Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Μαυρίκιος δέ, ἐπεὶ παρέλαβε τὴν ἀρχήν, πρῶτα μὲν [*](Niceph. xviii 8 Simoc. i 10 Theophan. 252) τὰ περὶ τὸν γάμον ἐξηρτύετο, καὶ κατὰ τοὺς βασιλικοὺσθεσμοὺς Αὐγοῦσταν, τὴν καὶ Κωνσταντῖναν, ἐσοικίζεται, τῆς τε τῶν γάμων πομπῆς μεγαλοπρεπῶς γεγενημένης δημοθοινίας τε καὶ ἀγερωχίας ἑκασταχοῦ τῆς πόλεως. Παρῆσαν δὲ τῷ γάμῳ θεοσέβειά τε καὶ βασιλεία δορυφοροῦσαί τε ἐκπρεπέστατα καὶ δωροφοροῦσαι τὰ τιμιώτατα.Ἡ μὲν γὰρ πατέρα τε καὶ μητέρα παρείχετο, σεμνῇ πολιᾷ αἰδεσίμῳ τε ῥυτίδι τὸν γάμον ἁγιάσοντας, οὐχ ἱστορηθὲν ἐς βασιλέας πώποτε, ἀδελφούς τε καλοὺς καὶ ὡραίους τὴν γαμήλιον πομπὴν σεμνύνοντας. Ἡ δέ γε ἀμπεχόνην χρυσόπαστον, ἁλουργίδι καὶ λίθοις Ἰνδῶνκεκοσμημένην, στεφάνους τε χρυσῷ πολλῷ καὶ ταῖς ἐκ λίθων ποικιλίαις τε καὶ διαυγείαις τιμαλφεστάτους, ἅπαντάς τε τοὺς ἐν ἀξιώσεσι περὶ τὴν αὐλὴν καὶ στρατείαις ἐναριθμίους, κηρούς τε γαμηλίους ἐξάπτοντας μεγαλοπρεπῶς τε ἐσταλμένους καὶ ἐξ ὧν γνωρίζοιντο, καὶ τὴννυμφαγωγὸν πανήγυριν ἀνυμνοῦντας: ὥστε τῆς πομπῆς ἐκείνης μηδὲν τῶν ἐν ἀνθρώποις σεμνοπρεπέστερον ἣ εὐδαιμονέστερον γενέσθαι πώποτε. Καὶ Δαμόφιλος μέν [*](Plut. 316 c s#3.) φησι τὰ κατὰ Ῥώμην ἀναγράφων,Πλούταρχον τὸν

223
Χαιρωνέα σαφῶς εἰπεῖν ὅτι διὰ ταύτην μόνην ἐσπείσαντο πρὸς ἀλλήλας ἀρετή τε καὶ τύχη. Ἐγὼ δὲ ἂν φαίην ὡς θεοσέβειά τε καὶ εὐδαιμονία ἐπὶ Μαυρικίῳ μόνῳ οὕτω συνηλθέτην, τῆς θεοσεβείας βιασαμένης τὸ εὔδαιμον καὶ περιτρέπεσθαι παντάπασιν οὐκ ἐνδούσης. Ἐσπούδακε δὲ λοιπὸν οὐκ ἐν τῷ σώματι μόνῳ, ἀλλὰ γὰρ καὶ ἐν τῇ ψυχῇ περιβαλέσθαι τὴν ἁλουργίδα καὶ τὸν στέφανον. Μόνος γὰρ τῶν πρώην βασιλέων ἑαυτοῦ βεβασίλευκε, καὶ αὐτοκράτωρ ὄντως γενόμενος τὴν μὲν ὀχλοκρατείαν τῶν παθῶν ἐκ τῆς οἰκείας ἐξενηλάτησε ψυχῆς, ἀριστοκρατίαν δὲ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς καταστησάμενος, ζῶν ἀρετῆς ἄγαλμα ἑαυτὸν παρέσχετο πρὸς μίμησιν ἐκπαιδεύων τὸ ὑπήκοον. Ἅπερ οὐ πρὸς θωπείαν εἴρηταί μοι: τί γὰρ καὶ λελέξεται, ἀγνοοῦντος ἐκείνου τὰ γραφόμενα; Παραστήσει δὲ ταῦθ̓ οὕτως ἔχειν τά τε ἐκ τοῦ θεοῦ δεδωρημένα γε αὐτῷ, τά τε παντοίως συνενεχθέντα, ἅπερ ἡμῖν ὁμολογουμένως ἐς τὸν θεὸν ἀνακτέον.

Οὗτος πρὸς τοῖς ἄλλοις ἅπασι διεσπούδακε μηδενὸς [*](Niceph. xviii 10) τῶν ὑποδίκων τῇ βασιλείᾳ αἷμα παντάπασιν ἐκχέαι. Ἀμέλει τοιγαροῦν οὔτε Ἀλαμούνδαρον τῶν Σκηνητῶν Ἀράβων ἡγούμενον τό τε πολίτευμα αὐτόν τε καταπροδόντα, ὡς πρόσθε μοι δεδιήγηται, ἀνεῖλε: μόνης δὲ νήσου προσετίμησε σὺν γυναικὶ καὶ τῶν παίδων ἐνίοις, καὶ πρὸς τὴν Σικέλων ἐξοικίσαι. Νααμάνην δὲ τὸν τούτου παῖδα, μυρίων κακῶν ἐμπλήσαντα τὸ πολίτευμα, Φοινίκην τε [*](Joh. Ephes. iii 42) ἑκατέραν Παλαιστίνας τε ληϊσάμενον καὶ ἀνδραποδίσαντα διὰ τῶν ἀμφ̓ αὐτὸν βαρβάρων, ὅτε Ἀλαμούνδαρος ἥλω, πάντων αὐτοῦ θάνατον καταψηφισαμένων, ἐν ἐλευθέρᾳ φυλακῇ φρουρεῖ, μηδὲν ἐπέκεινα κακῶν: ἃ καὶ ἐφ̓ ἑτέροις ἀναρίθμοις πέπραχεν, ὡς ἕκαστα προσφόρως λελέξεται.

Πέπομφε μὲν οὖν ὁ Μαυρίκιος στρατηγὸν τῶν [*](Niceph. xviii 10 Sinoc. i 9, 12) ἑῴων ταγμάτων πρῶτα μὲν Ἰωάννην Θρᾷκα γένος, ὅς τινα μὲν πταίσας, τινὰ δὲ καὶ ἀναμαχεσάμενος, οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέπραχε: μετ̓ αὐτὸν δὲ Φιλιππικὸν [*](Simoc. i 13 s#3. Theophan. 253 s#3.)

224
κῆδος πρὸς αὐτὸν ἔχοντα, τὴν ἑτέραν γὰρ ταῖν ἀδελφαῖν αὐτοῦ γεγαμήκει. Ὃς καὶ κατὰ τὴν ὑπερορίαν διαβὰς πάντα τε τὰ ἐν ποσὶ ληϊσάμενος, μεγάλων λαφύρων ἐγκρατὴς γέγονεν, εἶλέ τε πολλοὺς τῶν εὐγενῶν τε καὶ εὐπατριδῶν τῆς Νισίβεως καὶ τῶν ἄλλων τῶν ἐντὸς τοῦΤίγριδος ποταμοῦ. Συνεπλάκη δὲ καὶ Πέρσαις, καὶ μάχης καρτερᾶς γενομένης πολλῶν τε καὶ ἀξιολόγων Περσῶν [*](Simoc. ii 4, 5) πεπτωκότων, καὶ ζωγρίας πολλοὺς εἶλε, καί τινα λόχον ἐκδραμόντα ἔν τινι τῶν εὐφυῶν γεωλόφων δυνάμενος ἐξελεῖν, ἐφῆκεν ἀπαθεῖς, ὑποσχομένους πείθειν τὸν σφῶνβασιλέα εἰρήνης πέρι τὴν ταχίστην ἐκπέμπειν. Καὶ ἕτερα δὲ στρατηγῶν κατεπράξατο, τῶν περιττῶν καὶ ἐς τρυφὴν ἀγόντων τὸν στρατὸν ἐλευθερώσας καὶ πρὸς τὸ κόσμιον καὶ εὐπειθὲς αὐτοὺς χαλινώσας. Ἃ τοῖς συγγράψασιν ἢ καὶ συγγράφουσι καταληπτέον, ὡς ἂν ἀκοῆς ἢ δόξησἔχοιεν ἢ καὶ ἐσχήκασιν: οἷς ὁ λόγος τῇ ἀγνοίᾳ περιολισθαίνων καὶ ἀποχωλεύων, ἢ προσπαθείᾳ θρυπτόμενος ἢ ἀντιπαθείᾳ τυφλώττων, τῶν ἀληθῶν διαμαρτάνει.

Μετ̓ αὐτὸν δὲ Πρίσκος τὴν στρατηγίδα μέτεισιν [*](Niceph. xviii 11 Simoc. iii 1 Theophan. 260) ἀρχήν, οὐκ εὐπρόσοδός τις, οὐδὲ ἄτερ τῶν ἀναγκαίωνεὐπρόσβατος, τὸ πᾶν δὲ νομίζων καταπράττεσθαι εἰ τὰ πολλὰ καθ̓ αὑτὸν εἴη, ὡς ἐντεῦθεν καὶ τῶν στρατευμάτων δέει μᾶλλον ὑπειξόντων πρὸς τὰ κελευόμενα. Ὅτε δ̓ οὖν πρὸς τὸ στρατόπεδον ἀφίκετο, ὀφρυάζων καὶ ὑπερβλέπων καὶ πρὸς τὸ κομπωδέστερον ἐξησκημένος, προὐτίθει τινὰπερί τε τῆς τῶν στρατιωτῶν ἐς τοὺς πολέμους καρτερίας, περί τε τῆς ἀκριβοῦς ἐξοπλίσεως καὶ ὧν ἐκ τοῦ δημοσίου κομίσαιντο. Οἳ καὶ πρώην περὶ τούτων πεπυσμένοι ἐς τοὐμφανὲς τὸν θυμὸν ἐξέρρηξαν, ὁμόσε χωρήσαντες ἔνθα ἦν σκηνησάμενος, ληῒζονται μὲν βαρβαρικῶς ὅσα μεγαλοπρεπῶς[*](Simoc. iii 2) αὐτῷ διεσκεύαστο καὶ τῶν κειμηλίων τὰ τιμιώτατα, μικροῦ δὲ καὶ αὐτὸν διεχρήσαντο, εἰ μή τινι τῶν παρόχων ἵππων ἐπιβὰς κατὰ τὴν Ἔδεσαν διεσώθη: ἣν [*](Ibid. iii 3) καὶ πέμψαντες ἐπολιόρκησαν τὸν Πρίσκον ἐξαιτούμενοι.

225

Ὡς δὲ οἱ τῆς πόλεως οὐκ ἐνεδίδοσαν, ἀφέντες μὲν [*](Niceph. xviii 11 Simoc. iii 2 Thecophan. 260) αὐτοῦ Πρίσκον, βίᾳ δὲ καὶ χερσὶ ζωγρήσαντες Γερμανὸν τὸν ἐν Φοινίκῃ Λιβανησίας στρατιωτικῶν ταγμάτων ἡγούμενον, χειροτονοῦσι σφῶν ἡγεμόνα τό γε ἐπ̓ αὐτοὺς καὶ αὐτοκράτορα. Τοῦ δὲ ἀντιτείνοντος καὶ τῶν σφοδρότερον ἐγκειμένων, ἔριδός τε ἀμφοῖν οὔσης τοῦ μὲν μὴ βιασθῆναι, τῶν δὲ ἐξεργάσασθαι, καὶ τῶν μὲν ἀποκτανεῖν ἐνδεικνυμένων εἰ μὴ ἑκὼν ἐνδέχοιτο, τοῦ δὲ μάλα δὴ καὶ τοῦτο ἐνδεχομένου, ὡς οὔτε φοβοῖτο οὔτε καταπλήττοιτο, ἐτράποντο ἐπί τινας αἰκιῶν τε καὶ λωβήσεων ἐπιχειρήσεις, ἃς οὐδαμῆ ὑποίσειν αὐτὸν ᾤοντο: οὐ γὰρ ἂν καὶ τῆς φύσεως καὶ τῆς ἡλικίας ἔσεσθαι ἀτεγκτότερον. Καὶ καταρξάμενοί γε καὶ ἀποπειράσαντες αὐτὸν σὺν εὐλαβείᾳ τε καὶ φειδοῖ, τέλος ἄκοντα βιάζονται συνθέσθαι τε καὶ διομόσασθαι ἦ μὴν τὰ πιστὰ φυλάξειν αὐτοῖς. Ἔνθεν οὖν ἄρχειν ἀρχόμενον καὶ κρατεῖν κρατούμενον καὶ εἰλημμένον δεσπόζειν σφῶν κατηνάγκαζον. Τοὺς δέ γε ἄλλους ἅπαντας ταξιάρχους, λοχαγούς τε καὶ χιλιάρχους, καὶ τοὺς ὅσοι ἑκατοστύος ἢ δεκάδος ἦρχον ἐκδιώξαντες, σφίσι χειροτονοῦσιν οὓς ἐβούλοντο, ἀναφανδὸν τὴν βασιλείαν βλασφημοῦντες, καὶ τῶν μὲν βαρβάρων μετριώτερον περὶ τοὺς συντελεῖς τὰ πολλὰ διαγιγνόμενοι, συμμάχων δὲ ἢ πολιτείας δούλων καὶ μάλα γε ἀλλοτρίως: οὐδὲ γὰρ τακτοῖς μέτροις ἢ σταθμοῖς τὰς σιτίσεις ἐκομίζοντο, οὐδὲ μόναις ταῖς ἀπονενεμημέναις ἠρκοῦντο, ἀλλ̓ ἦν ἑκάστῳ θεσμὸς ἡ γνώμη καὶ μέτρον νενομισμένον ἡ βούλησις.

Ταῦτα διαθήσοντα Φιλιππικὸν βασιλεὺς ἐκπέμπει: [*](Niceph. xvii 11) ὃν οὐ μόνον οὐκ ἐσεδέξαντο, ἀλλὰ κἂν εἴ τινα ἐκείνῳ προσήκειν ὑπειλήφεσαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν.

Ἐν τούτοις ὄντων τῶν πραγμάτων, ἐπάνεισι τῆς [*](Joh. Ephes. v 17)Βασιλίδος Γρηγόριος ὁ Θεουπόλεως ἐπίσκοπος, ἤδη τὸν ἀγῶνα νενικηκὼς ὃν ἱστορήσων ἔρχομαι. Ἀστερίου τὴν [*](Niceph. xviii 12)

226
ἑῴαν ἀρχὴν διέποντος, ἔριδός τέ τινος συστάσης αὐτῷ τε καὶ Γρηγορίῳ, τὸ πᾶν τῆς πόλεως κεφάλαιον ἐς τὴν Ἀστερίου μοῖραν ἀπεκρίθη, προσέλαβε δὲ καὶ εἴ τι δημῶδες ἦν καὶ τὰς τέχνας τῇ πόλει συνεπλήρου. Ἕκαστοι γὰρ βεβλάφθαι τι ἐνισχυρίζοντο. Λοιπὸν δὲ καὶ ὁ δῆμοσἀφείθη πρὸς τὰς κατ̓ αὐτοῦ βλασφημίας. Ἄμφω τοιγαροῦν τὼ δήμω ἐς μίαν συνήτην γνώμην, καὶ κατά τε τὰς λεωφόρους ἀνά τε τὸ θέατρον τὰς κατὰ τοῦ ἱερέως ὕβρεις ἐπεβόων, οὐδὲ τῶν ἀπὸ τῆς σκηνῆς τούτων ἀποσχομένων. Καὶ παύεται μὲν τῆς ἀρχῆς Ἀστέριος, ἐγχειρίζεται δὲταύτην Ἰωάννης, πρὸς τοῦ βασιλέως κελευσθεὶς τὴν τῶν κινουμένων ζήτησιν ποιήσασθαι, ἀνὴρ οὐδὲ τὰ σμικρότατα τῶν πραγμάτων, μή τί γε δὴ τὴν τοσαύτην ὑπόθεσιν διοικήσασθαι οἷός τε ὤν. Θορύβων τοίνυν καὶ ταραχῶν τὴν πόλιν ἐμπλήσας,προγράμμασί τε χρησάμενος εἴ τις κατηγορεῖν τοῦ ἱερέως βούλοιτο, δέχεται γραφὰς κατ̓ αὐτοῦ πρός τινος τραπέζης ἀργυρίων προεστηκότος, λεγούσας τῇ τε οἰκείᾳ ἀδελφῇ ἐπιπλακῆναι, ἑτέρῳ ἀνδρὶ συνοικεῖν λαχούσῃ: δέχεται δὲ καὶ παῤ ἑτέρων τοιούτων περὶ τῆς εὐετηρίας τῆς πόλεως,ὡς αὐτοῦ ταύτῃ πολλάκις λυμηναμένου. Καὶ περὶ μὲν τῆς εὐετηρίας τὰς ἀπολογίας ὑπέδυ, περὶ δὲ τῶν ἄλλων βασιλέα τε καὶ σύνοδον ἐπεκαλέσατο. Περὶ τούτων οὖν ἐμοῦ παρεδρεύοντος καὶ παρόντος γε αὐτῷ κατὰ τὴν βασιλέως γέγονε τὴν ἀπολογίαν ὑφέξων. Καὶ τῶν ἑκασταχοῦπατριαρχῶν, τῶν μὲν δἰ ἑαυτῶν, τῶν δὲ καὶ δἰ ἑτέρων τῇ ζητήσει παραγενομένων, προσέτι δὲ καὶ τῆς ἱερᾶς γερουσίας καὶ πολλῶν ὁσιωτάτων μητροπολιτῶν, τῆς ὑποθέσεως δοκιμασθείσης, μετὰ πολλοὺς ἀγῶνας κρατεῖ: ὥστε τὸν κατήγορον νεύροις αἰκισθέντα καὶ τὴν πόλινπεριαχθέντα ἐξοστρακισμοῦ προστιμηθῆναι. Ἐντεῦθεν οὖν ἐπάνεισι πρὸς τὸν οἰκεῖον θρόνον, τῶν στρατευμάτων στασιαζόντων καὶ Φιλιππικοῦ ἀμφὶ Βέροιαν καὶ Χαλκίδα τὰς πόλεις ἐνδιατρίβοντος.
227

Καὶ τεσσάρων διαγενομένων μηνῶν μετὰ τὴν αὐτοῦ [*](Niceph. xviii 13 Joh. Nikiu c. 101 p. 536) ἄφιξιν, ἔτος ἕβδομον καὶ τριακοστὸν καὶ ἑξακοσιοστὸν χρηματιζούσης Θεουπόλεως, μετὰ ἓν καὶ ἑξηκοστὸν ἔτος τῶν προτέρων σεισμῶν, ἐμοῦ κατὰ τὴν ἕνην καὶ νέαν ἡμέραν τοῦ Ὑπερβερεταίου μηνὸς κόρην παρθένον νυμφεύοντος, καὶ τῆς πόλεως ἑορταζούσης καὶ δημοτελῆ πανήγυριν ἀγούσης περί τε τὴν πομπὴν καὶ τὴν παστάδα, ἀμφὶ τρίτην ἐπιλύχνιον ὥραν, βρασμὸς καὶ κλόνος ἐπελθόντες τὴν πᾶσαν μὲν κατέσεισαν πόλιν: τὰ πολλὰ δὲ καὶ κατήγαγον αὐτῶν τῶν βάθρων ἀναβρασθέντων, ὥστε πάντα τὰ περὶ τὴν ἁγιωτάτην ἐκκλησίαν ἐς ἔδαφος ἐνεχθῆναι, μόνου τοῦ ἡμισφαιρίου περισωθέντος, ἐκ τῶν Δάφνης ξύλων πρὸς Ἐφραιμίου διασκευασθέντος, ἐκ τῶν ἐπὶ Ἰουστίνου σεισμῶν παθόντος: ὅπερ ἐκλίθη ἐκ τῶν ἐφεξῆς κλόνων κατὰ τὸ βόρειον μέρος ὥστε καὶ ἀντερείδοντα ξύλα βαλεῖν, ἃ καὶ πεπτώκασι τῷ σφοδρῷ κλόνῳ ὑπονοστήσαντος τοῦ ἡμισφαιρίου καὶ ὡς ἔκ τινος κανόνος ἐς τὸν ἴδιον ἀποκαταστάντος χῶρον. Πέπτωκε δὲ καὶ τὰ πολλὰ τῆς καλουμένης Ὀστρακίνης, καὶ ὃ πρόσθεν ἔφαμεν Ψηφίον, καὶ σύμπαντα τὰ καλούμενα Βυρσία, καὶ τὰ περὶ τὸν πάνσεπτον σηκὸν τῆς θεοτόκου, μόνης τῆς μέσης στοᾶς παραδόξως σωθείσης. Πεπόνθασι δὲ καὶ σύμπαντες οἱ πύργοι τοῦ πεδίου, τῆς λοιπῆς οἰκοδομίας ἀπαθοῦς μεινάσης τῶν ἐπάλξεων δίχα. Τούτων γὰρ ἔνιοι λίθοι ἐκ τοὔμπαλιν μετεστράφησαν οὐ πεπτωκότες. Πεπόνθασι δὲ καὶ ἕτεροι νεῲ καὶ τῶν δημοσίων βαλανείων ἑκάτερον τὸ πρὸς τὰς ὥρας διῃρημένον. Καὶ πλῆθος δὲ ἀστάθμητον ἥλω, καὶ ὡς εἴκαζον ἔνιοι τῷ ἄρτῳ τεκμαιρόμενοι, ἀμφὶ τὰς ἑξήκοντα χιλιάδας παρανάλωσεν ὁ πόνος οὗτος. Σώζεται οὖν ὁ ἱερεὺς ὑπέρτερον πάσης ἐλπίδος, τοῦ καταγωγίου σύμπαντος πεπτωκότος ἔνθα καὶ αὐτὸς καθῆστο, καὶ μηδενὸς τὸ παράπαν διασωθέντος ἢ μόνων τῶν ἀμφ̓ αὐτὸν ἑστώτων: οἳ καὶ φοράδην ἀνελόμενοι διά τινος καλωδίου κατήγαγον ἑτέρου σεισμοῦ τόπον διορύξαντος,

228
καὶ τῶν κινδύνων ὑπεξήγαγον. Καὶ ἕτερον δὲ γέγονε τῇ πόλει σωτήριον, τοῦ φιλανθρώπου θεοῦ φειδοῖ τὴν ἀπειλὴν θήξαντος κλάδῳ τε οἴκτου καὶ ἐλέου τὴν ἁμαρτίαν σωφρονίσαντος. Οὐδεὶς γὰρ ἐμπρησμὸς γέγονε, τοσαύτης φλογὸς τὴν πόλιν περιεχούσης, ἔκ τε τῶν ἐσχαρῶν καὶτῶν δημοσίων καὶ ἰδιωτικῶν λύχνων ὀπτανείων τε πνιγέων τε αὖ καὶ βαλανείων καὶ ἑτέρων ἀναρίθμων. Ἐλήφθησαν δὲ καὶ τῶν ἀξιολόγων πλεῖστοι, μεθ̓ ὧν καὶ Ἀστέριος ἔργον τῶν σεισμῶν γέγονε. Καὶ τὸ μὲν πάθος τῆς πόλεως χρήμασιν ὁ βασιλεὺς παρεμυθήσατο.