Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἐδόκει δὴ αὐτῷ λοιπὸν τῶν ὅπλων ἅπτεσθαι καὶ τοῖς τοιαῦτα πάσχουσι ῾Ρωμαίοις ἐπαμῦναι· τὸ γὰρ ἐκείνους τῶν κακῶν ἐξελέσθαι ἴσον ἦν εἰπεῖν καὶ πάντας ἀνθρώπους διασῶσαι.

βουλὴν δὲ λαμβάνει πρότερον τὰς ἀποστατούσας πόλεις τῆς ῾Ρωμαίων ἡγεμονίας ἀνακαλέσαθαι, τὰς μὲν τοῖς λόγοις τὰς δὲ τοῖς ὅπλοις τὰς δὲ τῇ τῆς φιλανθρωπίας εὐποιίᾳ. τούς τε γὰρ φόρους αὐτοῖς κουφοτέρους ἀπέφηνε καὶ τὴν τῆς ἀκροάσεως ἰσότητα παρεῖχε, τὰς δὲ νεωτεροποιίας καὶ ἀπονοίας συνετῶς διέλυε, σιωπῶν μᾶλλον ἢ φοβῶν, εἰδὼς τὰ Σαύρων καὶ τὰ Φράγγων καὶ τὰ Γερμανῶν ἔθνη φιλόκαινά τε εἶναι καὶ πρὸς τὰς τῶν βασιλέων ἐπαναστάσεις εὐρίπιστον ἔχειν ὁρμὴν [*](3 Vgl. Eus. H. E. IX 9, 12 p. 832, 20 — Capp. 3—7,4 gehen vermutlich auf den oben (S. 7, 14) genannten Rufin zurück A1H V1P3 M2P1) [*](5 Capitelüberschrift fehlt, doch ist wieder eine Zeile für sie freigelassen P3 11 καὶ2 > M2 | προστιμήσεις H 12 ἐπέβαλεν HP1M2 13 ἀνασφαλὲς] οὐκ ἀσφαλὲς, aber οὐκ auf Rasur A1 14 σωφροσύνην P3 20 ἐστρατεύσατο M2P1 24 τῆς + τῶν H 25 ἀνακαλεύσασθαι V1 | beidemale τὰς δὲ corr. aus τὰ δὲ B. 27 δὲ Brinkmann τε Wendland, Pasquali: γε HSS)

9
καὶ νόμον πολλάκις τὴν γνώμην ποιεῖσθαι.

ὑπηγάγετο δὲ καὶ Σπάνους καὶ Βρεττανοὺς καὶ τὰς αὐτόθι νήσους καὶ τὰ λοιπὰ γένη καὶ ἅπαντας τοὺς τῶν τοῦ ἡλίου δυσμῶν γινομένους μάρτυρας, οὓς εἰδέναι φασίν, εἴτε ἀληθῶς τῷ ὠκεανῷ καταδύεται εἴτε καὶ περὶ τὸ ὕδωρ φθάσας πάλιν δι᾿ ἑτέρας ὁδοῦ πρὸς ἡμᾶς ἀνακάμπτει· εἷλε δὲ καὶ τῷ κράτει τῶν ὅπλων τὰ αὐτόθι βάρβαρα φῦλα, παρέργῳ τῆς μάχης πρὸς τὸ ἔργον συγχρησάμενος.

τοὺς μὲν γὰρ ὑποτάξας, τοὺς δὲ μισθοδοτήσας, τοὺς δὲ φίλους ἀντὶ πολεμίων καὶ συνήθεις ἀντὶ παλαιῶν ἐχθρῶν καταστήσας, ἐπανήγαγε πάντας συμμάχους, οὐδένα λυπήσας οὐδὲ πολιορκήσας καὶ ἐπὶ τὴν ἑτέρων σωτηρίαν ἐπειχθείας.

ὅπου γὰρ ὁ θεὸς συμμαχεῖ, πάντα κατευθύνεται καὶ τὸν ἀνθρώπινον λόγον ὑπεραίρει.

Μετὰ τοιαύτης φιλοθέου γνώμης ὁ πάντα πιστότατος Κωνσταντῖνος τὸν ῾Ρῆνον ἐπὶ δεξιὰ διαβὰς καὶ πολλὰ μὲν ὄρη πολλοὺς δὲ ποταμοὺς ἀνωνύμους ὀλίγῳ στρατῷ περαιωθείς, πολλά τε βάρβαρα ἔθνη χειρωσάμενος Γάλλων τε καὶ Φράγγων καὶ Σπάνων δέκα ἔθνη προσ<αγ>αγόμενος, προσῆγε λοιπὸν τοῖς Ἰταλίας ὄρεσι τὸ στράτευμα.

ταῦτα ἀκούσαντι τῷ Μαξεντίῳ ταραχή τις ἦν ἀδόκητος· οὐ γὰρ ἄν ποτε τοσαύτην χώραν διαβῆναι προσεδόκα ὄρεσι καὶ ποταμοῖς καὶ ποικίλοις βαρβάροις πεφραγμένην καὶ τοῖς αὐτοφυέσι τῆς ἐρημίας δυσχερείαις· μέγιστον γὰρ γίνεται πολλάκις ἐπιτείχισμα βασιλείας ἡ τῶν τόπων ἐρημία.

καὶ δὴ ἐδόκει σὺν πολλῷ τάχει τῆς ῾Ρώμης ὑπεξελθόντα τὸν στρατὸν ἀνθυπεξάγειν καὶ τῆς Ἰταλίας που προανακρούσασθαι. ὡς δὲ ἀντεπαρετάττοντο καὶ τὰ σημεῖα εἶδον ἀλλήλων, ἐνταῦθα ἡ μάχη λοιπὸν ἄνισον εἶχε τὴν ἐλπίδα. οἱ μὲν γὰρ ἀπὸ ῾Ρώμης προεκτεθέντες καὶ κατὰ φάλαγγας ἐκχεόμενοι καὶ ἐκ πολλῆς ἐκεχειρίας καὶ διαναπαύσεως ὄντες ἐδόκουν ἀξιόμαχοι καταφαίνεσθαι φρόνημά τε φέρειν ἄξιον τῆς πόλεως ἐφάμιλλον.

οἱ δὲ μετὰ Κωνσταντίνου παραταττόμενοι πολλὴν μὲν κατειλήφεσαν γῆν, πολλὰ δὲ λάφυρα καὶ σκῦλα τοῦ πολέμου συνήγοντο πόθῳ· δρόμῳ δὲ μᾶλλον τῆς νίκης ἢ ἀπολαύσει τῶν εἰλημμένων χρησάμενοι ἤδη λοιπὸν ἦσαν πρὸς τὸν κάματον ἀπαγορεύοντες καὶ πρὸς τὴν πυκνότητα τῶν πόνων ἐνδιδόντες.

[*](A1H V1P3 M2P1)[*](1f Σπάνους καὶ > V1 2 Βρεττανοὺς A1 Βρετανοὺς d. übr. HSS 3 οὓς H > i. d. übr. HSS 10 οὐδὲ πολιορκήσας > P3 | τὴν + τῶν H | ἑτέραν M2 12 λόγον] λογισμὸν P3 17 corr. Wendland, Friedländer 21 δυσχερείαις aber am Rand von 1. Hd. δυσχωρίαις P1 24 ἀντιπαρετάττοντο A1 26 προεκθέοντες H 27 ἐκκεχειρίας A1HV1P3 28 τε nur A1 > i. d. übr. HSS 30 πόθῷ [δρόμῳ] δὲ Holl 32 ἤδη + δὲ M2P1V1P3)
10

Περὶ τοῦ σταυροῦ τοῦ ὀφθέντος ἐν οὐρανῷ τῷ βασιλεῖ Κωνσταντίνῳ·