Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀντίρρησις τοῦ φιλοσόφου κατὰ τοῦ ἁγίου πνεύματος· ἔστω, [*](νβ΄) φησί, πιστὰ περὶ τοῦ υἱοῦ καὶ ἀναμφίλεκτα, ὥς φατε, ὅτι ἔκτισεν ἢ ὅτι συνέκτισε τῷ θεῷ καὶ πατρί, ὡς αἱ μαρτυρίαι καὶ καὶ ὅτι οὐ ποίημα ἀλλὰ γέννημα τοῦ θεοῦ φύσει ἐξ αὐτοῦ γεγεννυμένος καὶ ἰδοὺ δεχόμεθα. μὴ καὶ περὶ τοῦ πνεύματος ἔχετέ τι λέγειν;

τίς γὰρ τολμήσειε φῆσαι τὸ ἅγιον πνεῦμα κτίστην τινῶν γενητῶν φύσεων; ποῦ δὲ καὶ μαρτυρίαι περὶ αὐτοῦ λέγουσι δεδημιουργηκέναι αὐτό τι τῶν ὁρατῶν καὶ ἀοράτων κτισμάτων; τίς δὲ ὅλως ἀνεγράψατο περὶ αὐτοῦ ὡς περὶ τοῦ υἱοῦ; υἱοῦ; τις ὑμῶν, εἰ ἔχοι. ἀνταπόκρισις τῶν πατέρων διὰ Πρωτογένους ἐπισκόπου Σαρ- [*](νγ΄) δικῆς·

οὐκ ἔστι δυσχερές, ὦ φιλόσοφε, ἐπιδεῖξαί σοι τὰς μαρτυρίας τῶν ἐνεργειῶν τοῦ ἁγίου πνεύματος, ἃς οἱ πατέρες ἡμῶν ἐξέθεντο περὶ αὐτοῦ, ὅτι ἔκτισε. πάλιν φήσωμεν τὸ περὶ τῆς κτίσεως ῥηθὲν καὶ εἶπεν ὁ θεός, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ὴμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ ἐπήγαγε λέγων καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς‘.

ὡς οὐν θεός ἐστιν ὁ πατὴρ ὁ εἰπὼν τῷ υἱῷ ποιήσωμεν‘, ὁ δὲ υἱὸς θεὸς ὢν ἐποίησε τὸν ἄνθρωπον, εἰ οὖν θεὸν λέγομεν τὸν εἰπόντα καὶ τὸν ποιήσαντα τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, λοιπὸν ἄκουσον περὶ τοῦ ἁγίου πνεύματος· ὁ [*](21 Gen. 1, 26. 27) [*](Α1ΗR V1P3 M2P1P2) [*](1 ὑέ αὐτοῦ τοῦ υἱοῦ δοθεῖσαν τοῦ θεοῦ ~ Α1 δοθεῖσαν τοῦ υἱοῦ ~ R 2 σου] μοι AiR σου aus μοι corr. H (vgl. 87, 10) 4 αὐτὸς + ὁ H 6 γε > V1 9 τοῦ υἱοῦ πιστὰ ~ Μ2Ρ1Ρ2 | ἀμφίλεκτα Α1 11 γεγεννημένου R 13 τὸ ἅγιον πνεῦμα φῆσαι ~ R | γεννητῶν Ρ2 14 λέγουσι (danach Rasur) περὶ αὐτοῦ ~ 1 | μαρτυρία λέγει περὶ αἰτοῦ R 15 αὐτῶ V1P3 | ὅλως] λόγος R 16 ὑμῶν > R | ἔχει R 17 ἀπόκρισις Μ2Ρ1Ρ2 | πρωτογένου Α1R 17 V1P3 20 φήσομεν RP2V1 ἐρήσωμεν Ρ3 21 f ἡμετέρα Α1 24 ἄρσεν R (??) αὐτοὺς] αὐτὸν ’R 25 ὁ εἰπὼν ποιήσωμεν τῷ υἱῷ (aber ὁ εἰπὼν nachträl. eingefügt) R | ποιήσωμεν + ἄνθρωπον Μ2Ρ1Ρ2 26 λέγει R)

86
ποιήσας τὸν Ἀδὰμ θεὸς ἠν, ἢ οἱ; ὁ φιλόσοφος· ναὶ θεός ἐστιν.

[*](νδ΄) ὁ ἐπίσκοπος· ἐν τῇ βίβλῳ Ἰὼβ Ἐλιοὺμ ὁ Βουζανίτης λέγει πρὸς Ἰὼβ »πνεῦμα θεῖον τὸ ποιῆσάν με«. εἰ οὖν θεός ἐστιν ὁ ποιήσας τὸν Ἀδάμ, τί εἴποις τὸν ποιήσαντα τὸν Ἐλιούμ; ἢ ἑτεροούσιος δοκεῖ σοι εἶναι ὁ Ἐλιοὺμ τοῦ Ἀδάμ; τῶν γὰρ δημιουργῶν ἐπὶ τῆς ἴσης ἐπιστήμης τὸ ἰσοσχέδιον τοῦ συμπεράσματος φανεροῦσθαι πέφυκεν ἐπὶ τὸ τοῦ ἀνθρώπου πρόσωπον.

τί οὖν λέξεις, φιλόσοφε, τὸν ποιήσαντα τὸν Ἐλιούμ; ἆρα οὐχὶ θεὸν καὶ ποιητὴν ἀνθρώπου; ὡς γὰρ ἴφη περὶ τοῦ ποιήσαντος τὸν Ἀδὰμ »καὶ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ«, οὕτως ἡμᾶς ἡμᾶς δίκαιον καὶ περὶ τοῦ ποιήσαντος τὸν Ἐλιούμ, ὅτι θεὸς τὸ ἅγιον πνεῦμα· ὡν γὰρ ἴση τῆς δημιουργίας ἡ πλάσις, ἴση καὶ ἡ τῶν δημιουργῶν προσηγορία, εἴπερ μία θεότης τῆς ἁγίας τριάδος ἐν τρισὶν ὑποστάσεσι τελείαις καὶ ἴσαις νοουμένη.

ἐν βίβλῳ δὲ ἀναλήψεως Μωσέως Μιχαὴλ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ λέγει »ἀπὸ γὰρ πνεύματος ἁγίου αὐτοῦ πάντες ἐκτίσθημεν« κοὶ πάλιν λέγει »ἀπὸ προσώπου τοῦ θεοῦ ἐξῆλθε τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ κόσμος ἐγένετο«· ἴσον ἐστὶ τοῦτο τοῦ »πάντα δἰ αὐτοῦ ἐγένετο«.

ἀχώριστος γὰρ ἀεὶ ἡ θεία καὶ ἄρρητος τριάς, ὅ τε πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, δημιουργήσασα ἅμα πᾶσαν τὴν κτίσιν τήν τε νοητὴν καὶ αἰσθητήν.