Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

τούτων πάντων προγενεστέρα ἐστὶν ἡ σοφία καὶ ὁ ἄνθρωπος ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, δι᾿ ὃν ὁ κόσμος· προπρεσβύτερος οὖν τῶν τοῦ κόσμου φύσεων ὁ [*](1 Gen. 1,3 — 2 Gen. 1, 16 — 11 vgl. Himmelfahrt d. Mose ed. Clemen I 6. 14 — 13 f unbekannte Quelle) [*](A1HR V1P3 M2P1P2) [*](2 γεννηθήτω R | ὁ > RV1 4 ἃ] ἅ καὶ Ρ2 αἵ Ρ3 6 λογικὴν P2 9 τὰ > 10 τοῦ βίου (corr. aus τὸν βίον) H | am Rand ὅρα βίβλον ἀναλήψεως Μωσέως· νῦν εὑρίσκομεν Η 14 λόγῳ Ρ3 | τοῦ > R 15 διαχεύσει Μ2Ρ1 16 16 <ἐπ’> S. 76, 20 | ὁ1 > R 19 Tgl. S. 77, 22 21 τοῦ αὐτοῦ ἐπισκόπου > Η | ἐπισκόπου > 22 εἶπον Α1RH εἶπαν d. übr. HSS 23 ὄντος — 25 > H 24 τῆς] καὶ, aber i. Text corr. in κατὰ, am Rand in μετὰ Μ2 καὶ Ρ1 καίτοι P2 25 καὶ — 26 κόσμου > RV1P3 27 οἷον nicht mehr deutlich R | καὶ καὶ + τῆς 28 > V1 30 δι’ δν — S. 75, 1 ἐνθυμήσει > V1P3, am Rand nachgetragen H)

75
ἅνθρωπος καὶ ἡ σοφία ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει ἤδη προϋπάρχει τοῦ κόσμου.

ἀλλ’ οὗτος μὲν οὖν μεταγενέστερος κτισθεὶς ἠνέχθη ἐν τῇ τῆς κτίσεως παρόδῳ ὁ δὲ μεταγενέστερος τοῦ ἀνθρώπου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει οὗτος προγενέστερος παρηνέχθη ἐν τῇ τῆς κτίσεως παρόδῳ.

ἀλλ’ ὅτι καὶ ἡ σοφία, ἣν ἐξεῦρε τῇ συνέσει αὐτοῦ ὁ υἱὸς τοῦ θεοῦ, ἣν δέδωκε τῷ κατ’ εἰκόνα ἑαυτοῦ ἀνθρώπῳ, καὶ αὕτη προϋπῆρξε τοῦ κόσμου καὶ τῶν φύσεων αὐτοῦ έν τῇ τοῦ θεοῦ ἐνθυμήσει —

εἰδὼς οὖν ἐν ἑαυτῷ ὁ Σολομών, διδαχθ εὶς ἐκ τῆς τοῦ θεοῦ δοθείσης αὐτῷ σοφίας, ὅτι ὁ ἄνθρωπος καὶ ἡ σοφία προϋπῆρξαν τοῦ κόσμου καὶ τῶν φύσεων αὐτοῦ ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, βασανίσας * τὸ ἤδη προϋπάχον τοῦ κόσμου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει πρὸ καταβολῆς κόσμου, ὃ ἐξεῦρε τῇ συνέσει αὐτοῦ ὁ κύριος, τοῦτο ἤδη ἔκτισεν ὁ αὐτὸς κύριος μεταγενέστερον τοῦ κόσμου καὶ τῶν φύσεων αὐτοῦ·

λέγει οὖν ὁ Σολομὼν ὥς ἐκ προσώπου τῆς ἐν ἀνθρώπῳ σοφίας τῆς προϋπαρξάσης τοῦ κόσμου έν τῇ τοῦ θεοῦ ἐνθυμήσει κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘· τῇ

ἐν τῷ ἀνθρώπῳ σοφίᾳ ἀνῆκεν ἐκφωνεῖν τῇ λογιστικῇ, τῇ εὐτρεπισθείσῃ τῷ ἀνθρώπῳ ταῦτα, τῷ κατ’ εἰκόνα τοῦ θεοῦ γενομένῳ· τὸ οὖν »κύριος ἔκτισε« τῷ προϋπάρξαντι τοῦ κόσμου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, τοῦτο τούτῳ προσέρριψε· τὸ δὲ »γεννᾷ με« συνεὶς πάλιν εἰς τὰς μετὰ ταῦτα ἐκ φύσεως παιδοποιίας ἐκδιδόμενον εἰπε· τὸ »γεννᾷ με« νόει τοίνυν, φιλόσοφε, τῆς αὐτῆς φύσεως παλαιουμένης καὶ ἀνανεουμένης ἄχρι συντελείας.

τὸ οὐν »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘ εἰς τὴν τῷ ἀνθρώπῳ δοθεῖσαν λογιστικὴν σοφίαν διαληπτέον, τὸ δὲ »γεννᾷ με· <εἰς> κατὰ πρόγνωσιν τοῦ θεοῦ αὐτῆς τῆς φύσεως, τὸ ἐξ αὐτῆς. ἐξ εἰκόνων, ὡς τροχὸν εἰλιττόμενον ἐπ’ αὐτὸν τὸν καμπτῆρα, ἐπανιὸν ἀπὸ τῆς ἀρχῆς [*](16 u. ö. Prov. 8, 22 ff) [*](A1HR V1P3 M2P1P2) [*](3 ὁ δὲ — 5 παρόδῳ > P2 4 προγενέστερος) μεταγενέστερος V1P3 5 > ΗΡ2V1 | ἐξεῦρεν ἐν τῆ R 6 ἑαυτοῦ] αὑτοῦ Α1R 8 Anakoluth ücke: <δῆλον> evg. Roll Ι εἰδὼς — 11 ἐνθυμήσει > P2 9 11 erg. etwa x003E; Ltz. | προυπάρξαν Α1R | κόσμου + καὶ V1P3 13 ob μεταγενέστερον #x003E;? Ltz. 14 ἐκ > Ρ3 | ἀνθρώπῳ + προυπαρχούσης 15 τῆς πρου] παρξάσῃς Α1 | θεοῦ + σοφία R 18 οὖν > R 21 παιδοποσιή Ρ3 παιδοποιήσεις Βalf.) | ἐκδιδομένου ΗΡ3 ἐκδεδομένου V1 22 τῆς corr. aus τῆ P2 | αὐτῆς] αὐτὸς R 24 τῶν ἀνθρώπων Α1Ρ2Ρ3 25 corr. Holl (??) λογικὴν P2 | διαληπτέον) νοητέον R 26 τὸ] τοῦ Α1R Ι ἐξ αὐτῆς] ἐξ αὐτοῦ R)

76
τοῦ Πρωτοκτίστου ἀνθρώπου τοῦ κατ᾿ εἰκόνα θεοῦ κτισθέντος, ἐν ᾧ τὴν λογιστικὴν σοφίαν τὴν κτιστὴν ἐνέθηκεν, ἐν ᾡ τὴν εἰλικρινῆ αὐτοῦ ἀγάπην ἐνετύπωσεν ὁ θεός.

οὗπερ τὴν ἀνάκτισιν ἐν Ἑαυτῷ ποιούμενος ὁ σωτὴρ ἔλεγε πρὸς τὸν πατέρα οἰκονομικῶς· »ὅτι ἠγάπησάς με, φησί, πρὸ καταβολῆς κόσμου«. τὸ δὲ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ‘ ἱστορήσας ὁ Σολομών, ὅτι οἱ αἰῶνες οἱ ἐν τῷδε τῷ κόσμω ἐκ τῆς περιόδου τῆς ἡμέρας καὶ τῆς νυκτὸς τὴν σύστασιν ἔχουσι, τὸ δὲ προϋπάρξαι τῆς ἡμέρας καὶ τῆς νυκτός, προϋπάρξαι ἐστὶ τοῦ αἰῶνος τούτου — ταύταις ταῖς ἱστορίαις θεωρήσας ὁ Σολομὼν ἥρμοσεν εὐαρμόστως τῷ τε ἀνθρώπῳ καὶ τῇ

σοφίᾳ. διὸ ἐκ προσώπου αὐτῆς ἐκφωνήσας λέγει τὸ »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ‘, συλλογισάμενος ἐν ἑαυτῷ πάλιν, ὅτι μέλλοντος τοῦ θεοῦ παράγειν ταύτας τὰς φύσεις τὰς ἐγκοσμίους προγενεστέρας τοῦ τε ἀνθρώπου καὶ τῆς σοφίας εἰς τὸ εἶναι, καὶ ὅτι δεῖ τοὺς προγενεστέρους παρεῖναι, παραγενομένων δὲ τῶν φύσεων ἱστορεῖν κατὰ τάξιν τὰς φύσεις παραγενομένας, καὶ ὅτι ὁ ἄνθρωπος καὶ ἡ σοφία ἡγεῖσθαι τῶν ἔργων ἐτάχθησαν,

ἡ οὖν τῷ ἀνθρώπῳ δοθεῖσα ὑπὸ τοῦ θεοῦ λογιστικὴ καὶ κριτικὴ σοφία, ἡ διαδοχεύσασα ἐπὶ Σολομῶντα, καθά φησιν ὁ μέγας Μωσῆς) λέγει ἐν Σολομῶντ· »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘ καὶ τὰ ἑξῆς.

ἡς ἐκ προσώπου, τῆς Προγενεστέρας σὺν τῷ ἀνθρώπῳ τοῦ κόσμου, διηγούμενος τὰς ἐνεργείας τοῦ θεοῦ τὰς ἐν τῷ κόσμῳ παράγοντος τὰς φύσεις φησὶν <ὁ> αὐτός· »κύριος ἐποίησε καὶ ἀοικήτους, ἄκρα οἰκούμενα τῆς ὑπ᾿ οὐρανόν. ἡνίκα ἡτοίμασε τὸν οὐρανόν. συμπαρήμην αὐτῷ· ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἐν [*](4 Joh. 17, 24 — 5. 11. 21. 24 Prov. 8, 22 ff — 19 vgl. S. 74, 18) [*](A1HR V1P3 M2P1P2) [*](1 πρωτοκτίστου] ἀΠ·ίστου (vgl. S. 83, 19 α ist Zahl]) R 2 λογιστικὴν corr. aus λογικὴν Ρ2 | ἀνέθηκεν Ρ2 3 ἐτύπωσεν H | οὗπερ] ὅπερ ΗΡ3 5 τὸ] τοῦ 2 7 τῷ > RV1 | καὶ > Ρ2 10 ἥρμ = ἥρμωσεν R 12 εἰς ἔργα αὐτοῦ > Α1ΗR 15 καὶ2 — 16 παρεῖναι > Α1R 16 δὲ] 17 ἱστορεῖ durch Rasur aus ἱστορεῖν Α1 | παραγινομένας 18 ἐτάχθησαν Α1R ἐτέθησαν V1P3 ἰσώθησαν d. übr. HSS 19 δοθεῖσα λογιστικὴ σοφία ὑπὸ τοῦ θεοῦ καὶ κριτικὴ ~ R 20 ἐν] ἐπὶ H1HR αὐτοῦ Α1Η 25 καὶ nachträglich eingefügt H (??) ἀοικήτους + καὶ Ρ3 | ἡνίκα — 26 οὐρανὸν > Ps 27 θρόνον > R τῆ Η, unleserlich am Zeilenanfang, darüber von anderer Hand γὰρ κατ’ αὐρανὸν)

77
τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται λόγον στόματος αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾑ προσέχαιρε«.

Ταῦτα ἐκ προσώπου τῆς σοφίας, καὶ δείκνυσιν ἀσφαλῶς, ὅτι ὁ προϋπάρξας τοῦ κόσμου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, δι᾿ ὃν καὶ ὁ κόσμος εύτρεπίσθη, δηονότι καὶ τῶν τοῦ κόσμου φύσεων προϋπῆρξεν.

ἴστωρ οὐν γενόμενος τῆς παρόδου τῶν φύσεων ὑπαριθμεῖ τὴν τάξιν αὐτῶν ὁ προγενέστερος αὐτῶν, ἡ σοφία, ἣν ἐξεῦρε τῇ

συνέσει αὐτοῦ, ἣν ηὐτρέπισε τῷ ἀνθρώπῳ. τίς οὐν ὁ ταύτην τὴν σοφίαν προευτρεπίσας καὶ δεδωκὼς τῷ ἀνθρώπῳ, ἣ ὑφηγήσατο αὐτοῦ τὰς ἐνεργείας; ὅτι οὐκ ἄλλος ἀλλ’ ἢ πάντως ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ὁ καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καλέσας τὸ φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ·

ὁ ἐπὶ γῆς ὀφθεὶς καὶ συναναστραφεὶς ἀνθρώποις«. τούτῳ κεκλήρωνται αἱ ἐνεργοὶ τῶν φύσεων πάροδοι· ὅτι δὲ εἰς τὸ πρόσωπον εἴρηται τῆς σοφίας οὐχὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »κύριος ἔκτισέ με«, ἀλλ᾿ ἢ τῆς λογιστικῆς σοφίας, τῆς ὑπ’ αὐτοῦ τοῦ κυρίου εὐτρεπισθείσης καὶ δοθείσης τῷ ἀνθρώπῳ, δι᾿ ὃν ὁ κόσμος ἐγένετο,

σαφέστατα διὰ πάντων δέδεικται, ὅτι εἰς τὸ πρόσωπον εἴρηται τῆς λογιστικῆς σοφίας· βεβαιοῖ δὲ τὰ προειρημένα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ λέγων »το σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον«, προσωποποιήσας τὸν κόσμον εἰς πρόσωπον τοῦ σαββάτου ἀντὶ τοῦ· ὁ κόσμος διὰ τὸν ἄνθρωπον, ἀλλ’ οὐχ ὁ ἄνθρωπος διὸ τὸν κόσμον.