Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὁ γὰρ πρεσβύτερος ἐκεῖνος, ὃν ἔφαμεν τῆς τοιᾶσδε ἠξιῶσθαι τιμῆς ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, Ἄρειος τοὔνομα, ἀνὴρ προσχήματι μᾶλλον εὐσεβὴς τὰ δὲ ἄλλα δόξης καὶ κενότητος θερμὸς ἐραστής, ἤρξατο προφέρειν τινὰ ξένα περὶ τῆς εἰς Χριστὸν πίστεως, ἃ τοῖς ἔμπροσθεν χρόνοις οὐδεὶς πώποτε ἐζήτησεν ἢ παρεισήνεγκεν·

ἐπιχειρήσας τὸν μονογενῆ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διελεῖν τῆς τοῦ πατρὸς ἀρρήτου καὶ ἀιδίου θεότητος, πολλῆς κατὰ τὴν ἐκκλησίαν παραίτιος ταραχῆς γέγονεν.

ἀλλὰ δὴ τοῦ Ἀλεξάνδρου πραότητι φύσεως τὸν Ἄρειον ἐπὶ τὸ ἄμεινον θέλοντος μεταβαλεῖν Πρεπούσαις παραινέσεσι, μηδέπω δὲ κρίνοντος ἀποφάσει χρήσασθαι τέως, ἐπινέμεσθαι διὰ τοῦτο πολλοὺς τὴν λοιμικὴν περίστασιν τῆς αἱρέσεως γέγονεν, ἔπειτα ὡς ἀπὸ μικροῦ σπινθῆρος μέγα πῦρ ἐξαφθῆναι.

ἀρξάμενον δὲ τὸ κακὸν ἀπὸ τῆς Ἀλεξανδρέων ἐκκλησίας καὶ κατὰ πόλεις ἄλλας καὶ ἐπαρχίας διέτρεχε.

τέλος ὡς ἐνεῖδεν ἐπὶ τὸ χεῖρον τὸ κακὸν προϊέναι, σύνοδν τῶν ὑπ᾿ αὐτὸν ἐπισκόπων συστησάμενος καὶ καθελὼν τὸν Ἄρειον, διδωσιν εἰς τοὺς συλλειτουργοὺς τὴν ὑπόθεσιν ὁ Ἀλέξανδρος, πλατύτερόν τε τὰ κατὰ τὸν Ἄρειον ἐκτεθεικὼς σπουδήν τε ἐνιεὶς πρὸς ἀναίρεσιν τῆς αἱρέσεως, εἰς παρασκευὴν τῆς διαγνώσεως αὐτοὺς ἑτοιμάζεσθαι παρακελεύεται, γράψας πρὸς αὐτοὺς τοιάδε·

  • Καθαιρετικὸν Ἀρείου καὶ τῶν σὺν αὐτῷ διαπεμφθὲν Ἀλεξάνδρου ἐπισκόπου τοῖς ἁπανταχοῦ ἐπισκόποις·
  • »Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας Ἀλέξανδρος ἐν κυρίῳ χαίρειν.

    >Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς ἐκκλησίας ἐντολῆς τε οὔσης >ἐν ταῖς θείαις γραφαῖς τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ >νης ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς καὶ σημαίνειν ἀλλήλοις τὰ παρ [*](2—13 vgl. Rufin a. a. O. — 13—17 vgl. Socr, I 5, 6 p. llf — Schreiben ist erhalten in den Athanasius-HSS (vgl. G. Loeschcke Rhein. Mus. LIX, 458ff u. E. Schwartz Gött. Nachr. 1904, 391f) und bei Socr. 16 p. 12ff, aber bei diesem fehlen die Unterschriften — 26 vgl. Ephes. 4, 4. 3) [*](A2H V1P3 M2P1P2) [*](2 ἠξιοῦσθαι V1P3 5 προσφέρειν H 7 ἐπιχειρήσας + γὰρ H 8 θεότητος + καὶ A2 9 ταραχῆς παραίτιος ~ H 14 δὲ] τε HSS > P2 | ἀπὸ — 16 κακὸν > A2 16 αὐτὸν corr, aus αὐτῶν A2 18 ὁ > M2 21 τοιάδε πρὸς αὐτοὺς ~ A2)

    35
    >ἑκάστοις γίνομενα, ἵνα εἴτε πάσχει εἴτε χαίρει ὲν μέλος, ἢ >μεν ἢ συγχαίρωμεν ἀλλήλοις.

    ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ ἐξῆλ- >θον νῦν ἄνδρες παράνομοι καὶ χριστομάχοι, διδάσκοντες >ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ ἀντιχρίστου ὑπονοήσειε καὶ >λέσειε.

    καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ὅπως >ἐν τοῖς ἀποστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν καὶ μὴ εἰς >τόπους διαβὰν τὸ τοιοῦτον ῥυπώσῃ τινῶν ἀκεραίων τὰς

    >ἐπειδὴ δὲ Εὐσέβιος <ὁ> νῦν ἐν τῇ Νικομηδείᾳ, νομίσας ἐπ᾿ >τὰ τῆς ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν καὶ >τῇ ἐκκλησίᾳ Νικομηδέων οὐκ ἐκδεδίκηται τὰ κατ᾿ αὐτόν, προίσταται >καὶ τούτων τῶν ἀποστατῶν καὶ γράφειν ἐπεχείρησε πανταχοῦ >ιστῶν αὐτούς, ὅπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν >ταύτην καὶ χριστομάχον αἵρεσιν, ἀνάγκην ἔσχον, εἰδὼς τὸ ἐν >νόμῳ γεγραμμένον μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ λοιπὸν >ὑμῖν, ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους καὶ τὰ τῆς >σεως αὐτῶν δύστηνα ῥημάτια καί, ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέ- >χητε.

    παλαιὰν γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν νῦν >διὰ τούτων ἀνανεῶσαι βουλόμενος, σχηματίζεται μὲν ὡς ὑπὲρ >γράφειν, ἔργῳ δὲ δείκνυσιν ὅτι ὑπὲρ αὐτοῦ σπουδάζων τοῦτο >Οἰ >Οἱ μὲν οὖν ἀποστάται γενόμενοί εἰσιν Ἄρειος καὶ Ἀχιλλεὺς καὶ >Θαλῆς καὶ Καρπώνης καὶ ἕτερος Ἄρειος καὶ Σαρμάτης καὶ Εὐζώος >καὶ Λούκιος καὶ Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος καὶ Γάϊος καὶ οὐν >αὐτοῖς Σεκοῦνδος καὶ Θεωνᾶς οἱ ποτὲ λεχθέντες ἐπίσκοποι.

    ποῖα >δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν ἔστι ταῦτα· »οὐκ ἀεὶ θεὸς πατὴρ ἦν, ἀλλ᾿ ἦν ὅτε ὁ θεὸς πατὴρ οὐκ ἠν. οὐκ ἀεὶ ἠν ὁ >τοῦ θεοῦ λόγος, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονεν. ὁ γὰρ ὢν θεὸς τὸν >μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκεν. διὸ καὶ ἠν ποτε, ὅτε οὐκ ἠν. [*](1 vgl. I Kor. 12, 26 — 14 vgl. Matth. 18, 17. Röm. 16, 17 — 20—24 vgl. Thdt. I 4, 61 (dazu G. Loeschcke in Zeitschr. f. Kirchengescli. XXXI (1910), S. 581)) [*](A2H V1P3 M2P1P2) [*](1 εἴτε1] τε P2 | εἴτε2] ἢ A-H 4 ἣν] ἡ corr. in ἢ und überdies am Rand von anderer Hd. ἣν M2 | ὑπονοήσει H 7 ἀκεραίων > A2 ἀκαιραιων P2 8 νῦν] μὲν P2 11 τῶν nachträgl. ügt A2 13 ταύτην nachträgl. eingefügt P2 2 14 λοιπόν > P2 15 γινώσκητε, aber τε corr. aus ται A2, γινώσκητ ι P2 | γινώσκητε τούτους γενομένους und am Rand τούς τε ἀποστάτας H 16 μὴ A2 > d. übr. HSS 17 αὐτοῦ] ἑαυτοῦ H 18 διὰ τούτων] τοῦτον A2 | ἀνανεώσας P2 20 ἀχιλλεύς A2 ἀχιλεὺς H 21 σαρμάτος Vi 22 ἑλλάδιος A2H ἑλάδιος d. übr. HSS 23 θεονᾶς V1 24 ταῦτα + δόγμα Ἀρείου rot geschriben V1, am Rand von 1. Hd. M2P1 25 οὐκ ἀεὶ ἦν > H 26 τὸν] τὰ H )

    36
    >κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός· οὔτε δὲ ὅμοιος κατ᾿ οὐσίαν τῷ >πατρί ἐστιν οὔτε ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς λόγος ἐστὶν >ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλὰ εἱς μὲν τῶν ποιημάτων καὶ >τῶν ἐστι, καταχρηστικῶς δὲ λέγεται λόγος καὶ σοφία,

    γενόμενος >καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ θεοῦ λόγῳ καὶ τῇ ἐν τῷ θεῷ σοφίᾳ, έν >καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ θεός. διὸ καὶ τρεπτός >καὶ ἀλλοιωτὸς τὴν φύσιν ὡς καὶ πάντα τὰ λογικά.

    ξένος τε καὶ >ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ λόγος τῆς τοῦ θεοῦ >καὶ ἄρρητός ἐστιν ὁ πατὴρ τῷ υἱῷ. οὔτε γὰρ τελείως καὶ >γινώσκει ὁ λόγος τὸν πατέρα οὔτε τελείως ὁρᾶν αὐτὸν >καὶ γὰρ καὶ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὁ υἱὸς ὡς ἔστι.

    δι᾿ >γὰρ πεποίηται, ἵνα ἡμᾶς δι᾿ αὐτοῦ ὡς δι᾿ ὀργάνου κτίσῃ ὁ θεός, >οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ θεὸς ἤθελε ποιῆσαι«.

    >Ἠρώτησε >Ἠρώτησε γοῦν τις αὐτούς, εἰ δύναται ὁ τοῦ θεοῦ λόγος >πῆναι, ὡς ὁ διάβολος ἐτράπη, καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν ὅτι >δύναται, τρεπτῆς γὰρ φύσεώς ἐστι, γενητὸς καὶ κτιστὸς ὑπάρ- >χων«. ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον καὶ ἐπὶ τούτοις >σχυντοῦντας αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς >μὲν μετὰ τῶν κατ᾿ Αἴγυπτον καὶ τὰς Λιβύας ἐπισκόπων >ἑκατοὸν ὄντων συνελθόντες ἀνεθεματίσαμεν. οἱ δὲ περὶ Εὐσέβιον >προσεδέξαντο, σπουδάζοντες ἐγκαταμίξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ >τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν, ἀλλ᾿ οὐκ ἰσχύσουσι, νικᾷ γὰρ ἡ >καὶ οὐδεμία ἐστὶ »κοινωνία φωτὶ πρὸς σκότος. οὐδὲ »συμφώ- >νησις Χριστοῦ πρὸς Βελίαρ«. τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα;