Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

>Τοὺς πονηροὺς καὶ ἀσεβεῖς μιμησάμενος Ἄρειος δίκαιός ἐστι >τὴν αὐτὴν ἐκείνοις ὑπέχειν ἀτιμίαν. ὥσπερ τοίνυν Πορφύριος >τῆς θεοσεβείας ἐχθρὸς συντάγματα ἄττα παράνομα κατὰ τῆς >σκείας συστησάμενος ἄξιον εὕρατο μισθόν, καὶ τοιοῦτον ὥστε >νείδιστον μὲν αὐτὸν πρὸς τὸν ἑξῆς γενέσθαι χρόνον καὶ >ἀναπλησθῆναι κακοδοξίας, ἀφανισθῆναι δὲ τὰ ἀσεβῆ αὐτοῦ >ματα, οὕτω καὶ νῦν ἔδοξεν Ἄρειόν τε καὶ τοὺς αὐτῷ >Πορφυριανοὺς μὲν καλεῖσθαι, ἴν’ ὧνπερ τοὺς τρόπους >γραμμα ἔχωσι καὶ τὴν προσηγορίαν· πρὸς δὲ τούτῳ καὶ εἴ τι >γραμμα ὑπὸ Ἀρείου συντεταγμένον εὑρίσκοιτο, τοῦτο πυρὶ >δοσθαι, ἵνα μὴ μόνον τὰ φαῦλα αὐτοῦ τῆς διδασκαλίας >ἀλλὰ μηδὲ ὐπόμνημα αὐτοῦ ὅλως ὑπολείποιτο.

ἐκεῖνο μέντοι >προαγορεύω, ὡς εἴ τις σύγγραμμα ὑπὸ Ἀρείου >θάνατος καὶ μὴ εὐθέως προσενεγκὼν καὶ πυρὶ καταναλώσας, >θάνατος ἔσται ζημία. παραχρῆμα γὰρ ἁλοὺς ἐπὶ τούτῳ >ὑποστήσεται τιμωρίαν. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί«.

Καὶ ἄλλας δὲ ἐπιστολὰς ὁ βασιλεὺς κατὰ Ἀρείου καὶ τῶν ὁμοδόξων αὐτοῦ πανηγυρικώτερον γράψας πανταχοῦ κατὰ πόλιν προέθηκεν.

  • Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίονου πρὸς Ἀλεξανδρεῖς κατὰ Ἀρείου καὶ πρὸς πάντας ὀρθοδόξους.