Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ἀπαύγασμα γάρ ἐστι τοῦ πατρὸς συναΐδιον καὶ χαρακτὴρ ἀπαράλλακτος τῆς ὅλης αὐτοῦ ὑποστάσεως, καθά φησι Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς«.

ἰδού, φιλόσοφε, τοσοῦτοι ἄναρχον, ἐπείπερ καὶ συνάκτιστον τῷ πατρὶ κτίστην τε πασῶν τῶν κτιστῶν φύσεων, καθὰ πλειστάκις εἰρήκαμεν, τῶν τε ὁρωμένων τῶν τε νοουμένων τὸν υἱὸν τοῦ θεοῦ ἀπέδειξαν.

ποῦ δὲ καὶ οἱ μάρτυρες τῶν ἐργαλείων, φῆσον εἰ ἔχεις· τάχα οὐν καὶ εἰς ἐργαλεῖα πιστεύσας ἐβαπτίσθης, εἴπερ, ὡς φής, πιστὸς ὑπάρχεις τῷ θεῷ.