Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Εἰσὶν ὡς ἐν ἐπιτομῇ τὰ ἐν τῇ συνόδῳ τῇ ἐν Καλχηδόνι συλλεγείσῃ κεκινημένα ἐν τούτοις: Τὸν τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας [*](Conc. vi 581 Niceph. xv 30) Ῥώμης ἐπλήρουν Πασκασῖνος καὶ Λουκένσιος ἐπίσκοποι, καὶ Βονιφάτιος πρεσβύτερος: Ἀνατολίου τῆς Κωνσταντίνου προεδρεύοντος, καὶ τῆς Ἀλεξανδρέων Διοσκόρου ἐπισκοποῦντος, Μαξίμου τε αὖ Ἀντιοχείας, καὶ Ἰουβεναλίου Ἱεροσολύμων, καὶ τῶν ἀμφ̓ αὐτοὺς ἐπισκόπων: οἷς παρῆσαν οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερουσίας ἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι: τοῦτο γὰρ αὐτοῖς ἐπιτρέψαι τὸν Λέοντα: ἢ εἰ τοῦτο μὴ γένηται, αὐτοὺς ἔξω τῆς ἐκκλησίας γίνεσθαι. Καὶ πυθομένης τῆς γερουσίας τί τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ εἴη, διεξῆλθον λόγον ὀφείλειν τὸν Διόσκορον δοῦναι τῆς ἰδίας κρίσεως, πρόσωπον κριτοῦ παρὰ τὸ εἰκὸς ἀνειληφότα τῆς ἐπιτροπῆς

68
ἄνευ τοῦ τὴν ἐπισκοπὴν Ῥώμης πρυτανεύοντος. Ὧν εἰρημένων, καὶ Διοσκόρου κρίσει τῆς συγκλήτου ἀνὰ τὸν μέσον καθεσθέντος χῶρον, Εὐσέβιος ὁ τοῦ Δορυλαίου ἐπίσκοπος ἐξῄτει τὰς ἐπιδεδομένας παῤ αὐτοῦ τῇ βασιλείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα:[*](Conc. vi 584) Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παῤ αὐτοῦ: κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι. Οὗ δὴ διαλαληθέντος γενέσθαι. ἡ δέησις ἀναγνώσεως ἔτυχε ταυτὶ φθεγγομένη τὰ ῥήματα:Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ἁγίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. [*](Ibid.) Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπηκόωνπρονοεῖν καὶ χεῖρα ὀρέγειν ἅπασι τοῖς ἀδικουμένοις, μάλιστα δὲ τοῖς εἰς ἱερωσύνην τελοῦσι, καὶ ἐν τούτῳ τὸ θεῖον θεραπεύοντες, παῤ οὖ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ̓ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις: ἐπὶ τῆς ἔναγχος γενομένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει — ἣν ὄφελόν γεἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσῃ — ὁ χρηστὸς Διόσκορος παῤ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέρωσεν,εὑρὼν καιρὸν τὴν γεγενημένην παῤ ἐμοῦ κατὰ Εὐτυχοῦς ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ̓ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβιανοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ
69
δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος, τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ̓ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παῤ ἡμῶν αὐτῷ ἐπαγομένοις: δηλαδὴ τῶν παῤ αὐτοῦ καθ̓ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δἰ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσεβείας πεπληρωμένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ δεινὰ ἡμᾶς κατειργασμένον: θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ̓ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῇ ἀθανάτῳ ὑμῶν κορυφῇ. Καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς. Ἐκ κοινῆς τοίνυν δεήσεως Διοσκόρου τε καὶ Εὐσεβίου, [*](Conc. vi 585) τὰ ἐν τῇ δευτέρᾳ ἐν Ἐφέσῳ συνόδῳ πεπραγμένα διὰ τῆς ἀναγνώσεως ἐδηλοῦντο: δἰ ὧν ἐδείκνυτο τὴν ἐπιστολὴν [*](Ibid. 616) Λέοντος μὴ ἀναγνωσθῆναι, καὶ ταῦτα διαλαλιᾶς ἐνεχθείσης ἅπαξ καὶ δὶς περὶ τούτου. Ἐφ̓ οἶς Διόσκορος τὴν αἰτίαν ἀπαιτηθεὶς εἰπεῖν, διεξῆλθεν ἅπαξ καὶ δὶς τοῦτο διαλαλῆσαι γενέσθαι, ᾔτησέ τε καὶ Ἰουβενάλιον τὸν Ἱεροσολύμων ἐπίσκοπον καὶ Θαλάσσιον τῆς πρώτης Καππαδοκῶν Καισαρείας τὰ περὶ τούτων διασαφῆσαι: σὺν αὐτῷ γὰρ καὶ τούτους τὴν αὐθεντίαν λαβεῖν. Ἰουβενάλιος μὲν οὖν ἔφησεν ὡς θείου γράμματος ἡγησαμένου διελάλησεν ἐκεῖνο τῇ ἀναγνώσει καθυποβληθῆναι, ὕστερον
70
δὲ μηδένα τῆς ἐπιστολῆς μνημονεῦσαι: Θαλάσσιος δέ, μὴ κωλῦσαι ταύτην ἀναγνωσθῆναι, μηδὲ τοσαύτην ἐσχηκέναι παρρησίαν ὥστε καὶ μόνον οἷόν τε γενέσθαι τυπῶσαι τὴν ἀνάγνωσιν προελθεῖν. [*](Conc. vi 624) Τῆς τοίνυν τῶν πεπραγμένων ἀναγνώσεως προϊούσης,καί τινων ῥήσεων ὡς πλαστῶν ἐπιλαβομένων ἐνίων τῶν ἐπισκόπων, ἐρωτηθεὶς Στέφανος ὁ τῆς Ἐφεσίων πρόεδρος τίνες τῶν ὑπογραφόντων αὐτῷ τηνικαῦτα συνεξελάμβανον, διεξῆλθεν Ἰουλιανὸν ὑπογράψαι αὐτῷ ἐπίσκοπον ὕστερον γενόμενον Λεβήδου καὶ Κρισπῖνον: τοὺς δέ γεὑπογράφοντας Διοσκόρῳ τοῦτο μὴ συγχωρῆσαι γενέσθαι, ἀλλὰ καὶ τοὺς δακτύλους ἐπιλαβέσθαι τῶν ὑπογραφόντων, ὡς καὶ τὰ αἴσχιστα αὐτοὺς κινδυνεῦσαι παθεῖν. Ὁ αὐτὸς τοίνυν Στέφανος κατέθετο ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τῇ καθαιρέσει τοῦ Φλαβιανοῦ ὑποσημήνασθαι. Τούτοισἐπῆγεν Ἀκάκιος Ἀριαραθείας ἐπίσκοπος ἀγράφῳ χάρτῃ πάντας ὑπογράψαι πρὸς βίας τε καὶ ἀνάγκης, μυρίοις κακοῖς περιβληθέντας, στρατιωτῶν αὐτοὺς μετὰ φονικῶν ὀργάνων περιστοιχισάντων. [*](Ibid. 628) Εἶτα πάλιν ἑτέρας φάσεως ἀνεγνωσμένης, Θεόδωροσἐπίσκοπος Κλαυδιουπόλεως ἔφη μηδένα ταῦτα φθέγξασθαι. [*](Ibid. 633) Προκοπτούσης δὲ καὶ οὕτως τῆς ἀναγνώσεως, ἐπειδή τι χωρίον περιεῖχεν Εὐτυχῆ διεξελθεῖν: Καὶ τοὺς λέγοντας τὴν σάρκα τοῦ θεοῦ καὶ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανῶν κατεληλυθέναι, Εὐσέβιονἔλεγε τὰ γράμματα πρὸς ταῦτα διεξελθεῖν ὡς εἰρήκει μὲν τὸ ἐξ οὐρανῶν, οὐ προστέθεικε δὲ πόθεν: ἐπεῖξαι δὲ Διογένην ἐπίσκοπον Κυζίκου: Πόθεν οὖν; εἰπέ, καὶ μὴ συγχωρηθῆναι αὐτοὺς περαιτέρω τούτων ἐπιζητῆσαι. Εἶτα δηλοῦσι τὰ αὐτὰ πεπραγμένα Βασίλειον μὲν ἐπίσκοπον[*](Ibid. 636) Σελευκείας Ἰσαυρίας εἰπεῖν: Προσκυνῶ τὸν ἕνα κύριον
71
ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μόνον θεὸν Λόγον μετὰ τὴν σάρκωσιν καὶ τὴν ἕνωσιν ἐν δύο φύσεσι γνωριζόμενον, καὶ πρὸς ταῦτα τοὺς Αἰγυπτίους ἀναβοῆσαι: Τὸν ἀμέριστον μηδεὶς χωριζέτω, τὸν ἕνα υἱὸν οὐ δεῖ λέγειν δύο, τοὺς δὲ Ἀνατολικοὺς κραυγάσαι: Ἀνάθεμα τῷ μερίζοντι, ἀνάθεμα τῷ διαιροῦντι. Ἐρωτηθῆναι δὲ τὸν [*](Conc. vi 637) Εὐτυχῆ τὰ αὐτὰ πεπραγμένα λέγει εἴ φησι δύο φύσεις ἐν τῷ Χριστῷ, εἰπεῖν τε ἐκεῖνον ἐκ δύο μὲν φύσεων εἰδέναι τὸν Χριστὸν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν, μίαν: εἰπεῖν τε Βασίλειον ὡς εἰ μὴ μετὰ τὴν ἕνωσιν ἀχωρίστους καὶ ἀσυγχύτους λέγει δύο φύσεις, σύγχυσιν λέγει καὶ σύγκρασιν: εἰ μέντοι προσθήσει σεσαρκωμένην καὶ ἐνανθρωπήσασαν, καὶ νοήσει παραπλησίως Κυρίλλῳ τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν, τὰ αὐτὰ λέγειν αὐτοῖς: ἄλλο μὲν γάρ τι εἶναι τὴν θεότητα τὴν ἐκ τοῦ πατρός, ἄλλο δέ τι τὴν ἀνθρωπότητα τὴν ἐκ τῆς μητρός. Ὧν ἐρωτηθέντων ὅτου οὖν χάριν τῇ καθαιρέσει τῇ κατὰ Φλαβιανοῦ ὑπέγραψαν, τοὺς Ἀνατολικοὺς δηλοῦσι τὰ γράμματα βοῆσαι: Πάντες ἡμάρτομεν, πάντες συγγνώμην [*](Ibid.) αἰτοῦμεν. Εἶτα πάλιν ἡ ἀνάγνωσις προκόπτουσα δηλοῖ τοὺς ἐπισκόπους ἐρωτηθῆναι τίνος χάριν τὸν Εὐσέβιον εἰσελθεῖν βουληθέντα οὐκ εἴασαν. Πρὸς ἃ [*](Ibid. 644) Διόσκορος ἔφη κομμονιτώριον τὸν Ἐλπίδιον ἐπιφέρεσθαι, κἀκεῖνον διαβεβαιώσασθαι Θεοδόσιον κελεῦσαι τὸν βασιλέα τὸν Εὐσέβιον παρόδου μὴ τυχεῖν. Τὰ αὐτὰ καὶ Ἰουβενάλιον εἰπεῖν δηλοῦσι τὰ πεπραγμένα. Ὁ μέντοι γε Θαλάσσιος ἔφη τὴν αὐθεντίαν μὴ ἔχειν. Ἅπερ πρὸς τῶν ἀρχόντων καταγνώσεως ἔτυχε: μηδὲ γὰρ ἀπολογίαν εἶναι ταύτην πίστεως προκειμένης. Ἐφ̓ οἶς τὸν Διόσκορον μέμψασθαι δηλοῦσι τὰ κεκινημένα διεξελθόντα: Νῦν ποῖοι κανόνες σώζονται, ὅτι ἐσῆλθε Θεοδώρητος; τήν τε
72
σύγκλητον ἀποφήνασθαι ὡς κατήγορον Θεοδώρητον εἰσελθεῖν. Ἐπισημήνασθαί τε Διόσκορον ὡς ἐν τάξει ἐπισκόπου καθέζεται: καὶ τὴν σύγκλητον πάλιν εἰπεῖν ὡς καὶ Εὐσέβιος καὶ Θεοδώρητος κατηγόρων τάξιν ἐπέχουσιν, ὥσπερ οὖν καὶ Διόσκορος κατηγορουμένου τάξινἐκληρώσατο. Πάντων τοίνυν τῶν κατὰ τὴν δευτέραν σύνοδον τῶν ἐν Ἐφέσῳ ἀνεγνωσμένων, καὶ τῆς ἀποφάσεως αὐτῆς κατὰ Φλαβιανοῦ καὶ Εὐσεβίου ὡσαύτως ἀναγινωσκομένης, [*](Conc. vi 908) πρὸς τῇ ῥήσει ἔνθα γε Ἱλάριος ἐπίσκοπος εἶπεν, οἱτῆς ἀνατολῆς ἐπίσκοποι καὶ οἱ σὺν αὐτοῖς ἐβόησαν: Ἀνάθεμα Διοσκόρῳ. Ταύτῃ τῇ ὥρᾳ καθεῖλε, ταύτῃ τῇ ὥρᾳ καθαιρεθῇ. Ἅγιε Κύριε, σὺ αὐτὸν ἐκδίκησον. Ὀρθόδοξε βασιλεῦ, σὺ αὐτὸν ἐκδίκησον. Λέοντος πολλὰ τὰ ἔτη. Τοῦ πατριάρχου πολλὰ τὰ ἔτη. Εἶτα καὶ τῶνἑξῆς ἀνεγνωσμένων, τῶν δηλούντων πάντας τοὺς συνειλεγμένους ἐπισκόπους συναινέσαι τῇ καθαιρέσει Φλαβιανοῦ καὶ Εὐσεβίου, οἱ ἐνδοξότατοι ἄρχοντες διελάλησαν ἐπὶ λέξεως οὕτως: [*](Ibid. 936) Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεωστελειότερον συνόδου γενομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆστότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται, ἀδίκως δὲ καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκοροντὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων,
73
καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ἐκπεσεῖν διὰ τῆς ἱερᾶς ταύτης συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῆ θείᾳ κορυφῇ γνωριζομένων. Ἐφ̓ οἶς ἐπεβόησαν οἱ Ἀνατολικοί: Αὕτη δικαία [*](Conc. vi 936) κρίσις. Οἱ δὲ τῶν Ἰλλυριῶν ἐπίσκοποι ἐπεκραύγασαν: Πάντες ἐσφάλημεν, πάντες συγγνώμης ἀξιωθῶμεν. Καὶ πάλιν τῶν Ἀνατολικῶν ἐπιβοησάντων: Αὕτη δικαία ψῆφος: τὸν φονέα ὁ Χριστὸς καθεῖλε, τοὺς μάρτυρας ὁ θεὸς ἐξεδίκησεν, οἱ συγκλητικοὶ διελάλησαν ὥστε ἕκαστον τῶν ἐπισκόπων τῶν συνειλεγμένων ἰδιαζόντως τὴν οἰκείαν ἐκθέσθαι πίστιν, γινώσκοντα ὡς ὁ θειότατος βασιλεὺς κατὰ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ πατέρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα, καὶ τὰς ἐπιστολὰς τῶν ἁγίων πατέρων, Γρηγορίου, Βασιλείου, Ἱλαρίου, Ἀθανασίου, Ἀμβροσίου, καὶ τὰς δύο τὰς Κυρίλλου, τὰς ἐπὶ τῇ πρώτῃ συνόδῳ τῇ ἐν Ἐφέσῳ δημοσιευθείσας πιστεύει: καὶ γὰρ καὶ τὸν εὐλαβέστατον ἐπίσκοπον τῆς πρεσβυτέρας Ῥώμης Λέοντα Εὐτυχῆ ἐπὶ τούτοις καθελεῖν. Οὕτω τοίνυν καὶ ταύτης τῆς συνελεύσεως καταπαυθείσης, εἰς ἑτέραν συνελθόντων μόνων τῶν ὁσιωτάτων [*](Ibid. 976, 988) ἐπισκόπων, λιβέλλους ἐπέδωκεν Εὐσέβιος ὁ τοῦ Δορυλαίου ἐπίσκοπος ὑπὲρ ἑαυτοῦ τε καὶ Φλαβιανοῦ, δἰ οὗ ἐπεμέμψατο Διοσκόρῳ ὡς τὰ αὐτὰ Εὐτυχεῖ φρονήσαντι, καὶ ὅτι γε αὐτοὺς τῆς ἱερωσύνης ἀφείλετο. Προστέθεικε δὲ ὅτι καὶ φωνὰς μὴ εἰρημένας τῇ τὸ τηνικαῦτα ἁλισθείσῃ συνόδῳ προστέθεικεν ἐν τοῖς ὑπομνήμασι, καὶ εἰς ἀγράφους
74
χάρτας παρεσκεύασεν αὐτοὺς ὑποσημήνασθαι. Καὶ ἐδεήθη ὡς ἐκ ψήφου τῶν συνειλεγμένων ἀκυρωθῆναι πάντα τὰ ἐν τῇ δευτέρᾳ συνόδῳ τῇ ἐν Ἐφέσῳ πεπραγμένα, καὶ ἔχειν αὐτοὺς τὴν ἱερωσύνην, καὶ ἀναθεματισθῆναι τὸ μιαρὸν ἐκείνου δόγμα. Καὶ ἠξίωσε μετὰ τὴνἀνάγνωσιν καὶ τὸν ἀντίδικον παρεῖναι. Οὗ δὴ διαλαληθέντος γενέσθαι, εἴρηκεν Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων ὡς διέβη πρὸς Διόσκορον, ὥσπερ οὖν καὶ πρὸς τοὺς ἄλλους, καὶ εἶπε μὴ συγχωρεῖσθαι ὑπὸ [*](Conc. vi 988) τῶν φυλαττόντων αὐτὸν παραγενέσθαι. Καὶ διελαλήθηζητηθῆναι τὸν Διόσκορον πρὸ τοῦ συνεδρίου. Καὶ μὴ εὑρεθέντος αὐτοῦ, Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινουπόλεως διελάλησεν ὀφείλειν αὐτὸν μετακληθῆναι καὶ ἐν τῇ συνόδῳ παραγενέσθαι. Καὶ τούτου γενομένου, παραγενόμενοι οἱ ἀποσταλέντες εἰρήκασιν εἰπεῖν αὐτόν:Φυλάττομαι ἐγώ: εἰ δὲ συγχωροῦσί μοι κατελθεῖν, εἰπάτωσαν. Καὶ εἰπόντων αὐτῷ τῶν ἐσταλμένων ὡς πρὸς αὐτόν, οὐ πρὸς τοὺς μαγιστριανοὺς ἀπεστάλησαν, διεξῆλθον εἰπεῖν αὐτόν: Ἕτοιμός εἰμι παραγενέσθαι εἰς τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἀλλὰ κωλύομαι. Οἷς[*](Ibid. 992) προστέθεικεν Ἱμέριος ὡς, κατελθόντων αὐτῶν παρὰ Διοσκόρου, ὑπήντησεν ὁ βοηθὸς τοῦ μαγίστρου τῶν θείων ὀφφικίων, καὶ μετ̓ αὐτοῦ πάλιν γεγόνασιν πρὸς Διόσκορον οἱ ἐπίσκοποι, καὶ περὶ τούτων ἐν σημείοις τὸν Διόσκορονεἰπεῖν ταῦτα: [*](Ibid. 993) Συναγαγὼν ἐμαυτὸν καὶ γνοὺς τὸ συμφέρον τάδε ἀποκρίνομαι: ἐπειδὴ ἐν τῇ πρὸ ταύτης συνόδῳ καθεζόμενοι οἱ μεγαλοπρεπέστατοι ἄρχοντες ὥρισαν πολλὰ μετὰ πολλὴν ἑκάστου διαλαλιάν, νῦν δὲ εἰς δευτέρανκαλοῦμαι σύνοδον εἰς τὴν τῶν προειρημένων ἀνασκευήν, παρακαλῶ τοὺς πρώην ἐν τῇ συνόδῳ παραγενομένους
75
μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι, ἵνα πάλιν τὰ αὐτὰ γυμνασθῇ. Πρὸς ὃν Ἀκάκιον δηλοῖ τὰ πεπραγμένα διεξελθεῖν ἐπὶ λέξεως ταῦτα: Οὐχ οὕτως ἐκέλευσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος τὴν ὑμετέραν ἁγιότητα παρεῖναι ὥστε ἀνασκευασθῆναι τὰ ἐπὶ τῶν μεγαλοπρεπεστάτων ἀρχόντων καὶ ἐπὶ τῆς ἱερᾶς συγκλήτου πραχθέντα, ἀλλ̓ ἡμᾶς ἀπέστειλεν ὥστε καταλαβεῖν σε τὸ συνέδριον καὶ μὴ ἀπολειφθῆναι αὐτοῦ τὴν σὴν ὁσιότητα. Πρὸς ὃν Διόσκορος εἴρηκεν, ὡς τὰ ὑπομνήματα λέγουσιν: Εἰρήκατέ μοι νῦν ὅτι λιβέλλους ἐπιδέδωκεν Εὐσέβιος. Παρακαλῶ πάλιν παρόντων τῶν ἀρχόντων καὶ τῆς συγκλήτου δοκιμασθῆναι τὰ κατ̓ ἐμέ. Εἶτα ἑτέρων τοιούτων ἐγκειμένων, αὖθις ἀπεστάλησαν οἱ ὀφείλοντες τὸν αὐτὸν προτρέψασθαι Διόσκορον τοῖς πραττομένοις παρεῖναι. Καὶ τούτου γενομένου, ἐπαναζεύξαντες οἱ πεμφθέντες εἰρήκασιν ἔχειν ἐν σημείοις τὴν αὐτοῦ φωνήν, ἃ δηλοῦσιν αὐτὸν εἰπεῖν: Ἤδη φθάσας δεδήλωκα τῇ ὑμετέρᾳ θεοσεβείᾳ ὡς ὅτι [*](Conc. vi 1000) καὶ ἀρρωστίᾳ συνέχομαι, καὶ ἐξαιτῶ ὥστε καὶ τοὺς μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι τῇ τῶν ἐξετασθησομένων κρίσει. Ἐπειδὴ δέ μοι τὰ τῆς ἀρρωστίας ἐπετάθη, τούτου χάριν τὴν ὑπέρθεσιν πεποίημαι. Καὶ Κεκρόπιον εἰπεῖν τὰ ὑπομνήματα δηλοῖ πρὸς τὸν Διόσκορον πρώην μηδὲν περὶ ἀρρωστίας εἰπεῖν: ὀφείλειν οὖν αὐτὸν τοῖς κανόσι τὸ ἱκανὸν ποιῆσαι. Πρὸς ὃν ὁ Διόσκορος ἀπεφήνατο: Ἅπαξ εἶπον ὀφείλειν παρεῖναι τοὺς ἄρχοντας. εἶπον τὸν Ῥουφῖνον εἰπεῖν πρὸς αὐτὸν ἐπίσκοπον Σαμοσάτων κανονικὰ τὰ κινούμενα καθεστάναι, καὶ δύνασθαι αὐτὸν παραγενόμενον ἃ βούλεται διεξελθεῖν.
76
Πυθομένου δὲ τοῦ Διοσκόρου εἰ Ἰουβενάλιος καὶ Θαλάσσιος παρεγένοντο καὶ Εὐστάθιος, ἀπεκρίνατο ὡς οὐδὲν πρὸς ἔπος. Πρὸς ἃ Διόσκορον εἰπεῖν τὰ πεπραγμένα δηλοῦσι παρακαλέσαι τὸν φιλόχριστον βασιλέα ὥστε καὶ τοὺς ἄρχοντας παρεῖναι καὶ τοὺς σὺν αὐτῷ δεδικακότας:καὶ πρὸς ταῦτα τοὺς πεμφθέντας εἰπεῖν μόνου κατηγορεῖν αὐτοῦ τὸν Εὐσέβιον, καὶ ὀφείλειν πάντως παραγενέσθαι: καὶ πρὸς ταῦτα τὸν Διόσκορον εἰπεῖν ὀφείλειν καὶ τοὺς ἄλλους παρεῖναι τοὺς σὺν αὐτῷ δεδικακότας: μηδὲ γὰρ ἰδικὸν ἔχειν πρᾶγμα πρὸς αὐτὸν τὸν Εὐσέβιον,ἀλλ̓ ἢ ἄρα περὶ ὧν πάντες δεδικάκασιν. Καὶ πάλιν ἐπιμεινάντων τῶν πεμφθέντων περὶ τούτου, ἀπέφησεν ὁ Διόσκορος εἰπών: Ἅπαξ εἶπον ἃ εἶπον: καὶ περαιτέρω τούτων εἰπεῖν οὐκ ἔχω. Πρὸς ἃ Εὐσέβιος ὁ τοῦ Δορυλαίου διεξῆλθε πρὸσμόνον Διόσκορον ἔχειν, καὶ πρὸς μηδένα ἕτερον: καὶ ἠξίωσε τρίτῃ κλήσει κληθῆναι Διόσκορον. Καὶ ὑπολαβὼν [*](Conc. vi 1004) Ἀέτιος ἐδίδασκε πρώην τινὰς λέγοντας ἑαυτοὺς κληρικοὺς μετὰ καὶ ἑτέρων λαϊκῶν τῆς Ἀλεξανδρέων ὁρμωμένους ἐπιδοῦναι λιβέλλους κατὰ Διοσκόρου, καὶτούτους πρὸ τοῦ συνεδρίου ἑστῶτας ἐκβοήσεσι κεχρῆσθαι. Καὶ πρῶτον μὲν ἐπιδεδωκότος Θεοδώρου διακόνου γενομένου τῆς ἐν Ἀλεξανδρείᾳ ἁγίας ἐκκλησίας, εἶτα δὲ καὶ Ἰσχυρίωνος ὡσαύτως διακόνου καὶ Ἀθανασίου πρεσβυτέρου καὶ ἀδελφιδοῦ Κυρίλλου καὶ πρός γε Σωφρονίου,δἰ ὧν περί τε βλασφημιῶν ἐνεκάλεσαν Διοσκόρῳ περί τε σωματικῶν καὶ βιαίας ἀφαιρέσεως χρημάτων, τρίτη [*](Ibid. 1036) κλῆσις γέγονε προτρέπουσα τὸν Διόσκορον παραγενέσθαι. Τοιγαροῦν ἐπαναζεύξαντες οἱ ἐπὶ τούτῳ ἀφωρισμένοι [*](Ibid. 1040) εἰρήκασιν εἰπεῖν τὸν Διόσκορον: Αὐτάρκως ἐδίδαξα τὴνὑμετέραν θεοσέβειαν, οἶς προσθεῖναί τι οὐ δύναμαι.
77
Ἀρκοῦμαι γὰρ ἐν τούτοις. Καὶ προτρεψάντων τῶν ἐπὶ τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διόσκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκώς: Ἃ εἶπον, εἶπον: οἷς προσθεῖναί τι οὐ δύναμαι. Ἀρκοῦμαι γὰρ ἐν τούτοις. Καὶ προτρεψάντων τῶν ἐν τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διόσκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκὼς τὰ αὐτά. Καὶ αὖθις δὲ τὰ αὐτὰ εἰρηκότος τοῦ αὐτοῦ Διοσκόρου, ἐπιμεινάντων τῇ προτροπῇ τῶν ἐπὶ τούτῳ σταλέντων, Πασκασῖνος ἐπίσκοπος εἶπεν ὡς ἤδη τρίτον κληθεὶς Διόσκορος οὐ παρεγένετο ὑπὸ συνειδήσεως βαλλόμενος, καὶ ἐπυνθάνετο [*](Conc. vi 1041) τίνος ἄξιος εἴη. Πρὸς ὃ τῶν ἐπισκόπων ἀποκριναμένων ὑποπεπτωκέναι αὐτὸν τοῖς κανόσι, Προτερίου δὲ ἐπισκόπου Σμύρνης εἰπόντος: Ὅτε ἐφονεύετο ὁ ἅγιος Φλαβιανός, οὐδὲν ἀκόλουθον ἐπράχθη ἐπ̓ αὐτῷ, οἱ τὸν τόπον ἐπέχοντες Λέοντος ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ἀπεφήναντο ἐπὶ λέξεως ταῦτα: Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενομένῳ [*](Ibid. 1045) τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλείπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθαιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Φλαβιανοῦ, αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἀνεδέξατο, πρὶν ἢ συνεδρεῦσαι ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκόπων. Ἀλλ̓ ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖσε μὴ κατὰ γνώμην ὑπ̓ αὐτῶν πεπραγμένοις: οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος
78
ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ: οὗ δὴ χάριν καὶ ἐν τῇ ἑαυτοῦ κοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐν ἐκείνοις ἐφ̓ οἷς ἔδει στένειν, καὶ εἰς γῆν κεκυφέναι ὀφείλει. Πρὸστούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαριωτάτου πάπα Λέοντος, τὴν γραφεῖσαν παῤ αὐτοῦ πρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνῶναι ταύτην ὑπὸ τῶν κεκομικότων, καὶ μεθ̓ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσινὑποσχόμενος. Ἧς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ βλάβης αἱ ἀνὰ τὴν οἰκουμένην ἁγιώταται ἐπληρώθησαν ἐκκλησίαι. Ἀλλ̓ ὅμως τοιούτων παῤ αὐτοῦ τολμηθέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας ἀνοσίας αὐτοῦ πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺσλοιποὺς θεοφιλεστάτους ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν παραπλησίως αὐτῷ τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲ τοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆσμεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρανομιῶν μεστῶν κατ̓ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ ἰδίου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰσυνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ̓ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώτατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ πρεσβυτέρας Ῥώμης Λέων δἰ ἡμῶν καὶ τῆς παρούσησσυνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος τυγχάνει,
79
ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσηται. Ὧν δὴ κυρωθέντων παρὰ Ἀνατολίου Μαξίμου τε αὖ καὶ τῶν λοιπῶν ἐπισκόπων, ἄνευ ἐκείνων τῶν ἄμα Διοσκόρῳ παρὰ τῆς συγκλήτου καθαιρεθέντων, ἀναφορὰ περὶ [*](Conc. vi 1097) τούτων πρὸς Μαρκιανὸν ἐγράφετο παρὰ τῆς συνόδου, καὶ ἡ καθαίρεσις ἐπέμπετο Διοσκόρῳ παρὰ τῆς αὐτῆς συνόδου, ἔχουσα ὧδε: Γίνωσκε σαυτὸν διὰ τὴν κατὰ τῶν θείων κανόνων [*](Ibid. 1093) ὑπεροψίαν καὶ διὰ τὴν ἀπείθειάν σου τὴν περὶ τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον, ὑπὲρ ὧν, πρὸς τοῖς ἄλλοις πλημμελήμασιν οἶς ἑάλως, καὶ τρίτον κληθεὶς παρὰ τῆς ἁγίας ταύτης καὶ μεγάλης συνόδου κατὰ τοὺς θείους κανόνας ἐπὶ τὸ ἀποκρίνασθαι τοῖς ἐπαγομένοις οὐκ ἀπήντησας, μηνὶ Ὀκτωβρίῳ τῷ ἐνεστῶτι τρισκαιδεκάτῃ, παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καθῃρῆσθαι τῆς ἐπισκοπῆς, καὶ παντὸς ἐκκλησιαστικοῦ θεσμοῦ ὑπάρχειν ἀλλότριον. Εἶτα τῶν περὶ τούτων γραφέντων καὶ πρὸς τοὺς θεοφιλεῖς ἐπισκόπους τῆς ἐν Ἀλεξανδρείᾳ ἁγιωτάτης [*](Ibid. 1096) ἐκκλησίας, καὶ προθέματος κατὰ τοῦ Διοσκόρου γενομένου, τὰ τῆς τοιαύτης συνελεύσεως πέρας ἐδέχετο. Οὕτω μὲν οὖν τὰ τῆς φθασάσης συνελεύσεως ἐπερατώθη. Μετὰ ταύτην δὲ καὶ αὖθις συναλισθέντες ἔφασκον [*](Ibid. 952) πρὸς πεῦσιν τῶν ἀρχόντων διδαχθῆναι βουλομένων τὰ τῆς ὀρθῆς θρησκείας, ὡς οὐ δέοι τι περαιτέρω τυπωθῆναι, ἅπαξ τῶν κατ̓ Εὐτυχῆ πέρας δεξαμένων καὶ διατυπωθέντων παρὰ τοῦ ἐν Ῥώμῃ ἐπισκόπου, οἷς καὶ πάντες ἐστοίχησαν. Βοώντων τε αὖ πάντων τῶν ἐπισκόπων πάντας τὰ αὐτὰ λέγειν, καὶ τῶν ἀρχόντων διαλαλησάντων
80
ἕκαστον πατριάρχην ἐκλεγόμενον ἒν ἢ δεύτερον τῆς ἰδίας διοικήσεως πρόσωπον ἐς μέσον παρελθεῖν, ὥστε τὴν ἑκάστου φανερωθῆναι γνώμην, Φλωρέντιος ἐπίσκοπος Σάρδεων ἐνδόσιμον ᾔτησεν, ἐφ̓ ᾧ μετὰ σκέμματος προσελθεῖν αὐτοὺς τῇ ἀληθείᾳ. Καὶ Κεκρόπιος ἐπίσκοποσΣεβαστοπόλεως ἔφη ταῦτα: Ἡ πίστις καλῶς εἴρηται παρὰ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, καὶ ἐβεβαιώθη παρὰ τῶν ἁγίων πατέρων, Ἀθανασίου, Κυρίλλου, Κελεστίνου, Ἱλαρίου, Βασιλείου, Γρηγορίου, καὶ νῦν πάλιν διὰ τοῦἁγιωτάτου Λέοντος. Καὶ ἀξιοῦμεν καὶ τὰ τῶν ἁγίων πατέρων τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τὰ τοῦ ὁσιωτάτου Λέοντος ἀναγνωσθῆναι. Ὧν ἀνεγνωσμένων ἡ πᾶσα σύνοδος ἐπεκραύγασε [*](Conc. vi 956) ταῦτα: Αὕτη ἡ πίστις τῶν ὀρθοδόξων: οὕτως πάντεσπιστεύομεν: ὁ πάπας Λέων οὕτως πιστεύει: Κύριλλος οὕτως ἐπίστευσεν: ὁ πάπας Λέων οὕτως ἡρμήνευσεν. Ἑτέρας τε διαλαλιᾶς ἐνεχθείσης ὥστε καὶ τὰ ἐκτεθειμένα παρὰ τῶν ἁγίων ἑκατὸν πεντήκοντα τυχεῖν ἀναγνώσεως, ἀνεγνώσθη καὶ ταῦτα. Πρὸς ἃ πάλιν οἱ τῆς συνόδουβοήσαντες ἔφησαν: Αὕτη ἡ πάντων πίστις: αὕτη ἡ πίστις τῶν ὀρθοδόξων: οὕτως πάντες πιστεύομεν. Μεθ̓ οὓς Ἀέτιος ὁ ἀρχιδιάκονος ἔφη ἔχειν μετὰ χεῖρας τὴν πρὸς Νεστόριον ἐπιστολὴν Κυρίλλου τοῦ θεσπεσίου, ἣν πάντες οἱ ἐν Ἐφέσῳ συλλεγέντες ἐκύρωσαν οἰκείαισὑποσημειώσεσιν, ἔχειν δὲ καὶ ἑτέραν ἐπιστολήν, τὴν αὐτοῦ Κυρίλλου γεγραμμένην πρὸς Ἰωάννην τὸν Ἀντιοχείας, καὶ αὐτὴν βεβαιωθεῖσαν, ἃς ἐξῄτει ἀναγνώσεως τυχεῖν. Διαλαλιᾶς τε πρὸς ταῦτα γεγενημένης, ἄμφω ἀνεγνώσθησαν: καὶ τῆς μὲν προτέρας αὐτοῖς ἔνια τοῖς ὀνόμασίνἐστι ταῦτα: Τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ συλλειτουργῷ
81
Νεστορίῳ Κύριλλος. Καταφλυαροῦσιν, ὡς μανθάνω, [*](Conc. vi 960, 660) τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας, καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα, καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοήν. Καὶ μεθ̓ ἕτερα: Ἔφη τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ καὶ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ τοῦ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δἰ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν, σαρκωθῆναι, ἐνανθρωπῆσαι, παθεῖν, ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθεῖν εἰς οὐρανούς. Τούτοις καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς παραδείγμασιν, ἐννοοῦντας τί τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν θεὸν Λόγον. Οὐ γάρ φαμεν ὅτι ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ̓ οὐδὲ εἰς ὅλον ἄνθρωπον μεταβληθῆναι τὸν ἐκ ψυχῆς καὶ σώματος: ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ ἑνώσας ὁ Λόγος ἑαυτῷ καθ̓ ὑπόστασιν ἀφράστως καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην ἢ εὐδοκίαν, ἀλλ̓ οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου: καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον καὶ Χριστὸν καὶ υἱὸν ἐκ θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς. Καὶ μετ̓ ὀλίγα: Ἐπειδὴ δὲ δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῷ καθ̓ ὑπόστασιν τὸ ἀνθρώπινον προῆλθεν ἐκ γυναικός, ταύτῃ λέγεται γεννηθῆναι σαρκικῶς. Οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου, εἶθ̓ οὕτως καταπεφοίτηκεν ἐπ̓ αὐτὸν
82
ὁ Λόγος, ἀλλ̓ ἐξ αὐτῆς τῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. Οὕτω φαμὲν αὐτὸν παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ θεοῦ Λόγου παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἤγουν τὰ ἕτερα τῶντραυμάτων: ἀπαθὲς γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματον. Ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθεν, ταῦτα πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν: ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι. [*](1,6) Τῆς δέ γε ἑτέρας τὰ πολλὰ μὲν κατὰ τὴν πρώτηνἱστορίαν ἀνενήνεκται. Ἔστι δὲ ἐν αὐτῇ ῥῆσις τοιάδε, ἣν γέγραφε μὲν Ἰωάννης ὁ τῆς Ἀντιόχου, προσήκατο δὲ πάσαις ψήφοις ὁ Κύριλλος: [*](Conc. vi 669) Ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον, διὰ τὸ τὸν θεὸν Λόγον σαρκωθῆναι ἐξ αὐτῆς καὶ ἐνανθρωπῆσαι,καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς ἐπὶ τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεοφόρους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ̓ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰτὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας. Οἷς ἐπήγαγε: Ταύταις ὑμῶν ταῖς ἱεραῖς ἐντυγχάνοντες φωναῖς οὕτω μὲν καὶ [*](Ephes. iv 5) ἑαυτοὺς φρονοῦντας εὑρίσκομεν: εἷς δὲ Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἐδοξάσαμεν οὖν τὸν τῶν ὅλων σωτῆραθεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παῤ ἡμῖν καὶ αἱ παῤ ὑμῖν ἐκκλησίαι. Ὧν ἀνεγνωσμένων, οἱ τῆς αὐτῆς ἐπεβόησαν συνόδου[*](Conc. vi 960) ῥήμασι τούτοις: Πάντες οὕτω πιστεύομεν: ὁ πάπας Λέων
83
οὕτως πιστεύει. Ἀνάθεμα τῷ μερίζοντι καὶ τῷ συγχέοντι. Αὕτη ἡ πίστις Λέοντος τοῦ ἀρχιεπισκόπου, Λέων οὕτως πιστεύει, Λέων καὶ Ἀνατόλιος οὕτω πιστεύουσι, πάντες οὕτως πιστεύομεν: ὡς Κύριλλος, οὕτως πιστεύομεν: αἰωνία μνήμη Κυρίλλου: ὡς αἱ ἐπιστολαὶ Κυρίλλου εἰσίν, οὕτως φρονοῦμεν, οὕτως ἐπιστεύσαμεν, οὕτως πιστεύομεν. Λέων ὁ ἀρχιεπίσκοπος οὕτως φρονεῖ, οὕτως πιστεύει, οὕτως ἔγραψε. Διαλαλιᾶς δὲ ἐνεχθείσης καὶ τὴν Λέοντος ἐπιστολὴν ἀναγνωσθῆναι, μεταφρασθεῖσα τῆς ἀναγνώσεως ἔτυχεν: ἥτις τοῖς πραχθεῖσιν ἐμφέρεται. Μετὰ γοῦν τὴν ἀνάγνωσιν τῶν ἐπισκόπων ἐπιβοησάντων: Αὕτη ἡ πίστις [*](Conc. vi 972) τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ἀποστόλων: πάντες οὕτω πιστεύομεν, οἱ ὀρθόδοξοι οὕτω πιστεύομεν. Ἀνάθεμα τῷ μὴ οὕτως πιστεύοντι. Πέτρος διὰ Λέοντος ταῦτα ἐξεφώνησεν, οἱ ἀπόστολοι οὕτως ἐδίδαξαν: εὐσεβῶς καὶ ἀληθῶς Λέων ἐδίδαξε, Κύριλλος οὕτως ἐδίδαξε, Λέων καὶ Κύριλλος ὁμοίως ἐδίδαξαν. Ἀνάθεμα τῷ μὴ οὕτως πιστεύοντι. Αὕτη ἡ ἀληθὴς πίστις, οἱ ὀρθόδοξοι οὕτως φρονοῦσιν, αὕτη ἡ πίστις τῶν πατέρων. Ταῦτα ἐν Ἐφέσῳ διὰ τί οὐκ ἀνεγνώσθη; Ταῦτα Διόσκορος ἔκρυψεν, ἐμφέρεται ἐν τοῖς αὐτοῖς πεπραγμένοις ὡς ἡνίκα τὸ μέρος τῆς ἐπιστολῆς Λέοντος ἀνεγνώσθη περιέχον: Καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας [*](Ibid.) φύσεως ἐκτισθῆναι, ἡ θεία φύσις ἡνώθη τῇ φύσει τῇ παθητῇ ἵνα, τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εἶς καὶ ὁ αὐτὸς ὢν μεσίτης θεοῦ καὶ ἀνθρώπων [*](Timoth. ii 5) ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνήσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ, καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ... πρὸς τὴν τοιαύτην ῥῆσιν ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν καὶ Παλαιστινῶν ἐπισκόπων, Ἀέτιος ἀρχιδιάκονος τῆς
84
Κωνσταντίνου ἁγιωτάτης ἐκκλησίας ῥῆσιν παρήγαγεν [*](Conc. vi 972) Κυρίλλου περιέχουσαν οὕτως: [*](Hebr. ii 9) Ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ ἀπόστολος Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον,οὐχ ὡς εἰς πεῖραν ἐλθὼν θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν — ἀποπληξία: γὰρ τοῦτο λέγειν ἢ φρονεῖν — ἀλλ̓ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. Καὶ πάλιν πρὸς τὴν ῥῆσιν τῆς ἐπιστολῆς Λέοντος [*](Conc. vi 972) τὴν ἔχουσαν:Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θἀτέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ̓ ὅπερ ἐστὶν τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶν τοῦ σώματος. Καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασιν, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν...ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν καὶ τῶν Παλαιστινῶν ἐπισκόπων, ὁ αὐτὸς Ἀέτιος κεφάλαιον ἀνέγνω Κυρίλλου περιέχον οὕτως: Αἱ μέν εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην τινὰ τάξινἔχουσιν ἐμφανίζουσαι τὸν υἱὸν τοῦ θεοῦ θεὸν ὄντα καὶ ἄνθρωπον ὁμοῦ ἐν αὐτῷ. Καὶ μετὰ ταῦτα πρὸς ἕτερον μέρος τῆς ἐπιστολῆς Λέοντος ἀμφιβαλλόντων τῶν εἰρημένων ἐπισκόπων ἔχον: Εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῷ δεσπότῃ ἸησοῦΧριστῷ τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου ἓν πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν. Ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῷ ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης, ἐκ δὲ τοῦ πατρός ἐστιν αὐτῷ ἡ μετὰ τοῦ πατρὸσαὐτῷ ἴση θεότης... Θεοδώρητος ζυγοστατῶν ἔλεγεν καὶ τῷ μακαρίῳ Κυρίλλῳ ἐπὶ λέξεως εἰρῆσθαι οὕτως:
85
Καὶ γενόμενον ἄνθρωπον καὶ μὴ μεθέντα τὸ ἴδιον, [*](Ibid. 973) μεμένηκεν ὅπερ ἦν, καὶ ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις μετὰ τῶν ἀνθρώπων. Μετὰ ταῦτα τῶν ὑπερφυῶν ἀρχόντων ἐρωτησάντων εἴπερ ἔτι τις ἀμφισβητεῖ, πάντες ἔφησαν μὴ ἀμφιβάλλειν ἔτι. Μεθ̓ οὓς Ἀττικὸς ἐπίσκοπος Νικοπόλεως ἐξῄτησεν ἐνδόσιμον αὐτοῖς γενέσθαι ὀλίγων ἡμερῶν, ἐφ̓ ᾧ ἀκυμάντῳ διανοίᾳ καὶ ἀταράχῳ λογισμῷ τὰ τῷ θεῷ δοκοῦντα καὶ τοῖς ἁγίοις πατράσι τυπωθῆναι. Ἐξῄτησεν δὲ λαβεῖν καὶ τὴν ἐπιστολὴν Κυρίλλου τὴν πρὸς Νεστόριον γεγραμμένην, ἐν ᾗ παρακελεύεται αὐτὸν συνθέσθαι τοῖς δώδεκα αὐτοῦ κεφαλαίοις οἶς ἄπαντες συνέθεντο. Καὶ τῶν ἀρχόντων διαλαλησάντων ἐνδόσιμον αὐτοῖς ἡμερῶν πέντε γενέσθαι εἰς τὸ συνελθεῖν παρὰ Ἀνατολίῳ τῷ τῆς Κωνσταντινουπόλεως προέδρῳ, πάντες ἐπευφήμησαν οἱ ἐπίσκοποι φήσαντες: Ἡμεῖς οὕτως πιστεύομεν, πάντες οὕτω πιστεύομεν: ὡς Λέων, οὕτως πιστεύομεν. Ἡμῶν οὐδεὶς ἀμφιβάλλει: ἡμεῖς πάντες ὑπεγράψαμεν. Πρὸς ἃ διελαλήθη ἐπὶ ῥήματος ταῦτα: Οὐκ ἀναγκαῖον πάντας ὑμᾶς συνελθεῖν: ἀλλ̓ ἐπειδὴ ἀκόλουθόν ἐστιν πιστωθῆναι τοὺς ἀμφιβάλλοντας, ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀνατόλιος ἀπὸ τῶν ὑπογραψάντων ἐπιλέξηται οὓς ἐὰν νομίσῃ πρὸς διδασκαλίαν τῶν ἀμφιβαλλόντων. Οἶς ἐπήγαγον οἱ τῆς συνόδου οὕτως: Δεόμεθα περὶ [*](Conc. vi 976) τῶν πατέρων: τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμόφρονας [*](26) Λέοντος τῇ συνόδῳ, τοὺς πατέρας τῇ συνόδῳ: τὰς φωνὰς τῷ βασιλεῖ, τὰς ἱκεσίας τῷ ὀρθοδόξῳ, τὰς ἱκεσίας τῇ Αὐγούστῃ. Πάντες ἡμάρτομεν, πᾶσι συγχωρηθῇ.
86
Ἐπεβόησαν δὲ οἱ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας: Ὀλίγοι κράζουσιν. Οὐ λέγει ἡ σύνοδος. Μεθ̓ οὓς οἱ Ἀνατολικοὶ ἐξεβόησαν: Τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ. Οἱ δὲ Ἰλλυριοὶ ἐκραύγασαν: Δεόμεθα, πάντας ἐλέησον. Μεθ̓ οὓς οἱ Ἀνατολικοί: ΤὸνΑἰγύπτιον τῇ ἐξορίᾳ. Καὶ τῶν Ἰλλυριῶν τὰ παραπλήσια αἰτούντων, οἱ τοῦ κλήρου Κωνσταντινουπόλεως ἐξεβόησαν: Διόσκορον τῇ ἐξορίᾳ, τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ, τὸν αἱρετικὸν τῇ ἐξορίᾳ: Διόσκορον ὁ Χριστὸς καθεῖλεν. Μεθ̓ οὓς πάλιν οἱ Ἰλλυριοὶκαὶ οἱ ἁμφ̓ αὐτοὺς ἐπίσκοποι: Πάντες ἡμάρτομεν: πᾶσι συγχώρησον. Διόσκορον τῇ συνόδῳ, Διόσκορον ταῖς ἐκκλησίαις. Καὶ τῶν παραπλησίων προελθόντων τὰ τῆς τοιαύτης συνελεύσεως ἐπερατοῦτο. Κατὰ δὲ τὴν μετ̓ αὐτὴν συνέλευσιν, τῆς συγκλήτουδιαλαλησάσης ἀναγνωσθῆναι τοὺς ἤδη δεδομένους τύπους, [*](Conc. vii 5) ἀνέγνω Κωνσταντῖνος σηκρητάριος ἀπὸ σχέδης ἐπὶ λέξεως ταῦτα: Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελειότερον συνόδου γενομένης μετὰ μίαν ἀκριβεστέρανἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διεγνωσμένων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τινων τῶν ἐξάρχων γενομένων τῆς τότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶμάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας,καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον
87
Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀγκύρας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀλλοτρίους γενέσθαι ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ γνωριζομένων. Εἶτα μεθ̓ ἑτέρας ἀναγνώσεις γενομένας, ἐρωτηθέντες [*](Conc. vii 9) [*](11) οἱ συνειλεγμένοι ἐπίσκοποι εἰ συνᾴδουσι τὰ Λέοντος γράμματα τῇ πίστει τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναχθέντων, καὶ τῇ τῶν ἑκατὸν πεντήκοντα τῶν ἐν τῇ βασιλίδι, ἀπεκρίνατο Ἀνατόλιός τε ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος καὶ πάντες οἱ συνειλεγμένοι συνᾴδειν τὴν ἐπιστολὴν Λέοντος τοῖς εἰρημένοις ἁγίοις πατράσιν: καὶ τῇ αὐτῇ Λέοντος ἐπιστολῇ καθυπεσημήναντο. Τούτων ὧδε προελθόντων, ἐπεβόησαν οἱ τῆς συνόδου: Πάντες συντιθέμεθα, πάντες [*](Ibid. 48) συναινοῦμεν, πάντες ὁμοίως πιστεύομεν, πάντες τὰ αὐτὰ φρονοῦμεν, οὕτως πιστεύομεν. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς Αὐγούστης. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμοπίστους τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Τοὺς ὁμόφρονας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Καὶ οἱ πέντε τῇ πίστει ὑπέγραψαν. Ὡς ὁ Λέων, οὕτως φρονοῦμεν. Καὶ διαλαλιᾶς ἐνεχθείσης ἐπὶ λέξεως ὧδε: Ἀνηνέγκαμεν [*](Ibid.) τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ περὶ αὐτῶν, καὶ ἀναμένομεν τὴν ἀπόκρισιν τῆς αὐτοῦ εὐσεβείας. Ἡ δὲ εὐλάβεια ἡ ὑμετέρα καὶ περὶ Διοσκόρου τοῦ παῤ ὑμῶν καθαιρεθέντος, ἀγνοούσης καὶ τῆς θειοτάτης
88
κορυφῆς καὶ ἡμῶν, καὶ περὶ αὐτῶν τῶν πέντε ὑπὲρ ὧν τὴν παράκλησιν ποιεῖσθε, καὶ πάντων τῶν πεπραγμένων ἐν τῇ συνόδῳ δώσει λόγον τῷ θεῷ, ἐπευφήμησαν λέγοντες: Διόσκορον ὁ θεὸς καθεῖλεν. Διόσκορος δικαίως καθῃρέθη. Διόσκορον ὁ Χριστὸς καθεῖλεν.Εἶτα μετὰ ταῦτα τῆς ἀπὸ Μαρκιανοῦ ἐνεχθείσης ἀποκρίσεως τῇ διακρίσει τῶν ἐπισκόπων τὰ περὶ τῶν καθαιρεθέντων διδούσης, ὡς ἡ διαλαλιὰ τῶν ἀρχόντων ἐδήλωσεν, ἐδεήθησαν ἐπὶ λέξεως εἰπόντες ταῦτα: Παρακαλοῦμεν αὐτοὺς εἰσελθεῖν: τοὺς ὁμοδόξους τῇ συνόδῳ, τοὺσὁμόφρονας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ ἐπιστολῇ Λέοντος τῇ συνόδῳ. Οἵπερ ἀπὸ διαλαλιᾶς τῇ συνόδῳ συνηριθμήθησαν. Καὶ μετὰ τοῦτο δεήσεις ἐπιδεδομέναι παρὰ τῶν ἐπισκόπων τῆς ἐν Αἰγύπτῳ διοικήσεως Μαρκιανῷ τῷ αὐτοκράτοριἀνεγνώσθησαν, αἳ περιέχουσι πρὸς ἑτέροις: [*](Conc. vii 52) Φρονοῦμεν καθὼς καὶ οἱ ἐν Νικαίᾳ τριακόσιοι δέκα ὀκτὼ ἐξέθεντο καὶ ὁ μακάριος Ἀθανάσιος καὶ ὁ ἐν ἁγίοις Κύριλλος, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν, τήν τε Ἀρείου, καὶ Εὐνομίου, καὶ Μάνου, καὶ Νεστορίου, καὶ τῶν λεγόντωνἐξ οὐρανοῦ τὴν σάρκα τοῦ Κυρίου ἡμῶν ὑπάρχειν, καὶ μὴ ἐκ τῆς ἁγίας καὶ θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καθ̓ ὁμοιότητα πάντων ἡμῶν, χωρὶς ἁμαρτίας. Πάντες οἱ τῆς συνόδου ἔκραξαν λέγοντες: Τὸ δόγμα Εὐτυχοῦς διὰ τί μὴ ἀνεθεμάτισαν; Τῇ ἐπιστολῇ Λέοντοσὑπογράψωσιν, ἀναθεματίσαντες Εὐτυχῆ καὶ τὰ δόγματα αὐτοῦ: συνθῶνται τῇ ἐπιστολῇ Λέοντος. Χλευάσαι ἡμᾶς θέλουσιν καὶ ἀπελθεῖν. Πρὸς ἃ διῆλθον οἱ ἐξ Αἰγύπτου ἐπίσκοποι ὡς πολλοὶ τυγχάνουσιν οἱ ἐν Αἰγύπτῳ ἐπίσκοποι, καὶ μὴ δύνασθαι
89
τὸ τῶν ἀπολιμπανομένων ἀναδέξασθαι πρόσωπον: καὶ παρεκάλουν ἀναμεῖναι τὴν σύνοδον τὸν αὐτῶν ἀρχιεπίσκοπον, ἵνα τῇ γνώμῃ ἐκείνου ἀκολουθήσωσιν, ὡς τὸ ἔθος βούλεται: ἐὰν γὰρ πρὸ τῆς τοῦ ἡγεμονεύοντος [*](Conc. vii 56) προβολῆς ποιήσωσί τι, ἐπέρχεσθαι αὐτοῖς τοὺς ἀπὸ πάσης τῆς Αἰγυπτιακῆς διοικήσεως. Καὶ πολλὰ περὶ τούτων δεηθέντων, καὶ τῶν ἀπὸ τῆς συνόδου μάλα ἰσχυρῶς ἀντιτεινόντων, διελαλήθη ἐνδοθῆναι τοῖς ἐξ Αἰγύπτου ἐπισκόποις μέχρις οὗ ἀρχιεπίσκοπος αὐτοῖς προχειρισθείη. Καὶ μετὰ τοῦτο δεήσεις ἐπεδίδοντό τινων μοναχῶν, [*](Ibid. 61) ὧν τὸ κεφάλαιον ἦν μηδαμῶς αὐτοὺς ἀναγκάζεσθαι ἔν τισι χάρταις ὑπογράφειν μέχρις ἂν συναθροισθείη ἡ σύνοδος ἣν τεθέσπικεν ὁ βασιλεὺς ἁλισθῆναι, καὶ τὰ τετυπωμένα γνῶσιν. Ὧν ἀναγνωσθεισῶν, Διογένης ἐπίσκοπος [*](Ibid. 68) Κυζίκου διεξῆλθε Βαρσουμᾶν ἕνα τῶν συνελθόντων Φλαβιανὸν σφάξαι: αὐτὸν γὰρ κράξαι: σφάξον, καὶ μὴ ἐγκείμενον ταῖς δεήσεσι παρὰ τὸ δέον τῆς εἰσόδου τυχεῖν. Οἷς ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι: Πᾶσαν Συρίαν Βαρσουμᾶς ἠφάνισεν, ἐπήγαγεν ἡμῖν χιλίους μονάζοντας. Καὶ διαλαλιᾶς ἐνεχθείσης ἀναμεῖναι τοὺς συνεληλυθότας τὴν ἀπὸ τῆς συνόδου διατύπωσιν, ἠξίωσαν οἱ μοναχοὶ τοὺς συντεταγμένους αὐτοῖς λιβέλλους ἀναγνωσθῆναι: ὧν μέρος ὑπῆρχε τὸν Διόσκορον καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους παρεῖναι κατὰ τὸ συνέδριον. Πρὸς ὃ ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι: Ἀνάθεμα Διοσκόρῳ. [*](Ibid. 69) Διόσκορον ὁ Χριστὸς καθεῖλε. Τούτους ἔξω βάλε. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον βίαν τῆς συνόδου. Τὰς φωνὰς τῷ βασιλεῖ. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον αἶσχος τῆς συνόδου. Οἶς ἀντιτείνοντες οἱ μοναχοὶ ἔκραζον: Ἆρον ὕβριν τῶν μοναστηρίων. Καὶ τῶν αὐτῶν αὖθις κραυγασθέντων ἐκ τῆς συνόδου, διελαλήθη τοὺς λοιποὺς τῶν λιβέλλων ἀναγνωσθῆναι:
90
οἵπερ λέγουσι μὴ κατὰ τὸ δέον τὴν καθαίρεσιν Διοσκόρου γενέσθαι, καὶ χρεὼν πίστεως προκειμένης μετασχεῖν αὐτὸν τοῦ συνεδρίου: εἰ δὲ μὴ τοῦτο γένηται, ἀποτινάσσειν τὰ ἱμάτια αὐτῶν τῆς κοινωνίας τῶν συνεληλυθότων ἐπισκόπων. Ὧν εἰρημένων, Ἀέτιος ἀρχιδιάκονος ἀνεγίνωσκε[*](Conc. vii 72) κανόνα περὶ τῶν ἀφοριζόντων ἑαυτούς. Καὶ πάλιν πρὸς τὰς πεύσεις τῶν ὁσιωτάτων ἐπισκόπων τῶν μοναχῶν διενεχθέντων, εἶτα καὶ πρὸς ἐρώτησιν Ἀετίου ἀρχιδιακόνου ὡς ἀπὸ τῆς συνόδου, τῶν μὲν ἀναθεματιζόντων Νεστόριον καὶ Εὐτυχῆ, τῶν δὲ καὶ παρακρουσαμένων,διελαλήθη παρὰ τῶν ἀρχόντων τὰς δεήσεις Φαύστου καὶ τῶν λοιπῶν μοναχῶν ἀναγνωσθῆναι, αἳ παρεκάλουν τὸν [*](Ibid. 77) βασιλέα μὴ προσδεχθῆναι περαιτέρω προβῆναι τοὺς μοναχοὺς ἐναντιουμένους τοῖς ὀρθοῖς δόγμασιν. Ἐφ̓ οἷς Δωρόθεος μοναχὸς ὀρθόδοξον Εὐτυχῆ κέκληκεν. Πρὸς ὃνδιάφορα δογματικὰ περὶ Εὐτυχοῦς παρὰ τῶν ἀρχόντων ἐκινήθη. [*](Ibid. 100) Καὶ μετὰ τοῦτο πέμπτης συνελεύσεως γενομένης, διελάλησαν οἱ ἄρχοντες τὰ τυπωθέντα περὶ τῆς πίστεως δῆλα γενέσθαι: καὶ ἀνέγνω Ἀσκληπιάδης διάκονος Κωνσταντινουπόλεωσὅρον, ὃν ἔδοξε μὴ συνταγῆναι τοῖς ὑπομνήμασιν. Πρὸς ὃν τινὲς μὲν διηνέχθησαν, οἱ πλείους δὲ συνῄνεσαν. Καὶ ἐκβοήσεων ἐναντίων γενομένων, εἶπον οἱ [*](Ibid. 104) ἄρχοντες ὅτι Διόσκορος ἔλεγεν διὰ τοῦτο καθελεῖν Φλαβιανὸν ἐπειδὴ δύο φύσεις εἶπεν εἶναι, τὸν δὲ ὅρον ἐκ δύοφύσεων ἔχειν. Πρὸς ἂ Ἀνατόλιος εἶπεν Διόσκορον μὴ καθαιρεθῆναι διὰ τὴν πίστιν, ἀλλ̓ ἐπειδὴ ἀκοινωνησίαν ἐπήγαγεν Λέοντι, καὶ τρὶς κληθεὶς οὐκ ἦλθεν. Καὶ ἀπῄτουν οἱ ἄρχοντες τὰ ἐν τῇ ἐπιστολῇ Λέοντος ἐντεθῆναι τῷ ὅρῳ. Πρὸς ὃ ἀποφησάντων τῶν ἐπισκόπων καὶ εἰρηκότων ἄλλονὅρον μὴ γενέσθαι, ἐντελῶς γὰρ ἔχειν, ἀνηνέχθη ταῦτα τῷ [*](Ibid. 105) βασιλεῖ. Καὶ ἐκέλευσεν ἓξ ἀπὸ τῶν ἀνατολικῶν ἐπισκόπων,
91
καὶ τρεῖς ἀπὸ τῆς Ποντικῆς, καὶ τρεῖς ἀπὸ τῆς Ἀσίας, καὶ τρεῖς ἀπὸ Θρᾴκης, καὶ τρεῖς ἀπὸ Ἰλλυριῶν, συμπαρόντος Ἀνατολίου καὶ τῶν τοποτηρητῶν Ῥώμης, συνελθεῖν ἐν τῷ μαρτυρίῳ, καὶ τὰ περὶ τῆς πίστεως ὀρθῶς τυπῶσαι, ἢ ἕκαστον τὴν ἑαυτοῦ δηλῶσαι πίστιν, ἢ εἰδέναι ὡς ἐν τῇ δύσει ἡ σύνοδος γίνεται. Καὶ ἀπαιτηθέντες εἰπεῖν εἰ Διοσκόρῳ ἀκολουθοῦσιν ἐκ δύο λέγοντι, ἢ Λέοντι δύο ἐν Χριστῷ, ἐβόησαν Λέοντι πιστεύειν: τοὺς δὲ ἀντιλέγοντας, Εὐτυχιανιστὰς εἶναι. Καὶ τῶν ἀρχόντων εἰρηκότων προστεθῆναι κατὰ Λέοντα δύο φύσεις ἡνωμένας ἀτρέπτως καὶ ἀμερίστως καὶ ἀσυγχύτως ἐν τῷ Χριστῷ, καὶ εἰσελθόντων τῶν ἀρχόντων ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας ἅμα Ἀνατολίῳ καὶ τοῖς τοποτηρηταῖς Λέοντος, καὶ Μαξίμου Ἀντιοχείας καὶ Ἰουβεναλίου Ἱεροσολύμων καὶ Θαλασσίου Καισαρείας Καππαδοκίας σὺν ἑτέροις, καὶ ἐξελθόντων αὐτῶν, ἀνεγνώσθη ὁ ὅρος ἔχων οὕτως: Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸς καὶ [*](Conc. vii 108) τὰ λοιπά, ἃ ἐν τῇ ἱστορίᾳ ἐντέτακται. Καὶ πάντων [*](Evagr. ii 4) βοησάντων: Αὕτη ἡ πίστις τῶν πατέρων: οἱ μητροπολῖται [*](Conc. vii 117) ἄρτι ὑπογράψωσιν. Αὕτη ἡ πίστις τῶν ἀποστόλων. Ταύτῃ πάντες στοιχοῦμεν, πάντες οὕτω φρονοῦμεν, διελάλησαν οἱ ἄρχοντες: Τὰ τυπωθέντα διὰ τῶν πατέρων καὶ πᾶσιν ἀρέσαντα ἀνενεχθήσεται τῇ θείᾳ κορυφῇ. Κατὰ δὲ τὴν ἕκτην συνέλευσιν παρεγένετο Μαρκιανὸς καὶ πρὸς τοὺς ἐπισκόπους περὶ τῆς ὁμονοίας ἐδημηγόρησε: [*](Ibid. 129) καὶ διὰ Ἀετίου ἀρχιδιακόνου Κωνσταντινουπόλεως ὁ ὅρος ἀνεγνώσθη ἀπὸ διαλαλιᾶς τοῦ βασιλέως, καὶ πάντες [*](Ibid. 136) ὑπέγραψαν τῷ ὅρῳ. Καὶ ἠρώτησεν ὁ βασιλεὺς εἰ κατὰ συναίνεσιν πάντων ὁ ὅρος ἀνεγνώσθη: καὶ πάντες δἰ [*](Ibid. 169)
92
εὐφημιῶν ἐβεβαίωσαν. Καὶ πάλιν πρὸς αὐτοὺς ὁ βασιλεὺς [*](Conc. vii 172,173) ἐδημηγόρησεν δίς, καὶ ἐπευφήμησαν πάντες. Καὶ ἀπὸ προτροπῆς τοῦ βασιλέως ἐτέθησαν κανόνες, καὶ ἐδόθη τῇ Καλχηδοναίων μητροπολιτικὰ δίκαια. Καὶ ἐκέλευσεν ὁ βασιλεὺς μεῖναι τοὺς ἐπισκόπους τρεῖς ἢ τέσσαρας ἡμέρας καὶ ἕκαστον κινῆσαι περὶ ὧν βούλεται, παρόντωντῶν ἀρχόντων, καὶ τὰ εἰκότα γενέσθαι: καὶ ἐπεραιώθη ἡ συνέλευσις. [*](Ibid. 357) Γέγονε καὶ ἑτέρα, καὶ ἕτεροι κανόνες ἐτέθησαν. [*](Ibid. 180) Καὶ πάλιν καθ̓ ἑτέραν σύνοδον συνεβάθησανἸουβενάλιος καὶ Μάξιμος, καὶ ἔδοξε τὸν Ἀντιοχείας ἔχειν δύο Φοινίκας καὶ Ἀραβίαν, τὸν δὲ Ἱεροσολύμων τρεῖς Παλαιστίνας: καὶ ἀπὸ διαλαλιᾶς τῶν ἀρχόντων καὶ ἐπισκόπων ἐβεβαιώθησαν. Καὶ κατὰ τὴν ἐνάτην σύνοδον ἐκινήθη τὰ κατὰ Θεοδώρητον,[*](Ibid. 189) καὶ ἀνεθεμάτισε Νεστόριον εἰρηκώς: Ἀνάθεμα Νεστορίῳ καὶ τῷ μὴ λέγοντι θεοτόκον τὴν ἁγίαν παρθένον Μαρίαν, καὶ τῷ εἰς δύο υἱοὺς μερίζοντι τὸν ἕνα υἱὸν τὸν μονογενῆ. Ἐγὼ δὲ καὶ τῷ ὅρῳ τῆς πίστεως ὑπέγραψα καὶ τῇ ἐπιστολῇ Λέοντος. Καὶ ἀπὸ διαλαλιᾶς πάντωνἀπέλαβε τὸν οἰκεῖον θρόνον. [*](Ibid. 193) Ἐν ἄλλῃ συνόδῳ ἐκινήθη τὰ κατὰ Ἴβαν, καὶ ἀνεγνώσθησαν τὰ ἐπ̓ αὐτῷ κεκριμένα, οἷς ἐδίκασαν Φώτιος ἐπίσκοπος τῆς Τυρίων καὶ Εὐστάθιος ἐπίσκοπος Βηρυτοῦ: καὶ ὑπερετέθη ἡ ψῆφος εἰς τὴν ἑξῆς.[*](Ibid. 204) Κατὰ οὖν τὴν ἑνδεκάτην συνέλευσιν, τῶν πλειόνων ἐπισκόπων ψηφισαμένων αὐτὸν εἰς ἱερέας εἶναι, τινὲς ἐπίσκοποι ἀντειπόντες εἰρήκασι τοὺς κατηγόρους αὐτοῦ ἔξω εἶναι, καὶ ἠξίωσαν αὐτοὺς εἰσελθεῖν. Καὶ ἀνεγνώσθησαν τὰ ἐπ̓ αὐτῷ πεπραγμένα: καὶ διαλαλησάντων[*](Ibid. 257) τῶν ἀρχόντων ἀναγνωσθῆναι τὰ ἐν Ἐφέσῳ περὶ Ἴβα
93
πεπραγμένα, εἰρήκασιν οἱ ἐπίσκοποι πάντα τὰ ἐν Ἐφέσῳ πεπραγμένα κατὰ τὴν δευτέραν σύνοδον ἄκυρα εἶναι χωρὶς τῆς χειροτονίας Μαξίμου τοῦ Ἀντιοχείας. Καὶ ἐδεήθησαν περὶ τούτου καὶ τοῦ βασιλέως ὥστε θεσπίσαι μηδὲν τῶν ἐν Ἐφέσῳ μετὰ τὴν πρώτην σύνοδον κρατεῖν, ἧς ἡγήσατο ὁ ἐν ἁγίοις Κύριλλος ὁ τῶν Ἀλεξανδρέων πρόεδρος. Καὶ ἐδικαιώθη τὴν ἐπισκοπὴν αὐτὸν ἔχειν. Καθ̓ ἑτέραν πρᾶξιν ἐζητήθη τὰ κατὰ Βασιανὸν ἐπίσκοπον [*](Conc. vii 272) τῆς Ἐφεσίων, καὶ ἐδικαιώθη ἐξενεχθῆναι αὐτὸν καὶ Στέφανον. Καὶ ἑτέρας δὲ συνόδου γενομένης ταῦτα ἐψηφίσθη. [*](Ibid. 300) Καὶ τρισκαιδεκάτης πράξεως γενομένης, ἐξητάσθη τὰ [*](Ibid. 301) κατ̓ Εὐνόμιον τὸν Νικομηδείας ἐπίσκοπον καὶ Ἀναστάσιον τὸν ἐπίσκοπον Νικαίας, φιλονεικησάντων περὶ τῶν ἰδίων πόλεων. Γέγονε δὲ καὶ τεσσαρεσκαιδεκάτη πρᾶξις, καὶ ἐξητάσθη [*](Ibid. 313) τὰ κατὰ Βασιανὸν τὸν ἐπίσκοπον. Καὶ πρὸς τῷ τέλει ἐδικαιώθη τὸν Κωνσταντινουπόλεως θρόνον εὐθὺς [*](Ibid. 369) μετὰ τὸν Ῥώμης τετάχθαι. Τέλος τοῦ β τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

94
99

Ζήνων δέ, ἐπεὶ τὴν βασιλείαν τοῦ παιδός οἱ [*](Niceph. xvi 1 Cramer. An. Par. ii 315 Cedren. i 615) τελευτήσαντος μόνος περιεβάλετο, ὥσπερ οὐκ οἰόμενος τῶν ὅλων ἐγκρατὴς γενέσθαι εἰ μὴ καὶ πάσαις ταῖς ἐπιούσαις ἡδοναῖς μετ̓ ἐξουσίας ἐπεξέλθοι, τοσοῦτον ἐκ προοιμίων ἑαυτὸν ταῖς ἐπιθέσεσι τῶν ἐπιθυμιῶν ἐκδέδωκεν ὡς μηδὲν αὐτὸν ἐπισχεῖν τῶν ἀπρεπῶν τε καὶ ἀθέσμων, ἀλλ̓ οὕτως τούτοις ἐμπολιτεύσασθαι ὡς τὸ σκοτίως ταῦτα καὶ ἐν παραβύστῳ γίγνεσθαι χαμερπὲς εἶναι νομίζειν, τὸ δέ γε ἀναφανδὸν καὶ ὥσπερ ἐξ ἀπόπτου βασιλικὸν καὶ αὐτοκράτορι μόνῳ πρέπον, κακῶς καὶ δουλοπρεπῶς κρίνας. Οὐκ ἐξ ὧν γὰρ ἑτέρων κρατεῖν πέφυκεν ὁ αὐτοκράτωρ γνωρίζεται, ἀλλ̓ ἐξ ὧν ἑαυτοῦ πρῶτον ἄρχει τε καὶ κρατεῖ, μηδενὶ τῶν ἀτόπων παρείσδυσιν ἑαυτῷ διδούς, οὕτω δὲ ἀνάλωτος ταῖς ἀκρασίαις ὑπάρχων ὡς ζῶν ἄγαλμα τῶν ἀρετῶν εἶναι πρὸς μίμησιν, ἐκπαιδεύων τὸ ὑπήκοον. Ὁ δὲ ταῖς ἡδοναῖς ἑαυτὸν ἀνοιγνὺς λέληθε κατὰ σμικρὸν δοῦλος αἴσχιστος δορυάλωτος ἀνάποινος γιγνόμενος, δεσποτείας συχνὰς ἀμείβων ἴσα τοῖς ἀχρείοις τῶν δούλων, εἴπερ ἀναρίθμητοι τῶν ἡδονῶν αἱ δέσποιναι καθεστᾶσιν, ἥκιστα πέρας τῆς συνεχείας τε καὶ τῆς σφῶν ἀλληλουχίας ἔχουσαι: ἀεὶ

100
τῆς ἐν χερσὶν ἡδονῆς οὐχ ἱσταμένης, ὑπέκκαυμα δὲ καὶ προοίμιον ἑτέρας γιγνομένης, ἕως ἢ αὐτοκράτωρ τις ὄντως γιγνόμενος τὴν ὀχλοκρατείαν τῶν ἡδονῶν ξενηλατήσοι, βασιλεύων λοιπὸν οὐ τυραννούμενος, ἢ μέχρι τελευταίας ῥοπῆς δουλεύων τὰ ἐν Ἅιδου καταλάβοι.

Τοιαῦτα μὲν οὖν κατ̓ ἀρχὰς ὁ Ζήνων ἐκδεδιῃτημένος [*](Niceph. xvi 1) τὸν βίον: οἱ δέ γε ὑπήκοοι πρός τε ἀνίσχοντα πρός τε δυόμενον ἥλιον κακῶς ἔπασχον, ἔνθεν μὲν τῶν [*](Theophan. 120) Σκηνιτῶν βαρβάρων πάντα ληϊζομένων, Θρᾴκην δὲ πλῆθος Οὔννων τῶν πάλαι Μασσαγετῶν ἐπιδραμόντων,καὶ τὸν Ἴστρον διαβάντων μηδενὸς ἀμύνοντος, αὐτοῦ δέ γε Ζήνωνος τὰ ἐπίλοιπα βαρβαρικῷ τῳ τρόπῳ πρὸς βίας ἀφαιρουμένου.

Ἐπαναστάντος δέ οἱ Βασιλίσκου τοῦ Βερίνης [*](Niceph. xvi 2 Malal. 377 Theophan. 120 Theod. Lect. i 28, 29 Cramer. An. Par. ii 80) ἀδελφοῦ — καὶ τὰ οἰκεῖα γὰρ αὐτῷ ἐκπεπολέμωτο, πάντωνἐπ̓ ἴσης τὸν αἴσχιστον αὐτοῦ βίον ἀποστρεφομένων — , ἀνδρικὸν μὲν οὐδὲν ὅλως ἐφρόνησεν — ἀγεννὲς γὰρ καὶ δύσελπι ἡ ἀνοσιουργία, ἐκ τῆς περὶ τὰς ἡδονὰς ἥττης τεκμηριοῦσα τὸ ἄνανδρον — , φεύγει δὲ προτροπάδην τῆς τοσαύτης ἀρχῆς ἀκονιτὶ παραχωρήσας τῷ Βασιλίσκῳ.Καὶ πολιορκίαν ὑπέστη κατὰ τὴν αὐτὸν προαγαγοῦσαν τῶν Ἰσαύρων χώραν, ἔχων ἅμα οἱ Ἀριάδνην τὴν γαμετήν, ὕστερον τὴν μητέρα φυγοῦσαν, καὶ εἴ τι ἕτερον εὔνουν αὐτῷ μεμενήκει. Οὕτω γοῦν ὁ Βασιλίσκος τὸν στέφανον τῆς Ῥωμαίων ἀρχῆς ἀναδησάμενος, καὶ τὸν παῖδαΜάρκον ἀνειπὼν Καίσαρα, ἀπ̓ ἐναντίας τῷ Ζήνωνι καὶ τοῖς προβεβασιλευκόσιν ᾔει.

Ἐκ πρεσβείας δὲ ἐνίων τῶν ἐκ τῆς Ἀλεξανδρέων [*](Niceph. xvi 2 Zacharias v 1 Theod. Lect. i 30, 31 Theophan. 121 Joh. Nikiu c. 88, p. 478) ἀνακαλεῖται τὸν Τιμόθεον ἐκ τῆς ὑπερορίας, ὄγδοον καὶ δέκατον ἔτος αὐτῇ συγγενόμενον, Ἀκακίου τὴν ἐπισκοπὴντῆς Κωνσταντινουπόλεως πρυτανεύοντος. Καὶ δῆτα τὴν

101
βασιλέως κατειληφὼς πόλιν ὁ Τιμόθεος πείθει τὸν Βασιλίσκον [*](Petrus Iber. 79 Conc. vii 1176) ἐγκυκλίοις χρήσασθαι συλλαβαῖς πρὸς τοὺς ἑκασταχοῦ ἱερέας ἀναθέματί τε περιβαλεῖν τὰ ἐν Καλχηδόνι πεπραγμένα καὶ τὸν τόμον Λέοντος: ὧν ἡ συνθήκη λέγει τάδε: ἘΓκΥκλιοΝ ΒασιλίσκοΥ. Αὐτοκράτωρ Καῖσαρ Βασιλίσκος, εὐσεβής, νικητής, [*](Niceph. xvi 3 Zacharias v 2) τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, καὶ Μάρκος ὁ ἐπιφανέστατος Καῖσαρ, Τιμοθέῳ τῷ εὐλαβεστάτῳ καὶ θεοφιλεστάτῳ ἀρχιεπισκόπῳ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως. Ὁπόσους μὲν ὑπὲρ τῆς ὀρθῆς καὶ ἀποστολικῆς πίστεως ἐθέσπισαν νόμους οἱ πρὸ ἡμῶν εὐσεβέστατοι βασιλεῖς, ὅσοι τὴν μακαρίαν, ἀγήρω καὶ ζωοποιὸν τριάδα θεραπεύοντες ὀρθῶς διετέλεσαν, τούτους ὡς τῷ παντὶ κόσμῳ σωτηρίους ἀεί ποτε γεγονότας οὐδένα χρόνον ἀργεῖν ἐθέλομεν, μᾶλλον δὲ ὡς οἰκείους ἑαυτῶν ἐκφωνοῦμεν νόμους. Ἡμεῖς δὲ πάσης τῆς περὶ τὰ ἀνθρώπινα πράγματα σπουδῆς προτιμήσαντες τὴν εὐσέβειαν καὶ τὸν ὑπὲρ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ζῆλον τοῦ πεποιηκότος καὶ δεδοξακότος ἡμᾶς, ἔτι δὲ πιστεύοντες τὸν σύνδεσμον τῶν τοῦ Χριστοῦ ποιμνίων σωτηρίαν ἑαυτῶν εἶναι καὶ τοῦ ὑπηκόου παντὸς θεμέλιόν τε ἀρραγῆ καὶ ἀσάλευτον τεῖχος τῆς ἡμετέρας βασιλείας, ἐντεῦθεν εἰκότως θείῳ διανοίας κινούμενοι ζήλῳ, καὶ ἀπαρχὴν τῆς ἡμετέρας βασιλείας τῷ θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ τὴν τῆς ἁγίας ἐκκλησίας ἕνωσιν προσκομίζοντες, θεσπίζομεν τὴν κρηπῖδα καὶ βεβαίωσιν τῆς ἀνθρωπίνης εὐζωΐας, τουτέστι τὸ σύμβολον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ πάλαι μετὰ τοῦ ἁγίου πνεύματος ἐκκλησιασθέντων, εἰς ὃ ἡμεῖς τε καὶ πάντες οἱ πρὸ ἡμῶν πιστεύσαντες ἐβαπτίσθημεν, μόνον πολιτεύεσθαι καὶ κρατεῖν ἐν πάσαις ταῖς ἁγιωτάταις τοῦ θεοῦ ἐκκλησίαις τῶν ὀρθοδόξων λαῶν, ὡς
102
μόνον κυρίως τῆς ἀπλανοῦς πίστεως ὅρον καὶ ἀρκοῦν εἰς ἀναίρεσιν μὲν καθόλου πάσης αἱρέσεως, ἕνωσιν δὲ ἄκραν τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν: ἐχόντων δηλαδὴ τὴν οἰκείαν ἰσχὺν καὶ τῶν εἰς βεβαίωσιν αὐτοῦ τοῦ θείου συμβόλου πεπραγμένων ἔν τε τῇ βασιλευούσῃ πόλειταύτῃ κατὰ τῶν βλασφημούντων εἰς τὸ πνεῦμα τὸ ἅγιον παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἔτι δὲ καὶ πάντων τῶν πεπραγμένων ἐν τῇ Ἐφεσίων μητροπόλει κατὰ τοῦ δυσσεβοῦς Νεστορίου καὶ τῶν μετὰ ταῦτα τὰ ἐκείνου φρονησάντων.Τὰ δὲ διελόντα τὴν ἕνωσιν καὶ εὐταξίαν τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν καὶ εἰρήνην τοῦ κόσμου παντός, δηλαδὴ τὸν λεγόμενον τόμον Λέοντος, καὶ πάντα τὰ ἐν Καλχηδόνι ἐν ὅρῳ πίστεως, ἢ ἐν ἐκθέσει συμβόλου, ἢ ἑρμηνείας, ἢ διδασκαλίας, ἢ διαλέξεως εἰρημένα καὶ πεπραγμέναεἰς καινοτομίαν τὴν κατὰ τοῦ μνημονευθέντος ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, θεσπίζομεν ἐνταῦθά τε καὶ πανταχοῦ καθ̓ ἑκάστην ἐκκλησίαν παρὰ τῶν ἁπανταχοῦ ἁγιωτάτων ἐπισκόπων ἀναθεματίζεσθαι, καὶ πυρὶ παραδίδοσθαι παῤ οἷς ἂνεὑρίσκηται, διὰ τὸ οὕτω διατεταχέναι περὶ πάντων τῶν αἱρετικῶν δογμάτων καὶ τοὺς πρὸ ἡμῶν ἐν εὐσεβεῖ καὶ μακαρίᾳ τῇ λήξει γενομένους βασιλέας, Κωνσταντῖνον καὶ Θεοδόσιον τὸν νέον: ἄκυρά τε οὕτως γινόμενα παντελῶς ἐκβάλλεσθαι τῆς μιᾶς καὶ μόνης καθολικῆς καὶ ἀποστολικῆσὀρθοδόξου ἐκκλησίας, ὡς μεταίροντα τὰ αἰώνια καὶ σωτήρια τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων ὅρια καὶ τὰ τῶν μακαρίων πατέρων τῶν ἐν ἁγίῳ πνεύματι διαγορευσάντων κατὰ τὴν Ἐφεσίων: ὅλως δὲ μὴ ἐξεῖναί ποτε μήτε ἱερέων μήτε λαϊκῶν τινι τῆς τοῦ ἁγίου συμβόλουθειοτάτης ἐκείνης νομοθεσίας ποιεῖσθαί τινα παρέκβασιν: ἀναθεματίζεσθαι δὲ σὺν πάσαις ταῖς ἐν
103
Καλχηδόνι γεγενημέναις καινοτομίαις κατὰ τοῦ θείου συμβόλου, καὶ τὴν αἵρεσιν τῶν μὴ ὁμολογούντων τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ ἀεὶ παρθένου καὶ θεοτόκου Μαρίας κατὰ ἀλήθειαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, ἀλλ̓ ἢ ἐξ οὐρανοῦ ἢ κατὰ φαντασίαν καὶ δόκησιν τερατευομένους, πᾶσάν τε ἁπλῶς αἵρεσιν, καὶ εἴ τι ἕτερον ἐν οἵῳ δή ποτε καιρῷ καὶ τρόπῳ καὶ τόπῳ τῆς οἰκουμένης ἁπάσης κατὰ διάνοιαν καὶ λέξιν ἐπὶ παραβάσει τοῦ θείου συμβόλου κεκαινοτόμηται. Ἐπειδὴ δὲ προνοίας βασιλικῆς ἴδιον μὴ τοῦ παρόντος χρόνου μόνον ἀλλὰ καὶ τοῦ μέλλοντος τὴν ἀσφάλειαν ἐκ προορατικῆς διασκέψεως ἐπιδαψιλεύεσθαι τοῖς ὑπηκόοις, θεσπίζομεν τοὺς ἁπανταχοῦ ὁσιωτάτους ἐπισκόπους ἐμφανιζομένῳ τῷ θείῳ τούτῳ ἡμῶν ἐγκυκλίῳ γράμματι καθυπογράφειν, σαφῶς καταμηνύοντας ὅτι δὴ μόνῳ τῷ θείῳ στοιχοῦσι συμβόλῳ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, ὅπερ ἐπεσφράγισαν οἱ ἑκατὸν πεντήκοντα πατέρες ἅγιοι, ὡς ἔδοξεν ὁριστικῶς καὶ τοῖς μετὰ ταῦτα συνελθοῦσι κατὰ τὴν Ἐφεσίων μητρόπολιν ὁσιωτάτοις πατράσιν ὅτι δεῖ μόνῳ τῷ ἁγίῳ συμβόλῳ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων στοιχεῖν εἰς ὅρον πίστεως, ἀναθεματίζοντες ἅπαν τὸ γενόμενον ἐν Καλχηδόνι τῶν ὀρθοδόξων λαῶν πρόσκομμα καὶ ὁλοτελῶς τῶν ἐκκλησιῶν ἐκβάλλοντες ὡς παρεμποδὼν γινόμενον τῇ οἰκουμενικῇ καὶ ἡμετέρᾳ εὐπραγίᾳ. Τοὺς δὲ μετὰ ταύτας ἡμῶν τὰς θείας συλλαβάς, ἃς κατὰ θεὸν ἐκπεφωνῆσθαι πιστεύομεν, τὴν ἐπιθυμητὴν πᾶσιν ἕνωσιν πραγματευομένας ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις, ἐπιχειροῦντάς ποτε προφέρειν ἢ ὅλως ὀνομάζειν, εἴτε ἐν διδασκαλίᾳ εἴτε ἐν διαλέξει ἢ ἐν συγγράμμασι, καθ̓ οἷον δή ποτε καιρὸν ἢ τρόπον ἢ τόπον, τὴν
104
ἐν Καλχηδόνι γεγενημένην κατὰ τῆς πίστεως καινοτομίαν, τοὺς τοιούτους ὡς ταραχῆς καὶ ἀκαταστασίας ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καὶ τῷ ὑπηκόῳ παντὶ παραιτίους, θεῷ τε καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ πολεμίους, κελεύομεν κατὰ τοὺς ἤδη πρὸ ἡμῶν θεσπισθέντας παρὰ τοῦ ἐν μακαρίᾳκαὶ θείᾳ τῇ λήξει γενομένου βασιλέως Θεοδοσίου κατὰ τῆς τοιαύτης κακονοίας νόμους, τοὺς καὶ ὑποτεταγμένους τῷδε ἡμῶν τῷ θείῳ ἐγκυκλίῳ, εἰ μὲν ἐπίσκοποι ἢ κληρικοὶ εἶεν, καθαιρεῖσθαι, εἰ δὲ μονάζοντες ἢ λαϊκοί, ἐξορίᾳ καὶ δημεύσει παντοίᾳ καὶ τοῖς ἐσχάτοις ὑποπίπτειν ἐπιτιμίοις.Οὕτω γὰρ ἡ ἀεί ποτε παρὰ τῆς ἡμετέρας εὐσεβείας προσκυνουμένη ἁγία καὶ ὁμοούσιος δημιουργός τε καὶ ζωοποιὸς τῶν ὅλων τριάς, θεραπευθεῖσα καὶ νῦν παῤ ἡμῶν διὰ τῆς ἀναιρέσεως μὲν τῶν μνημονευθέντων ζιζανίων βεβαιώσεως δὲ τῶν ὀρθῶν καὶ ἀποστολικῶν τοῦἁγίου συμβόλου παραδόσεων, ἵλεως καὶ εὐμενὴς γενομένη ταῖς τε ἡμετέραις ψυχαῖς καὶ τῷ ὑπηκόῳ παντί, ἔσται διὰ παντὸς συνδιοικοῦσα ἡμῖν καὶ εἰρηνεύουσα τὰ ἀνθρώπινα.

Ὡς μὲν οὖν Ζαχαρίᾳ γέγραπται τῷ ῥήτορι, ταύταις [*](Niceph. xvi 4 Zacharis v 2) ταῖς ἐγκυκλίοις συλλαβαῖς συντίθεται ὁ Τιμόθεος [*](21) ἄρτι τῆς ὑπερορίας, ὡς ἔφην, ἐπανηνεγμένος, καὶ πρός γε Πέτρος ὁ τῆς Ἀντιοχέων πρόεδρος, ὁ ἐπίκλην Κναφεύς, ὃς καὶ Τιμοθέῳ παρῆν ἀνὰ τὴν βασιλεύουσαν. Τούτων οὕτω γιγνομένων, ψηφίζονται δὲ καὶ Παῦλον τὸν τῆσἘφεσίων ἀρχιερατικὸν ὑπελθεῖν θρόνον. Φησὶ δ̓ οὖν ὡς καὶ Ἀναστάσιος ὁ μετὰ Ἰουβενάλιον Ἱεροσολύμων πρόεδρος ὑποσημαίνεται τοῖς ἐγκυκλίοις ἕτεροί τε πάμπολλοι, ὡς περὶ τοὺς πεντακοσίους καθεστάναι τοὺς τὸν Λέοντος τόμον καὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἀποκηρύξαντας.Καί που καὶ δέησιν ἐγγράφει γενομένην παρὰ τῶν ἐν Ἀσίᾳ προέδρων ἐν Ἐφέσῳ συνεληλυθότων πρὸς Βασιλίσκον, ὧν ἔνια τούτοις σύγκειται τοῖς γράμμασιν:

105
Τοῖς κατὰ πάντα εὐσεβεστάτοις καὶ φιλοχρίστοις [*](Zacharias v 3) δεσπόταις ἡμῶν Βασιλίσκῳ καὶ Μάρκῳ, αἰωνίοις νικηταῖς Αὐγούστοις. Καὶ μεθ̓ ἕτερα: Διὰ πάντων ἐδείχθητε πανευσεβέστατοι καὶ φιλόχριστοι βασιλεῖς, μισουμένῃ καὶ πολεμουμένῃ διαφόρως τῇ πίστει συμπολεμούμενοι. Καὶ μεθ̓ ἕτερα: Φοβερά τις ἐκδοχὴ κρίσεως καὶ θείου [*](Hebr. x 27) πυρὸς ζῆλος, καὶ ἡ δικαία τῆς ὑμετέρας γαληνότητος κίνησις τοὺς ἀντιδιατιθεμένους παρὰ πόδας συμπλέξει τοὺς τὸν θεὸν τὸν δυνατὸν καὶ τὴν ὑμετέραν τῇ πίστει κρατυνομένην βασιλείαν ἀλαζονικῇ τιμωρίᾳ κατατοξεύειν ἐπιχειροῦντας, καὶ τῆς ἡμετέρας βραχύτητος πολυτρόπως μὴ φειδομένους, ἀλλ̓ ἀεὶ συκοφαντοῦντας καὶ καταψευδομένους ἡμῶν ὡς ἀνάγκῃ τινὶ καὶ βίᾳ καθυπογραψάντων ἡμῶν ἐν τοῖς θείοις ὑμῶν καὶ ἀποστολικοῖς ἐγκυκλίοις, ἐν οἷς μετὰ πάσης χαρᾶς καὶ προθυμίας καθυπεγράψαμεν. Καὶ μεθ̓ ἕτερα: Μηδὲν οὖν ἕτερον παρὰ τὰ θεῖα ὑμῶν ἐγκύκλια προβῆναι θελήσατε, εἰδότες ὅπερ ἔφημεν, ὅτι πᾶς ὁ κόσμος ἀνατραπήσεται πάλιν, καὶ μικρὰ εὑρεθήσεται τὰ παρὰ τῆς ἐν Καλχηδόνι συνόδου γενόμενα κακά, ἅτινα καὶ τοὺς ἀναριθμήτους ἐκείνους εἰργάσατο φόνους, καὶ τὰ αἵματα τῶν ὀρθοδόξων ἀδίκως καὶ παρανόμως ἐξέχεεν. Καὶ μεθ̓ ἕτερα: Διαμαρτυρόμεθα ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ — ἐλευθέραν γὰρ τὴν εὐσέβειαν εἷναι τὴν ἡμετέραν — , δεόμεθα τῆς ἐπενεχθείσης αὐτοῖς δικαίας καὶ κανονικῆς καὶ ἐκκλησιαστικῆς κατακρίσεως καὶ καθαιρέσεως, καὶ μάλιστα τῷ τὴν βασιλεύουσαν οὐχ ὁσίως ἐπισκοποῦντι διὰ πολλὰ φωραθέντι. Ὁ αὐτὸς Ζαχαρίας καὶ τάδε πρὸς ῥῆμα γράφει, ὡς [*](Niceph. xvi 5 Zacharias v 4) τῶν ἐγκυκλίων καὶ βασιλικῶν γραμμάτων ἐκδοθέντων, οἱ
106
τὴν Εὐτυχοῦς φαντασίαν νοσοῦντες ἀνὰ τὴν βασιλεύουσαν καὶ τὸν μονήρη διώκοντες βίον, ὥσπερ ἑρμαίῳ τινὶ περιτυχεῖν οἰηθέντες Τιμοθέῳ καὶ τοῖς ἐγκυκλίοις τὸ ἴδιον θηρᾶσαι ἐλπίσαντες, δρομαῖοι παῤ αὐτὸν ἀφικνοῦνται: καὶ ὡς διελεγχθέντες πρὸς Τιμοθέου ὁμοούσιον ἡμῖν εἶναικατὰ τὴν σάρκα τὸν τοῦ θεοῦ Λόγον καὶ τῷ πατρὶ ὁμοούσιον κατὰ τὴν θεότητα, εἰς τοὐπίσω ἀνεχώρουν.

Ὁ αὐτός φησι τὸν Τιμόθεον ἐξορμήσαντα τῆς [*](Niceph. xvi 5 Zachariarias v 4) βασιλίδος τὴν Ἐφεσίων καταλαβεῖν, ἐνθρονίσαι τε τὸν Παῦλον ἀρχιερέα τῇ Ἐφεσίων: ὃς ἤδη ἐκεχειροτόνητομὲν ἀνὰ τὴν ἀρχαιοτέραν συνήθειαν ὑπὸ τῶν τῆς ἐπαρχίας ἐπισκόπων, ἐκπεπτώκει δὲ τοῦ θρόνου. Ἀποδίδωσι δὲ τῇ Ἐφεσίων καὶ τὸ πατριαρχικὸν δίκαιον, ὅπερ αὐτὴν ἀφεῖλεν ἡ ἐν Καλχηδόνι σύνοδος, ὥς μοι λέλεκται. Ἐκεῖθέν τε ἀπάρας ἀνὰ τὴν Ἀλεξανδρέων ἀφικνεῖται,καὶ τοὺς προσιόντας ἀπαιτῶν ἀναθεματίζειν τὴν ἐν Καλχηδόνι σύνοδον οὕτω διετέλει. Ἀποπηδῶσι δ̓ οὖν παῤ αὐτοῦ ἐκ τῆς κατ̓ αὐτὸν μοίρας, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ ἱστόρηται, ἄλλοι τε πολλοὶ καὶ Θεόδοτος εἷς τῶν ὑπὸ Θεοδοσίου ἀνὰ τὴν Ἰόππην κεχειροτονημένων, τοῦ τῆσἹεροσολύμων ἐπισκόπου πρός τινων γεγονότος, ὅτε πρὸς τὸ Βυζάντιον ὁ Ἰουβενάλιος ἀνέδραμεν.

Ἀκάκιον δέ φησι τὸν τῆς Κωνσταντίνου πρόεδρον [*](Niceph. xvi 6 Zacharias v 5 Theod. Lect. i 32 — 34 Theophan. 122 Joh. Nikiu c. 88, p. 478) ἐπὶ τούτοις περιπαθήσαντα συγκινῆσαι τὸ μοναδικὸν καὶ τὸν δῆμον τῆς βασιλευούσης, ὡς αἱρετικοῦ τοῦ Βασιλίσκουτυγχάνοντος: ἐκεῖνόν τε αὖ ἐξαρνήσασθαι τὰ ἐγκύκλια, καὶ διάταξιν γράψαι τὰ ἐκ συναρπαγῆς γεγονότα τέλεον ἀργεῖν ἀντεγκύκλιά τε διαπέμπεσθαι συνιστῶντα τὴν ἐν Καλχηδόνι σύνοδον. Καὶ ταῦτα μὲν ἅ φησιν ἀντεγκύκλια παρῆκεν, ἐμπαθῶς τὴν ὅλην πραγματείανσυγγράψας. Ἔστιν δὲ ἐπὶ λέξεως ταῦτα:

107
ἈΝτεΓκΥκλιοΝ ΒασιλίσκοΥ. [*](Niceph. xvi 7) Αὐτοκράτορες Καίσαρες Βασιλίσκος καὶ Μάρκος. Τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐν ταῖς καθολικαῖς ἐκκλησίαις κρατήσασαν ἀποστολικὴν καὶ ὀρθόδοξον πίστιν, τὴν καὶ μέχρι τῆς ἡμετέρας βασιλείας κρατήσασαν καὶ ἐπὶ τῆς ἡμετέρας βασιλείας κρατοῦσαν καὶ εἰς τὸ διηνεκὲς κρατεῖν ὀφείλουσαν, εἰς ἣν καὶ ἐβαπτίσθημεν καὶ πιστεύομεν, αὐτὴν μόνην ἄτρωτον καὶ ἀσάλευτον κρατεῖν, τὴν καὶ κρατοῦσαν, καὶ διηνεκῶς πολιτεύεσθαι ἐν πάσαις ταῖς καθολικαῖς καὶ ἀποστολικαῖς τῶν ὀρθοδόξων ἐκκλησίαις θεσπίζομεν καὶ μηδὲν ἕτερον ζητεῖσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ ἐπὶ τῆς ἡμετέρας βασιλείας γεγενημένα, εἴτε ἐγκύκλια, εἴτε καὶ ἕτερα, ἢ εἴ τι δή ποτε οὖν, πίστεως ἕνεκεν ἢ καταστάσεως ἐκκλησιαστικῆς, ἀργεῖν καὶ πεπαῦσθαι προστάττομεν, ἀναθεματιζομένων Νεστορίου καὶ Εὐτυχοῦς καὶ πάσης ἑτέρας αἱρέσεως καὶ πάντων τῶν τὰ αὐτὰ φρονούντων, καὶ περὶ ταύτης τῆς ὑποθέσεως μὴ σύνοδον γίνεσθαι ἢ ἑτέραν ζήτησιν, ἀλλὰ ταῦτα μένειν ἀρραγῆ καὶ ἀσάλευτα: ἀποδοθῆναι δὲ καὶ τὰς ἐπαρχίας τῷ εὐλαβεστάτῳ καὶ ἁγιωτάτῳ πατριάρχῃ καὶ ἀρχιεπισκόπῳ Ἀκακίῳ, ὧν τὴν χειροτονίαν εἶχεν ὁ θρόνος ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως: δηλαδὴ τῶν νῦν ὄντων θεοφιλεστάτων ἐπισκόπων μενόντων ἐπὶ τῶν οἰκείων θρόνων, μηδενὸς ἐκ τούτου προκρίματος γενομένου μετὰ τὴν τούτων τελευτὴν τῷ δικαίῳ τῆς χειροτονίας τοῦ εὐαγοῦς θρόνου ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως. Τοῦτο δὲ τὸ θεῖον ἡμῶν θέσπισμα δύναμιν ἐπέχειν θείας διατάξεως οὐδενὶ ἀμφίβολον καθέστηκεν. Καὶ ταῦτα μὲν ὧδε προῆλθε.

Ζήνων δὲ παροτρύνουσαν ὥς φασι θεασάμενος τὴν [*](Niceph. xvi 8 Malal. 380 Joh. Nikiu c. 88, p. 479 Theod. Lect. i 35, 36 Theophan. 124 — 5)ἁγίαν καὶ πολύαθλον πρωτομάρτυρα Θέκλαν καὶ τὴν τῆς βασιλείας ἀποκατάστασιν ὑπισχνουμένην, ἐπὶ τὸ Βυζάντιον στρατεύει δώροις τοὺς πολιορκοῦντας ὑπελθών, καὶ δεύτερον ἔτος τῆς ἀρχῆς κρατήσαντα τὸν

108
Βασιλίσκον ἐξωθεῖται, ἁγίοις τε προσπελάσαντα σηκοῖς τοῖς ἐχθροῖς ἐκδίδωσιν. Οὗτος ὁ Ζήνων μέγιστον τέμενος ἐξοχῇ τε καὶ κάλλει προὖχον ἀνατέθεικε τῇ πρωτομάρτυρι Θέκλῃ ἀνὰ τὴν Σελευκέων τὴν πρὸς τῇ Ἰσαύρων χώρᾳ κειμένην, πλείστοις καὶ βασιλικοῖς ἀναθήμασι διακοσμήσας,τοῖς καὶ μέχρις ἡμῶν σωζομένοις. Πέμπεται μὲν οὖν ἀνὰ τὴν Καππαδοκῶν τεθνηξόμενος χώραν ὁ Βασιλίσκος: ἐν Κουκουσῷ δὲ τῷ σταθμῷ ἅμα γυναικὶ καὶ τέκνοις [*](Zacharias v 5) ἀποσφάττεται. Καὶ νόμον ὁ Ζήνων τίθησιν ἀναιροῦντα τὰ ἐπὶ τοῖς ἐγκυκλίοις συντεθειμένα Βασιλίσκῳ τῷτυράννῳ: καὶ Πέτρος μὲν ὁ ἐπίκλην Κναφεὺς τῆς Ἀντιοχέων ἐκκλησίας ἀπελαύνεται, Παῦλος δὲ τῆς Ἐφεσίων.

Οἱ δὲ τῆς Ἀσίας ἐπίσκοποι τὸν Ἀκάκιον ἡμερούμενοι [*](Niceph. xvi 9 Zacharias v 5) παρῃτοῦντο καὶ συγγνώμην ᾔτουν, βιβλία μετανοίας διαπεμπόμενοι δἰ ὧν ἔφασκον πρὸς ἀνάγκης τοῖς ἐγκυκλίοις,οὐ μὴν ἑκουσίως ὑποσημήνασθαι, καὶ διωμνύοντο ἦ μὴν οὕτως ἔχειν καὶ μὴ ἑτέρως, ἦ κατὰ τὴν ἐν Καλχηδόνι σύνοδον πεπιστευκέναι τε καὶ πιστεύειν. Ἡ δὲ τῶν γραμμάτων δύναμίς ἐστιν ἐν τούτοις: Ἐπιστολὴ ἤτοι δέησις ἀποσταλεῖσα Ἀκακίῳ ἐπισκόπῳΚωνσταντινουπόλεως παρὰ τῶν τῆς Ἀσίας ἐπισκόπων. Ἀκακίῳ τῷ ἁγιωτάτῳ καὶ ὁσιωτάτῳ πατριάρχῃ τῆς κατὰ τὴν βασιλεύουσαν Κωνσταντινούπολιν νέαν Ῥώμην ἁγιωτάτης ἐκκλησίας. Καὶ μεθ̓ ἕτερα: Ἔφθασεν ἐφ̓ἡμᾶς πρεπόντως ποιῶν ὁ καὶ τὸν ὑμέτερον ἀναπληρώσων τόπον. Καὶ μετ̓ ὀλίγα: Διὰ τῶνδε τῶν λιβέλλων γνωρίζομεν ὑπογεγραφηκέναι οὐ κατὰ πρόθεσιν ἀλλ̓ ἐξ ἀνάγκης, γράμμασιν καὶ ῥήμασιν ἀλλ̓ οὐ καρδίᾳ συνθέμενοι τούτοις. Ταῖς γὰρ ὑμῶν εὐπροσδέκτοις πρεσβείαις,σὺν ἐπινεύσει τοῦ κρείττονος, ὡς παρειλήφαμεν παρὰ τῶν τῆς οἰκουμένης φωστήρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν

109
ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, πιστεύομεν, πρὸς τούτοις δὲ καὶ τοῖς ἐν Καλχηδόνι εὐσεβῶς καὶ ὀρθῶς τυπωθεῖσι παρὰ τῶν καὶ ἐν αὐτῇ συναχθέντων θείων πατέρων. Εἴτε οὖν Ζαχαρίας ὁ ῥήτωρ ἐσυκοφάντησεν τούτους, εἴτε αὐτοὶ διεψεύσαντο φήσαντες ὡς οὐκ ἐβούλοντο ὑπογράψαι, λέγειν οὐκ ἔχω.

Μετὰ γοῦν Πέτρον Στέφανος τὸν Ἀντιοχείας [*](Niceph. xvi 10 Malal. 381 Joh. Nikiu c. 88, p. 480 Theophan. 128 Conc. vii 1176 — 7) θρόνον παραλαμβάνει: ὃν παῖδες Ἀντιοχέων καλάμοις διεχειρίσαντο ἴσα δόρασιν ὀξυνθεῖσιν, ὡς Ἰωάννῃ τῷ ῥήτορι γέγραπται. Μετὰ Στέφανον δὲ Καλανδίων τοὺς τῆς αὐτῆς καθέδρας οἴακας ἐπιτρέπεται: ὃς τοὺς προσιόντας παρεσκεύαζε τὸν Τιμόθεον ἀναθεματίζειν σὺν καὶ τοῖς ἐγκυκλίοις Βασιλίσκου.

Ὁ δέ γε Ζήνων ἐβουλήθη μὲν τὸν Τιμόθεον [*](Niceph. xvi 11 Joh. Nikiu c. 88,p. 482)ἀπελάσαι τῆς Ἀλεξανδρέων: πρός τινων δὲ μαθὼν ἤδη πρεσβύτην εἶναι καὶ ὅσον οὔπω τὸ πάντων ὑπελθεῖν καταγώγιον, τὸ βούλευμα διεκώλυσε. Καὶ δὴ μετ̓ οὐ πολὺ τὸ κοινὸν ἀπέτισεν χρέος: καὶ Πέτρον αὐθεντίᾳ [*](Liberat. xvi) προχειρίζονται σφῶν οἱ τῆς Ἀλεξανδρέων ἐπίσκοπον, τὸν ἐπίκλην Μογγόν. Ὅπερ εἰς Ζήνωνα διαβὰν ἐξετάραξε: [*](Zacharias v 5) καὶ τῷ μὲν ὁ Ζήνων θανάτου ζημίαν προσετίμησε, Τιμόθεον δὲ τὸν μετὰ Προτέριον ἀνακαλεῖται ἐν τῷ Κανόβῳ [*](Theophan. 121) διά τινα στάσιν τοῦ δήμου διάγοντα: καὶ ὁ μὲν Τιμόθεος τοῖς τοῦ βασιλέως κελεύσμασι τὸν οἰκεῖον κατειλήφει θρόνον.

Ἐκ βουλῆς δὲ ἐνίων Ἰωάννης πρεσβύτερος οἰκονομεῖν [*](Niceph. xvi 11 Zacharias v 6 Theophan. 128 Cramer. An. Par. ii 105) τεταγμένος τὸν σεβάσμιον νεὼν τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου τὴν βασιλέως καταλαμβάνει, πρεσβεύσων ἵνα εἰ συμβῇ τὸν ἐπίσκοπον ἐξ ἀνθρώπων ἀπελθεῖν, ἐξὸν ᾖ τοῖς τὴν Ἀλεξάνδρου οἰκοῦσι προβάλλεσθαι

110
[*](Zacharias v 7) πρόεδρον ὃν ἂν ἐθέλοιεν. Ὃς ἑαυτῷ μνώμενος τὴν ἐπισκοπήν, ὡς Ζαχαρίας φησίν, ἐφωράθη ὑπὸ τοῦ βασιλέως: καὶ ὅρκους ὑποσχὼν μή ποτε τὸν τῆς Ἀλεξανδρέων ἐπιζητήσειν θρόνον, ἀνὰ τὴν οἰκείαν ἐπαναζεῦξαι. Καὶ θεσπίζει γε βασιλεὺς μετὰ τελευτὴν Τιμοθέου ἐκεῖνονἐπίσκοπον γενέσθαι ὃν ἂν ὁ κλῆρος καὶ τὸ κοινὸν ψηφίσοιντο. Οὐκ ἐς μακρὰν δὲ τελευτήσαντος τοῦ Τιμοθέου, ὁ Ἰωάννης χρήματα δούς, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ γέγραπται, καὶ ἐς τὰ ὀμωσμένα τῷ βασιλεῖ ἀλογήσας εἰς ἐπίσκοπον τῆς Ἀλεξανδρέων προβάλλεται. Ἅπερ ὁ [*](Theod. Lect. ii 45 Theophan. 130 Joh. Nikiu c. 88, p. 483 Conc. vii 1177) βασιλεὺς γνοὺς ἐκεῖνον μὲν ἀπελαθῆναι κελεύει. Ὑποθήκῃ [*](11) δέ τινων προσφώνησιν πρὸς τοὺς Ἀλεξανδρέας γράφει, ἥνπερ Ἑνωτικὸν κέκληκε, θεσπίσας ἀποδοθῆναι Πέτρῳ τὸν θρόνον τῆς Ἀλεξάνδρου, εἴπερ ἐν τούτῳ καθυποσημαίνοιτο, καὶ τοὺς τῆς μοιρας Προτερίου εἰσκοινωνίαν δέξοιτο.

Ταύτην τὴν οἰκονομίαν γνώμῃ συντεθειμένην [*](Niceph. xvi 11 Zacharias v 7 Liberat. xviii) Ἀκακίου τοῦ τῆς βασιλευούσης ἐπισκόπου Περγάμιος ἀποκομίζει, ὕπαρχος τῆς Αἰγύπτου χειροτονηθείς: ὅστις προσσχὼν τῇ Ἀλεξάνδρου πεφευγότα τὸν Ἰωάννην εὑρηκὼσἐντυγχάνει τῷ Πέτρῳ, καὶ πείθει δέξασθαι τὴν προσφώνησιν Ζήνωνος, προσέτι δὲ καὶ τοὺς διεστῶτας. Δέχεται τοίνυν τὴν εἰρημένην προσφώνησιν ὑπογράφει τε ταύτῃ, ὑπισχνεῖται δὲ καὶ τοὺς ἀπ̓ ἐναντίας δέχεσθαι. Μετὰ δ̓ οὖν πανηγύρεως δημοτελοῦς ἀνὰ τὴν Ἀλεξανδρέωνοὔσης πάντων τε τὸ καλούμενον Ἑνωτικὸν Ζήνωνος προσιεμένων, δέχεται Πέτρος καὶ τοὺς ἐκ τῆς Προτερίου μοίρας: καί τινα προσφώνησιν πρὸς τὸν λεὼν συντάξας ἐπὶ τῆς ἐκκλησίας ἀναγινώσκει τὴν Ζήνωνος προσφώνησιν ἔχουσαν ὧδε:

111
Τὸ ἙΝωτικὸΝ τοΥ ΖΗΝωΝος.

Αὐτοκράτωρ Καῖσαρ Ζήνων, εὐσεβής, νικητής, [*](Niceph. xvi 12 Zacharias v 8 Liberat. xvii Facundus xii 4) τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, τοῖς κατὰ Ἀλεξάνδρειαν καὶ Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν εὐλαβεστάτοις ἐπισκόποις καὶ κληρικοῖς καὶ μοναχοῖς καὶ λαοῖς. Ἀρχὴν καὶ σύστασιν δύναμίν τε καὶ ὅπλον ἀκαταμάχητον τῆς ἡμετέρας εἰδότες βασιλείας τὴν μόνην ὀρθὴν καὶ ἀληθινὴν πίστιν, ἥντινα διὰ τῆς θείας ἐπιφοιτήσεως ἐξέθεντο μὲν οἱ ἐν Νικαίᾳ συναθροισθέντες τριακόσιοι δέκα ὀκτὼ ἅγιοι πατέρες, ἐβεβαίωσαν δὲ καὶ οἱ ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ὁμοίως ἅγιοι πατέρες συνελθόντες, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν πάσῃ προσευχῇ καὶ σπουδῇ καὶ νόμοις κεχρήμεθα πληθύνεσθαι δἰ αὐτῆς τὴν ἁπανταχόσε ἁγίαν τοῦ θεοῦ καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, τὴν ἄφθαρτον καὶ ἀτελεύτητον μητέρα τῶν ἡμετέρων σκήπτρων, εἰρήνῃ δὲ καὶ τῇ περὶ θεὸν ὁμονοίᾳ τοὺς εὐσεβεῖς λαοὺς διαμένοντας εὐπροσδέκτους τὰς ὑπὲρ τῆς ἡμετέρας βασιλείας ἱκετείας προσφέρειν σὺν τοῖς θεοφιλεστάτοις ἐπισκόποις καὶ θεοσεβεστάτοις κληρικοῖς καὶ ἀρχιμανδρίταις καὶ μονάζουσι. Τοῦ γὰρ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας σαρκωθέντος καὶ τεχθέντος, τὴν ἐκ συμφωνίας δοξολογίαν τε καὶ λατρείαν ἡμῶν ἐπαινοῦντος καὶ ἑτοίμως δεχομένου, τὰ μὲν τῶν πολεμίων ἐκτριβήσεται καὶ ἐξαλειφθήσεται γένη, πάντες δὲ τὸν οἰκεῖον ὑποκλινοῦσιν αὐχένα τῷ ἡμετέρῳ μετὰ θεὸν κράτει, εἰρήνη δὲ καὶ τὰ ἐκ ταύτης ἀγαθὰ ἀέρων τε εὐκρασία καὶ καρπῶν εὐφορία καὶ τὰ ἄλλα δὲ τὰ λυσιτελοῦντα τοῖς ἀνθρώποις φιλοτιμηθήσεται. Οὕτως οὖν τῆς ἀμωμήτου πίστεως ἡμᾶς τε καὶ τὰ

112
Ῥωμαϊκὰ περισωζούσης πράγματα, δεήσεις ἡμῖν προσεκομίσθησαν παρὰ θεοσεβῶν ἀρχιμανδριτῶν καὶ ἐρημιτῶν καὶ ἑτέρων αἰδεσίμων ἀνδρῶν, μετὰ δακρύων ἱκετευόντων ἕνωσιν γενέσθαι ταῖς ἁγιωτάταις ἐκκλησίαις συναφθῆναί τε τὰ μέλη τοῖς μέλεσιν, ἅπερ ὁ μισόκαλοσἀπὸ πλείστων χρόνων χωρίσαι κατηπείχθη γινώσκων ὡς ὁλοκλήρῳ τῷ τῆς ἐκκλησίας σώματι πολεμῶν, ἡττηθήσεται. Συμβαίνει γὰρ ἐκ τούτου καὶ γενεὰς ἀναριθμήτους εἶναι ὅσας ὁ χρόνος ἐν τοσούτοις ἔτεσι τῆς ζωῆς ὑπεξήγαγε, καὶ τὰς μὲν τοῦ λουτροῦ τῆς παλιγγενεσίασἐστερημένας ἀπελθεῖν, τὰς δὲ τῆς θείας κοινωνίας μὴ μετασχούσας πρὸς τὴν τῶν ἀνθρώπων ἀπαραίτητον ἐκδημίαν ἀπαχθῆναι, φόνους τε τολμηθῆναι μυρίους καὶ αἱμάτων πλήθει μολυνθῆναι μὴ μόνον τὴν γῆν ἀλλ̓ ἤδη καὶ αὐτὸν τὸν ἀέρα. Ταῦτα τίς οὐκ ἂν εἰς τὸ ἀγαθὸνμετασκευασθῆναι προσεύξοιτο; Διά τοι τοῦτο γινώσκειν ὑμᾶς ἐσπουδάσαμεν ὅτι καὶ ἡμεῖς καὶ αἱ πανταχοῦ ἐκκλησίαι ἕτερον σύμβολον ἢ μάθημα ἢ ὅρον πίστεως ἢ πίστιν πλὴν τοῦ εἰρημένου ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίωνπατέρων, ὅπερ ἐβεβαίωσαν οἱ μνημονευθέντες ἑκατὸν πεντήκοντα ἅγιοι πατέρες, οὔτε ἐσχήκαμεν, οὔτε ἔχομεν, οὔτε ἕξομεν, οὔτε ἔχοντας ἐπιστάμεθα: εἰ δὲ καὶ ἔχοι τις, ἀλλότριον αὐτὸν ἡγούμεθα. Τοῦτο γὰρ καὶ μόνον, ὡς ἔφαμεν, τὴν ἡμετέραν περισώζειν τεθαρρήκαμεν βασιλείαν,καὶ πάντες δὲ οἱ λαοὶ τοῦ σωτηριώδους ἀξιούμενοι φωτίσματος αὐτὸ καὶ μόνον παραλαμβάνοντες βαπτίζονται: ᾧ καὶ ἐξηκολούθησαν καὶ πάντες οἱ ἅγιοι πατέρες οἱ ἐν τῇ Ἐφεσίων συνελθόντες, οἱ καὶ καθελόντες τὸν ἀσεβῆ Νεστόριον καὶ τοὺς τὰ ἐκείνου μετὰ ταῦταφρονοῦντας. Ὅντινα καὶ ἡμεῖς Νεστόριον ἅμα Εὐτυχεῖ τἀναντία τοῖς εἰρημένοις φρονοῦντας ἀναθεματίζομεν, δεχόμενοι καὶ τὰ δώδεκα κεφάλαια τὰ εἰρημένα παρὰ τοῦ
113
τῆς ὁσίας μνήμης γενομένου Κυρίλλου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρέων ἁγίας καθολικῆς ἐκκλησίας. Ὁμολογοῦμεν δὲ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν καὶ θεόν, τὸν κατὰ ἀλήθειαν ἐνανθρωπήσαντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατελθόντα καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ θεοτόκου, ἕνα τυγχάνειν καὶ οὐ δύο. Ἑνὸς γὰρ εἶναί φαμεν τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί. Τοὺς γὰρ διαιροῦντας ἢ συγχέοντας ἢ φαντασίαν εἰσάγοντας οὐδὲ ὅλως δεχόμεθα, ἐπείπερ ἡ ἀναμάρτητος ἐκ τῆς θεοτόκου κατὰ ἀλήθειαν σάρκωσις προσθήκην υἱοῦ οὐ πεποίηκε. Μεμένηκε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ Λόγου. Εἰδότες οὖν ὡς οὔτε αἱ ἅγιαι τοῦ θεοῦ πανταχοῦ ὀρθόδοξοι ἐκκλησίαι, οὔτε οἱ τούτων προϊστάμενοι θεοφιλέστατοι ἱερεῖς, οὔτε ἡ ἡμετέρα βασιλεία ἑτέρου συμβόλου ἢ ὅρου πίστεως παρὰ τὸ εἰρημένον ἅγιον μάθημα ἠνέσχοντο ἢ ἀνέχονται, ἑνώσωμεν ἑαυτοὺς μηδὲν ἐνδοιάζοντες. Ταῦτα δὲ γεγράφαμεν οὐ καινίζοντες πίστιν, ἀλλ̓ ὑμᾶς πληροφοροῦντες. Πάντα δὲ τὸν ἕτερόν τι φρονήσαντα ἢ φρονοῦντα, ἢ νῦν ἢ πώποτε, ἢ ἐν Καλχηδόνι ἢ οἵᾳ δή ποτε συνόδῳ, ἀναθεματίζομεν, ἐξαιρέτως δὲ τοὺς εἰρημένους Νεστόριον καὶ Εὐτυχέα καὶ τοὺς τὰ αὐτῶν φρονοῦντας. Συνάφθητε τοίνυν τῇ πνευματικῇ μητέρι τῇ ἐκκλησίᾳ, τῆς αὐτῆς ἡμῖν ἐν αὐτῇ θείας ἀπολαύοντες κοινωνίας κατὰ τὸν εἰρημένον ἕνα καὶ μόνον ὅρον τῆς πίστεως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων. Ἡ γὰρ παναγία μήτηρ ἡμῶν ἡ ἐκκλησία ὡς γνησίους ὑμᾶς υἱοὺς ἀπεκδέχεται περιπτύξασθαι, καὶ τῆς
114
χρονίας καὶ γλυκείας ὑμῶν ἐπιθυμεῖ φωνῆς ἀκροάσασθαι. Ἐπείξατε οὖν ἑαυτούς: ταῦτα γὰρ ποιοῦντες καὶ τὴν τοῦ δεσπότου καὶ σωτῆρος καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ εὐμένειαν πρὸς ἑαυτοὺς ἐφελκύσεσθε καὶ παρὰ τῆς ἡμετέρας βασιλείας ἐπαινεθήσεσθε.Τούτων ἀνεγνωσμένων, ἡνοῦντο μὲν πάντες οἱ τῆς Ἀλεξάνδρου τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ.

Ὁ δέ γε Ἰωάννης οὖ πρότερον ἐμνήσθημεν, τὴν [*](Niceph. xvi 15 Zacharias v 9) Ἀλεξάνδρου πεφευγὼς τὴν ἀρχαιοτέραν καταλαμβάνει Ῥώμην, καὶ διετάραττε φάσκων ὑπὲρ τῶν Λέοντος δογμάτωνκαὶ τῆς ἐν Καλχηδόνι συνόδου τοῦ οἰκείου ἐκπεπτωκέναι θρόνου, ἕτερον δὲ ἀντεισελθεῖν ἀντίπαλον τούτοις καθεστῶτα. Πρὸς τοῦτο ταραχθέντος Σιμπλικίου τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου καὶ πρὸς βασιλέα Ζήνωνα γράψαντος, ἀντιγράφει ὁ Ζήνων ἐπιορκίαν τῷἸωάννῃ ἐγκαλῶν, καὶ ὡς τούτου χάριν τῆς ἐπισκοπῆς οὐ δἰ ἕτερον ἀπηλάθη.

Καλανδίων δὲ ὁ Ἀντιοχείας πρόεδρος γράφων [*](Niceph. xvi 13 Zacharias v 9-12 Cramer. An. Par. ii 105 Theophan. 131 Liberat. xviii Conc. vii 1177) τῷ βασιλεῖ Ζήνωνι Ἀκακίῳ τε τῷ Κωνσταντινουπόλεως προέδρῳ, μοιχὸν τὸν Πέτρον ἀπεκάλει, λέγων ὡς τὴν ἐνΚαλχηδόνι σύνοδον ἀνατεθεμάτικεν ἐπὶ τῆς Ἀλεξανδρέων γενόμενος. Ὃς ὕστερον τὴν ἐς Ὄασιν οἴκησιν κατακρίνεται, ἀμῦναι νομισθεὶς Ἰλλοῦ καὶ Λεοντίῳ καὶ Παμπρεπίῳ περὶ τὴν Ζήνωνος τυραννίδα. Πέτρος δὲ ὁ Κναφεύς, ὁ πρὸ Καλανδίωνος καὶ Στεφάνουὥς μοι λέλεκται, τὸν ἴδιον ἀπειλήφει θρόνον: ὃς καὶ τῷ Ἑνωτικῷ Ζήνωνος καθυπεσημήνατο, καὶ συνοδικοῖς δὲ πρὸς Πέτρον τὸν τῆς Ἀλεξανδρέων ἐχρήσατο: ἡνώθη δὲ τούτῳ καὶ ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος Ἀκάκιος. Καὶ Μαρτύριος δὲ ὁ Ἱεροσολύμων ἐπίσκοπος συνοδικαῖσπρὸς τὸν Πέτρον ἐχρήσατο συλλαβαῖς. Μετὰ ταῦτά [*](Zacharias vi 1) τινες τῆς Πέτρου κοινωνίας ἑαυτοὺς ἀπέκριναν, ὡς ἐντεῦθεν τὸν Πέτρον τὴν ἐν Καλχηδόνι σύνοδον ἀναφανδὸν

115
ἀναθεματίσαι. Ὅπερ εἰς Ἀκάκιον ἐλθὸν τὸν Κωνσταντινουπόλεως συνετάραξε, πέμψαι τε πεποίηκέ τινας τὰ περὶ τούτων εἰσομένους: οὓς δὴ Πέτρος πληροφορεῖν βουλόμενος ὡς οὐδὲν τοιοῦτο πεπραχὼς εἴη, ὑπομνήματα γέγραφεν, ἐν οἷς τινες εἰρήκασι μηδὲν τοιοῦτο συνειδέναι πεπραχότι τῷ Πέτρῳ.

Οὗτος ὁ Πέτρος, ὡς κόθορνος καὶ παλίμβολος [*](Niceph. xvi 13) καὶ τοῖς καιροῖς συνδιατιθέμενος, ἥκιστα πρὸς μίαν ἔστη γνώμην, νῦν μὲν ἀναθεματίζων τὴν ἐν Καλχηδόνι σύνοδον, νῦν δὲ παλινῳδίαν λέγων καὶ ταύτην ψήφοις ἁπάσαις δεχόμενος. Γέγραφε τοίνυν ἐπιστολὴν ὁ αὐτὸς Πέτρος πρὸς Ἀκάκιον τὸν Κωνσταντινουπόλεως πρόεδρον, ἐπὶ λέξεως ἔχουσαν οὕτως: Ὁ θεὸς ὁ ὕψιστος τὴν σὴν ἁγιωσύνην ἀμείψεται [*](Ibid. 14) ὑπέρ τε πόνων καὶ καμάτων τοσούτων ὧν περιόδοις χρόνων ἐφύλαξας τὴν τῶν ἁγίων πατέρων πίστιν, ἣν ἀκαταπαύστως κηρύττων ἐβεβαίωσας. Ἐν ᾗ καὶ τὸ σύμβολον κείμενον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων εὑρόντες ἀκολούθως ἐν ᾧ βαπτισθέντες ἐπιστεύσαμεν καὶ πιστεύομεν: ὅπερ καὶ ἐβεβαίωσαν οἱ συνελθόντες ἐν Κωνσταντινουπόλει ἅγιοι πατέρες ἑκατὸν πεντήκοντα. Ἀκαταπαύστως τοίνυν πάντας ὁδηγῶν ἥνωσας τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, πείσας ἡμᾶς διὰ μεγίστων ὑποδειγμάτων ὡς οὐδέν ἐστι παρὰ ταῦτα πεπραγμένον ἐν τῇ ἁγιωτάτῃ καὶ οἰκουμενικῇ συνόδῳ τῇ ἐν Καλχηδόνι γενομένῃ, συμφωνούσῃ καὶ βεβαιούσῃ τὰ τοῖς ἐν Νικαίᾳ ἁγίοις πατράσιν. Οὐδὲν γὰρ εὑρόντες καινὸν αὐτοτελῶς συνῃνέσαμεν καὶ πεπιστεύκαμεν. Μεμαθήκαμεν δὲ ὥς τινες μονάζοντες φθονοῦντες τῇ ἡμῶν ἀδελφότητι εἰς τὰς ὑμῶν ὁσίας ἀκοὰς εἰσήνεγκαν λοιδορίας τινὰς οὐκ εὐχερῶς μεταγούσας εἰς λύπην τὴν

116
ὑμῶν ὁσιότητα: καὶ πρῶτον μὲν ὡς τὰ λείψανα τοῦ ἐν ἁγίοις ἡμῶν πατρὸς τοῦ μακαρίου ἀρχιεπισκόπου Τιμοθέου μετηνέγκαμεν εἰς ἕτερον τόπον: ὅπερ πρᾶγμα οὔτε θεῷ οὔτε νόμοις πρέπον ἐστί. Καὶ ἐπὶ τούτοις εἰς ἕτερον μετεπήδησαν ἀσύστατον καὶ τοῦ προτέρου χεῖρον.Πῶς γὰρ ἀναθεματίζειν εἴχομεν τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον, ᾗ πιστεύσαντες ἐβεβαιώσαμεν; Οὐκ ἀγνοεῖται δὲ, οὐδὲ λέληθε τὴν ὑμῶν θεοφίλειαν τῶν παῤ ἡμῖν λαῶν ὁ ζῆλος καὶ ἡ ἐλαφρία καὶ τῶν νεωτερίζειν ἐθελόντων μοναζόντων, οἵτινες μελετήσαντες ἅμα τισὶν ἐθελοκάκοιστῆς ἐκκλησίας ἀποσκιρτήσασι τοὺς λαοὺς ἀποσπᾶν ἐπιχειροῦσι. Καὶ διὰ τῶν ὑμετέρων εὐχῶν, ἐσκεψάμεθα λόγον θεραπείας ἐχόμενον μηδὲν βλάπτοντα τὴν ἁγίαν σύνοδον τὴν ἐν Καλχηδόνι, εἰδότες οὐδὲν καινὸν ἔχειν αὐτὴν πεπραγμένον: καὶ πρὸς πεισμοσύνην τῶν ἀκεραίωνκαὶ ἀπολογίαν τοὺς ἐπισυνελθόντας ἡμῖν τοῦτο λέγειν πεποιήκαμεν. Καὶ τοῦτο μὲν πολὺς γενόμενος ταχέως ἐκώλυσα. Γνωρίζω δὲ τὴν ὑμῶν ἁγιωσύνην ὡς μέχρι καὶ νῦν οὐ παύονται οἱ τὰ ζιζάνια σπείροντες ἀεὶ μονάζοντεσὄργανα ἑαυτοῖς ἐγκαταμίξαντές τινων μοναστήριά ποτε μὴ οἰκησάντων, καὶ περιέρχονται φήμας θρυλλοῦντες διαφόρους καθ̓ ἡμῶν καὶ κατὰ τῆς ἐκκλησιαστικῆς τοῦ Χριστοῦ εἰρήνης, καὶ μηδὲν ἡμᾶς συγχωροῦντες κανονικῶς καὶ πρεπόντως τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳπράττειν, παρασκευάζοντες τοὺς παῤ ἡμῖν λαοὺς μᾶλλον ἄρχειν ἡμῶν ἤπερ πείθεσθαι ἡμῖν, καὶ θέλουσι ποιεῖν ὅσα μὴ πρέπει θεῷ. Πιστεύομεν δὲ ὡς ἡ ὑμῶν ἁγιωσύνη διδάξει πάντα τὸν θειότατον δεσπότην τῆς οἰκουμένης, καὶ παρασκευάσει ὥστε τύπον αὐτοῖς παρασχεθῆναιπαρὰ τῆς αὐτοῦ γαληνότητος, τὸν δέοντα περὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης πρεπούσης θεῷ τε καὶ βασιλεῖ, ὥστε πάντας ἐν τούτοις κατευνάζειν.
117

Ὁ δὲ Ἰωάννης ὁ ἐν Ῥώμῃ πεφευγὼς Φίληκα [*](Niceph. xvi 15 Conc. vii 1053 Theophan. 131 Liberat. xviii) τὸν μετὰ Σιμπλίκιον τῆς Ῥώμης ἐπίσκοπον παρηνώχλει περὶ τῶν παρὰ Πέτρου γενομένων, καὶ πείθει, ὡς Ζαχαρίας λέγει, καθαιρετικὸν Ἀκακίῳ διαπεμφθῆναι παρὰ τοῦ αὐτοῦ Φίληκος τῆς πρὸς Πέτρον ἕνεκα κοινωνίας. Ὅπερ ὡς ἀκανονίστως γενόμενον, καθὼς ἱστόρηται τῷ αὐτῷ Ζαχαρίᾳ — ἐπιδεδώκασι γὰρ ἔνιοι τῶν ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων καλουμένων τὸν μοναδικὸν μετιόντες βίον — , ὁ Ἀκάκιος οὐ προσήκατο. Καὶ ταῦτα μὲν Ζαχαρίᾳ γέγραπται. Δοκεῖ δέ μοι μηδὲν τῶν ἐπὶ τούτῳ πραχθέντων εἰδέναι, μόνην δὲ ἀκοὴν ἠκρωτηριασμένην ἀφηγήσασθαι. Ἐγὼ δὲ τῶν γεγενημένων τὴν ἀκρίβειαν ἔρχομαι λέξων. Λιβέλλων ἐπιδεδομένων πρὸς Ἰωάννου [*](Niceph. xvi 16 Conc. vii 1108 Liberat. xviii) τῷ Φίληκι κατὰ Ἀκακίου ὡς ἀθέσμως Πέτρῳ κοινωνοῦντος, καὶ περὶ ἑτέρων ἀκανονίστως παῤ αὐτοῦ γιγνομένων, στέλλονται πρὸς τοῦ Φίληκος παρὰ τὸν Ζήνωνα Βιτάλιος καὶ Μισῖνος ἐπίσκοποι, ἐφ̓ ᾧ τὴν ἐν Καλχηδόνι σύνοδον κρατεῖν ἀπελαθῆναί τε τὸν Πέτρον ὡς αἱρετικὸν καὶ Ἀκάκιον πεμφθῆναι πρὸς τὸν Φίληκα, περὶ ὧν Ἰωάννης, οὗ πολλάκις ἐμνήσθημεν, ἐναγάγοι τὰς εὐθύνας παρέξοντα.

Πρὶν ἢ δὲ τούτους φθῆναι τὴν βασιλέως, Κύριλλος [*](Niceph. xvi 16) ὁ τῶν Ἀκοιμήτων καλουμένων ἡγούμενος στέλλει πρὸς Φίληκα καταμεμφόμενος τὴν βραδυτῆτα, τηλικούτων κατὰ τῆς ὀρθῆς πίστεως ἁμαρτανομένων: καὶ γράφει Φίληξ τοῖς περὶ Μισῖνον μηδὲν πρᾶξαι πρὶν τῷ Κυρίλλῳ συντύχοιεν καὶ παῤ αὐτοῦ τὸ πρακτέον μάθοιεν.