Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἐπειδὴ δὲ τῆς ἱστορίας ὧδε γεγόναμεν, λέξω καὶ [*](Niceph. xvii 15 Procop. i 200) τὸ γεγονὸς αὐτόσε θαῦμα, ὃ τῆς παρούσης ἱστορίας καθέστηκεν

173
ἄξιον. Ὅτε τὴν Ἀντιόχου πυρπολεῖσθαι τῶν Ἀπαμέων οἱ παῖδες ἐγνώκεσαν, ἱκέτευον τὸν λελεγμένον μοι Θωμᾶν τὸ σωτήριον καὶ ζωοποιὸν τοῦ σταυροῦ ξύλον παρὰ τὸ εἰωθὸς προενεγκεῖν τε καὶ προθεῖναι, ὡς ἂν τὰ τελευταῖα ὁρῷέν τε καὶ κατασπάζοιντο τὴν μόνην τῶν ἀνθρώπων σωτηρίαν ἐφόδιόν τε λάβοιεν τῆς ἑτέρας βιοτῆς, διαπορεύοντος αὐτοὺς τοῦ τιμίου σταυροῦ πρὸς τὴν ἀμείνω λῆξιν. Ὃ δὴ καὶ πεπραχὼς ὁ Θωμᾶς προφέρει τὸ ζωοποιὸν ξύλον, ῥητὰς ἐπαγγείλας ἡμέρας τῆς προθέσεως ὡς ἂν ἐξῇ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν ἁλισθῆναι καὶ τῆς ἐντεῦθεν σωτηρίας ἀπόνασθαι. Φοιτῶσι γοῦν μετὰ τῶν ἄλλων καὶ οἱ ἐς φῶς με προαγαγόντες, ἐς χαμαιδιδασκάλου φοιτῶντά με περιαγόμενοι. Ὡς δ̓ οὖν προσκυνῆσαί τε καὶ κατασπάσασθαι τὸν τίμιον ἠξιώθημεν σταυρόν, ἄρας ὁ Θωμᾶς ἄμφω τὼ χεῖρε τὸ τῆς ἀρχαίας κατάρας ἐξαλειπτήριον τοῦ σταυροῦ ξύλον ἐπεδείκνυ, πάντη τῶν θείων ἀνακτόρων περινοστῶν, ὥσπερ ἐν ταῖς κυρίαις τῶν προσκυνήσεων ἡμέραις εἴθιστο. Εἵπετο δὲ τῷ Θωμᾷ μεθισταμένῳ πυρὸς μέγα τι χρῆμα σελαγίζοντος, οὐ κατακαίοντος, ὡς πάντα τὸν χῶρον ἔνθα παρεστὼς τὸν τίμιον ἐπεδείκνυ σταυρὸν ἐμπίπρασθαι δοκεῖν. Καὶ γέγονεν οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ καὶ πολλάκις, τοῦ ἱερέως πάντα τὸν αὐτόσε χῶρον περιϊόντος καὶ τοῦ ἀθροισθέντος λεὼ τοῦτο γενέσθαι Θωμᾶν δυσωποῦντος. Ὅπερ καὶ τὴν γενομένην σωτηρίαν τοῖς Ἀπαμεῦσι προεφήτευεν. Ἀνετέθη τοίνυν καὶ εἰκὼν ἀνὰ τὸν ὄροφον τῶν ἀνακτόρων ταῦτα ταῦτα τοῖς ἀγνοοῦσι τῇ γραφῇ διαγγέλλουσα: ἣ καὶ μέχρι τῆς Ἀδααρμάνου καὶ Περσῶν ἐφόδου διεσώζετο, συνεκαύθη δὲ τῇ αὐτόσε ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ μετὰ τῆς ὅλης πόλεως. Καὶ ταῦτα μὲν ὧδε ἐγεγόνει. Ὁ δὲ Χοσρόης κατὰ τὴν ἄφοδον παρασπονδήσας τὰ [*](Procop. i 202) συγκείμενα, ἐπεὶ καὶ τηνικάδε συνεδόκει, ἕτερα πέπραχε, τῷ μὲν ἀσταθεῖ αὐτοῦ καὶ ἀβεβαίῳ τρόπῳ συμβαίνοντα,
174
ἥκιστα δὲ ἀνδρὶ λογικῷ, μή τί γε δὴ βασιλεῖ πρέποντα λόγον τῶν συγκειμένων ποιουμένῳ.

Ἀναγράφει ὁ αὐτὸς Προκόπιος καὶ τὰ περὶ [*](Niceph. xvii 16 Procop. i 208) Ἐδέσης καὶ Ἀγβάρου τοῖς παλαιοῖς ἱστορημένα, καὶ ὡς ὁ Χριστὸς πρὸς Ἄγβαρον ἐπέστειλεν, εἶτα καὶ ὡς ἐσἑτέραν ἔφοδον πολιορκίαν τῶν Ἐδεσηνῶν ὁ Χοσρόης κατέστη, παραλύειν οἰόμενος τὰ παρὰ τοῖς πιστοῖς θρυλούμενα, ὡς οὐκ ἄν ποτε ἡ Ἔδεσα ὑπὸ τοῖς ἐχθροῖς γενήσεται: ὅπερ τοῖς γραφεῖσι μὲν πρὸς Ἄγβαρον παρὰ Χριστοῦ τοῦ θεοῦ ἡμῶν οὐκ ἔγκειται, ὡς ἔστι τοὺς[*](Hist. Eccl. i 13) φιλοπόνους ἑλεῖν ἐκ τῶν ἱστορηθέντων Εὐσεβίῳ τῷ Παμφίλου, αὐτὴν πρὸς λέξιν τὴν ἐπιστολὴν ἀναγνόντι: οὕτω δὲ παρὰ τοῖς πιστοῖς ᾅδεταί τε καὶ πεπίστευται καὶ τὸ πέρας ἐδέξατο, τῆς πίστεως ἔργον προρρήσεως [*](Conc. xiii 189) ἀγαγούσης. Μετὰ γὰρ τὸ προσβαλεῖν τῇ πόλει τὸν Χοσρόην μυρίας τε ἐφόδους ἐργάσασθαι χοῦν τε συναμήσασθαι [*](16) πολύν, ὡς καὶ τὰ τείχη τῆς πόλεως ὑπερπηδῆσαι, ἑτέρας τε μυρίας μηχανὰς ῥάψαι, ἄπρακτον ἐπεποίητο τὴν ἀποπόρευσιν: λέξω δὲ τὰ γενόμενα. [*](Procop. i 267 — 280) Ἐπήγγελλεν ὁ Χοσρόης ταῖς ἀμφ̓ αὐτὸν δυνάμεσιξύλων ἀθροῖσαι μέγα τι χρῆμα πρὸς τὴν πολιορκίαν τῆς προστυχούσης ὕλης. Ἅπερ ἐπειδὴ συνελέγη ὀξύτερον τῆς ἐπιτάξεως, κυκλοτερῶς περιθεὶς τὸν χοῦν ἐς μέσον ἐπέβαλε, καὶ ἀντιμέτωπος τῇ πόλει ᾔει. Οὕτω τε κατὰ σμικρὸν ἐποικοδομῶν τοῖς ξύλοις τε καὶ τῷ χώματι καὶτῇ πόλει προσιών, τοσοῦτον ἐς ὕψος ἦρε καὶ τὸ τεῖχος ὑπερήλατο, ὡς ἐξ ὑπερδεξίων τὰ βέλη κατὰ τῶν προκινδυνευόντων ὑπὲρ τῆς πόλεως ἐν τῷ τείχει ῥίπτειν. Ἐπειδὴ τοίνυν οἱ τῇ πολιορκίᾳ συνεχόμενοι τεθέαντο τὸ χῶμα πλησίον ὥσπερ ὄρος βαδίζον ἐγγίζειν τῇ πόλει,ἐπιδόξους τε εἶναι τοὺς πολεμίους πεζῇ τῆς πόλεως ἐπιβήσεσθαι, ἅμα ἕῳ μηχανῶνται ἀντικρὺ τοῦ χώματος,

175
ὅπερ ἀγέστα πρὸς Ῥωμαίων κέκληται, διώρυγα ὑπὸ γῆν κατεργάσασθαι ἔνθεν τε πῦρ ἀνεῖναι, ὡς ἂν τῇ φλογὶ τὰ ξύλα φθειρόμενα τὸν χοῦν ἐς γῆν καταγάγοι. Καὶ τὸ μὲν ἔργον ἐπετετέλεστο, πυρὰν δὲ προσάψαντες τοῦ σκοποῦ διημάρτανον, οὐκ ἔχοντος τοῦ πυρὸς διέξοδον ὅθεν ἀέρος ἐπιλαμβανόμενον δύναιτο τὴν ὕλην περιδράξασθαι. Ὡς δ̓ οὖν ἐς πᾶσαν ἀμηχανίαν ἦλθον, φέρουσι τὴν θεότευκτον εἰκόνα ἣν ἀνθρώπων μὲν χεῖρες οὐκ εἰργάσαντο, Ἀγβάρῳ δὲ Χριστὸς ὁ θεός, ἐπεὶ αὐτὸν ἰδεῖν ἐπόθει, πέπομφε. Ταύτην τοίνυν τὴν παναγίαν εἰκόνα κατὰ τὴν εἰργασμένην σφίσιν ἐσαγαγόντες διώρυγα ὕδατί τε ἐπικλύσαντες, ἀπ̓ αὐτοῦ κατὰ τῆς πυρᾶς καὶ τῶν ξύλων ἀφεῖσαν. Καὶ παραυτίκα τῆς θείας δυνάμεως τῇ πίστει τῶν δεδρακότων ἐπιφοιτησάσης, ὅπερ ἦν ἐκείνοις πρώην ἀδύνατον ἐξηνύετο: παραυτίκα γὰρ ἐσεδέξαντο τὴν φλόγα τὰ ξύλα, καὶ λόγου θᾶττον ἀπανθρακωθέντα τοῖς ὑπερτέροις μετεδίδοσαν, ἅπαντα τοῦ πυρὸς ἀμφινεμομένου. Ὡς δὲ τὸν καπνὸν ἀναθρώσκοντα τεθέαντο οἱ τῇ πολιορκίᾳ πιεζόμενοι, σοφίζονται τάδε: λαγυνίδας μικρὰς ἀγαγόντες ἐμφορήσαντές τε θείου ἅμα καὶ στυππίου καὶ τῶν ἄλλων εὐκαταφλέκτων ὑλῶν, κατὰ τῆς καλουμένης ἀγέστας ἀπεσφενδόνιζον, αἵπερ καπνὸν ἀνιεῖσαι, τοῦ πυρὸς τῇ ῥύμῃ τῆς βολῆς ἀναφθέντος, τὸν ἐκ τοῦ χώματος ἀναδιδόμενον καπνὸν λανθάνειν παρεσκεύαζον: ὡς πάντας ὑποτοπάζειν τοὺς οὐκ εἰδότας ἐκ τῶν λαγυνίδων μᾶλλον καὶ οὐχ ἑτέρωθεν τὸν καπνὸν καθεστάναι. Τρίτῃ δ̓ οὖν ἀπ̓ ἐκείνης ἡμέρᾳ, ὤφθησαν αἱ γλωσσίδες τοῦ πυρὸς ἐκ τῆς γῆς ἀναδιδόμεναι, καὶ τότε συνῆκαν οἱ ἐν τῷ χώματι τῶν Περσῶν μαχόμενοι ὅποι κακῶν καθεστήκασιν. Ὁ δὲ Χοσρόης, ὥσπερ τῇ θείᾳ δυνάμει ἀντιφερόμενος, τοὺς τῶν ὑδάτων ὁλκοὺς οἳ πρὸ τῆς πόλεως ἔτυχον ὄντες κατὰ τῆς πυρᾶς ἀφείς, σβεννύειν ταύτην ἐπειρᾶτο. Ἡ δὲ μᾶλλον ὡς ἔλαιον ἢ θεῖον ἤ τι τῶν ἐξάπτειν εἰωθότων τὸ ὕδωρ δεξαμένη, ἐπὶ μεῖζον
176
ἤρθη μέχρις ἂν τὸ πᾶν κατήγαγε χῶμα καὶ τέλεον τὴν ἀγέσταν ἀπετέφρωσε. Τότε δ̓ οὖν ὁ Χοσρόης ἁπάσαις ταῖς ἐλπίσιν ἀπειρηκὼς καὶ διὰ τῶν ἔργων ἐγνωκὼς ὡς πολλὴν ὦφλεν αἰσχύνην, ὑποτοπήσας τοῦ πρὸς ἡμῶν πρεσβευομένου θεοῦ περιέσεσθαι, ἐπὶ τὰ σφέτερα τὴνἀποπόρευσιν ἐποιεῖτο ἀκλεῶς.

Λελέξεται δὲ καὶ ὃ κατὰ τὴν Σεργιουπολιτῶν [*](Niceph. xvii 17) ἄλλοτε ὑπὸ Χοσρόου γέγονεν, ἐπεὶ καὶ ἀξιόλογόν ἐστιν καὶ πρέπον ὄντως μνήμῃ ἐς ἀεὶ διασωζομένῃ. Ἐπέστη [*](Cf. Procop. i 239) καὶ ταύτῃ ὁ Χοσρόης, ἐκπολιορκεῖν αὐτὴν ἐπειγόμενος.Ὡς δ̓ οὖν τῶν τειχῶν ἀπεπειρᾶτο, τὰ περὶ τῆς σωτηρίας τῆς πόλεως πρὸς ἑκατέρων ἐλαλεῖτο: καὶ συμβαίνουσιν ὥστε τὰ ἱερὰ κειμήλια λύτρα τῇ πόλει γενέσθαι: ἐν οἷς καθειστήκει καὶ σταυρὸς ὑπὸ Ἰουστινιανοῦ καὶ Θεοδώρας πεμφθείς. Ὡς δ̓ οὖν ἀπεκομίσθη ταῦτα, τοῦ ἱερέως ὁΧοσρόης καὶ τῶν σὺν αὐτῷ πεμφθέντων Περσῶν ἀνεπύθετο μή τι ἕτερον εἴη. Τῶν δέ τις οὐκ εἰωθότων ἀληθίζεσθαί φησι πρὸς τὸν Χοσρόην καὶ ἕτερα εἶναι κειμήλια, ἅπερ πρὸς τῶν πολιτῶν ἀπεκρύβη εὐαρίθμων ὄντων. Ὑπελέλειπτο δὲ χρυσοῦ μὲν ἢ ἀργύρου κειμήλιον τῶνἐπιφερομένων οὐδέν, ἑτέρας δὲ προὐργιαιτέρας ὕλης καὶ θεῷ καθάπαξ ἀνεχούσης, τὰ πανάγια λείψανα Σεργίου τοῦ ἀθλοφόρου μάρτυρος, ἔν τινι τῶν ἐπιμήκων σορῶν κείμενα ἐξ ἀργυρίου ἠμφιεσμένῃ. Ἐπειδὴ δὲ τούτοις πεισθεὶς ὁ Χοσρόης τῇ πόλει τὸν ὅλον ἐπαφῆκε στρατόν,ἐξαπίνης ἀνὰ τὸν περίβολον ἀσπὶς ἀνεφάνη μυρία, ὑπερμαχοῦσα τῆς πόλεως: ὅπερ οἱ πεμφθέντες πρὸς Χοσρόου θεασάμενοι ἐπανῆκον, τό τε πλῆθος θαυμάζοντες τήν τε ἐξόπλισιν διηγούμενοι. Ὡς δὲ καὶ πάλιν πυθόμενος ἔμαθεν ὁ Χοσρόης ὀλίγους τῇ πόλει κομιδῆ ἐναπομεῖναι,ἐξώρους τε καὶ ἀώρους, τῆς σφριγώσης ἡλικίας ἐκποδὼν γενομένης, ἔγνω τοῦ μάρτυρος εἶναι τὸ θαῦμα: καὶ δείσας καὶ τὴν Χριστιανῶν πίστιν ἀγάμενος, ἀπῆρε πρὸς τὰ

177
οἰκεῖα. Ὃν καί φασιν ἐν ταῖς τελευταίαις ἀναπνοαῖς τῆς [*](Ioh. Nikiu c. 95. p. 526) θείας ἀξιωθῆναι παλιγγενεσίας.

Ἀφηγήσομαι δὲ καὶ τὰ περὶ τῆς ἐπισκηψάσης [*](Niceph. xvii 18 Procop. i 249) νόσου, τοῦτο δεύτερον καὶ πεντηκοστὸν ἔτος, μὴ πρότερον ἱστορηθέν, κρατησάσης καὶ πᾶσαν γῆν ἐπινεμηθείσης. Τῆς γὰρ Ἀντιόχου πρὸς Περσῶν ἁλούσης, ἔτεσιν ὕστερον δύο, πάθος ἐπεδήμησε λοιμῶδες ἔν τισι μὲν συμφερόμενον τῷ ὑπὸ Θουκυδίδου γραφέντι, ἔν τισι δὲ πολλῷ διαλλάττον. Καὶ ἦρχθαι μὲν ἐξ Αἰθιοπίας καὶ νῦν ἐλέγετο. Τὴν δὲ πᾶσαν ἀμοιβαδὸν διέδραμεν οἰκουμένην, οὐδένας ἀνθρώπων οἶμαι ἀπειράτους τοῦ νοσήματος καταλελοιπός. Καὶ ἔνιαι μὲν πόλεις ἐπὶ τοσοῦτον κατεσχέθησαν ἄχρι καὶ τοῦ παντάπασι κενὰς οἰκητόρων γενέσθαι. Ἔστι δὲ οὗ ἐπιλαβόμενον τὸ πάθος κουφότερον μετῆλθεν. Οὔτε δὲ κατὰ περίοδόν τινα τεταγμένην ἐνέσκηπτεν, οὔτε αὖ ἐπισκῆψαν ὁμοίως ἀπεχώρει: ἀλλά τινας μὲν τόπους χειμῶνος ἀρχομένου κατεῖχεν, ἑτέρους δὲ ἦρος διατελοῦντος, ἄλλους θερίζοντας, ἐνιαχῆ δὲ καὶ μετοπώρου προϊόντος. Καὶ ἔστιν ἔνθα μέρους πόλεως ἁψάμενον τῶν γε ἄλλων ἀπήλλακτο μερῶν: καὶ πολλάκις ἦν ἰδεῖν ἐν οὐ νοσούσῃ πόλει ἐνίας οἰκίας ἐς ὑπερβολὴν φθειρομένας. Ἔστι δὲ οὖ μιᾶς ἢ δύο φθαρεισῶν οἰκιῶν τὸ λοιπὸν τῆς πόλεως ἀπαθὲς μεμενήκει: ὡς δέ γε ἐς τὸ ἀκριβὲς ἐπισκέψαντες κατειλήφαμεν, αἱ ἀπαθεῖς μείνασαι οἰκίαι κατὰ τὸν ἐφεξῆς ἐνιαυτὸν μόναι ἐπεπόνθεσαν. Τὸ δὲ πάντων παραδοξότερον τοῦτο ἦν, ὅτι εἴ γε συνέβαινε τῶν εἰλημμένων πόλεων οἰκήτορας ἑτέρωθι διάγειν ἔνθα τὸ πάθος οὐκ ἐπέσκηψε, κἀκεῖνοι μόνοι τοῖς παθήμασιν ἡλίσκοντο οἱ ἐκ τῶν κρατηθεισῶν πόλεων ἐν ταῖς ἀπαθέσι πόλεσι διαιτώμενοι. Καὶ ταῦτα μὲν πολλάκις ἐν ταῖς περιόδοις τῶν κύκλων τῶν καλουμένων ἐπινεμήσεων ταῖς πόλεσι καὶ τοῖς ἑτέροις ἐγίγνοντο τόποις. Μάλιστα δὲ πανωλεθρία σχεδὸν τοῖς

178
ἀνθρώποις ἐπέπιπτεν ἑνὶ ἢ δευτέρῳ ἔτει τῆς πεντεκαιδεκαετηρίδος τοῦ κύκλου. Ὡς καὶ ἐμὲ τὸν ταῦτα συγγράψαντα — συνεῖδον γὰρ καὶ τὰ κατ̓ ἐμὲ παρυφᾶναι τῇ ἱστορίᾳ, τὰ πρόσφορα τοῖς προσφόροις ἁρμόζων — κατ̓ ἀρχὰς μὲν οὖν τοῦ τοιούτου πάθους ληφθῆναι τοῖς καλουμένοισβουβῶσι, ἐς χαμαιδιδασκάλου ἔτι φοιτῶντα: ἀποβαλεῖν δὲ ἐν τοῖς διαφόρως ἐπισκήψασι τοιούτοις πάθεσι πολλούς τε τῶν ἐξ ἐμοῦ προελθόντων καὶ γαμετὴν καὶ τῆς λοιπῆς συγγενείας, οἰκέτας τε καὶ χωρίτας παμπόλλους, ὥσπερ τῶν κύκλων τῶν ἐπινεμήσεων τὰς εἰς ἐμὲσυμφορὰς μεριζομένων. Ὅτε δ̓ οὖν ταῦτα ἔγραφον, ὄγδοον καὶ πεντηκοστὸν τῆς ἡλικίας ἄγων ἔτος, οὐ πρόσω δύο τούτων χρόνων, ἤδη τετράκις ἐπισκήψαντος τοῦ πάθους ἀνὰ τὴν Ἀντιόχου ἐπεὶ τέταρτος ἀπ̓ ἀρχῆς διῆλθε κύκλος, ἀπέβαλον θυγατέρα, τῶν προτέρων ἄνευ,καὶ τὸν ἐξ αὐτῆς προελθόντα. Τὸ δὲ πάθος ἐκ διαφόρων νοσημάτων συνέκειτο. Ἐνίοις μὲν γὰρ ἐκ τῆς κεφαλῆς ἀρχόμενον καὶ ὀφθαλμοὺς αἱματώδεις καὶ οἰδαῖνον πρόσωπον ἀπεργαζόμενον ἐς τὸν λαιμὸν κατῄει, καὶ τὸν ἁλισκόμενον ἐξ ἀνθρώπωνἀπέπεμπεν. Ἄλλοις ῥύσις γαστρὸς ἐγίγνετο. Τισὶ δὲ βουβῶνες ἐπανίσταντο πυρετοί τε ἔνθεν ἐξαίσιοι: καὶ διήμεροι ἢ τριταῖοι ἔθνησκον, ἴσα τοῖς μηδὲν πεπονθόσι φρονοῦντές τε καὶ τὸ σῶμα συγκείμενοι. Ἕτεροι παράφοροι γινόμενοι τὸν βίον ἀπετίθεσαν. Καὶ ἄνθρακες δὲἐξαλλόμενοι τοὺς ἀνθρώπους ἠφάνιζον. Ἔστι δὲ οὗ καὶ ἅπαξ καὶ δίς τινες κρατηθέντες καὶ διαφυγόντες, αὖθις κρατηθέντες ἀπώλλυντο. Καὶ τὰ ἐς τὰς μεταλήψεις δὲ διάφορα καὶ λόγον ὑπερβαίνοντα. Οἱ μὲν γὰρ τῷ συνεῖναι μόνον καὶσυνδιαιτᾶσθαι ἐφθείροντο, οἱ δὲ καὶ προσαψάμενοι μόνον, οἱ δὲ καὶ εἴσω τοῦ οἰκήματος γενόμενοι, ἄλλοι δὲ κατὰ
179
ἀγοράν: ἔνιοι δὲ ἐκ νοσουσῶν πόλεων πεφευγότες ἀπαθεῖς μεμενήκασι, τοῖς οὐ νοσοῦσι τῆς νόσου μεταδόντες. Οἱ δὲ τὸ παράπαν οὐχ ἥλωσαν, πολλοῖς τε συνδιαιτηθέντες νοσοῦσι, καὶ πολλῶν οὐ νοσούντων μόνον ἀλλὰ καὶ τετελευτηκότων προσαψάμενοι: οἱ δὲ καὶ σπουδὴν ὅπως ἀπόλοιντο διὰ τὴν παίδων ἢ οἰκιῶν πανωλεθρίαν ποιούμενοι, καὶ διὰ τοῦτο μάλιστα ἐναλινδηθέντες τοῖς νοσοῦσι, ὅμως ὥσπερ ἀνταγωνιζομένου τοῦ πάθους πρὸς τὴν βουλήν, οὐκ ἐκρατήθησαν. Ἐνεμήθη τοίνυν ὥς μοι λέλεκται μέχρι τοῦ δεῦρο δύο καὶ πεντήκοντα χρόνους τοῦτο τὸ πάθος, ἅπαντα τὰ πρώην νικῆσαν. Φιλόστρατος γὰρ θαυμάζει ὅτι γε πεντεκαίδεκα ὁ κατ̓ αὐτὸν ἐκράτησε λοιμός. Καὶ τὰ ἑξῆς δὲ ἄδηλα, ἐκεῖσε ἰόντα οὗ ὁ θεὸς εὐδοκήσει, ὁ καὶ τὰς αἰτίας ἐξεπιστάμενος καὶ ποῖ φέρονται. Ἐγὼ δὲ ὅθεν ἐξέβην ἐπάνειμι καὶ τὰ λοιπὰ τῶν Ἰουστινιανοῦ φράσων.

Ἰουστινιανὸς ἦν μὲν χρημάτων ἄπληστος, καὶ [*](Niceph. xvii 19 Cf. Procop. Hist. Arcana Zonar. iii 270) τῶν ἀλλοτρίων οὕτως ἐκτόπως ἐραστὴς ὡς καὶ τὸ ὑπήκοον ἅπαν χρυσίου πιπράσκειν τοῖς τε τὰς ἀρχὰς ἐπιτροπεύουσι, τοῖς τε τοὺς φόρους ἐκλέγουσι, καὶ τοῖς ὅσοι ἀπ̓ οὐδεμιᾶς αἰτίας ῥάπτειν ἐπιβουλὰς τοῖς ἀνθρώποις ἐθέλουσι. Πολλοὺς δὲ καὶ ἀναρίθμους τῶν τὰ πολλὰ κεκτημένων, προφάσεις ἀπροφασίστως ἐπιχρώσας, τὰς οὐσίας ἁπάσας ἐζημίωσεν. Ἢν δὲ καὶ γυνὴ ἑταιριζομένη ἐποφθαλμιῶσά τῳ ὁμιλίαν τινὰ ἢ μῖξιν ἀνέπλασεν, εὐθὺς ἅπαντα φροῦδα τὰ τῶν νόμων καθίστατο, καὶ τὸν Ἰουστινιανὸν προσεταιρισαμένη τοῦ ἀτόπου κέρδους ὅλον τὸν πλοῦτον τοῦ συκοφαντηθέντος οἴκοι μετεσκευάσατο. Καὶ ἀφειδὴς δὲ χρημάτων ὑπῆρχεν: ὥστε καὶ πολλοὺς ἁγίους καὶ ἑκασταχοῦ νεὼς μεγαλοπρεπεῖς ἀναστῆσαι, ἄλλους τε εὐαγεῖς οἴκους ἐς ἐπιμέλειαν ἀνδρῶν τε καὶ γυναίων ἀώρων

180
τε καὶ ἐξώρων καὶ τῶν ὑπὸ νοσημάτων ποικίλων ἐνοχλουμένων: συντάξεις τε μεγάλας ἀποκληρῶσαι, ὅθεν δέοι ταῦτα γίγνεσθαι: πρᾶξαί τε καὶ ἄλλα μυρία εὐσεβῆ καὶ θεῷ ἀρέσκοντα, εἴπερ ἐξ οἰκείων δρῷεν οἱ τούτων ἐργάται καὶ καθαρὰς τὰς σφῶν πράξεις καρποφοροῖεν.

Ἀνέστησε δὲ καὶ κατὰ τὴν Κωνσταντίνου πολλοὺς [*](Niceph. xvii 20) μὲν ἐς κάλλος ἐξησκημένους τῷ θείῳ καὶ τοῖς ἁγίοις σηκούς. Ἐδομήσατο δὲ μέγα τι καὶ ἀπαράβλητον χρῆμα, οὐχ ἱστορηθὲν πώποτε, τὸν μέγιστον τῆς ἐκκλησίας νηόν, εὐπρεπῆ τε καὶ ἔνδοξον καὶ λόγου δύναμιν ἐκβαίνοντα.Καὶ πειράσομαι δὲ ὡς ἂν οἷός τε ὧ χωρογραφῆσαι τὸ [*](Procop. iii 174) τέμενος. Θόλος ἐστὶν ὁ τῶν ἀνακτόρων νηὸς τέτταρσι μετεωριζομένη ψαλίσιν, ἐς τοσοῦτον ὕψος ἐπαιρομένη ὡς ἔνερθεν μὲν τοῖς ἀτενίζουσι δυσέφικτον εἶναι τοῦ ἡμισφαιρίου τὴν ἀποπεράτωσιν, ὕπερθε δὲ τοὺς γινομένουσμηδαμῆ πειρᾶσθαι, εἰ καὶ μάλα τολμητής τις εἴη, ὑπερκύπτειν καὶ ἐς τὸν πυθμένα τὰς ὄψεις παραπέμπειν. Αἱ δὲ ψαλίδες κεναὶ ἐξ ἐδάφους μέχρι τῆς καλύπτρας τῆς [*](Paul. Silent. v. 387) ὀροφῆς ἐπαίρονται. Ἐν δεξιᾷ δὲ καὶ κατὰ τὸ εὐώνυμον κίονες αὐταῖς παρατετάχαται ἐκ Θεσσάλου λίθου πεποιημένοι,ὑπερῷά τε μετεωρίζουσιν ἑτέροις παραπλησίοις κίοσι, προκύπτειν τοῖς βουλομένοις διδόντες ἐς τὰ τελούμενα: ὅθεν καὶ ἡ βασιλὶς παροῦσα ταῖς ἑορταῖς τῇ ἱερουργίᾳ τῶν μυστηρίων ἐφίσταται. Αἱ δὲ πρὸς ἀνίσχοντα καὶ δυόμενον ἥλιον οὕτως ἀφείθησαν, οὐδενὸσἐμποδὼν τῷ θαύματι τοῦ τηλικούτου μεγέθους γινομένου. Στοαὶ δὲ τῶν λελεγμένων ὑπερῴων ἔνερθε κίοσι καὶ ψαλίσι σμικραῖς τοσοῦτον ἔργον ἀποπερατοῦσαι. Ὡς ἂν δὲ καὶ τὸ θαῦμα τῆς οἰκοδομίας τρανότερον ᾖ, καὶ τοὺς πόδας συνεῖδον ἐνθεῖναι τοῦ τε μήκους τοῦτε εὔρους τοῦ τε ὕψους καὶ τῶν ψαλίδων τό τε διάκενον τό τε ὕψος, ἔχοντας ὧδε: ἔστιν μὲν οὖν τὸ μῆκος ἐκ τῆς καταντικρὺ θύρας τῆς ἱερᾶς κόγχης ἔνθα τὰ τῆς

181
ἀναιμάκτου καλλιερεῖται θυσίας, μέχρις αὐτῆς, ποδῶν ἑκατὸν ἐνενήκοντα: τὸ δέ γε εὖρος κατὰ βορρᾶν καὶ νότον ποδῶν ἑκατὸν πεντεκαίδεκα: τὸ δὲ βάθος ἀπὸ τοῦ κέντρου τοῦ ἡμισφαιρίου μέχρις ἐδάφους ποδῶν ἑκατὸν ὀγδοήκοντα: καὶ τῶν ψαλίδων, τὸ μὲν ἑκάστης εὖρος ποδῶν --- , τὸ δέ γε μῆκος ἀπὸ ἀνατολῶν εἰς δύσιν πόδες διακοσίων ἑξήκοντα: τὸ δὲ πλάτος τοῦ ἐμφώτου αὐτῶν ποδῶν ἑβδομήκοντα πέντε: εἰσὶ δὲ καὶ πρὸς δυόμενον ἥλιον ἐκπρεπεῖς ἕτεραι δύο στοαί, καὶ πάντοθεν ὑπαίθριοι αὐλαὶ εἰς κάλλος ἐξησκημέναι. Εἴργασται δὲ αὐτῷ καὶ ὁ τῶν θεσπεσίων [*](Procop. iii 187) ἀποστόλων νηὸς οὐκ ἐθέλων ἑτέρῳ τὰ πρωτεῖα διδόναι: ἐν ᾧ οἵ τε βασιλεῖς οἵ τε ἱερωμένοι τῆς νενομισμένης ταφῆς [*](Sozom. ii 34) τυγχάνουσι. Περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἁμωσγέπως εἰπεῖν τοιαῦτα.

Ὑπῆν δὲ καὶ ἕτερον τῷ Ἰουστινιανῷ πᾶσαν [*](Niceph. xvii 21 Procop. iii 47, 110 Malal. 425 FHG v 38)θηριώδη γνώμην ἐκβαῖνον, εἴτε δὲ φύσεως ἁμαρτία, εἴτε δειλίας τε καὶ φόβων ἔκγονον, οὐκ ἔχω λέγειν, ἐκ τῆς δημώδους στάσεως τοῦ Νίκα τὴν ἀρχὴν ἕλκον. Ἐδόκει γὰρ θἀτέρῳ τῶν μερῶν, τῷ κυανέῳ φημί, ἀτεχνῶς προσκεκλίσθαι ἐς τοσοῦτον ὥστε καὶ μιαιφονίας αὐτοὺς ἐν μέσῃ ἡμέρᾳ καὶ ἐν μέσῃ τῇ πόλει ἐργάζεσθαι τῶν ἀπ̓ ἐναντίας, καὶ μὴ μόνον ποινὰς μὴ δεδιέναι ἀλλὰ καὶ γερῶν ἀξιοῦσθαι, ὡς πολλοὺς ἀνδροφόνους ἐντεῦθεν γενέσθαι. Ἐξῆν δὲ αὐτοῖς καὶ τοῖς οἴκοις ἐπιέναι καὶ τὰ ἐναποκείμενα κειμήλια ληΐζεσθαι καὶ τοῖς ἀνθρώποις τὰς σφῶν πιπράσκειν σωτηρίας. Καὶ ἤν τις τῶν ἀρχόντων εἴργειν ἐπειράθη, περὶ τὴν σωτηρίαν αὐτὴν ἐκινδύνευεν. Ὅθεν ἀμέλει εἷς τις τὴν ἑῴαν ἐπιτροπεύων ἀρχήν, ἐπεὶ ἐνίους τῶν νεωτεριζόντων νεύροις ἐσωφρόνισεν, ἀνὰ τὸ μεσαίτατον τῆς πόλεως νεύροις ᾐκίσθη τε καὶ περιηνέχθη. Καλλίνικος [*](Procop. iii 100) δὲ τῶν Κιλίκων ἡγούμενος, δύο ἀνδροφόνω Κίλικε, Παῦλον καὶ Φαυστῖνον, ἐπελθόντε οἱ καὶ διαχρήσασθαι βουλομένω,

182
ἐπεὶ ταῖς ἐκ νόμων ποιναῖς ἐκτέθεικεν, ἀνεσκολοπίσθη, ποινὴν ὑπὲρ ὀρθῆς συνέσεως καὶ τῶν νόμων ταύτην καταβαλών. Ἐντεῦθεν οἱ θἀτέρου μέρους τὰ οἰκεῖα φεύγοντες καὶ πρὸς οὐδένων ἀνθρώπων δεξιούμενοι, ἀλλὰ καὶ ὡς ἅγη πάντοθεν ἐλαυνόμενοι, τοῖς ὁδοιποροῦσιν ἐφήδρευονλωποδυσίας τε καὶ μιαιφονίας ἐργαζόμενοι, ὡς πάντα πλήρη θανάτων ἀώρων λεηλασίας τε καὶ τῶν λοιπῶν ἀτοπημάτων εἶναι. Ἔστιν δὲ οὗ πρὸς τὰ ἐναντία μεταχωρήσας καὶ αὐτοὺς διεχρήσατο, τοῖς νόμοις ἐκδοὺς οὓς ἀφῆκεν ἀνὰ τὰ ἄστη ἀνοσιουργεῖν βαρβάροις ἴσα. Καὶτὰ μὲν περὶ τούτων λεπτομερῶς λέγειν κρεῖττον καὶ λόγου καὶ χρόνου: ἀπόχρη δὲ ταῦτα τεκμηριῶσαι καὶ τὰ ἐπίλοιπα.

Γεγόνασι δὲ κατ̓ ἐκεῖνο καιροῦ ἄνδρες θεοφόροι [*](Niceph. xvii 22) καὶ μεγάλων σημείων ἐργάται πολλαχοῦ μὲν γῆς, ὦν δὲτὸ κλέος ἑκασταχοῦ διέλαμψεν. Βαρσανούφιος, Αἰγύπτιος γένος, οὕτως ἐν σαρκὶ τὸν ἄσαρκον διήθλησε βίον ἔν τινι φροντιστηρίῳ ἀγχοῦ Γάζης τοῦ πολίσματος, ὥστε πολλὰ μὲν καὶ μνήμης κρείττονα θαυματουργῆσαι, πιστεύεσθαι δὲ καὶ ζῆν αὐτὸν ἐν οἰκίσκῳ καθειργμένον, καίτοι γε ἀπὸτούτων πεντήκοντα καὶ πρός γε χρόνων οὔτε ὀφθέντα τῳ, οὔτε τῶν ἐπὶ γῆς τινος μετειληφότα. Οἷς δυσαπιστῶν Εὐστόχιος ὁ τῶν Ἱεροσολύμων πρόεδρος ἐπειδὴ διορύττειν ἔγνω τὸν οἰκίσκον οὗ καθεῖρκτο ὁ ἄνθρωπος τοῦ θεοῦ, πῦρ ἐκθορὸν μικροῦ τοὺς αὐτόσε πάντας ἐνέπρησε.