Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ὁ δὲ Χοσρόης, ἐπεὶ αὐτάρκως αὐτῷ τὰ εἰς [*](Cf. ibid. Niceph. xvii 38) τὸν πόλεμον ἐξηυτρέπιστο, Ἀδραμαὰν μὲν διαπορεύσασμέχρι τινὸς καὶ τὸν Εὐφράτην ἀνὰ τὴν σφετέραν γῆν διαβιβάσας, εἰς τὴν Ῥωμαίων ἐπικράτειαν ἠφίει διὰ τοῦ καλουμένου Κιρκησίου. Τὸ δὲ Κιρκήσιόν ἐστι πόλισμα Ῥωμαίοις ἐπικαιρότατον πρὸς ταῖς ἐσχατιαῖς τοῦ πολιτεύματος κείμενον: ὅπερ ὀχυρὸν οὐ μόνα τὰ τείχη ποιεῖεἰς ἄπειρον ὕψος ἐπαιρόμενα, ἀλλὰ καὶ Εὐφράτης καὶ Ἀβόρας οἱ ποταμοὶ κυκλοῦντες καὶ ὥσπερ ἀπονησοῦντες τὴν πόλιν. Αὐτὸς δὲ σὺν τοῖς ἀμφ̓ αὐτὸν τὸν Τίγρητα διαβὰς ποταμὸν ἐπὶ τὴν Νίσιβιν τὴν ἔλασιν ἐποιεῖτο. Ταῦτα δὲ γιγνόμενα μέχρι πολλοῦ τοὺς Ῥωμαίους ἐλάνθανεν,ὥστε Ἰουστῖνον φήμῃ πειθόμενον λεγούσῃ Χοσρόην ἢ τεθνάναι ἢ πρὸς αὐτὰς τὰς τελευταίας ἀναπνοὰς εἶναι, ἀσχάλλειν ἐπὶ τῇ δῆθεν βραδυτῆτι τῆς πολιορκίας τοῦ Νίσιβι, πέμψαι τε τοὺς ἐπείξοντας τὸν Μαρκιανόν, καὶ τὰς κλεῖς τῶν πυλῶν ὡς τάχιστα οἴσοντας. Ὡς δὲοὐδαμῆ οὐδαμῶς τὸ πρᾶγμα προῄει, ἀλλὰ καὶ πολλὴν ὦφλε τὴν αἰσχύνην τὰ ἀμήχανα ζητῶν ἐπὶ τοσαύτῃ καὶ τοιαύτῃ πόλει καὶ οὕτως ἐξουθενημένῳ στρατῷ, ἀγγέλλεται πρῶτον Γρηγορίῳ τῷ Θεουπολιτῶν ἐπισκόπῳ. Ὁ γὰρ τῆς Νισίβης ἐπίσκοπος φίλος ἐς τὰ μάλιστα

205
Γρηγορίῳ καταστὰς μεγάλοις δώροις παῤ αὐτοῦ ἀξιωθείς, ἄλλως τε δὲ καὶ δυσχεραίνων τὴν Περσῶν παροινίαν τὴν εἰς Χριστιανοὺς γιγνομένην ἣν διὰ παντὸς παῤ αὐτῶν ἐπεπόνθεσαν, καὶ Ῥωμαίων κατήκοον τὴν οἰκείαν πόλιν ἱμειρόμενος εἶναι, πάντων τῶν ἐν τῇ ὑπερορίᾳ γιγνομένων τὴν γνῶσιν Γρηγορίῳ παρείχετο, ἅπαντα κατὰ καιρὸν παριστάς: ἅπερ παραυτίκα ἐπὶ Ἰουστῖνον ἀνέφερεν, τὴν ἔφοδον τοῦ Χοσρόου τὴν ταχίστην μηνύων. Ὁ δὲ περὶ τὰς συνήθεις ἡδονὰς ἐγκαλινδούμενος τοῖς μὲν γεγραμμένοις προσεῖχεν οὐδέν, οὔτε δὲ πιστεύειν ἤθελεν, οἰόμενος ὅπερ ἐβούλετο. Ἕπεται γὰρ τοῖς ἐκδεδιῃτημένοις τῶν ἀνθρώπων τό τε ἀγεννὲς καὶ θρασὺ πρὸς τὰς ἐκβάσεις, τὸ δὲ ἄπιστον εἰ τύχοιεν ἀντικρὺ τῶν θελήσεων αὐτῶν φερόμεναι. Γράφει μὲν οὖν αὐτῷ ταῦτα τέλεον ἀποδιοπομπούμενος ὡς οὐκ ἀληθῆ παντάπασι ὄντα, εἰ δέ γε καὶ ἀληθῆ, ὡς οὐ φθησομένων Περσῶν τὴν πολιορκίαν, εἰ δὲ καὶ φθαῖεν, κακῶς ἀπαλλαξάντων. Ἐκπέμπει δὲ Ἀκάκιον ἀτάσθαλόν τινα καὶ ὑβριστὴν παρὰ Μαρκιανῷ, ἐγκελευσάμενος καὶ εἰ ἕτερον τοῖν ποδοῖν ὁ Μαρκιανὸς φθαίη τῇ πόλει πέμψας, παραλῦσαί γε αὐτὸν τῆς ἀρχῆς. Ὃ καὶ πέπραχεν ἀκριβῶς, οὐ πρὸς τὸ συνοῖσον τοῖς τοῦ βασιλέως κελεύσμασι διακονησάμενος. Γενόμενος γὰρ πρὸς τὸ στρατόπεδον, Μαρκιανὸν μὲν ἐν τῇ ὑπερορίᾳ παύει τῆς ἀρχῆς, οὐδὲν τῷ στρατῷ διαγγείλας. Οἱ δὲ λοχαγοὶ καὶ ταξιάρχαι, ὡς διανυκτερεύσαντες ἐξέμαθον παυθῆναι τὸν στρατηγόν, πρόσω μὲν οὐ παρῄεσαν τὸ πλῆθος: ὑποχωρήσαντες δὲ φεύγουσι σποράδες τὴν καταγέλαστον πολιορκίαν λύσαντες. Ὁ μὲν οὖν Ἀδαρμαάνης ἔχων ἀξιόλογον στρατὸν Περσῶν τε καὶ τῶν Σκηνητῶν βαρβάρων, ἐπεὶ τὸ Κιρκήσιον παρήμειψεν, παντοίως τοῖς Ῥωμαίων ἐλυμήνατο
206
πράγμασι ἐμπιπρὰς ἀποκτειννύς, οὐδὲν μέτριον ἐννοῶν ἢ πράττων: αἱρεῖ τε φρούρια καὶ κώμας πολλὰς οὐδενὸς ἀντιστάντος, πρῶτα μὲν ὅτι γε ἦρχεν οὐδείς, εἶθ̓ ὅτι καὶ τῶν στρατιωτῶν πρὸς τοῦ Χοσρόου κατὰ τὸ Δάρας ἐναποκλεισθέντων ἐπ̓ ἀδείας αἵ τε προνομαὶ καὶ αἱ ἔφοδοιἐγίγνοντο. Ἔπεισι δὲ καὶ τῇ Θεουπολιτῶν διὰ τῶν ἀμφ̓ αὐτόν, οὐδὲ γὰρ αὐτὸς ἀφίκετο. Οἳ καὶ παρὰ πᾶσαν ἐλπίδα ἀπεκρούσθησαν, μηδενὸς ἐναπομείναντος τῇ πόλει ἣ λίαν κομιδῇ εὐαρίθμων, καὶ τοῦ ἱερέως πεφευγότος καὶ τὰ ἱερὰ ὑπεξαγαγόντος κειμήλια, διότικαὶ τὰ πολλὰ τοῦ τείχους διερρύη, καὶ ὁ δῆμος ἐπανέστη νεωτέρων πραγμάτων ἄρξαι θέλων, οἷα φιλεῖ γίγνεσθαι καὶ μάλιστα παρὰ τοὺς τοιούτους καιρούς: οἳ καὶ αὐτοὶ πεφευγότες ἐρήμην την πόλιν καταλελοίπασιν, οὐδενὸς ὅλως ἐπινοηθέντος εἰς ἐπιτέχνησιν ἢἀντεπιχείρησιν.

Ὡς δ̓ οὖν τῆς πείρας ταύτης διήμαρτεν Ἀδαρμαάνης, [*](Niceph. xvii 38 Joh. Ephes. vi 6) ἐμπρήσας τὴν πάλαι μὲν Ἡράκλειαν, ὕστερον δὲ Γαγγαλικὴν ὀνομασθεῖσαν, Ἀπάμειαν κατείληφεν, πρὸς Σελεύκου τοῦ Νικάνορος συνοικισθεῖσαν, πάλαι μὲν εὐδαίμονακαὶ πολυάνθρωπον, τῷ χρόνῳ δὲ τὰ πολλὰ διαρρυεῖσαν. Ὃς ἐπί τισι συμβάσεσι τὴν πόλιν παρειληφώς, ἐπεὶ μηδὲ ἀντιστῆναι οἶοί τε καθειστήκεισαν τοῦ τείχους ὑπὸ γήρως ἐπὶ γῆς κειμένου, πᾶσαν ἐμπρήσας καὶ πάντα ληϊσάμενος παρὰ τὰ συγκείμενα, ἀπιὼν ᾤχετοἐξανδραποδίσας τὴν πόλιν καὶ τὰ προστυχόντα χωρία. Μεθ̓ ὧν καὶ τὸν ἱερέα τῆς πόλεως καὶ τὸν τὴν ἀρχὴν ἐπιτροπεύοντα ζωγριας ἀπήγαγεν. Τὰ πάντα δεινὰ καὶ κατὰ τὴν ἀποπόρευσιν εἰργάσατο, οὐδενὸς ἀνείργοντος ἣ ὅλως ἀντιπίπτοντος, πλὴν ἐλαχίστου κομιδῇ στρατοῦπρὸς Ἰουστίνου πεμφθέντος ὑπὸ Μάγνῳ ταττομένου, πρώην μὲν ἀργύρου τραπέζης προϊσταμένῳ κατὰ τὴν βασιλέως, ὕστερον δὲ καὶ μίαν τῶν βασιλικῶν οἰκιῶν

207
ἐμπιστευθέντι πρὸς Ἰουστίνου: οἳ καὶ προτροπάδην ἔφυγον, μικροῦ δορυάλωτοι ληφθέντες. Ἀδαρμαάνης μὲν οὖν ταῦτα κατειργασμένος τὸν Χοσρόην [*](Simoc. iii 11 Joh. Ephes. vi 5) κατειλήφει, οὔπω τὴν πόλιν ἐκπολιορκήσαντα. Ὃς προστεθεὶς αὐτοῖς μεγάλην ῥοπὴν δέδωκε, τούς τε οἰκείους ἀναθαρσήσας τό τε ἀντίξοον καταπλήξας. Εὕρηκε δὲ τήν τε πόλιν ἀποτειχισθεῖσαν καὶ χοῦν ἀγχοῦ τοῦ τείχους συμφορηθέντα πολὺν καὶ τὰς ἑλεπόλεις μηχανὰς ἑστώσας, καὶ μάλιστα τοὺς καταπέλτας ἐξ ὑπερδεξίων ῥιπτοῦντας, οὓς λιθοβόλους ἡ συνήθεια καλεῖ. Οἷς καὶ τὴν πόλιν κατὰ κράτος εἷλεν ὁ Χοσρόης κατὰ τὴν ὥραν τοῦ χειμῶνος, Ἰωάννου τοῦ Τιμοστράτου παιδὸς αὐτῆς ἄρχοντος, ἥκιστα πεφροντικότος ἢ καὶ καταπροδόντος. Λέγεται γὰρ ἐπ̓ ἀμφότερα. Προσήδρευσε δὲ τῇ πόλει ὁ Χοσρόης πέμπτον καὶ πρός γε μῆνα, μηδενὸς ἀμύνοντος. Ἅπαντας τοίνυν ἐξαγαγών, πλῆθος ἀστάθμητον, καὶ τοὺς μὲν αὐτοῦ δειλαίως κατασφάξας, τοὺς δὲ πλείστους καὶ ζωγρίας ἑλών, τὴν μὲν πόλιν ἐπίκαιρον οὖσαν φρουρᾷ κατέσχεν: αὐτὸς δὲ πρὸς τὰ οἰκεῖα ἀπεχώρησεν ἤθη.

Ἅπερ ἐπειδὴ ἠκηκόει ὁ Ἰουστῖνος, ἐκ τοσούτου [*](Niceph. xvii 39 Joh. Epiph. FHG iv 275 Menand. ibid. 240 Simoc. iii 11)τύφου καὶ ὄγκου οὐδὲν ὑγιὲς ἢ φρενῆρες ἐννοήσας οὐδὲ ἀνθρωπίνως τὸ συνενεχθὲν ἀνατλάς, ἐς φρενίτιδα νόσον καὶ μανίαν ἐμπίπτει, οὐδὲν λοιπὸν τῶν γινομένων συνιείς. Διῴκει δὲ τὸ πολίτευμα Τιβέριος, Θρᾷξ μὲν γένος, τὰ πρωτεῖα δὲ παρὰ Ἰουστίνῳ φέρων: ὃν καὶ κατὰ τῶν Ἀβάρων πρώην ἐπεπόμφει, πολὺ ἀγείρας πλῆθος στρατοῦ. [*](Menand. ibid. 235, 237) Ὃς καὶ μικροῦ ἑάλω, τῶν στρατιωτῶν μηδὲ τὴν θέαν τῶν βαρβάρων ὑπενεγκάντων, εἰ μὴ θεία πρόνοια παραδόξως τοῦτον διέσωσε καὶ εἰς τὴν Ῥωμαίων βασιλείαν ἐφύλαξε, κινδυνεύσασαν τοῖς Ἰουστίνου παραλόγοις ἐγχειρήμασι σὺν καὶ τῷ ὅλῳ πολιτεύματι διαρρυῆναι, καὶ βαρβάροις τῆς τοσαύτης ἀρχῆς ἐκστῆναι.

Βουλεύεται τοίνυν βουλὴν ἐπίκαιρον καὶ τοῖς [*](Niceph. xvii 39)

208
[*](Menand. FHG iv 241, 253) πράγμασιν ἁρμοδίαν, ἣ τὸ πᾶν ἀνώρθωσε πταῖσμα. Τραϊανὸν γὰρ παρὰ τὸν Χοσρόην ἐκπέμπουσιν, ἄνδρα λόγιον τῆς συγκλήτου βουλῆς πολιᾷ τε καὶ συνέσει τοῖς πᾶσι τίμιον, οὐκ ἐκ προσώπου τῆς βασιλείας οὐδὲ μὴν τῆς πολιτείας τὴν πρεσβείαν ἀνύσοντα, ὑπὲρ δέ γε μόνησΣοφίας τὰς διαλέξεις ποιησόμενον. Γέγραφε δὲ καὶ αὐτὴ πρὸς Χοσρόην, τάς τε συμφορὰς τἀνδρὸς ποτνιωμένη τό τε τῆς πολιτείας ἄναρχον, καὶ ὡς οὐ δέοι χήρᾳ γυναικὶ καὶ βασιλεῖ κειμένῳ καὶ ἐρήμῃ πολιτείᾳ ἐπεμβαίνειν: καὶ [*](Menand. ibid. 240) αὐτὸν γὰρ νοσήσαντα μὴ μόνον τῶν παραπλησίων τυχεῖν,ἀλλὰ γὰρ καὶ τοὺς πάντων ἀρίστους ἰατροὺς πρὸς τῆς Ῥωμαίων πολιτείας παῤ αὐτὸν πεμφθῆναι, οἳ καὶ τὴν νόσον διέλυσαν. Πείθεται τοίνυν ὁ Χοσρόης: καὶ μέλλων ὅσον οὔπω τοῖς Ῥωμαίων ἐπιτίθεσθαι πράγμασι, ἐκεχειρίαν [*](Joh. Ephes. vi 8) ποιεῖται τριῶν χρόνων ἐν τοῖς ἑῴοις μέρεσι, δόξαντὴν Ἀρμενίαν ἐν τοῖς παραπλησίοις μεῖναι, ὡς ἂν αὐτοῦ πολεμῷεν, μηδενὸς τὰ ἑῷα παρενοχλοῦντος. Τούτων κατὰ [*](Menand. ibid. 231, 268 Joh. Ephes. vi 30, 32) τὴν ἑῷαν πεπραγμένων, τὸ Σίρμιον πρὸς τῶν Ἀβάρων ἑάλω, πρώην μὲν ὑπὸ Γηπαίδων κρατούμενον, Ἰουστίνῳ δὲ πρὸς αὐτῶν παραδοθέν.

Ἐν τοσούτῳ δὲ Καίσαρα Τιβέριον βουλεύμασι [*](Niceph. xvii 40 Simoc. iii 11 Theophan. 248 Cramer. An. Par. ii 326 Joh. Ephes. iii 5) Σοφίας Ἰουστῖνος ἀναγορεύει, τοιαῦτα κατὰ τὴν ἀνάρρησιν ἐπιφθεγξάμενος ἃ πᾶσαν ἐκβέβηκε παλαιάν τε καὶ νέαν ἱστορίαν, τοῦ φιλανθρώπου θεοῦ ἐνδόντος καιρὸν Ἰουστίνῳ τάς τε οἰκείας ἐξειπεῖν ἁμαρτίας τά τε χρηστὰ εἰσηγήσασθαιὑπὲρ τοῦ τῇ πολιτείᾳ συνοίσοντος. Ἀθροισθέντων γὰρ ἐν τῇ ὑπαίθρῳ αὐλῇ, ἔνθα παλαιὸν ἔθος λέγει τὰ τοιαῦτα γίνεσθαι, τοῦ τε ἀρχιερέως Ἰωάννου, οὗ πρόσθεν ἐμνήσθημεν, καὶ τῶν ἀμφ̓ αὐτὸν τῶν τε ἐν ἀξιώσεσι τελούντων καὶ τῶν περὶ τὴν αὐλὴν στρατευομένων, τὸνβασιλικὸν χιτῶνα ἐνδιδύσκων Τιβέριον καὶ τὴν χλαῖναν περιτιθείς, ἀναφανδὸν κεκραγὼς ἐξεῖπεν: Μὴ πλανάτω σε

209
τῆς ἀμπεχόνης ἡ φαντασία, μηδὲ τῶν ὁρωμένων ἡ σκηνή, οἷς ὑπαχθεὶς ἔλαθον ἐμαυτὸν ταῖς ἐσχάταις ποιναῖς ὑπόδικος γενόμενος. Ἀνόρθωσον τὰς ἐμὰς ἁμαρτάδας, διὰ πάσης εὐπαθείας ἄγων τὸ πολίτευμα. Καὶ τοὺς ἄρχοντας δὲ δεικνὺς ἔλεγεν ἥκιστα χρῆναι τούτοις πείθεσθαι, προσθεὶς ὡς αὐτοί με ἐς ἅπερ ὁρᾷς ἤγαγον, καὶ ἕτερα τοιαῦτα ἅπερ ἅπαντας ἐς κατάπληξιν καὶ δακρύων ἄμετρον χύσιν ἤγαγεν. Ἦν δέ γε ὁ Τιβέριος μέγιστός τε τὸ σῶμα καὶ ἐς [*](Niceph. xviii 1 Simoc. iii 16 Cramer. An. Par. ii 327 Joh. Ephes. iii 11, 14, 22) ὑπεροχὴν εὐπρεπέστατος μᾶλλον ἤπερ τις εἴκασεν οὐ βασιλέων μόνων, ἀλλὰ καὶ πάντων ἀνθρώπων: ὡς πρῶτον μὲν τὸ εἶδος ἄξιον τυραννίδος εἶναι. Τὴν δὲ ψυχὴν ἤπιός τε καὶ φιλάνθρωπος, εὐθὺς ἀπὸ τοῦ βλέμματος ἅπαντας δεξιούμενος, πλοῦτον ἡγούμενος τὸ πᾶσιν ἐπαρκεῖν περὶ τὰς ἐπιδόσεις οὐ πρὸς μόνην τὴν χρείαν, ἀλλὰ καὶ κατὰ τὸ περιούσιον. Οὐ γὰρ ὅ τι λαβεῖν ὤφειλον οἱ δεόμενοι τοῦτο διεσκόπει, ἀλλ̓ ὅπερ βασιλέα Ῥωμαίων δοῦναι προσήκει: κίβδηλον δὲ τὸν χρυσὸν ἡγεῖτο τὸν ἐκ δακρύων ἥκοντα. Ὅθεν ἀμέλει τήν τε δασμολογίαν τοῖς συντελοῦσι ἐπαφῆκεν ἑνὸς τέλεον χρόνου, τάς τε κτήσεις αἷσπερ ὁ Ἀδραμαὰν ἐλυμήνατο, τῶν ἐπικειμένων τελῶν οὐ πρός τι μέτρον τῆς βλάβης, ἀλλὰ καὶ πολλῷ καθυπέρτερον ἠλευθέρωσεν. Ἀφείθησαν δὲ καὶ τοῖς ἄρχουσι αἱ ἄθεσμοι ʽ??ʼ δόσεις, αἷς πρώην οἱ βασιλεῖς τοὺς ὑπηκόους ἐπίπρασκον: καὶ ὑπὲρ τούτων καὶ διατάξεις ἔγραψε, καὶ τὸ μέλλον κατασφαλισάμενος.

Τοῖς τοίνυν κακῶς συλλεγεῖσι χρήμασι ἐς δέον [*](Niceph. xviii 2 Simoc. iii 12 — 14 Joh. Biclarensis a. 575) χρησάμενος, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο: καὶ τοσοῦτον ʽ??ʼγειρει στρατὸν ἀνδρῶν ἡρώων, ἔκ τε τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν τὰ ἀμφὶ τὸν Ῥῆνον ἀριστίνδην στρατολογήσας, τά τε ἐντὸς τῶν Ἄλπεων, Μασσαγετῶν τε καὶ ἑτέρων Σκυθικῶν γενῶν, καὶ τὰ περὶ Παιονίαν, καὶ Μυσούς, καὶ Ἰλλυριούς, καὶ Ἰσαύρους, ὡς σύνεγγυς πεντήκοντα

210
καὶ ἑκατὸν χιλιάδων ἴλας ἱππέων ἀρίστων ἐγκαταστήσασθαι, ἐξῶσαί τε τὸν Χοσρόην, μετὰ τὴν Δάρας ἅλωσιν εὐθὺς ἀνὰ τὸ θέρος ἐπὶ τὴν Ἀρμενίαν ἐλάσαντα, ἐκεῖθέν τε τὰς ὁρμὰς ἐπὶ τὴν Καίσαρος ἔχοντα, ἣ τῶν Καππαδοκῶν ἄρχει καὶ τῶν αὐτόσε πόλεων προκάθηται. [*](Menand. FHG iv 242 Joh. Ephes. vi 8) Ὅς τοσοῦτον ὑπερεφρόνει τὴν Ῥωμαίων ἀρχήν, ὅτι γεπρεσβευσαμένου τοῦ Καίσαρος, οὐκ ἠξίου τῆς ὡς αὐτὸν ἐσόδου τοῖς πρέσβεσι μεταδοῦναι, ἕπεσθαι δὲ τούτοις διεκελεύετο μέχρι τῆς Καίσαρος: ἐκεῖσε γὰρ περὶ τῆς πρεσβείας διασκοπεῖν ἔλεγεν.Ὡς γοῦν ἀντιμέτωπον εἶδε τὸ Ῥωμαίων στράτευμα ὑπὸ Ἰουστινιανῷ ταττόμενον τἀδελφῷ Ἰουστίνου τοῦ πρὸς Ἰουστίνου δειλαίως ἀνῃρημένου, ἀκριβῶς ἐξωπλισμένον, τό τε ἐνυάλιον τὰς σάλπιγγας ἠχούσας, καὶ τὰ σημεῖα πρὸς μάχην αἰρόμενα, τόν τε στρατιώτην φονῶντακαὶ θυμοῦ μετὰ τῆς εἰς ἄγαν εὐκοσμίας πνέοντα, ἵππον τε τοσαύτην καὶ τοιαύτην ἣν οὐδεὶς πώποτε βασιλέων ἐφαντάσθη, πολλά γε ἐπιθειάσας ἀνῴμωξε μύχιον πρὸς τὸ ἄνελπι καὶ ἀδόκητον, καὶ μάχης οὐκ ἤθελεν ἄρχειν. Ἀναβαλλομένῳ δὲ αὐτῷ καὶ διαμέλλοντι καὶ τὸν καιρὸντρίβοντι καὶ σοφιζομένῳ τὴν μάχην, ἔπεισι Κοῦρσος, Σκύθης ἀνήρ, τοῦ δεξιοῦ κέρως ἡγούμενος. Καὶ μὴ οἵων τε γενομένων ἐνεγκεῖν τὴν ἐμβολὴν τῶν κατ̓ αὐτὸν Περσῶν, ἐκλελοιπότων δὲ μάλα λαμπρῶς τὴν τάξιν, πολὺν μὲν εἰργάσατο φόνον τῶν ὑπεναντίων. Ἔπεισι δὲ τοῖσοὐραγοῖς, ἔνθα καὶ τὴν ἀποσκευὴν ὅ τε Χοσρόης καὶ ὁ σύμπας εἶχε στρατός: αἱρεῖ τε τὰ βασιλικ̔??ʼ κειμήλια ἁπαξάπαντα καὶ μὴν καὶ τὴν ἀποσκευὴν ἅπασαν, ὁρῶντος μὲν Χοσρόου καὶ ἐγκαρτεροῦντος, ἀνεκτοτέραν δὲ τῆς ἑαυτοῦ ἐπιστροφῆς τοῦ Κοὺρς ἡγουμένου.Οὗτος μὲν οὖν σὺν τοῖς ἀμφ̓ αὐτὸν μεγάλων χρημάτων
211
καὶ λαφύρων ἐγκρατὴς γενόμενος, τά τε σκευοφόρα τῶν ζῴων σὺν καὶ αὐτοῖς τοῖς φορτίοις φέρων, ἐν οἷς καὶ τὸ Χοσρόου σεβαστὸν πῦρ, ὃ θεὸς καθειστήκει, περιελαύνει μὲν τὸ Περσῶν στρατόπεδον παιανίζων. Ἀφικνεῖται δὲ παρὰ τοὺς οἰκείους ἀμφὶ τὰς ἐπιλυχνίους ὥρας ἤδη διαλυθέντας ἐκ τῶν σφῶν τάξεων, μήτε Χοσρόου μάχης ἄρξαντος μήτε μὴν αὐτῶν, μόνων δέ τινων ἀκροβολισμῶν γενομένων, ἢ εἴ πού γε εἷς πρὸς ἕνα συνεπλάκη ἐξ ἀμφοῖν τοῖν στρατοπέδοιν, ὅπερ εἰώθει γίγνεσθαι. Πυρὰ δὲ πολλὰ τὴν νύκτα ὁ Χοσρόης ἀνάψας, πρὸς νυκτομαχίαν παρεσκευάζετο. [*](11) Καὶ δυοῖν στρατοπέδοιν τοῖς Ῥωμαίοις γενομένοιν, ἔπεισι ἀωρεὶ τῶν νυκτῶν τοῖς ἀμφὶ τὸ βόρειον μέρος. Ὧν ὑποχωρησάντων τῷ αἰφνιδίῳ τε καὶ ἀδοκήτῳ, πλησιαζούσῃ Μελιτινῇ ἔπεισι τῇ πόλει, ἀφυλάκτῳ καὶ ἐρήμῃ πολιτῶν καθεστώσῃ: καὶ πᾶσαν πυρπολήσας πρὸς τὴν διάβασιν τοῦ Εὐφράτου παρεσκευάζετο ποταμοῦ. Ὡς δὲ ἁλισθὲν τὸ στράτευμα τῶν Ῥωμαίων εἵπετο, δείσας περὶ τῆς ἑαυτοῦ σωτηρίας, αὐτὸς μὲν ἐλέφαντι ἐπιβὰς τὸν ποταμὸν ἐπεραιώθη: τῶν δὲ ἀμφ̓ αὐτὸν τὸ πολὺ πλῆθος τοῖς τοῦ ποταμοῦ ῥεύμασιν ἐκηδεύθη: οὓς ἀποπνιγέντας λαβὼν ἀπιὼν ᾤχετο. Χοσρόης μὲν οὖν ταύτην ὑστάτην ποινὴν τῆς εἰς Ῥωμαίους τοσαύτης παροινίας καταθείς, σὺν καὶ τοῖς περισωθεῖσιν τὰ ἑῷα κατειλήφει, ἔνθα τὴν ἐκεχειρίαν εἶχε, ὡς ἂν μή τις αὐτῷ ἐπίοι. Ὁ δέ γε Ἰουστινιανὸς εἰσβαλὼν [*](Joh. Biclarensis a. 575) σὺν παντὶ τῷ στρατῷ εἰς τὴν Περσῶν ἐπικράτειαν ὅλην τὴν χειμάδιον ὥραν αὐτοῦ διήγαγεν, μηδενὸς παντάπασιν ἐνοχλήσαντος. Ἐπανῆκε μὲν οὖν ἀμφὶ θερινὰς τροπάς, οὐδὲν ὅλως ἀποβαλὼν τοῦ στρατοῦ, καὶ σὺν εὐπαθείᾳ καὶ κλέει πολλῷ παῤ αὐτὰ ἐθέριζε τὰ μεθόρια.

Τῷ δὲ Χοσρόῃ μυρίον ἄχος ἐπιχυθέν, ἁλύοντα [*](Niceph. xviii 2 Agathias iv 29 Simoc. iii 14 Theophan. 251 Joh. Ephes. vi 9) καὶ ἀμηχανοῦντα καὶ τῇ παλιρροίᾳ τῆς λύπης καταποντωθέντα τοῦ βίου δειλαίως ἀφείλετο, στήλην ἀθάνατον τῆς αὐτοῦ φυγῆς ἀναθέντα ὃν γέγραφε νόμον μηκέτι

212
βασιλέα Περσῶν κατὰ Ῥωμαίων στρατηγεῖν. Βασιλεύει δὲ Ὁρμίσδης ὁ τούτου παῖς, ὃν νῦν ἐατέον ἐπεὶ τὰ ἑξῆς πρὸς ἑαυτά με καλεῖ, καὶ τὴν ῥύμην τοῦ λόγου ἀπεκδέχεται.

Ἰωάννου τοῦ καὶ Κατελλίνου τῆς ἐντεῦθεν μεταστάντος [*](Niceph. xvii 36) διαίτης, Βόνοσος τοὺς οἴακας τῆς ἐπισκοπῆσῬώμης ἐγχειρίζεται, καὶ μετ̓ αὐτὸν ἕτερος Ἰωάννης, Πελάγιός τε αὖ. Τῆς δὲ βασιλίδος μετὰ Ἰωάννην ὁ πρό γε αὐτοῦ Εὐτύχιος. Μετὰ δὲ Ἀπολινάριον Ἰωάννης τὸν Ἀλεξανδρείας διαδέχεται θρόνον, μεθ̓ ὃν Εὐλόγιος. Ἐπὶ δὲ τὴν Ἱεροσολύμων ἄνεισιν ἱερωσύνην μετὰ ΜακάριονἸωάννης, ἐν τῇ καλουμένῃ τῶν Ἀκοιμήτων μονῇ τὸν ἄσκευον βίον ἀγωνισάμενος, μηδενὸς νεωτερισθέντος περὶ τὴν ἐκκλησιαστικὴν κατάστασιν.