Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὁ δ᾿ οὖν Κωνσταντῖνος τὴν τοῦ θαύματος ὄψιν εἰς τροπαίου σχῆμα μεταβαλὼν καὶ χρυσοκολλήτοις λίθοις συναρμόσας εἰς δόρατός τε ἀπαρτίσας ὑψηλοτάτου ὄψιν, ἐδίδου φέρεσθαι τοῖς προϊππεῦσι, τὴν τῶν γραμμάτων ὑπόσχεσιν διὰ τῶν ἔργων λοιπὸν ἐπιζητῶν.

καὶ τῆς ἐλπίδος οὐ διήμαρτε, θᾶττον μὲν οἷς τεθέαται πιστεύσας, ταχυτέραν δὲ τῆς ὄψεως τὴν νίκην ὑποδεξάμενος.

  • Περὶ τῆς κατὰ τοῦ ἀσεβοῦς Μαξεντίου νίκης τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου.
  • Ὁ μὲν οὖν Κωνσταντῖνος τὸν πολὺν τοῦ πολέμου κάματον τῇ πίστει ὑποτεμνόμενος καὶ τὸν ἀπὸ τῆς Ῥώμης στρατὸν οὐχ ὑφορώμενος γενναίως ἀντιπαρετάττετο. Μαξέντιος δὲ τὴν Κωνσταντίνου ἀλκὴν δείσας ἔτι τε καὶ τὸ μῖσος Ῥωμαίων ὑφορώμενος πρὸς γὰρ τοὺς πλείστους διὰ τὴν ἀσωτίαν αὐτοῦ διεβέβλητο) ἐσκέψατο δόλῳ τὴν ἐπιβουλὴν μετελθεῖν. ὁ δὲ δόλος γέφυρα ἦν εἰς μηχανῆς εἶδος † ὑπὸ τῶν τοιούτων συμπαγεῖσα.

    τὸ μὲν γὰρ φαινόμενον ἄνωθεν διάβασις ἦν τὸν Κωνσταντῖνον ὑποδεξομένη, τὸ δὲ λανθάνον παγὶς ἦν πλάνης τοῖς ἐκείνου βήμασι συντεθεῖσα. διαβῆναι γὰρ μικρὸν ἔδει, καὶ τὸ μηχάνημα λέλυτο καὶ ὁ πολέμιος εἴληπτο τάφον ἀδόκητον τῆς ἀπωλείας τὸν τόπον λαβών.

    ἀλλ᾿ ὃ μὲν οὕτως ἐσκεύασε τῆς ἐπιβάσεως τὰ θήρατρα· θεία δὲ χάρις τοῖς οἰκείοις σοφίσμασι τὸν τῶν κακῶν τεχνίτην περιβάλλει. πρὶν γὰρ Κωνσταντῖνον ἁλῶναι, [*](A1H V1P3 M2P1P2) [*](1 ὅπως A1H πῶς d. übr. HSS 3 ἐξιστόρησαν H > i. d. übr. HSS | με nur A1 > d. übr. HSS 9 θεραπείαν tilgt Holl 12 ἐν ούρανῷ > AiR 15 ἀναρτήσας H | φέρειν V1P3M2P1P2 16 λοιπὸν > H 18 τὴν > Ai 23 ἀντεπαρετάττετο V1P3 | τὴν + τοῦ H 25 αὐτοῦ > M2P1P2 26f τρόπον τὸν τοιοῦτον Wendland 28 ὑποδεξαμένη (auf Rasur corr. in ὑποδεξομένη) M2P2)

    12
    φθάσας αὐτὸς ὑποπίπτει ταῖς οἰκείαις τέχναις ὁ τύραννος, κἀκεῖ τυραννοκτόνος ἑαυτοῦ γεγονὼς καὶ χρηστὴν ἐπιβουλὴν καθ᾿ ἑαυτοῦ σκευάσας, πρὸ τῆς Ῥώμης περὶ τὴν καλουμένην Μουλβίαν γέφυραν ὁ προρρηθεὶς Μαξέντιος αὐτὸς καταδὺς εἰς τὸν ποταμόν, ἀποπνιγεὶς ὤλετο· ὥστε τὸν δῆμον ὅλον Ῥωμαίων βοῆσαι λέγοντα·

    »ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, καθά φησιν Εὐσέβιος ὁ Παμφίλου, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν. καὶ τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξῃ, ποιῶν τέρατα«.

    Οἷς ἐπιλέγει ὁ αὐτός· ταῦτα καὶ ὅσα τούτοις ἀδελφά τε καὶ ἐμφερῆ Κωνσταντῖνος δὲ] τὸν πανηγεμόνα καὶ τῆς νίκης αἴτιον θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν Ἰησοῦν Χριστὸν αὐτοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμην μετ’ ἐπινικίων εἰσήλαυνε, πάντων ἀθρόως αὐτὸν ἅμα κομιδῇ νηπίοις καὶ γυναιξὶ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλως διασημοτάτων σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς οἷα λυτρωτὴν σωτῆρά τε καὶ εὐεργέτην μετ’ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων·