Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀντίρρησις τοῦ φιλοσόφου περὶ τοῦ ·κύριος ἔκτισέ με ἀρχὴν [*](μ΄) ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘ ἐκ τῶν παροιμιῶν Σολομῶντος· ἐπεί, φησί, τοσοῦτον βιάζεσθε ὑμεῖς τὴν ἀλήθειαν, τί εἴπωμεν περὶ ταύτης τῆς φανερᾶς λέξεως τῆς »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«; ἀπόκρισις τῶν ἁγίων πατέρων [*](μά) τῶν ἐπισκόπων διὰ Εὐσεβίου τοῦ Παμφίλου ἐπισκόπου Καισαρείας Παλαιστίνης·

τί πιθανῶς καὶ ῥᾳδίως ὡς οἴΜαι τοὺς βυθοὺς διατιτρώσκεις; μὴ σαυτῷ, ὠ φιλόσοφε, ἀφορμὰς ἀνάνδρους ἐπισώρευε, ὅρα μή πως δυσεπιβάτοις κρημνοῖς ἀπαραφυλάκτως ἐπιβὰς κρημ- [*](8 vgl. Joh. 9, 1 — 10 vgl. Hebr. 1, 3 — 12 Act. 9, 15 — 18. 21 u. ö. Prov. 8, 22 — 24 Über das ältnis dieser Rede zu Eusebs Schriften vgl. Gr. Loeschcke im Rhein. Mus. LXI 68 68 ff) [*](A1HR V1P3 M2P1P2) [*](2 βουλῆς + τῆς τοῦ πατρὸς H 3 ἐξουσιαστὴς + ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος V1P3 (Balf.) 4 ἀλλὰ — 6 αἰῶνος > V1P3 ἰσχυρός, ἄρχων εἰρήνης, ἐξουσιαστής ~ R 8 RM2P1P2 γεννητοῖς A1 γεννητῆς ΗV1P3 9 f γεγεννημένῃ Μ2 11 f φησι ὁ ἀπόστολος Παῦλος ~ Α1 (wo aber ὁ fehlt) R 13 f τῶν κτιστῶν πασῶν ~ Α1R 15 ἀτέδειξαν corr. aus ἀπεδείξαμεν Α1 ἀπεδείξαμεν R 19 Σολομῶντος > Μ2Ρ1Ρ2 — 24 am Rand aber 20 εἴπωμεν 23 τῶν ἐπισκόπων und ἐπισόπου Καισαρείας Παλαιστίνης > H 20 ὑμεῖς > R 23 f καισαρείας + τῆς R 24 οἴη die übr. HSS 25 ὦ > Α1R 26 f κρημνισθήση κρημνισθήση R)

72
νισθῇς.

ἀλλ’ εἰς τὸ κύριος ἔκτισέ με« νῦν φήσομεν· οἱ πρὸ ἡμῶν ἐξέδωκαν περὶ τῆς λέξεως ταύτης, τῆς ὅτι »κύριος ἔκτισέ με« πολλὰ μὲν καὶ ἄλλα καὶ εἰς τὴν κατὰ σάρκα δὲ οἰκονομίαν τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ὅπως διείληφαν, Πάντως ἴστε τὰς ἐκδόσεις.

ἡμεῖς δὲ καὶ ἐπ᾿ ἄλλαις ἱστορίαις τὴν ἔκδοσιν νῖν ποιησόμεθα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ συνεργοῦντος, καὶ εἰ θέλεις, φιλόσοφε, αὐτὴν ὅλην τὴν λέζιν προτείνωμεν μετὰ καὶ τῆς ἀρχῆς αὐτῆς.

λέγει γὰρ ἡ ἀρχὴ αὐτῆς· »ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι«· εἶτα ἐπάγει λέγων »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν αρχῃ, προ του την γην ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. ὅθεν κατασκευάζων τὸ ὅτι κύριος ἔκτισέμ με« ἐπισυνάψας εἶπε »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους«.

ζητῶμεν λοιπὸν κύριον τὸν κτίσαντα αὐτὸν τὸν καὶ ποιήσαντα χώρας καὶ ἀοικήτους· νυγματισθεὶς γὰρ ὁ Σολομῶν ἐκ τῶν τοῦ πρὸς Ἰὼβ εἰπόντος »ποῦ ἦσθα ἐν τῷ θεμελιοῦν με τὴν γῆν«; εἶπε »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους«.

ἐν δὲ βίβλῳ Βαροὺχ ἐκ στόματος Ἱερεμίου τοῦ προφήτου, καθὼς προαπεδείξαμεν, περὶ τοῦ ποιήσαντος χώρας καὶ αοικήτους λεγει· »υἱοὶ Άγὰρ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς οἱ ἔμποροι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως· ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς«.

καὶ μετ’ ὀλίγα· »ἀλλ’ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ«· εἰπὼν περὶ τοῦ ἐξευρόντος τὴν σοφίαν τῇ συνέσει αὐτοῦ ἐπάγει αὐτοῦ καὶ τὰς ἐνεργείας, λέγων »ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραποδων, ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται«.

οὐ παραβλεπτέον γάρ, ὠ φιλόσοφε, τὰ αὐτὰ πάλιν διαγορεῦσαι πρὸς ἐναργῆ ἀπόδειξιν [*](8 Prov. 8, 21 a — 10 Prov. 8, 22 — 25 — 14 f Prov. 8, 22. 26 — 18 Hiob 38, 4 — 21 Baruch 3, 23 (gek:urzt) — 24 Baruch 3, 32 — 27 Baruch 3, 32 f) [*](A1HR V1P3 M2P1P2) [*](1 φήσωμεν HR φήσομεν + ὅ Μ2Ρ1Ρ2V1P3 6 χριστοῦ > M2P1P2 7 θέλεις + Α1RM2P1P2 8 τῆς αὐτῆς ἀρ[χῆς] ~ R 11 εἰς ἔργα αὐτοῦ > P2 13 ἑδρασθῆναι τὰ ὄρη ~ P2 14 κατασκευάζων — 15 με > V1 16 καὶ > HM2P1P2 17 γυμνασθείς H 18 τῶν > RM2P1P2 | πρὸς] πατρὸς P2P3 20 ΗΜ2Ρ1Ρ2 23 ὁδῶν Μ2Ρ1Ρ2 26 αὐτοῦ2 > H)

73
τῆς προκειμένης ὑποθέσεως. » ὁ ἁποστέλλων, φησί, τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτούς, καὶ εἰπαν· πάρεσμεν· ἔλαμψαν μετ’ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὑτος ὁ θεὸς ἡμῶν. οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.

τὰς δύο φράσεις προθήσαντες κυρίως τοῦ ποιήσαντος χώρας καὶ ἀοικήτους, ἃς εἶπε Σολομὼν καὶ Βαροὺχ ἤτοι Ἱερεμίας — εἰπὼν γὰρ »ἔκτισέ με« ἐπήγαγεν αὐτοῦ καὶ τὰς ἐνεργείας λέγων »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους« — συλλογισώμεθα, ὦ βέλτιστε, τὸ τίς κύριος ὁ ποιήσας χώρας καὶ ἀοικήτους,

καὶ νοήσομεν ὅτι οὐκ ἄλλος ἀλλ᾿ ἢ πάντως ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον· έν τῷ γὰρ κατα- σκευάζειν τὴν »ποιεῖν ἐστι ἐστι χώρας καὶ ἀοικήτους«· ὁ καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καὶ καλέσας τὸ φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ καὶ τὰ ἑξῆς, περὶ οὑ λέγει, ὅτι ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.

νοητέον οὖν ὅτι οὗτός ἐστιν ὁ κύριος ὁ κτίσας τὴν λογιστικὴν σοφίαν εἰς ἀρχὴν ὁδῶν αὐτοῦ, ἣν ηἠτρέπισε τῷ κατ΄ εἰκόνα αὐτοῦ ἀνθρώπῳ, ὁ ποιήσας χώρας καὶ ἀοικήτους, ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον.

Ἀλλὰ καὶ πάλιν τὴν ἀρχὴν τῆς λέξεως ἴδωμεν »ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα«, ἀλλ᾿ οὐκ εἶπε τὰ μέλλοντα, καὶ πάλιν λέγει »μνημονεύσω μνημονεύσω τὰ ἐξ αἰῶνος ἐξριθμῆσαι« ἀλλ οὐ τὰ πρὸ αἰῶνος.

ἐγνώσθη ἡμῖν, ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἐστιν ὁ καὶ τὴν λογιστικὴν σοφίαν κτίσας, ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ὁ ποιήσας χώρας καὶ ἀοικήτους, καὶ τῷ Ἰὼβ εἰπὼν »ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου«, [*](1 Baruch 3, 33 ff — 10 vgl. Prov. 8, 26 — 11 Prov. 8, 22 — 12 Prov. 8, 26 — 18 Baruch 3, 38 — 24 ff Prov. 8, 21 a — 28 Baruch 3, 32 — 30 Hiob 38, 7) [*](A1HR V1P3 M2P1P2) [*](1 φησὶ > R 3 f εὐφράνθησαν Α1R 4 αὐτοὺς > Ρ3 | εἶπον R 8 + ὑπ᾿ ΗSS ßer A1 (vgl. 69, 21) | τῆς > M2P1P3 9 φράσεις] φύσεις (Balf.) 10 προσθήσοντες H 11 γὰρ + κύριος ’R 12 καὶ τὰς ἐνεργείας αὐτοῦ ~ R | λέγων > H 13 τὸ > ΗΜ2Ρ1Ρ2 14 καὶ2 > Α1ΗRP2V1P3 | ἄλλος] ἄλλας P2 15 τὸν > M2 | ἐν γὰρ τῷ ~ 15 f κατασκευάσαι R 20 λογικὴν P2 27 ὑμῖν V1P3 28 λογικὴν P2)

74
Μωσῆς δὲ λέγει περὶ τοῦ ποιήσαντος τὸ φῶς »καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς« καὶ ἐπήγαγε λέγων »καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας« καὶ τὰ ἑξῆς.

ἱκανὰ εἶναί μοι δοκεῖ τὰ λεχθέντα, ἃ αἱ ἀποδείξεις παρέστησαν, ὦ φιλόσοφε, ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἐστιν ὁ καὶ τὴν ἐν Σολομῶντι λογιστικὴν σοφίαν κτίσας καὶ πάντα τὰ κτιστά, καὶ οὐκ ἐργαλεῖον.

ἕνα δέ σοι σαφεστέραν τὴν ἀληθῆ τῶν πραγμάτων ἀπόδειξιν παραστήσωμεν καὶ τάχιον ἔλθωμεν ἐπὶ τὸν νοῦν τοῦ πράγματος καὶ τῆς θεωρίας αὐτοῦ, τὰ ἐκ τῆς γραφῆς λέξωμεν.

μέλλων ὁ προφήτης Μωσῆς ἐξιέναι τὸν βίον, ὡς γέγραπται ἐν βίβλῳ ἀναλήψεως Μωσέως, προσκαλεσάμενος Ἰησοῦν υἱὸν Ναυῆ καὶ διαλεγόμενος πρὸς αὐτὸν ἔφη· »καὶ προεθεάσατό με ὁ θεὸς πρὸ καταβολῆς κόσμου εἶναί με τῆς διαθήκης αὐτοῦ μεσίτην« καὶ ἐν βίβλῳ λόγων μυστικῶν Μωσέως αὐτὸς Μωσῆς προεῖπε περὶ τοῦ Δαυὶδ καὶ Σολομῶντος.

περὶ ὗ Σολομῶντος οὕτω προεῖπε »καὶ διαδοχεύσει <ἐπ’> αὐτὸν ὁ θεὸς σοφίαν καὶ δικαιοσύνην καὶ πλήρη, αὐτὸς οἰκοδομήσει τὸν οἶκον τοῦ θεοῦ« καὶ τὰ ἑξῆς.

ἵνα δὲ σαφέστερον εἴη ὅ φημι, οὕτως ἐξετάσωμεν τὸν νοῦν· ὁ ἄνθρωπος διὰ τὸν κόσμον, ἢ ὁ κόσμος διὰ τὸν ἄνθρωπον; ὁ φιλόσοφος· πάντως ὁ κόσμος διὰ τὸν ἅνθρωπον. οἱ ἅγιοι ἐπίσκοποι [*](μγ΄) οἱ ἡμέτεροι διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου εἶπον·

καὶ εἰ ὁ κόσμος διὰ τὸν ἄνθρωπον πάντως ὡς προγενεστέρου τοῦ ἀνθρώπου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει ὄντος, ὁ δὲ κόσμος μεταγενέστερος ἦν τοῦ ἀνθώπσυ καὶ τῆς λογιστικῆς σοφίας ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, ὁ ἄνθρωπος οὖν προγενέστερός ἐστι τοῦ κόσμου καὶ ἡ σοφία· ὁ οὖν προγενέστερος ὢν τοῦ κόσμου προϋπάρχει καὶ τῶν τοῦ κόσμου φύσεων, οἷον οὐρανοῦ καὶ τῆς ἡμέρας νυκτὸς νεφῶν ἀνέμων ἀβύσσων πηγῶν ὀρέων βουνῶν.