Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Μετὰ τὴν ἀπόθεσιν τῆς βασιλικῆς ἁλουργίδος τῆς τῶν τυράννων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, τὸν ἰδιωτικὸν ἀπειληφότων αὐτῶν βίον, καθά φησιν ὁ Εὐσέβιος, χρόνου οὐ πλείστου μεταξὺ γενομένου βασιλεὺς Κωνστάντιος, τὸν πάντα βίον πραότατος καὶ τοῖς ὑπηκόοις εὐνοϊκώτατος τῷ τε θείῳ λόγῳ προσφιλέστατον ἑαυτὸν διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ Σεβαστὸν ἀνθ' ἑαυτοῦ καταλιπών, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον, ἁπάσης μετὰ θάνατον, νατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος, χρηστότατος καὶ ἠπιώτατος βασιλεὺς γεγονώς·

ὃς δὴ καὶ μόνος τῶν καθ' ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα τῆς ἀρχῆς διατελέσας χρόνον καὶ τὰ ἄλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτόν, τέλος εὐδόκιμον καὶ τρισμακάριον ἀπείληφε τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόκῳ γνησίῳ παιδὶ τὰ πάντα σώφρονι καὶ εύσεβεστάτῳ τελευτήσας.

τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος βασιλεὺς τελειότατος καὶ Σεβαστὸς πρὸς τῶν στρατοπέδων καὶ ἐπὶ πολὺ τούτων πρότερον παρ' αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστησατο.

Καὶ μεθ’ ἒτερα· οὕτω δὴ Κωνσταντίνου ὂν βασιλέα ἐκ βασιλέως εὐσεβῆ τε ἐξ εὐσεβεστάτου καὶ τὰ πάντα σωφρονεστάτου γεγονέναι [*](11—26 vgl. Eus. H. E. VIII 13 p. 776, 3—778, 2 — 27—8. 12 vgl. Eus. H. E. IX 9 p. 826, 20828 A1H V1P3 M2P1) [*](6 Κωνδυσντίνου Ρ3 κωνσταν V1 7 βασιλείας + καὶ H 8 Die Überschrift findet sich in A1HM2V1, in P3 ist eine Zeile für sie freigelassen, sie in P1 11 ὁ > P3 12 τὸν πάντα βίον πραότατος > 3 πραότα τ H 13 εὐνοϊκώτατα Α1 Eus. εύνοϊκώ τ H 1 5 μέτὰ] μὲν Ρ3 20 τρισμακάριστον Μ2Ρ1V1Ρ3 | εὐδόκιμον wie Eus. AT E1m εὔδαιμον d. übrig. Eus.-HSS 22 σώφρονι] σωφρονεστάτῳ Eus. nach σώφρονι + τε V1 Eus. ABDM | εὐσεβεστάτῳ εὐλαβεστάτω Η 24 ἐπὶ Α1Μ2Ρ1V1Ρ3 wie Eus. τ1, ertHEus. 25 ἀνηγορεθθείς P3 | ζηλωτόν Α1Η 27 δὴ wie Eus. ATER δῆτα Eus. BD δήτα M)

7
εἰρήκαμεν, συνέσει τε καὶ εὐσεβείᾳ τετιμημένον, παρὰ τοῦ παμβασιέως θεοῦ τῶν ὅλων καὶ σωτῆρος κατὰ τῶν δυσσεβεστάτων ἀνεγηγερμένου πολέμῳ τε ἐννόμῳ παραταξαμένου θεοῦ συμμαχοῦντος αὐτῷ παραδοξότατα, πίπτει μὲν ἐπὶ Ῥώμης ὑπὸ κωνσταντίνου Μαξέντιος, ὁ δ’ ἐπ’ ἀνατολῆς οὐ πολὺν ἐπιζήσας ἐκείνῳ χρόνον αἰσχίστῳ καὶ αὐτὸς θανάτῳ ὑπὸ Λικιννίου οὔπω τότε μανέντος πεμφθέντος κατ᾿ αὐτοῦ ὑπὸ Κωνσταντίνου τοῦ θεοφιλεστάτου βασιλέως, καταστρέφε.ι τὸν βίον.

πρότερός γε μὴν ὁ τῇ τιμῇ καὶ τάξει τῆς βασιλείας πρῶτος Κωνσταντῖνος τῶν ἐπὶ Ῥώμης κατατυραννουμένων φειδὼ λαβών, θεὸν τὸν οὐράνιον τόν τε τούτου λόγον, αὐτὸν δὴ τὸν πάντων σωτῆρα Ἰησοῦν Χριστόν, σύμμαχον δι εὐχῶν ἐπικαλεσάμενος, πρόεισι πανστρατιᾷ τὰ τῆς ἐκ προγόνων ἐλευθερίας Ῥωμαίοις προμνώμενος. ταῦτα ὁ Εὐσέβιος.

  • Περὶ τῶν ὁμοχρόνων βασιλέων Κωνσταντίνου Μαξεντίου καὶ Μαξιμίνου.