Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀλλ ἐπὶ τὴν ἀκολουθίαν τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐπανίωμεν. τῆς οὖν ἀνὰ τὴν οἰκουμένην ἐκκλησίας Χριστοῦ τοῦ σωτῆρος ἡμῶν εἰρήνην βαθεῖαν ἐχούσης, πρυτανευθείσης αὐτῇ ταύιης παρὰ τοῦ παμβασιλέως θεοῦ διὰ τοῦ θεράποντος αὐτοῦ Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων,

μετὰ τὸ μαρτύριον τοῦ θεσπεσίου Πέτρου τοῦ τῆς Ἀλεζανόρἐων ἐκκλησίας ἐπισκόπου γενομένου, τεῖ-ειο)θέντο-̔- αὐτοῦ ἐν αὐτῷ toj μαρτυρίῳ καὶ τὸν τῆς ἀθλήσεως ὸ́φθαρτον στέφαΓον ἀναδησαμένου, χηρεύει ἡ ἐκεῖσε ἐκκλησία ἐι·ιαυτὸν ἕνα·

μετὰ δὲ τὸν ἐνιαυτὸν χειροτονεΙται εἰς τὸν θρόνον τοῦ αὐτοῦ ἁγίου μάρτυρος Πέτρου Ἀχιλλᾶς, ἀνὴρ στιβαρὸς καὶ μεγαλοφυὴς ἁγιόφρων εὐλαβείᾳ ὁμοῦ καὶ σοφίᾳ πλείστῃ ὅσῃ διαπρἐπων, καθὼς ἡμῖν τὰ παλαιὰ καὶ ἀπλανῶς ἔχοντα διηγοῦνται συγγράμματα, ὃς πολλὰ παρακληθεὶς ὑπεόέξατο τὸν Ἄρειόν εἰς τὴν διακονίαν.

τούτου δὲ ἐπιβιώσαντος μῆνας πέντε μόνον ὑποδέχεται τὴν τῆς ἀρχιερωσύνης ἀρχὴν τῆς αὐτόθι τῶν Ἀλεξανδρέων ἐκκλησίας Ἀλέξανδρος, ἀνὴρ τίμιος ἐν πᾶσι παντὶ τῷ τῆς ἐκκλησίας κλήρῳ καὶ λαῷ, μικρομεγέθης εὐμετάδοτος εὔλαλος ἐπιεικὴς φιλόθεος φιλάνθρωπος φιλόπτωχος χρηστὸς προσηνὴς πρὸς πάντας εἴπερ τις ἄλλος, ὃς καὶ αὐτὸς κατέστησε τὸν Ἄρειον πρεσβύτερον τερον ἔγγιστα ἑαυτοῦ.

ἐπὶ τούτου τῆς εἰρήνης τῶν ἐκκλησιῶν ὁσημέραι ὡς ἔτι μᾶλλον καὶ μᾶλλον λαμπρυνομένης καὶ εἰς μίον ὁμόνοιαν συνεστώσης καὶ τοῖς ἐπάθλοις τῶν ἁγίων μαρτύρων πανταχοῦ χοῦ γῆς σεμνυνομένης, οὐκ ἐνεγκὼν ὁ διάβολος τὴν τοσαύτην τοῦ πιστοτάτου τῆς ἐκκλησίας λαοῦ ἐπὶ τῇ ἐν αὐτῇ πρὸς τὸν θεὸν οὐρανίῳ θρησκείᾳ αὔξησιν πάλιν ἔκ τινος φιλονεικίας τῶν ἐν αὐτῇ ταραχὴν ὑφίσταται.

[*](4—27 vgl. Rufin X 1 p. 960. Socr. a. a. 0. — 24 vgl. Thdt. I 1, 5 p. 5)[*](A2H V1P3 M2P1P2 1 τὴν] τῶν H 5 πρυτανευθηίσης A2 6 βασιλέως H 7 παίδων] πάντων P3 10 ἀναδησαμένου corr. aus ἀναδυσαμένου A2 ἀναδυσαμένου Ρ2 Ι ἡ > P3 | ἐκεῖσε am Rand und wohl von anderer Hd. eingefügt A2 11 τοῦ αὐτοῦ ΗΜ2P1P2 τοῦ ἑαυτοῦ A2 αὐτοῦ τοῦ V1P3 12 ἀχιλας λ A2 ἀχιλᾶς HΜ2Ρ1 V1P3 ἀχιλλᾶς aber wohl corr. P2 | εὐλαβέα durch Corr. H εὐσεβεία M2 14 γράμματα V1 15 τὸν > V1 16 ἀρχιερωσύνης A2H ἱερωσύνης d. übr. HSS 18 μικρομέγεnος A2H 19 φιλοΑεος > M2P1P2 21 τούτου] τοῖτο Α2 25 πληρώματος λαοῦ H | ἐν nachträgl., aber von 1. Hd. eingefügt P3 27 ὑφίσταται Text, aber am Rand (wohl von anderer Hd.) ὑφίστησαν Α2)
34
  • Περἰ τῆς ἐφευρεθείσης αἱρέσεως ὑπὸ τοῦ θεομάχου Ἀρείου.