Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Καὶ ὁ φιλόσοφος· θεῖα ὡς ἀληθῶς καὶ φωτὸς ἔμπλεα τὰ παρὰ [*](ξδ΄) τοῦ ἁγίου πνεύματος δέ ὑμῶν ἐκφωνηθέντα. δέομαι δὲ ὑμῶν, ἐρασμίων μοι ὄντων τῶν ἱερῶν τῆς διδασκαλίας ὑμῶν λόγων, ὑπόσχετέ μοι τὰς εὐαγεῖς ὑμῶν ἀκοὰς καὶ πρὸς ἃ ἐπερωτῶ διδάξατε, ἵνα πληρεστάτην λήψεσθε παρὰ τοῦ θεοῦ τὴν ὑπὲρ τῆς ἐμῆς σωτηρίας ἀμοιβήν. ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου [*](9 Baruch 3, 38—13 Baruch 3, 36—20 IJoh. 2, 23) [*](Α1ΗR V1P3 M2P1P2) [*](2 αὐτὸ] τὸ φῶς R 4 εἶπον R 7 ἀναγκαῖον H ἀναγκαίως d. übr. HSS | οὖν + ὦ V1P3 | φιλόσοφε > H | ἐπίστησον H 8 καθὼς R 9 ὅτι] ἔτι R 14 οὐ — 16 > A1R, καὶ scheint durch Rasur getilgt Α1 18 ἐκβάλλοντες HR 22 παρ᾿] καθ᾿ R 26 Mit ξδ΄ hört die Zählung in P2 und damit überhaupt i. d. HSS auf 29 εὐαγεῖς ὑμῶν > R 30 λήψησθε HM2P1 31 ἁγιωτάτων Α1Μ2Ρ1V1)

97
Λεοντίου·

εἰπὲ ὃ βούλει, ἐπιθυμητὸν γὰρ ἡμῖν πληροφορῆσαί σε, ἐν πᾶσιν εὐμαρῶς δυναμένου σου νῦν μάλιστα δέχεσθαι τὰς ἀποδείξεις τῶν ῥήσεων ἐλλαμφθέντος σου ὑπὸ τοῦ ἁγίου πνεύματος. εὐΧαριστία τοῦ φιλοσόφου καὶ ἐπερώτησις περὶ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως·

χάρις ὑμῶν τῇ ἱερᾷ κεφαλῇ. φατὲ δέ μοι, ώ ἱερώτατοι, πῶς νοητέον τὸ τὸν θεὸν λόγον τὸν τοῦ θεοῦ υἱὸν ἐπὶ τῆς γῆς ὠφθαι καὶ τοῖς ἀνθρώποις συνανεστράφθαι ἀθέατον ὄντα πάσῃ κτιστῇ φύσει ὁρωμένῃ τε καὶ νοουμένῃ, καὶ τίς ἡ αἰτία, δι᾿ ἥν ταῦτα ἐπραγματεύσατο, διδάξατε, παρακαλῶ. ἀπόκρισις τῶν ἁγίων πατέρων πρὸς τὸν φιλόσοφον διὰ τοῦ ἐπισκόπου Λεοντίου·

ἡ μὲν αἰτία τῆς αὐτοῦ παρουσίας ᾠκονομήθη ὑπ’ αὐτοῦ διὰ τὴν ἐν τῷ παραδείσῳ τῶν πρωτοκτίστων ἀνθρώπων τοῦ τε Ἀδὰμ καὶ τῆς Εὔας γεγενημένην ἀπόπτωσιν, ἥτις ἅπαν τὸ αὐτῶν ἐπενέμετο γένος.

ἐπεὶ οὐν παραβάντες τὴν ἐντολὴν τοῦ θείου χαρίσματος ἐγυμνώθησαν, τοῦτο ἀποδοῦναι ἠθέλησεν ὁ δημιουργὸς τῷ τῶν ἀνθρώπων γένει. καὶ νοντέον ἐνταῦθα, ὅτι ὥσπερ εἶπεν ὁ θεὸς »ποιήσωμεν ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον‘ κατὰ τὰς προρρηθείσας ἀποδείξεις, ὁ αὐτὸς πάλιν εἶπε, σώσωμεν τὸν ἀπολωλότα ἄνθρωπον, ὃν κατ΄ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν ἐποιήσαμεν.

καὶ ὥσπερ ὁ θεὸς καὶ πατὴρ εἶπε τὸ ποιήσωμεν καὶ ὁ υἱὸς ἐδημιούργησε, θεὸς ὢν ἐκ θεοῦ, ὁ αὐτὸς πάλιν βουλῇ πατρικῇ ἀνασῶσαι ἐν ἑαυτῷ ἠβουλήθη τὸν ἄνθρωπον.

ἐπερώτησις τοῦ φιλοσόφου περὶ τοῦ αὐτοῦ· καὶ πῶς ἐπὶ τῆς γῆς ὤφθη καὶ συνανεστράφη ὡς ἄνθρωπος τοῖς ἀνθρώποις θεὸς ὢν ἀναλλοίωτος; ἀπόκρισις παρὰ τῶν ἁγίων πατέρων διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων·

κατὰ τὴν φωνὴν τοῦ θεσπεσίου Παύλου »μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, θεὸς ἐφανερώθη ἐν σαρκί‘, τοῦτ’ ἔστιν ὁ τοῦ θεοῦ τότε τότε αὐτὸς ὤφθη καὶ ἀγγέλοις· οὐδὲ γὰρ ἀγγέλοις ἢ ἀρχαγγέλοις ἤ τισι τῶν ἐπουρανίων δυνάμεων θεατὸς ὁ μονογενής, ἐπείπερ θεὸν οὐδεὶς [*](6 f 24 vgl. Baruch 3,38 — 16 Gen. 1, 26 f — 27 1 Tim. 3, 16 — 30 vgl. Joh. 1, 18) [*](A1HR V1P3 M2P1P2) [*](1 8] ὦ R 2 εὐμαρῶς + ὡς P2 | σου > R 3 λαμφθέντος Pi P2 4 κυρίου + ἡμῶν R 5 δὲ] δὲ P2 6 τῆς > R 9 f πρὸς τὸν > R 10 τοῦ + αὐτοῦ Μ2Ρ1 11 τῆς Μ2Ρ1Ρ2 14 ἐγυμνώθησαν] V1P3 ἐγυμνώθη R 22 πατρικῆ βουλῆ ~ Η | αὐτῶ Ρ2 23 ἀπερώτησις 2 24 τῆς > Μ2Ρ1Ρ2 | καὶ + τοῖς ἀνθρώποις ~ Ρ2 25 παρὰ > Μ2Ρ1Ρ2 28 Holl] ὃς HSS ὅς P3 Balf.) | ὁ υἱὸς τοῦ θεοῦ ~ H 29 ὤφθη <ἀνθρώποις> Holl ἢ ἀρχαγγέλοις > P2 30 οὐδεὶς θεὸν ~ H)

98
ἑώρακε πώποτε.

οὑπερ τὴν ἐξ οὐρανῶν καταφοίτησιν ἀκούων μὴ τοπικὴν μετάστασιν τῆς ἀχωρήτου αὐτοῦ ὑποπτεύσῃς θεότητος, οἰδονομίαν δὲ νόει τὸ ὅλον τοῦτο τὸ μέγα ὡς ἀληθῶς τῆς εὐσεβείας μυστήριον, ἐν ᾧ ἐνεκαινίσθημεν.

ἀνακαίνισις γὰρ γέγονε καινότητος ἐπανάληψις· διὰ δὴ τοῦτο ἀποδιδοὺς ἡμῖν τὴν πρὸς ἑαυτὸν ὁμοίωσιν ὁ αὐτὸς τοῦ θεοῦ λόγος εἰς ὁμοίωσιν ἡμῶν κατῆθεν.

ἀδύνατον δὲ ἦν θεὸν ὁμοιωθῆναι ἡμῖν μὴ σαρκωθέντα — οὐ γὰρ ἀσώματον εἶδος αὐτῷ ἀσωμάτου οὐσίας προσεγίνετο, ὅπερ ἦν αὐτός, αὐτός, ἀλλὰ τὸ σωματικόν — σωματικὴ δὲ οὐσία ἄνευ προσλήψεως οὐκ ἐγίνετο· διὰ τοῦτο σῶμα ἀληθῶς προσέλαβεν, ἵνα οἱ τῆς ἐξ ἀρχῆς ἀδελφότητος ἐκπεσόντες διὰ τὴν τοῦ ἀσωμάτου εἴδους ἀλλαγήν, τοῦτ ἔστι τῆς τοῦ πνεύματος χάριτος, ἧς διὰ τῶν πρώτων ἀνθρώπων τοῦ τε Ἀδὰμ καὶ τῆς Εὔας ἀπωλέσαμεν, εἰς ἐδελφότητα εἰσαχθῶμεν διὰ τῆς σωματικῆς προσλήψεως καὶ πάλιν τὸ ἀσώματον τὸ τὸ θεῖον ἀπολάβωμεν.

λαμβάνει δὲ σάρκα ἐκ γυναικός· οὕτως γὰρ καὶ ὁμογενὴς ἡμῖν καθίσταται, ἴνα καὶ ὡς ὁμογενέσιν ἡμῖν μεταδῷ τῆς δόξης τῆς ἑαυτοῦ, ἵνα καὶ τὴν γυναῖκα διὰ τῆς γεννήσεως ἀνασώσῃ·

»ἀνασωθήσεται γάρ, φησίν, ἡ γυνὴ διὰ τῆς τεκνογονίας«. σὰρξ δὲ προσείληπτο τὸ κατὰ φύσιν ἔχουσα ζωτικόν· οὐδεμία γὰρ σὰρξ ἄνευ τοῦ ζωοποιοῦ, ὃ καὶ ψυχὴν ἰδίως ἡ γραφὴ καλεῖ.

ὁ φιλόσοφος· τίς οὐκ ἂν ἐκπλαγῇ ἐπὶ τοῖς μεγαλείοις τοῦ θεοῦ τούτοις, ὡς ἔφατε; πλὴν πῶς λαμβάνει σάρκα ἐκ γυναικός, καθὼς ἀρτίως εἰρήκατε; ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τοῦ αὐτοῦ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων·

ἤδη εἰρήκαμέν σοι, ὠ βέλτιστε, μηδαμῶς ἐπὶ τῶν τοῦ θεοῦ μυστηρίων λέγειν τὸ ὅπως· ἀπόρρητα γάρ εἰσι καὶ ἀνεπιλόγιστα· ὡς δὲ ἐκ τῶν ἱερῶν λόγων ἐδιδάχθημεν, ἐροῦμεν ὅσον ὁ λόγος παραστῆσαι δυνήσεται.

τὸ γὰρ παντελῶς καταληπτικὸν τοῦ μυστηρίου ἐκείνου, τῆς τοῦ κυρίου ἐνσάρκου οἰκονομίας, πῶς γέγονεν, οἶδεν ἀνθρώπων οὐδὲ ἀγγέλων οὐδείς, οὐδὲ αὐτὸς Γαβριὴλ ὁ διακονησάμενος τῷ μυστηρίῳ ἐκείνῳ, οὐδὲ ἡ πάναγνος καὶ καθαρὰ καὶ ἁγία παρθένος Μαρία παραστῆσαι δυνήσεται τὴν ὅλην τῆς αὐτῆς [*](3 f I Tim. 3, 16 — 18 I Tim. 2, 15) [*](A1HR V1P3 M2P1P2) [*](9 ἄνευ + R | προσλήψεως + τε A1 11 ἀλλαγή[ν] Α1 12 τὸν πρῶ- τον ἄνθρωπον Ρ2 15 σάρκα) σῶμα V1 16 ὁ μονογενὴς Ρ3, ὁμογενὴς corr. aus ὁμονογενὴς HR 17 τῆς ἑαυτοῦ δόξης Α1R | ἀνασώσῃ H > d. übr. 20 ζωοποιοῦ Α1ΗR ζωτικοῦ d. übr. HSS 21 ἐκπλαγείη Μ2Ρ1Ρ2 | φατὲ R 30 τὸ μυστήριον ἐκεῖνο Α1R)

99
τοῦ θεοῦ λόγου σαρκώσεως κατάληψιν — αὐτὸς γὰρ μόνος ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς τὸ ἀκριβὲς οἶδε τῆς ἑαυτοῦ δι᾿ ἡμᾶς ἐνανθρωπήσεως —

εἰ γὰρ καὶ »παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου« καθά φησιν ὁ Λουκᾶς, Περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ὅτι »ἐκ σπέρματος Δαυῒδ καὶ Ἀβραὰμ τὸ κατὰ σάρκα« καὶ τὸ »ἐξ ἧς ἐγεννήθη Ἰησοῦς«, τοῦτ’ ἔστιν ἐκ τῆς παρθένου, »ὁ λεγόμενος Χριστός«, καὶ ὅτι »ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα«, καὶ ὅτι »οὐκ ἀγγέλων, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο«, καὶ ὅτι »κατὰ πάντα ὡμοιώθη ἡμῖν, πλὴν τῆς ἁμαρτίας«.

ταῦτα ἔσμεν· ὁ ὁ τρόπος, πῶς ταῦτα γεγένηται, πάσης λογικῆς φύσεως ὑπερβαίνει διάνοιαν. λέγει γὰρ καὶ περὶ τούτου Ἱερεμίας ὁ προφήτης »καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν αὐτόν«;

Θαυμάζοντος δὲ τοῦ φιλοσόφου καὶ Παντὸς τοῦ συναθροισθέντος πλήθους εἰς τὴν ἀκρόασιν προσθέντες οἱ ἅγιοι πατέρες διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων εἶπον·

ἤδη διὰ πλείστων ὅσων ἀπεδείξαμεν, ὅτι θεὸς ὢν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ γέγονεν ἄνθρωπος διὰ φιλανθρωπίαν, σαρκωθεὶς καὶ γεννηθεὶς ἐκ τῆς παρθένου θένου Μαρίας ἀπορρήτῳ γεννήσει.

ἐπειδὴ γὰρ ἠβουλήθη, ὡς προαπέδειξεν ὁ λόγος, ἀνακαινίσαι τὰ διὰ τὴν ἀπόπτωσιν τῶν πρωτοπλάστων Μέντα, γέγονεν ἐν τοῖς ἡμετέροις, ἵνα ἡμᾶς ποιήσῃ ἐν τοῖς ἑαυτοῦ, συγκαταβὰς ὡς ἰατρὸς ἄριστος τῇ ἀσθενείᾳ ἡμῶν.