πίστιν.

ἠλθον οὐν ἕωθεν σὺν τῷ βασιλεῖ, καὶ ἰδόντες ὄρθιον ἠρτημένον τὸν τηλικοῦτον κίονα ἐξίσταντο. τότε τῆς αἰχμαλώτου πᾶσι γενομένης καταφανοῦς διὰ τὸ γεγονός, ἀναστάσης αὐτῆς ἐκ τῆς εὐχῆς εὐθέως ὁ κίων, οἷά τινων τεχνιτῶν τῇ οἰκείᾳ βάσει αὐτὸν προσαρμοζόντων ὡς ἔνι μάλιστα ἀπετέθη, πλείστην ὅσην παρὰ τοὺς ἔμπροσθεν καὶ τοὺς μετ᾿ αὐτὸν κίονας ἔχων εὐπρεπῆ τὴν ἀσφάλειαν.

ἐκ τούτου γέγονε καὶ τοὺς λοιποὺς τοῦ πλήθους συνελθεῖν καὶ συνομολογῆσαι τὴν τοῦ βασιλέως πίστιν θαυμάζοντας Χριστόν· τοῦτο γὰρ αὐτοῖς ἡ αἰχμάλωτος ἐκείνη ἁγία γυνὴ διεμαρτύρατο· ἐδεδοίκει γὰρ τοῦ πλήθους τὴν ἁπλότητα, μήποτε ἄρα ὑπὸ τῆς πατρῴας δεισιδαιμονίας νυττόμενοι εἰς αὐτὴν τὸ εἰς Χριστὸν σέβας ἀπενέγκοιντο, ἤγουν δόξαν περὶ αὐτῆς σχῶσι μὴ συντείνουσαν πρὸς εὐσέβειαν.

διὰ τοῦτο καὶ κοινωνῆσαι αὐτοὺς τῆς εὐχῆς προετρέψτο, ἡνίκα τὸν κίονα ἠρτημένον τῷ οἰκείῳ τόπῳ προσαρμοσθῆναι πεποίηκε, συσκιάζουσα διὰ τούτου τὴν οἰκείαν ὑπόληψιν, τὴν δὲ τοῦ σωτῆρος Χριστοῦ ἐνέργειαν λέγουσα εἰς πάντας ἀνθρώπους τοὺς εἰς αὐτὸν εὐσεβοῦντας διαβαίνειν ἐν ταῖς ὑπὲρ ἄνθρωπον πράξεσι.

[*](A2)[*](22 οἰκία A2 corr. Cer. 24 nach τὴν (τ``) (τ") Raum für 32 οἰκίω Α2 corr. Cer.)
154

Μετὰ δὲ τὸ τελειωθῆναι τὴν ἐκκλησίαν ὑποτίθεται τῷ τε βασιλεῖ καὶ τῇ βασιλίδι ἡ αἰχμάλωτος πέμψαι αὐτοὺς πρὸς τὸν τῆς εὐσεβείας σύντροφον τὸν θεοφιλέστατον βασιλέα Κωνσταντῖνον πεμφθῆναι αὐτοῖς παρ᾿ αὐτοῦ αἰτουμένους τὸν τὴν ἐκκλησίαν ἐκκλησίαν καθιερώσοντα. τότε ὑπό τε τοῦ βασιλέως καὶ τοῦ κοινοῦ τῶν Ἰβήρων οἱ σταλέντες πρεσβευταὶ καταλαμβάνουσι τὴν Κωνσταντινούπολιν, ἀναγγέλοντες τῷ βασιλεῖ Κωνσταντίνῳ τὴν ἐκεῖσε κρατυνθεῖσαν τοῦ Χριστοῦ πίστιν, ἐπίσκοπον αἰτοῦντες δοθῆναι αὐτοῖς παρ᾿ αὐτοῦ εἰς τὴν τῶν παρ᾿ αὐτοῖς ἐκκλησιῶν καθιέρωσιν ὁμοῦ καὶ διατύπωσιν.

οὓς προσηνῶς δεξάμενος ὁ εὐσεβὴς καὶ φιλόχριστος βασιλεὺς Κωνσταντῖνος, χαίρων ἐν τῷ κυρίῳ παρέσχε τὴν αἴτησιν, τὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον Ἀλέξανδρον παρορμήσας χειροτονῆσαι τῶν Ἰβήρων ἐπίσκοπον, ὁμοῦ συνορῶν θεοῦ νεῦμα εἶναι τοῦ τοὺς ἀλλοφύλους οὐτῷ καθυποτάσσοντος.