Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

>Τούτων οὕτως θείᾳ κρίσει διὰ τῶν τοσούτων καὶ τηλικούτων >ἁγίων ἐπισκόπων διατυπωθέντων ἀσμένως δέχεσθε τὴν >χάριν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν. πᾶν γὰρ ὅ τι δἄν ἐν >ἁγίοις τῶν ἐπισκόπων συνεδρίοις ἐπράχθη, τοῦτο πρὸς τὴν >βούλησιν τὴν ἀναφορὰν ἔχει. διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν >φοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα ἤδη καὶ τὸν προειρημένον καθολικῆς πίστεως λόγον καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης τοῦ >πασχα ἡμέρας ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε, έν >πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν >κωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ

ἡμέρᾳ τὴν ἁγίαν μεθ᾿ ὑμῶν ἐορτὴν ἐπι- >τελέσαι δυνηθῶ καὶ πάντων ἕνεκεν μεθ᾿ ὑμῶν εὐδοκήσω, >τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν >πράξεων ἀνῃρημένην, ἀκμαζούσης δὲ πανταχοῦ τῆς >καὶ εἰρήνης καὶ ὁμονοίας, εὐχαριστηρίους ὕμνους μεθ’ ὑμῶν >πέμψω τῷ πανευεργέτῃ καὶ σωτῆρι θεῷ. ὀ θεὸς ὑμᾶς διαφυλάξει, >ἀδελφοὶ ἀγαπητοί«.

Ταῦτα μὲν οὐν τοῖς ἀπολειφθεῖσι τῆς συνόδου ἐπέστειλε· τοὺς δὲ συνεληλυθότας ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς [*](25—S. 134, 12 vgl. Thdt. I 11, 1—2 p. 14f) [*](A1H V1P3 M2P1P2 (von Ζ. 20 ὑπὸ an)) [*](2 ὁσιώτατον M2P1 Eus. Soor. Thdt. ὁσιωτάτους A1HV1P3 | βουλεύεσθαι corr. von 1. Hd. aus βούλεσθαι Α1 βουλεύσασθαι V1 βούλεσθαι Eus. Socr. Thdt. 4 τὸ κεφαλαιωδέστατον HP1M2 (wo aber τον auf Rasur), τὸ κεφαλαιοδέστατον Α1 τῶ κεφαλαίω δεύτερον V1 τὸ κεφαλαιωδέστερον P3 (vgl. Thdt.) 7 κάλλιον] κρεῖττον A1 9 Anders Eus. Socr. Thdt. 16 διατάττειν A1H = Eus. Socr. Thdt. διαπράττειν d. übr. HSS 17 πρὸς > V1P3 18 αὐτῇ] αὐτοῦ P3 | ἡμῶν Η | ἑορτὴν μεθ᾿ ὑμῶν ~ M2P1 20 ἡμετέρων] ὑμετέρων A1 Eus. εἰρημένων M2P1P2 ἡμετέρων, aber von späterer Hd. corr. in ὑμετέρων P3 21 δὲ und 22 εὐχαριστηρίους — 23 θεῷ > Eus. Socr. Thdt. 22 μεθ’ V1 23 παντευεργέτῃ HM2P1P2 | διαφυλάξοι Α1 φυλάξει V 24 ἀγαπητοὶ ἀδελφοί ~ M2P1P2 | ἀδελφοί + μου 1 25 οὐν > P2 Thdt. cod. A | ἀπέστειλε A1e>)

134
δὲ στιβάδας εὐτρεπισθῆναι κελεύσας, κατὰ ταὐτὸν ἐστίασεν ἅπαντας, τοὺς μὲν ἐπισημοτέρους ὁμοτραπέζους λαβών,

τοὺς δὲ ἄλλους διελὼν ὀφθαλμοὺς εἰς τὰς ἄλλας τραπέζας. θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς οὐκ ἔχοντας, ἀλλ’ ἐκκεκομμένους καὶ μαθὼν ὡς τὸ περὶ τὴν εὐσέβειαν τὴν εἰς Χριστὸν ἑδραῖον τοῦ πάθους ἐγένετο αἴτιον, χείλη τοῖς τραύμασι προσενηνοχὼς ἑλκύσειν ἐκεῖθεν τῷ φιλήματι τὴν εὐλογίαν ἐπίστευε, τέλος δὲ τοῦ συμποσίου λαβόντος ἕτερα πάλιν αὐτοῖς προσενήνοχε δῶρα.

καὶ μέντοι καὶ γράμματα πρὸς τοὺς τῶν ἐθνῶν προστατεύοντας δέδωκεν ἄρχοντας, καθ’ ἑκάστην πόλιν χορηγεῖσθαι παρεγγυῶν ἀειπαρθένοις καὶ χήραις καὶ τοῖς τῇ θείᾳ λειτουργίᾳ ἀφιερωμένοις ἐτήσια σιτηρέσια, φιλοτιμίᾳ μᾶλλον ἢ χρείᾳ ταῦτα μετρήσας.

περὶ ὡν καὶ Εὐσέβιος ὁ Παμφίλου διαλαμβάνων ὧδέ πως λέγει· οὕτω δὴ τοὺς ἁγίους ἐπισκόπους μετὰ πλείστης ὅσης εὐλαβείας διαναπαύσας ὁ πανεύφημος καὶ πιστότατος βασιλεὺς Κωνσταντῖνος συνταξάμενός τε σφᾶς ἐπανιέναι οἴκαδε τοὺς πάντας ἠφίει. οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ πολλῇ, ἐκράτει τε λοιπὸν μία γνώμη παρὰ τοῖς πᾶσι παρ’ αὐτῶ̣ βασιλεῖ συμφωνηθεῖσα, συναπτομένων ὥσπερ ἓν σῶμα τῶν ἐκ μακροῦ διῃρημένων.

χαίρων δῆτα ὀ βασιλεὺς ἐπὶ τῷ κατορθώματι, τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ ἐπισκόποις καρπὸν εὐθαλῆ δι᾿ ἐπιστολῶν ἐδωρεῖτο, λαοῖς τε πᾶσι τοῖς τε κατ’ ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις οἰκοῦσι χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι παρεκελεύετο, ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσαετοῦς αὐτοῦ βασιλείας,

ἑξκαιδεκάτῳ μὲν ἔτει καὶ μησὶν ἓξ τῆς βασιλείας αὐτοῦ, καθὼς καὶ ἀνωτέρω ὁ λόγος ἀπέδειξε κατὰ τὰ παλαιὰ διηγήματα, τὴν ἁγίαν τῶν ἐπισκόπων συναθροίσας σύνοδον. εἰκοστῷ δὲ ἔτει διαλυσάντων τὸ τῆς συνόδου συνέδριον, ἀνέλυσεν ἕκαστος εἰς τὰς ἰδίας παροικίας, καθὼς προανατέτακται. Ἐγὼ δὲ τὰ ἐν αὐτῇ τῇ ἁγίᾳ συνόδῳ περὶ τῆς καθολικῆς καὶ ὀρθοδόξου πίστεως τῆς τε σεβασμίου ἑορτῆς τοῦ ἁγίου πάσχα τῶν [*](12 Gelasius citiert Eus. VC HI 21 (am Ende), 22, benutzt aber 15—23 I 13, 3 f p. 55 als Vorlage — 24 vgl. S. 44, 5) [*](A1H V1P3 M2P1P2) [*](1 ἐστίασεν A1V1P3 εἱστίασεν d. übr. HSS (vgl. Thdt.) 4 καὶ > P2 5 πάθους ἑδραῖον ~ Α1 9 τῶν > M2P1P2 11 φιλοτιμὶας H 12 ταῦτα > M2P1P2 16 ἐπανίεσαν H wie Thdt. A n | μία λοιπὸν ~ Α1 18 δῆτα] δὲ Α1 19 τῷ) τῶν M2 21 τε > P2 21 f διαδόσεις ἀφθόνους ~ Α1 24 καθὼς] καθὰ M2P1P2 25 συναθροισθεῖσαν M2P1P2 26 τῆς > M2P1P2 | ἕκαστος ΗM2P1P2 ἕκαστον d. übr. HSS 27 ἰδίας] οἰκείας M2P1P2 28 αὐτῇ > P2)

135
τε τῆς ἐκκλησιαστικῆς θείας λειτουργίας διατυπώσεων τῶν τε τῆς ἐν αὐτῇ εὐταξίας κανόνων κριθέντα καὶ ὁρισθέντα ἐντάξας κατὰ δύναμιν τῇδε τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ, πρὸς πληρεστάτην ἀσφάλειαν τῶν ἐντευξομένων τῷδε τῷ συγγράμματι ἐνταῦθα καταπαύσω τὸν λόγον, τὰ λοιπὰ τοῦ πανευφήμου καὶ πιστοτάτου βασιλέως εὐσεβῆ ὑπὲρ τῆς πίστεως σπουδάσματα ἐν τρίτῳ κατατάξαι συνιδὼν συντάγματι, εἰς δόξαν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ καὶ εἰς ἐναργεστάτην ἀπόδειξιν τῆς τοῦ πιστοτάτου βασιλέως εὐσεβείας. Ἐκεῖνο μόνον προσθεῖναι ἐνταῦθα ἀναγκαῖον ᾠήθην (μὴ πάρεργον ἡγησάμενος. ἀλλὰ καὶ λίαν ἁρμόδιον)· τὰ τῶν ἐπισκόπων ὀνόματα τῶν ὑπὸ τοῦ κοινοῦ πάντων τῶν ἐπισκόπων εἰς τὰς ἁπανταχοῦ γῆς ἐπαρχίας σταλέντων, δι᾿ ὧν τὰ ὑπὸ τῆς συνόδου κριθέντα διὰ συνοδικῶν ἐπιστολῶν καὶ τῶν τοῦ πανευφήμου βασιλέως γραμμάτων πάσαις διεπέμψατο ταῖς ὑπὸ τὸν οὐρανὸν ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις εἰς δόξαν τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν καὶ τοῦ ἁγίου πνεύματος. ἀμήν.
  • Κατάλογος τῶν ἁγίων ἐπισκόπων, δι’ ὧν ἡ σὺν αὐτοῖς ἐν Νικαίᾳ ἁγία καὶ μεγάλη
  • καὶ οἰκουμένικὴ σύνοδος ταῖς ἀνὰ τὴν οἰκουμένην ἐκκλησίαις τοῦ θεοῦ διεπέμψατο
  • τὰ ἐν αὐτῇ δι᾿ αὐτῶν κεκριμένα ὑπὸ τοῦ ἁγίου πνεύματος.