Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἔγραφον οὖν περὶ τοῦ μὴ δεῖν τοὺς ἱερωμένους, εἴτε ἐπίσκοποι εἴτε πρεσβύτεροι εἴτε διάκονοι εἴτε ὑποδιάκονοι εἴτε τις τοῦ ἱερατικοῦ καταλόγου, συγκαθεύδειν ταῖς γαμεταῖς, ὃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο.

τούτων οὕτω διατυπουμένων, ἀναστὰς ἐν μέσῳ τοῦ ὄχλου τῶν ἐπισκόπων ὁ θεῖος Παφνούτιος μεγάλῃ τῇ φωνῇ ἐβόησε λέγων· »μὴ βαρύνετε τὸν ζυγὸν τῶν ἱερωμένων, τίμιος γάρ, φησίν, ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος, μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας τὴν ἐκκλησίαν μᾶλλον προσβλάψητε«, οὐ γάρ φησι πάντας δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν.