Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Οὕτω μὲν οὖν τὰ κατὰ τὸν Ἰωάννην καὶ Γρηγόριον [*](Ρ. 24 V. 19) τὸν Γαβρᾶν ὁ αὐτοκράτωρ οἰκονομήσας ἀπάρας τῆς Φιλιππουπόλεως τὰ ἀναμεταξὺ Δαλματίας καὶ τῆς ἡμεδαπῆς τέμπη καταλαμβάνει. καὶ τὸν ὅλον αὐχένα διαδραμὼν τοῦ οὑτωσί πως ἐγχωρίως καλουμένου Ζυγοῦ, οὐκ ἐποχούμενος (οὐ γὰρ ἐδίδου τοῦτο ἐς ἀεὶ ὁ τόπος ὀχθώδης τε καὶ χαραδρώδης ὢν καὶ συνηρεφὴς καὶ μικροῦ ἄβατος), ἀλλὰ πεζῇ ἅπαντα διερχόμενος καὶ οἰκείοις περιαθρῶν ὀφθαλμοῖς, μὴ διαλάθῃ τι ἀφύλακτον δι’ οὗ ῥᾳδία τοῖς πολεμίοις πολλάκις ἡ δίοδος γένηται, καὶ οὗ μὲν διώρυχας ἐπιτρέπων γενέσθαι, οὗ δὲ καὶ ξυλίνους κατασκευασθῆναι πύργους καὶ πολίχνια, ἔνθα [*](Β) ὁ τόπος παρεῖχε, γενέσθαι διὰ πλίνθων ἢ λίθων ἐπέταττε τὰ ἀπ᾿ ἀλλήλων διαστήματα καὶ τὰ μεγέθη αὐτὸς διαμετρῶν· ἔστι δ’ οὗ καὶ οὐρανομήκη δένδρα ῥιζοτομηθέντα κατατεθῆναι εἰς τὸ ἔδαφος διετάξατο. καὶ οὕτω τὰς τῶν πολεμίων διόδους ἀποταφρεύσας ἐπάνεισιν εἰς τὴν μεγαλόπολιν. ἀλλ’ ὁ μὲν λόγος ῥᾳδίαν ἴσως τὴν τοιαύτην οἰκονομίαν τοῖς ἀκροαταῖς παρίστησιν· ὁπόσον δὲ τὸν ἱδρῶτα ὁ αὐτοκράτωρ τῷ τότε ὑπέστη, μαρτυροῦσι πολλοὶ τῶν τότε [*](C) παρόντων καὶ εἰς ἔτι καὶ νῦν περιόντων. ἀλλ’ οὐ πολὺς παρεληλύθει καιρὸς καὶ τὰ κατὰ τὸν Τζαχᾶν ἀκριβέστερον αὐτῷ ἐπηγγέλλετο, ὡς οὐδὲν τῶν συμβάντων αὐτῷ κατά τε τὴν θάλατταν καὶ τὴν ἤπειρον τῆς πρότερον γνώμης [*](1 οὕτως οὖν 8 περιαρθρῶν (s) 16 ἐπάνεισι πρὸς μεγαλούπολιν (S))

29
ἀπέστησεν, ἀλλὰ τοῖς προσήκουσι βασιλεῦσι χρᾶται παρασήμοις βασιλέα ἑαυτὸν ὀνομάζων καὶ τὴν Σμύρνην οἰκῶν καθαπερεὶ βασίλειά τινα στόλον εὐτρεπίζει ἐφ’ ᾧ τάς τε νήσους αὖ‘θις δῃώσασθαι καὶ μέχρι αὐτοῦ φθάσαι Βυζαντίου καὶ εἰς αὐτὴν [*](D) δὲ εἰ δυνατὸν τὴν τῆς βασιλείας ἀνενεχθῆναι περιωπήν. ταῦτα ὁ αὐτοκράτωρ βεβαιούμενος ὁσημέραι δεῖν ἔγνω μὴ ἀναπίπτειν μηδὲ μαλακίζεσθαι πρὸς τὰ θρυλλούμενα, ἀλλὰ παρασκευάζεσθαι διὰ τοῦ ἔτι λείποντος ἐαρινοῦ καιροῦ καὶ τοῦ μετ’ αὐτὸν χειμῶνος καὶ κατὰ τὸ ἐπιὸν ἔαρ καρτερῶς [*](P. 246) πρὸς αὐτὸν ἀντικαταστῆναι καὶ σπεῦσαι διὰ πάσης μηχανῆς μὴ μόνον φροῦδα τὰ ἐκείνου ἀναδεῖξαι ἅπαντα, τὰς βουλάς, τὰς ἐλπίδας, τὰς ἐγχειρήσεις, ἀλλὰ καὶ αὐτῆς ἀπελάσαι τῆς Σμύρνης καὶ ὅσα ἄλλα προφθάσας κατέσχε τῆς ἐκείνου χειρὸς ῥύσασθαι. τοῦ χειμῶνος δὲ ἤδη παρῳχηκότος, ἐπεὶ προσμειδιῶν ἤδη τὸ ἔαρ παρῆν, μεταπεμψάμενος ἀπὸ τῆς Ἐπιδάμνου τὸν γυναικάδελφον αὐτοῦ Ἰωάννην τὸν Δούκαν μέγαν δοῦκα τοῦ στόλου προεχειρίσατο. καὶ ἠπειρώτας δὲ στρατὸν ἐπίλεκτον ἐπιδοὺς παρεκελεύσατο αὐτὸν μὲν διὰ τῆς ἠπείρου τὴν πρὸς τὸν Τζαχᾶν πορείαν ποιεῖσθαι, τῷ δέ γε Κωνσταντίνῳ τῷ Δαλασσηνῷ τὴν τοῦ στόλου ἡγεμονίαν ἐγχειρίσαι [*](Β) ἐντειλάμενον αὐτῷ τὴν ᾐόνα παραθέειν, ἕν’ ἅμα τὴν Μιτυλήνην καταλαβόντες ἐξ ἀμφοῖν θαλάττης τε καὶ ἠπείρου τὸν μετὰ τοῦ Τζαχᾶ συνάψωσι πόλεμον. καταλαβὼν [*](V. 195) τοίνυν τὴν Μιτυλήνην ὁ Δούκας παραχρῆμα ξυλίνους κατεσκεύασε εσκεύασε πύργους καὶ ὥσπερ ἐξ ὁρμητηρίου τινὸς ἐκεῖθεν ἀφορμῶν καρτερώτερον τοῖς βαρβάροις ἀντικαθίσταται. ὁ δὲ Τζαχᾶς τὴν τῆς Μιτυλήνης φρουρὰν τῷ ἀδελφῷ αὐτοῦ Γαλαβάτζῃ προαναθέμενος, ἐπεὶ μὴ ἐξαρκοῦντα τοῦτον πρὸς μάχας τοιούτου ἀνδρὸς ἐγίνωσκε, θᾶττον φθάσας καὶ πολέμου [*](C) σχῆμα διατυπώσας ξυμμίγνυται τῷ Δούκᾳ. καρτερᾶς δὲ τῆς μάχης γενομένης ἡ νὺξ ταύτην διέλυσε. κἄκτοτε ὁ [*](1 ἀπέστησαν (s) 3 εὐτρεπίζει r: εὐπρεπίζει 5 δὴ S 8 ἐαρινοῦ] ῾an θερινοῦ?’ s 9 καὶ ante κατὰ add Brockhoffius 21 αὐτῷ] οὕτω 25 ὁρμήματος 26 ἀντικαθίστατο)
30
Δούκας διὰ τριττῆς σεληνιακῆς περιφορᾶς οὐκ ἐνεδίδου καθ΄ ἑκάστην ἡμέραν προσβάλλων τε τοῖς τείχεσι Μιτυλήνης καὶ μετὰ τοῦ Τζαχᾶ λαμπροὺς πολέμους συνάίρων ἐξ ἡλίου ἀνατολῆς μέχρι δυσμῶν. καὶ οὐδὲν πλέον ἦν τῷ Δούκᾳ τοῦ τοσούτου καμάτου. ὅπερ μανθάνων ὁ αὐτοκράτωρ ἠνιᾶτο καὶ ἤσχαλλεν. ἐπερωτήσας δέ ποτε τὸν ἐκεῖθεν ἐλθόντα στρατιώτην καὶ διαγνούς, ὡς οὐδὲν ἄλλο τῷ Δούκᾳ ἤ μάχαι τε καὶ πόλεμοι, καὶ περὶ τοῦ καιροῦ ἤρετο, καθ’ ὁποίαν ὥραν αἱ μετὰ τοῦ Τξαχᾶ μάχαι συνίστανται. τοῦ δὲ περὶ αὐτὰς τὰς τοῦ ἡλίου αὐγὰς εἰρηκότος ὁ βασιλεὺς αὖθις “καὶ τίνες [*](D) τῶν μαχομένων πρὸς ἀνατολὰς ἀποβλέπουσι;” καὶ ὁ στρατιώτης “τὸ ἡμέτερον” ἔφη “στράτευμα”. ξυνεὶς οὖν τηνικαῦτα τὴν αἰτίαν, ὁποῖος ἐκεῖνος ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον εὑρίσκων, γράμμα πρὸς τὸν Δούκαν σχεδιάζει ξυμβουλεῦον ἀποστῆναι τῆς κατὰ τὰς αὐγὰς τοῦ ἡλίου μετὰ τοῦ Τξαχᾶ μάχης καὶ μὴ ἕνα πρὸς δύο μάχεσθαι, τὰς ἡλιακὰς ἀκτῖνας δηλαδὴ καὶ αὐτὸν τὸν Τζαχᾶν· ἐπὰν δὲ ὁ ἥλιος τὸν μεσημβρινὸν κύκλον διελθὼν πρὸς δυσμὰς ἀποκλίνῃ, τηνικαῦτα. προσβάλλειν τοῖς ἐναντίοις. ἐγχειρίσας οὖν τὸ γράμμα τῷ στρατιώτῃ καὶ πολλάκις περὶ τούτου παραγγείλας τέλος ἀποφαντικῶς ἔφη “ἐὰν κλίνοντος τοῦ ἡλίου τοῖς ἐναντίοις προσβαλεῖτε, [*](P. 24) νικηταὶ παραχρῆμα ἔσεσθε”. ταῦτα τοῦ Δούκα διὰ τοῦ στρατιώτου μεμαθηκότος καὶ μηδέποτε τοῦ αὐτοκράτορος μηδὲ τὴν ἐπὶ τῷ τυχόντι παραβλεψαμένου ξυμβουλὴν τῇ μετ’ αὐτὴν κατὰ τὸ σύνηθες οἱ βάρβαροι ὁπλιςάμενοι, ἐπεὶ τῶν ἀντιμάχων οὐδεὶς ἐφαίνετο (ἠρέμουν γὰρ αἱ Ῥωμαϊκαὶ φάλαγγες κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας), τὴν μάχην ἀπηλπικότες κατὰ τὴν ἡμέραν ἐκείνην αὐτοῦ που μεμενήκασι τὰ ὅπλα ἀποθέμενοι. ἀλλ’ ὁ Δούκας οὐκ ἠρέμει. ἐς μεσουράνημα γὰρ τοῦ ἡλίου ἤδη ἐφθακότος αὐτός τε καὶ [*](Β) τὸ στρατιωτικὸν ἅπαν ἐπὶ τοῖς ὅπλοις ἦν. καὶ κκλίνοντος ἤδη τοῦ ἡλίου πολίμου τάξιν διατυπώσας σὺν ἀλαλαγμῷ

[*](14 ξυμβουλεύων 17 Τζαχᾶ (S) 21 προσβαλεῖτε τοῖς ἐναντίοις 24 συμβουλὴν 29 μεμενήκασιν 30 εἰς)
31

καὶ βοῇ πολλῇ αἰφνηδὸν κατὰ τῶν βαρβάρων ἴεται. οὐ μέντοι οὐδ’ ὁ Τζαχᾶς ἀνέτοιμος ἐφάνη, ἀλλ’ εὐθὺς καρτερῶς ὁπλι- σάμενος ξυμμίγνυσι ταῖς Ῥωμαϊκαῖς φάλαγξι. πνεύσαντος δὲ τηνικαῦτα καὶ ἀνέμου σφοδροῦ καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας ὁ κονίσσαλος ἐς οὐρανὸν αὐτὸν ἦρτο. καὶ τὸ μέν τι κατὰ πρόσωπον τὸν ἥλιον λάμποντα ἔχοντες, τὸ δέ τι καὶ τοῦ ἀνέμου τὰς ὄψεις διὰ τῆς κόνεως τρόπον τινὰ κατασβολοῦντος [*](C) τῶν τε Ῥωμαίων καρτερώτερον εἴπερ ποτὲ προσβαλόντων ἡττήθησαν τὰ νῶτα δεδωκότες. καὶ οὕτω μὴ φέρων ὁ Τζαχᾶς τὴν ἐπὶ πλέον πολιορκίαν καὶ πρὸς τὴν ἀδιάστατον μάχην μὴ ἐξαρκῶν τὰ περὶ εἰρήνης ἐπερωτᾷ τοῦτο καὶ μόνον ἐξαιτούμενος, ἐκχωρηθῆναί οἱ ἀβλαβῆ τὸν [*](V. 196) πρὸς τὴν Σμύρνην ἀπόπλουν. πείθεται τούτῳ ὁ Δούκας καὶ λαβὼν ὁμήρους δύο τῶν ἐκκρίτων σατραπῶν, ἐπεὶ κἀκεῖνος αὖθις ἄλλους ᾐτεῖτο τὸν Δούκαν ἐφ’ ᾧ τὸν μὲν μηδένα τῶν Μιτυληναίων ἀδικῆσαι ἐξερχόμενον ἢ συνεπαγαγέσθαι ἀποπλέοντα πρὸς Σμύρνην, τὸν δὲ διατηρῆσαι αὐτὸν [*](D) ἀβλαβῆ τὸν ὡς πρὸς Σμύρνην ἀπόπλουν ποιούμενον, δέδωκε τούτῳ τόν τε Εὐφορβηνὸν Ἀλέξανδρον καὶ Μανουὴλ τὸν Βουτουμίτην· ἄνδρες οὗτοι φιλοπόλεμοι τε καὶ γενναῖοι. εἶτα πίστεις ἐξ ἀλλήλων λαβόντες ὁ μὲν ἀμεριμνίαν ἤδη εἶχε τοῦ μὴ ἐν τῷ ἐξέρχεσθαι τὸν Τζαχᾶν βλάβην τινὰ τοῖς Μιτυληναίοις ἐπαγαγεῖν, ὁ δὲ ἐν τῷ διαπερᾶν μὴ παρὰ τοῦ Ῥωμαϊκοῦ στόλου κάκωσιν ἐσχηκέναι. ἀλλ’ ὁ καρκίνος ὀρθῶς βαδίζειν οὐκ ἐμάνθανεν οὐδ’ ὁ Τζαχᾶς τῆς πρότερον ἀφίστατο πονηρίας. πάντας γὰρ τοὺς Μιτυληναίους ἀπεπειρᾶτο σὺν γυναιξὶ καὶ τέκνοις ἑαυτῷ συνεπαγαγέσθαι. ἐν ὅσῳ δὲ ταῦτα ἐγίνετο, ὁ Δαλασσηνὸς Κωνσταντῖνος θαλασσοκράτωρ [*](P. 218) τηνικαῦτα ὢν καὶ μήπω ἐφθακὼς κατὰ τὰ ἐντεταλμένα τοῦ Δούκα εἰς ἀκρωτήριόν τι τὰς ναῦς προσορμίσας, ἐπεὶ ταῦτα μεμαθήκοι, ἐλθὼν ἠξίου τὸν Δούκαν [*](3 συμμίγνυσι φάλαγξιν 6 τι] τοι (s) 11 τὰ] τὴν (s) 26 ἐπεπειρᾶτο 28 ἐγένετο 30 του αὐτοκράτορος Δούκα)

32
παραχωρηθῆναι οἱ μετὰ τοῦ Τξαχᾶ συνάψαι πόλεμον. ὁ δὲ τὸν προγεγονότα εὐλαβούμενος ὅρκον ἀνεβάλλετο τέως. ὁ δὲ Δαλαδδηνὸς ἐνέκειτο λέγων ὡς “σὺ μὲν ὀμώμοκας. ἐγὼ δ’ οὐ παρῆν· καὶ σὺ μὲν τήρει ἃς δέδωκας πίστεις ἀρραγεῖς, ἐγὼ δ’ ὁ μήτε παρὼν ὀμωμοκὼς μήτε τι τῶν συνδοξάντων ἀμφοῖν γινώσκων ἐπαποδύσομαι πρὸς τὸν κατὰ τοῦ Τξαχᾶ πόλεμον”. ἐπεὶ δ’ ὁ Τξαχᾶς τὰ πρυμνήσια λύσας ὡς εἶχε κατευθὺ Σμύρνης τὸν ἀπόπλουν ἐποιεῖτο, καταλαμβάνει x[*](v) τοῦτον ὁ Δαλασσηνὸς θᾶττον ἢ λόγος καὶ παραχρῆμα προσβαλὼν ἐδίωκεν. ἀλλὰ καὶ ὁ Δούκας τὸ ἐπίλοιπον τοῦ ναυτικοῦ τοῦ Τξαχᾶ λύον τὰ πρυμνήσια ἐφθακὼς κατέσχε μὲν τὰς ναῦς καὶ τῆς βαρβαρικῆς χειρὸς τοὺς δορυαλώτους ἅπαντας καὶ τοὺς ἐν αὐτοῖς δεσμώτας αἰχμαλώτους ἐρρύσατο. ὁ δὲ Δαλασσηνὸς πολλὰ τῶν τοῦ Τξαχᾶ λῃστρικῶν πλοίων κατασχὼν τοὺς ἐνόντας σὺν αὐτοῖς ἐρέταις ἀναιρεῖσθαι παρεκελεύετο. τάχα δ’ ἂν καὶ ὁ Τξαχᾶς αὐτὸς ἑαλώκει, εἰ μὴ πανοῦργος ὢν καὶ τὸ μέλλον ὑφορώμενος εἰς ‘ὲν τῶν κουφοτέρων ἀκατίων μεταβὰς διὰ τὸ ἀνύποπτον διεσώθη x[*](v) λαθών. στοχαζόμενος γὰρ τοῦ συμπεσόντος αὐτῷ ἐκ τῆς ἠπείρου Τούρκους παρεσκευάκει εἴς τι ἀκρωτήριον ἑστάναι καὶ ὁρᾶν, μέχρις ἂν ἢ τὴν Σμύρνην ἀκινδύνως αὐτὸς καταλάβῃ ἢ πολεμίοις περιτυχὼν πρὸς αὐτοὺς τὴν ναῦν ἐξορμίσῃ καθάπερ εἴς τι κρησφύγετον. καὶ δὴ τοῦ σκοποῦ οὐκ ἠστόχει, ἀλλ’ ἐκεῖ τὴν ναῦν προσορμίσας μετὰ τῶι ἀπεκδεχομένων αὐτὸν Τούρκων ἑνωθεὶς ὡς πρὸς Σμύρνην ᾤχετο. καὶ δὴ καὶ ταύτην κατέλαβεν. ὁ δὲ Δαλασσηνὸς νικητὴς ὑποστρέψας ἑνοῦται τῷ μεγάλῳ δουκί. καὶ ὁ Δούκας τὰ κατὰ τὴν Μιτυλήνην ἀσφαλισάμενος, ἐπεὶ καὶ ὁ Δαλασσηνὸς x[*](v) ἐκεῖθεν ὑπέστρεψε, τοῦ Ῥωμαϊκοῦ στόλου πολὺ μέρος ἀφελόμενος κατὰ τῶν παρὰ τοῦ Τξαχᾶ κατεχομένων (καὶ γὰρ ἱκανὰς ἔφθασε νήσους χειρώσασθαι) ἐξαπέστειλε. καὶ ἐξ ἐπιδρομῆς τήν τε Σάμον καί τινας ἄλλας νήσους κατασχὼν ἐπανέρχεται πρὸς τὴν βασιλεύουσαν.

[*](4 ἀραγεῖς (s) 21 καταλάβοι 29 ὑπέστρεψεν)
33

Οὐ πολλαὶ παρῆλθον ἡμέραι, καὶ μεμαθηκὼς ὁ αὐτοκράτωρ Τὴν τοῦ Καρύκη ἀποσταςίαν καὶ ὅτι τὴν Κρήτην Κατέσχεν, ἐκεῖθεν δὲ ὁ Ῥαψομάτης τὴν Κύπρον, μετὰ στόλου Μεγάλου κατ᾿ αὐτῶν τὸν Δούκαν Ἰωάννην ἐξέπερμψε. 197 καταλαβόντα δὲ τὸν Δούκαν τὴν Κάρπαθον οἱ Κρῆτες μεμαθηκότες, 5 ἀπεὶ οὐ πόρρω ταύτην εἶναι ἐγίνωσκον, ἐπιθέμενοι τῷ Καρύκῃ δεινὸν τὸν φόνον κατ᾿ αὐτοῦ ἀπειργάσαντο 2 49 καὶ οὕτω τὴν Κρήτην τῷ μεγάλῳ δουκὶ παραδεδώκασι. Κατασφαλιςάμενος Δὲ τὰ τὰ περὶ αὐτὴν ὁ Δούκας καὶ ἀποχρῶσαν Δύνηαμιν εἰς αὐτῆς φρουρὰν καταλιπὼν ἐπὶ τὴν Κύπρον 10 Τὸν κατάπλουν ποιεῖται. Καὶ ἅμα τῷ ταύτῃ προσοκεῖλαι ἐξ έφόδου τὴν Κυρήνην κατέσχεν. ὁ δὲ Ῥαψομάτης τοῦτο μεμαθηκὼς καρτερῶς ὁπλίζεται κατ᾿ αὐτοῦ. ἀπὸ Λευκουςίας τοιγαροῦν ἀπάρας καὶ τὰς ἀκρολοφάς τῆς Κυρήνης καταλαβὼν ἐκεῖ που τὸν χάρακα ἐπήξατο ἀναβαλλόμενος τέως 15 τὸν πόλεμον ὡς ἀπειροπόλεμος καὶ στρατηγικὼν τεχνασμάτων ἀδαής. Γρεὼν γὰρ τούτοις ἀνετόμοις ἐπεισπεσεῖν. ὁ δὲ ἀνεβάλλετο τέως τὴν μάχην οὐχ ὅπως εἰς συμβολὴν πολέμου Β παρασκευασθηςόμενος ὡς δῆθεν ἀνετόμως ἔχων (παρεσκεύαστὸ Γὰρ εὖ μάλα καὶ εἴπερ ἐβούλετο, συνεκρότησεν ἂν αὐτίκα 20 Τὸν πόλεμο), ἀλλ᾿ ὡς ἂν μηδὲ συμπλακῆναι βουλόμενος ὥσπερ ἐν παιδικαῖς μειρακίων τὰ τοῦ πολέμου ἐπικεχειρήκει] μαλακῶς τε πρὸς αὐτοὺς διαπρεσβευόμενος καὶ μειλιχίοις λόγοις ἐφέλκεσθαι τούτους ὥσπερ οἰκούμενος. Καὶ οἶμαι ἢ δι᾿ ἀπειρίαν πολέμων ταῦτ᾿ ἐποίει (ἦν γάρ, 25 ὡς ἔγωγε περὶ τούτου ἤκουον, χθὲς καὶ πρῴην ἡμμένος ξίφους καὶ δόρατος καὶ μηδ᾿ ἐπιβῆναι ἐφ᾿ ιππον εἰδώς, ἀλλ᾿ εἰ καὶ τύχοι ἐπιβεβηκὼς κᾆθ᾿ οὕτως ἐξιππάσασθαι βούλοιτο, c ταραχὴν εἶχε καὶ σάλον· οὕτως εἶχε περὶ τὴν στρατιωτικὴν ἐμπειρίαν ἀπείρως ὁ Ῥαψομάτης) ἢ τοίνυν διὰ τοῦτα ἢ καταπλαγεὶς 30 τὴν ψυχὴν τῷ τῆς ἐφόδου τῶν βοσιλικῶν στρατευμάτων τὰς φρένας περιπεπλάνητο. ἔνθεν τοοι καὶ τὸν 5 καὶ καταλαβόντα 8 παραδεδώκασιν 13 Λευκωςίας Ducangius Anna Comnens. II.

34
Πόλεμον μετά τινος δυσελπιστίας ἐπιχειρήσαντι οὐκ εἰς καλὸν Αὐτῷ ἀπηντήκει τὰ πράγματα. ὁ γὰρ Βουτουμίτης ὑποποιηςάμενός Τινας τῶν ἐκείνῳ συναραμένων αὐτομολήσαντας τῷ ἰδίῳ συγκατέλεξε στρατεύματι. Τῇ δὲ μετ᾿ αὐνὴν τὰς φάλαγγας στήσας ὁ Ῥαψομάτης τὸν μετὰ τοῦ Δούκα ἐξήτει πόλεμον Διὰ τοῦ πρανοῦς τῆς ἀκρολοφίας βραδεῖ ποδὶ στείχων. ὡς Δὲ τὸ μεσαίχφοῖν τοῖν στρατοπέδοιν ἀπεστενοῦτο ἤδη, [*](D) ἀπόμοιρά τις τῶν τοῦ Ῥαψομάτον εἰς ἑκατὸν ποσουμένη τὸν ἀριθμὸν διακριθεῖσα ὡς τάχα κατὰ τοῦ Δούκα τὰς ἡνίας ὅλας ἐνδόντες τὰς ἀκωκὰς τῶν δοράτων ὄπισθεν στρέψαντες Προσχωροῦσιν αύτῷ. Τοῦτο θεαςάμενος ὁ Ῥαψομάτης τὰ Νῶτα παραχρῆμα δίδωσιν ὅλας ἡνάις εἰς φυγὴν χαλάσας ὡς Πρὸς τὴν Νεμεςὸν ἀπονενευκώς, εἴ που γένοιτό οἱ ταύτην Καταλαβόντι πλοίῳ ἐντυχεῖν, δι᾿ οὗ τῇ Συρίᾳ προσορμίσας τὴν σωτηρίαν ἑαυτῷ περιποιήσαιτο. Μανουὴλ δὲ ὁ Βουτουμίτης ἐξ ὀπισθίων αὐτοῦ διώκων ἤλαυνεν. ὁ δὲ ὑπ᾿ αὐτοῦ κατεπειγόμενος καὶ τῆς ἐλπίδος διημαρτηκὼς τῷ ἐπὶ θάτερα προσεχώρησεν ὄρει εἰς τὸν ἐπ᾿ ὀνόματι τοῦ τιμίου σταυροῦ ἀνεγερθέντα πάλαι νεὼν προσπεφευγώς. ὁ δὲ Βουτυμίτης (οὗτος γὰρ τὴν αὐτοῦ διωκὴν παρὰ τοῦ Δούκα ἐπετέτραπτο) τοῦτον αὐτοῦ που καταλαβὼν λόγον ἀπαθείας αὐτῷ δίδωσι καὶ συμπαραλαβὼν ἄγει πρὸς τὸν μέγαν δοῦκα. [*](P.) κἀντεῦθεν πάντες τὴν Λευκουςίαν καταλαμβάνουσι κἀκεῖθεν τὴν ὅλην νῆσον ὑπὸ τὴν ἰδίαν χεῖρα ποιηςάμενοι ἠσφαλίσαντο κατὰ τὸ ἐγχωροῦν τῷ αὐτοκράτορι τὰ συμπεςόντα ἅπαντα διὰ γραμμάτων δηλώσαντες. ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτῶν τὸν ἀγῶνα δεῖν ἔγνω τὰ κατὰ τὴν Κύπρον ἀσφαλίσασθαι κριτὴν μὲν οὖν τηνικαῦτα καὶ ἐξισωτὴν τὸν Καλλιππάριον προὐβάλλετο· ἀνὴρ δὲ οὗτος οὐ τῶν ἐπιςήμων, μαρτυρίαν δὲ πολλὴν δικαιοπραγίας τε καὶ ἀφιλοχρηματίας v.8 Καὶ ταπεινοφρςύνης συνεπαγόμενος. ἐπεὶ δὲ καί τινος ἡ Νῆσος ἐδεῖτο τοῦ ταύτην φρουρήσοντος, τὸν Φιλοκάλην Εὐ-

[*](B)[*](16 ἤλαυνε 29 οὐ om)
35

μάθιον τὴν ταύτης ἀναθέμενος φρουρὰν στρατοπεδάρχην προεχειρίσατο ναῦς πολεμικὰς δεδωκὼς αὐτῷ καὶ ἱππότας ἐφ’ ᾧ τὰ κατὰ τὴν Κύπρον διά τε θαλάττης καὶ ἠπείρου ἀσφαλίζεσθαι. ὁ μέντοι Βουτουμίτης ἀναλαβόμενος τὸν Ῥαψομάτην καὶ τοὺς συναποστατήσαντας αὐτῷ ἀθανάτους ἐπάνεισι πρὸς τὸν Δούκαν. καὶ οὕτως εἴσεισι πρὸς τὴν βασιλεύουσαν.

Τοιαῦτα μὲν οὖν τὰ κατὰ τὰς νήσους, τὴν Κύπρον φημὶ καὶ Κρήτην· ὁ δέ γε Τζαχᾶς ἀνὴρ ὢν φιλοπόλεμος δραστηριότητι γνώμης οὐκ ἤθελεν ἠρεμεῖν, ἀλλὰ μετ’ οὐ [*](C) πολὺ τὴν Σμύρνην ἐπελθὼν κατέλαβε. καὶ αὖθις λῃστρικὰς ἐπιμελῶς κατεσκεύαζε ναῦς, δρόμωνάς τε καὶ διήρεις καὶ τριήρεις καὶ ἄλλα τινὰ τῶν κουφοτέρων νηῶν, τοῦ αὐτοῦ σκοποῦ ἐχόμενος. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐκ ἀνέπιπτεν αὖθις οὐδ’ ἀνεβάλλετο, ἀλλ’ ἐκ θαλάττης καὶ ἠπείρου ἔσπευδε τοῦτον καταγωνίσασθαι. τὸν μὲν οὐν Κωνσταντῖνον τὸν Δαλασσηνὸν θαλασσοκράτορα προχειρισάμενος τηνικαῦτα μετὰ τοῦ ναυτικοῦ παντὸς ἐξέπεμψε κατὰ τοῦ Τζαχᾶ. τὸν δέ γε σουλτάνον συνοῖσον ἐδόκει διὰ γραμμάτων ἐρεθίσαι [*](D) κατ’ αὐτοῦ· εἶχε δ’ οὕτω τὰ γράμματα “οἶδας, μεγαλοδοξότατε σουλτὰν Κλιτζιασθλάν, ὅτι τὸ σουλτανικὸν ἀξίωμά σοι πατρόθεν προσήκει. ὁ δὲ σὸς γαμβρὸς ὁ Τζαχᾶς κἀν κατὰ τῆς βασιλείας Ῥωμαίων τῷ φαινομένῳ ὁπλίζηται βασιλέα ἑαυτὸν ἀποκαλῶν ἀλλὰ τοῦτο πρόδηλος σκῆψίς ἐστιν. οὐ γὰρ λέληθεν αὐτὸν πολυπειρίαν ἔχοντα καὶ ἀκριβῶς γινώσκοντα, ὡς οὐ προσήκει τούτῳ ἡ βασιλεία Ῥωμαίων, καὶ ἀδύνατον τοιαύτης ἀρχῆς ἐπιδράξασθαι. τὸ δὲ πᾶν σκαιώρημα κατὰ σοῦ ἐξαρτύεται. οὐ χρὴ τοιγαροῦν ἀνέχεσθαι αὐτοῦ οὔτε μὴν ἀναπεπτωκέναι, ἀλλ’ ἐγρηγορέναι μᾶλλον, ἴνα μὴ τῆς ἀρχῆς παραλυθῇς. ἐγὼ μὲν οὐν τοῦτον τῶν [*](251) ὑπὸ τὴν βασιλείαν Ῥωμαίων ὁρίων ἀπελάσω θεοῦ ἀρήγοντος· κηδόμενος δὲ σοῦ παρεγγυῶμαί, ὡς ἂν καὶ αὐτὸς τῆς ἰδίας [*](3 θαλάσσης 6 οὗτος? 19 γε] σε F)

36
φροντίσῃς ἀρχῆς καὶ ἐξουσίας καὶ πη μὲν μετ’ εἰρήνης, πὴ δέ , εἰ μὴ ταύτην ἀσπάζοιτο, μετὰ ξίφους σπεύσῃς αὐτὸν καθυποτάξαι.” τούτων οὕτω παρὰ τοῦ βασιλέως οἰκονομηθέντων καταλαμβάνει τὴν Ἄβυδον ὁ Ἄβυδον μετὰ τῶν ὑπ αὐτὸν δυνάμεων ἐξ ἠπείρου καὶ ἐπολιόρκει ταύτην δι’ ἑλεπόλεων καὶ παντοίων πετροβόλων ὀργάνων. οὐδὲ γὰρ παρῆσαν τούτῳ ἔτι λῃστρικαὶ νῆες μήπω ἀπαρτισθεῖσαι. ὁ δέ γε Δαλασσηνὸς εἴχετο μὲν μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων τῆς πρὸς Ἄβυδον φερούσης, φιλοκινδυνότατος καὶ εὐψυχότατος ὢν ὁ ἀνήρ· ὁ δὲ σουλτὰν Κλιτξιασθλὰν δεξάμενος τὰ παρὰ [*](Β) τοῦ βασιλέως διαμηνυθέντα ἔργου εὐθὺς εἴχετο τῆς πρὸς τὸν Τξαχᾶν φερούσης ἁψάμενος σὺν παντὶ τῷ στρατεύματι. τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἕτοιμον πρὸς σφαγὰς καὶ πολέμους. ἔγγιστα δὲ τούτου γενομένου, ἐπεὶ ἐξ ἠπείρου καὶ θαλάττης τοὺς πολεμίους ἑώρα ἐπιόντας, πλοῖον δὲ οὐδαμοῦ μήπω τῶν παρ’ αὐτοῦ ἑτοιμαζομένων νηῶν ἀπαρτισθεισῶν μήτε δυνάμεις ἀποχρώσας ἔχων πρός τε τὸ Ῥωμαϊκὸν καὶ τὸ τοῦ κηδεστοῦ αὐτοῦ δουλτὰν Κλιτζιασθλὰν στράτευμα, [*](V.) ἐν ἀμηχανίᾳ καθειστήκει. πτοούμενος δὲ καὶ τοὺς ἐποίκους καὶ στρατιώτας Ἀβύδου δεῖν ἐλογίσατο προσεληλυθέναι [*](C) τῷ σουλτὰν ἀγνοῶν τὴν τοῦ αὐτοκράτορος κατ’ αὐτοῦ κατασκευασθεῖσαν τυρείαν. ὁ δὲ σουλτὰν τοῦτον θεασάμενος ἱλαρὸν εὐθὺς ἐδείκνυ βλέμμα καὶ ἀσπασίως ἐδέχετο. τράπεζαν τοίνυν ὡς ἔθος ἑτοιμάσας καὶ συνδειπνῶν μετ’ αὐτοῦ ζωρότερον πίνειν τὸν Τζαχᾶν κατηνάγκαζεν. ὁπηνίκα δὲ τοῦτον ἐμφορηθέντα οἴνου διέγνω, σπασάμενος ξίφος κατὰ τῶν λαγόνων ὦσεν αὐτοῦ. καὶ αὐτὸς μὲν αὐτοῦ που νεκρὸς ἔκειτο· ὁ δέ γε σουλτὰν τὰ περὶ εἰρήνης τοῦ λοιποῦ πρὸς τὸν αὐτοκράτορα διαπρεσβεύεται. καὶ δὴ τοῦ σκοποῦ οὐ διήμαρτε. δέχεται γὰρ αὐτοῦ τὴν αἴτησιν ὁ αὐτοκράτωρ. [*](D) καὶ τῶν εἰρηνικῶν σπονδῶν ὡς ἔθος τελεσθεισῶν ἐν καταστάσει τὰ παρὰ θάλασσαν ἦσαν ὅρια.

[*](25 πιεῖν 26 τοῦ οἴνου)
37

Μήπω δὲ τοσούτων φροντίδων ὁ αὐτοκράτωρ ἀπαλλαγεὶς τῶν ἀπὸ τούτου κακώσεων καθαριεύσας εἰ γὰρ καὶ αὐτὸς μὴ παρῆν ἔν τισιν, ἀλλά γε ταῖς οἰκονομίαις καὶ ταῖς φροντίσι καὶ συμπαρῆν καὶ συνέπραττεν) εἰς ἕτερον ἀγῶνα αὖθις ἠπείγετο. ὁ γὰρ Βολκάνος ἀνὴρ δὲ οὗτος τὸ πᾶν τῆς ἀρχῆς τῶν Δαλματῶν φέρων, δεινὸς μὲν εἰπεῖν, δεινὸς δὲ καταπράξασθαι) μετὰ διττὴν ἡλίου περιφορὰν τῆς τῶν Σκυθῶν καταλύσεως τῶν ἰδίων ὅρων ἐξεληλυθὼς τὰς [*](252) παρακειμένας ἐλῄζετο πόλεις καὶ χώρας καὶ αὐτὸ δὴ τὸ Λιπένιον κατασχὼν πῦρ ἐμβαλὼν ἐνέπρησε. ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ’ ἀνεκτῶς εἶχεν, ἀλλ’ ἀποχρώσας δυνάμεις συναγηοχὼς κατὰ τῶν Σέρβων κατευθὺ τοῦ Λιπενίνου ἤλαυνε τοῦτο δὲ πολίχνιόν τι μικρὸν περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ τοῦ διαιροῦντος τὴν Δαλματίαν ἀπὸ τῆς ἡμεδαπῆς χώρας) ἐφ’ ᾧ τῷ Βολκάνῳ εἰ τύχοι ἀντικαταστῆναι καὶ πόλεμον συνάψαι καρτερὸν καὶ εἰ τὴν νίκην δοίη αὐτῷ θεός, τό τε Λιπένιον καὶ τὰ λοιπὰ ἅπαντα ἀνεγεῖραι καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα. ὁ δὲ Βολκάνος τὴν τοῦ [*](Β) αὐτοκράτορος μεμαθηκὼς ἔλευσιν ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὸ Σφεντζάνιον· πολίχνιον δὲ τοῦτο ἄνωθεν τοῦ ἤδη ῥηθέντος Ζυγοῦ διακείμενον ἐν μεσαιχμίῳ τῶν τε Ῥωμαϊκῶν ὁρίων καὶ τῆς Δαλματίας. ὁπηνίκα δὲ τὰ Σκόπῖα ὁ αὐτοκράτωρ κατειλήφει, ἀποστείλας ὁ Βολκάνος διετίθετο τὰ περὶ εἰρήνης καὶ ἑαυτὸν ἅμα τῆς αἰτίας τῶν κακῶς γεγονότων ἀπολύων καὶ τὸ αἴτιον ὅλον τοῖς σατράπαις τῶν Ῥωμαίων ἀνατιθεὶς λέγων ὡς “ἐκεῖνοι μὴ τοῖς οἰκείοις ὅροις ἐμμένειν βουλόμενοι διαφόρους ἐκδρομὰς ποιούμενοι οὐ μικρὰν τὴν βλάβην τῇ Σερβίᾳ προσῆξαν. ἐγὼ δὲ οὐκέτι τοιοῦτον τοῦ [*](C) λοιποῦ διαπράξομαι, ἀλλ’ ἐπαναστρέψας καὶ ὁμήρους ἀποστελῶ τῶν ἐμῶν συγγενῶν τῇ σῇ βασιλείᾳ καὶ τῶν οἰκείων ὅρων οὐχ ὑπερβήσομα.” πρὸς ταῦτα ὁ βασιλεὺς κατένευσε. [*](2 καθαρειεύσας F 3 ταῖς φροντίαι καὶ ταῖς οἰκονομίαις 4 καὶ prius om 9 δὲ F 15 ἀντικαταστῆσαι καὶ add S 20 σφεντζάνιν F 26 τοῖς οἰκείοις ὅροις μὴ)

38
Καὶ καταλίψας ἐκεῖσε τοὺς μέλλοντας τὰς ἐριπωθείσας πόλεις ἀνεγεῖραι καὶ ὁμήρους ἀναλαβέσθαι πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξεν. ὁ δὲ Βολκάνος τοὺς ὁμήρους ἀπαιτούμενος οὐκ ἐδίδου τούτους, ἀλλ’ ἡμέραν ἐξ ἡμέρας ὑπερετίθετο ἐνιαυτοῦ τε μήπω παρῳχηκότος ὅλου αὖθις εἰς προνομὴν τῶν Ῥωμαϊκῶν χωρῶν ἐξεληλύθει. καὶ διαφόρους γραφὰς τοῦ αὐτοκράτορος δεξάμενος ἀναμιμνήσκοντός αὐτὸν τῶν συνθηκῶν καὶ ὑποσχέσεων, ἃς φθάσας πρὸς αὐτὸν ἐποιήσατο, [*](D) οὐδ’ οὕτως τὰ ὑπεσχημένα τελέσαι ἤθελε. μεταπεμψάμενος οὖν ὁ βασιλεὺς Ἰωάννην τὸν υἱὸν τοῦ σεβαστοκράτορος [*](V. 2) καὶ αὐταδέλφου αὐτοῦ κατ᾿ αὐτοῦ ἐξέπεμψε μετὰ ἀποχρώσης δυνάμεως. ὁ δὲ οἷα ἀπειροπόλεμος καὶ σφαδάζων ὡς νέος πρὸς μάχας ἀπελθὼν καὶ τὸν τοῦ Λιπενίου ποταμὸν διαβὰς περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ κατευθὺ τοῦ Σφεντζανίου τὸν χάρακα ἐπήξατο. οὐκ ἔλαθε τοῦτο τὸν Βολκάνον. καὶ πάλιν περὶ εἰρήνης καὶ πρὸς αὐτὸν ἠρώτα ὑπισχνούμενος καὶ τοὺς ὑπεσχημένους ὁμήρους δοῦναι καὶ τὴν καθαρὰν εἰρήνην τοῦ λοιποῦ μετὰ τῶν Ῥωμαίων τηρῆσαι. ἀλλὰ ταῦτα μὲν ἐν μόναις ψιλαῖς ὑποσχέσεσιν· αὐτὸς δὲ ἐξωπλίζετο ἀγνώστως αὐτῷ προσβαλεῖν. καὶ τῆς πρὸς τὸν Ἰωάννην [*](P. 2) φερούσης τοῦ Βολκάνου ἁψαμένου μοναχός τις προκαταλαβὼν τὸ μελετώμενον ἀπαγγέλλει τῷ Ἰωάννῃ καὶ καταλαμβάνειν τὸν ἐχθρὸν ἤδη διισχυρίζετο. ὁ δὲ μετὰ θυμοῦ τοῦτον ἀπεπέμψατο ψεύστην καὶ ἀπατεῶνα ἀποκαλῶν. ἀλλὰ τὸ ἔργον τὸν λόγον προέφθασε πιστώσασθαι. νυκτὸς γὰρ ἐπεισπεσὼν αὐτῷ πολλοὺς μὲν τῶν στρατιωτῶν ἐντὸς τῶν σκηνῶν ἀνεῖλε, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις τοῦ κάτω ῥέοντος ποταμοῦ παρασυρέντες ἀπεπνίγησαν. ὁπόσοι δὲ σταθηροτέρας γνώμης ἦσαν, τὴν τοῦ Ἰωάννου ἀναζητήσαντες [*](Β) σκηνὴν ἐκθύμως μαχόμενοι ταύτην ἐπὶ ταὐτοῦ μόγις διετήρησαν. οὕτω γοῦν τὸ μὲν πλεῖστον τοῦ Ῥωμαϊκοῦ στρατεύματος ᾤχετο· ὁ δὲ Βολκάνος τοὺς ἰδίους ἀναλεξάμενος καὶ [*](5 τε] δὲ 16 τὰ περὶ 8 17 καθαρὰν τὴν 18 μετὰ τῶν Μαίων τοῦ λοιποῦ 25 προέφθασεν)
39
ἀνελθὼν ἄνωθεν τοῦ Ζυγοῦ κατὰ τὸ Σφεντζάνιον ἵστη. οἱ δ᾿ ἀμφὶ τὸν Ἰωάννην τούτους θεασάμενοι ὀλίγοι ὄντες μετὰ τοσούτων μάχεσθαι μὴ δυνάμενοι ἐβουλεύσαντο εἰς τοὐπίσω διαπερᾶσαι τὸν ποταμόν. τούτου δὲ γεγονότος καταλαμβάνουσι τὸ Λιπένιον ὡσεὶ δώδεκα σταδίους τούτου ἀπέχον· ἐπὶ πλέον δ’ ἀντέχειν τοὺς πλείστους ἀπολωλεκὼς μὴ δυνάμενος [*](C) τὴν ὡς πρὸς τὴν βασιλεύουσαν ἀνεζήτησε· κᾆθ’ οὕτως τεθαρρηκὼς ὁ Βολκάνος ὡς μή τινος τοῦ ἀντικαθισταμένου περιλειφθέντος ἐλῄζετο τὰς παρακειμένας πόλεις καὶ χώρας. καὶ τῶν Σκοπίων τὴν ἔξω χώραν τελείως ἠρίπωσε, τὸ δέ τι καὶ κατέκαυσεν. οὐ μέχρι δὲ τούτου, ἀλλὰ καὶ τὸν Πόλοβον καταλαβὼν καὶ ἄχρι Βρανέας φθάσας καὶ δῃώσας ἅπαντα πολλήν τε λείαν ἐκεῖθεν ἀφελόμενος εἰς τὴν οἰκείαν ὑπέστρεψε χώραν.

Ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ᾿ ἀνεκτῶς εἶχεν, ἀλλ’ εὐθὺς αὖθις ἐξωπλίσατο μὴ πάνυ τι μηδὲ τοῦ αὐλητοῦ Τιμόθεον πρὸς τοῦτο δεόμενος καθάπερ Ἀλέξανδρος [*](D) περιμείνας τὸν ὄρθιον νόμον. αὐτός τε οὖν ὁ αὐτοκράτωρ περιθέμενος ὅπλα καὶ τοὺς ἄλλους ὁπλίσας τοὺς τότε παρατυχόντας τῆς κατευθὺ Δαλματίας φερούσης εἴχετο σπεύδων τὰ μὲν φθάσαντα ἐριπωθῆναι τῶν κάστρων ἀνεγεῖραι αὖθις καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα καὶ ἀντίποινα τῶν παρ’ αὐτοῦ πεπραγμένων ἐκ περιουσίας κατ᾿ αὐτοῦ διαπράξασθαι. ἀπάρας οὖν τῆς μεγαλοπόλεως καὶ τὸ Δαφνούτιον καταλαβών (πόλις δὲ τοῦτο παλαιὰ τῆς Κωνσταντίνου σταδίους ἀπέχουσα τεσσαράκοντα) καὶ τοὺς μήπω ἐφθακότας [*](P. 254) τῶν συγγενῶν ἐκδεχόμενος αὐτοῦ που ἐγκαρτερεῖ. τῇ γοῦν μετ’ αὐτὴν καταλαμβάνει ὁ Διογένης Νικηφόρος πλήρης [*](V. 201) θυμοῦ καἰ φρονήματος· τῷ συνήθει δὲ χρώμενος προσωπείῳ τὴν ἀλωπεκῆν περιεβέβλητο καὶ τὴν ὄψιν χαριεστέραν διατιθεὶς τῷ βασιλεῖ προσφέρεσθαι ἐλευθέρως ἐσχηματίζετο. τὴν μέντοι σκηνὴν οὐ τῷ συνήθει ἀποστήματι τοῦ βασικαὶ [*](2 καὶ μὴ μετὰ 3 μὴ om 12 Πόλογον Tomaschek 27 ἐγκαρτερεῖ S : ἐκαρτέρει 28 διογενὴς ὁ νικηφόρος)

40
λικοῦ κοιτῶνος ἐπήξατο, ἀλλ’ ἀγχοῦ τῆς πρὸς τὸν βασιλέα εἰσαγούσης ἀνόδου. Μανουήλ δὲ ὁ Φιλοκάλης τοῦτο θεασάμενος καὶ ὡς ὑπὸ κεραυνοῦ βληθείς, ἐπεὶ οὐδὲ τὰ παρ’ αὐτοῦ μελετώμενα τοῦτον διελάνθανεν, αὖος παραχρῆμα εἱστήκει. μόλις δὲ συναγαγὼν τὸ φρονοῦν τῆς ψυχῆς πρόσεισιν [*](Β) εὐθὺς τῷ βασιλεῖ καί φησιν “οὐχ ἁπλοῦν τὸ γινόμενόν μοι δοκεῖ, ἀλλὰ δέος μοι ἔπεισι, μή τι νυκτὸς κατὰ τῆς σῆς νεωτερισθῇ βασιλείας. ῥήμασι γοῦν τισι πρὸς αὐτὸν χρησάμενος ἐκεῖθεν μεταβῆναι τοῦτον παρασκευάσω.” ὁ δέ, ὁποῖος ἐκεῖνος ἀκατάσειστον ὡς ἐπίπαν ἔχων τὸ φρόνημα, οὐδαμοῦ παρεχώρει τοῦ ἔργου τῷ Φιλοκάλῃ. πολλὰ δὲ τούτου βιαζομένου “ἔα’’ φησίν, “οὐ χρὴ πρόφασιν τοῦτον ἐξ ἡμῶν ἐσχηκέναι. ἔστω τῆς καθ’ ἡμῶν μελέτης αὐτὸς ὁ αἴτιος πρός τε θεὸν καὶ ἀνθρώπους.” ἀχθόμενος δὲ ὁ Φιλοκάλης καὶ τύπτων τὰς χεῖρας μεματαιωμένον τε τὸν βασιλέα ἀποκαλῶν μεθίστατο. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τοῦ βασιλέως σὺν [*](C) αὐτῇ τῇ βασιλίδι ἀπεριμερίμνως ὑπνώττοντος περὶ μέσην φυλακὴν τῆς νυκτὸς ἄνεισιν ὁ Διογένης ξίφος ὑπὸ τὴν μάλην φέρων καὶ ἐπιβεβηκὼς τῶν οὐδῶν ἔστη. κοιμωμένῳ γὰρ τούτῳ τῷ βασιλεῖ οὔτε θύραι ἐπεζυγοῦντο οὔτ’ ἐκτὸς ἐπηγρύπνει φρουρά. ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὸν βασιλέα· τὸν δέ γε Νικηφόρον θεία τις τῷ τότε δύναμις ἀπεῖρξε τοῦ ἐγχειρήματος. τὴν παιδίσκην γὰρ θεασάμενον τὴν τὸν ἀέρα ἀναρριπίζουσαν καὶ πόρρω ποι τοὺς κώνωπας ἀπωθουμένην τοῦ τῶν βασιλέων χρωτὸς παραχρῆμα ὑπό τε τρόμος ἔλλαβε γυῖα ὦχρός τέ μιν εἷλε παρειάς, κατὰ τὸν ποιητὴν φάναι, [*](D) ἐς νέωτα τὸν φόνον ἀναρτήσαντα. καὶ οὗτος μὲν τὴν ἀπροφάσιστον τοῦ αὐτοκράτορος σφαγὴν ἐμελέτα διὰ παντός, ἐκεῖνον δὲ οὐδὲν τῶν μελετηθέντων κατ᾿ αὐτοῦ διελάνθανε. ταχὺ γὰρ ἡ παιδίσκη τούτῳ προσελθοῦσα τὸ δρᾶμα ἀπήγγειλε. τοιγαροῦν ἐκεῖθεν τῇ μετ᾿ αὐτὴν ἀπάρας τῆς προκειμένης ὁδοῦ εἴχετο τὸν ἀγνοοῦντα μὲν ὑποκρινόμενος, οἰἔλαβε [*](25 γῦα F 26 II. 3, 34 sq. 27 ἀποφάσιστον 30 τοῦτο (s))
41
κονομῶν δὲ καὶ τὰ κατ᾿ αὐτὸν τοσοῦτον, ὡς ἅμα μὲν καὶ φυλάττεσθαι, ἅμα δὲ καὶ μηδ’ ἡντιναοῦν εὔλογον λαβὴν [*](P. 255) διδόναι τῷ Νικηφόρῳ. ἐν τοῖς μέρεσιν οὖν γενόμενος τῶν Σερρῶν, ἐπεὶ ὁ Πορφυρογέννητος Κωνσταντῖνος ὁ Δούκας συνεπόμενος τῷ αὐτοκράτορι ᾐτεῖτο εἰς τὸν ἴδιον ἀγρὸν καταλῦσαι ἐπιτερπῆ ὄντα καὶ ὕδασι ψυχροῖς καὶ ποτίμοις κατάρρυτον καὶ ἀποχρῶντα οἰκήματα ἔχοντα πρὸς τὴν βασιλέως ὑποδοχήν (Πεντήγοστις τούτῳ τὸ ὄνομα), ὁ βασιλεὺς ὑπείξας τῷ τούτου θελήματι αὐτοῦ που κατέλυσεν. ἀλλ’ οὐδὲ τῇ μετ’ αὐτὴν βουλομένῳ ἐξελθεῖν ὁ Πορφυρογέννητος συνεχώει· ἠξίου δὲ μᾶλλον ἐγκαρτερῆσαι καὶ ἔτι ἐφ’ ᾧ ἀνακτήσασθαί τε ἑαυτὸν τῆς ὁδοιπορίας καὶ τὸ σῶμα τοῦ [*](Β) κονιορτοῦ καθᾶραι λουσάμενον. εὐτρέπιστο γὰρ αὐτῷ ἤδη καὶ τὰ πρὸς εὐωχίαν δαψιλῆ. ὁ δὲ καὶ αὖθις τῷ τοῦ Πορφυρογεννήτου ὑπεῖξε θελήματι. ὡς δὲ λουσάμενον καὶ τοῦ [*](V. 202) βαλανείου ἐξεληλυθότα τοῦτον μεμαθήκοι Νικηφόρος ὁ Διογένης πάλαι τυραννιῶν, ἐπιτηρῶν δὲ εἴ που καὶ αὐτόχειρ δυνηθῇ τούτου γενέσθαι, περιζωσάμενος τὸν ἀκινάκην εἰσῄει ὡς δῆθεν ἐκ θήρας ἐπανιὼν κατὰ τὸ σύνηθες. τοῦτον οὖν ὁ Τατίκος θεασάμενος καὶ πάλαι γινώσκων τὸ παρ’ αὐτοῦ μελετώμενον ἀπώσατο ἐπειπὼν “ἵνα τί ἀσυντάκτως οὕτως καὶ ξιφήρης εἰσέρχῃ ; καιρὸς βαλανείου καὶ οὐχὶ ὁδοιπορίας [*](C) οὐδὲ θήρας ἢ μάχης ἐστίν” ὁ δὲ τοῦ σκοποῦ διημαρτηκὼς ὑπεχώρησεν. ὑπολαβὼν δὲ ὡς ἤδη ἐπέγνωσται (δεινὸς γὰρ ἔλεγχος ἡ συνείδησις) δρασμῷ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι ἐβουλεύετο καὶ εἰς τοὺς ἐν Χριστουπόλει ἀγροὺς τῆς βασιλίδος Μαρίας ἢ εἰς τὸν Πέρνικον ἢ τὸν Πετριτζὸν προσχωρῆσαι κἀκεῖθεν αὖθις πρὸς τὰ συμπίπτοντα τὰ κατ αὐτὸν εὖ διαθέσθαι. προεφθάκει γὰρ ἡ βασιλὶς Μαρία τοῦτον προσλαβέσθαι ἀδελφὸν ὄντα μητρόθεν τοῦ προβεβασιλευκότος ἀνδρὸς αὐτῆς Μιχαὴλ τοῦ Δούκα, κἂν τὰ ἐς πατέρας [*](D) διήλλαττον. καὶ ὁ μὲν βασιλεὺς τριταῖος ἐκεῖθεν ἔξεισι· [*](7 τοῦ βασιλέως 13 ηὐτρέπιστο 16 ἐξελθόντα 21 οὕτω 27 εἰς τὸν Περιτζὸν sic 32 διήλαττον F)
42
τὸν δὲ Κωνσταντῖνον αὐτοῦ που καταλελοίπει ῥᾳστώνης [*](D) χάριν δεδιὼς τὸ ἁπαλὸν καὶ ἀσύνηθες τοῦ νεανίου τότε πρώτως τῆς ἐνεγκαμένης πρὸς ἐκστρατείαν ἐξεληλυθότος. ἦν γὰρ μονογενὴς τῇ μητρί. καὶ ὁ αὐτοκράτωρ σφόδρα τοῦ νεανίσκου κηδόμενος πάσης ἀνέσεως συνεχώρει ἐπαπολαύειν αὐτὸν σὺν τῇ βασιλίδι μητρί, ἅμα δὲ καὶ ὡς ἴδιον ἀπαρτὶ τέκνον ἐξόχως φιλῶν τοῦτον.

Ἀλλ᾿ ἵνα μὴ συγκεχυμένος ὁ λόγος προίῃ, τὰ κατὰ τὸν Διογένην Νικηφόρον ἐξ ἀρχῆς αὐτῆς ἱστορείτω. ὅπως μὲν οὖν ὁ τούτου πατὴρ Ῥωμανὸς εἰς τὴν βασίλειον ἀνήχθη περιωπὴν καὶ ὁποῖον τέλος ἔσχε τὰ κατ’ αὐτόν, διαφόροις τῶν ἱστοριογράφων ἐμέλησε, κἀκεῖθεν ἐξέσται τὰ περὶ τούτου [*](Ρ.) ἀναλέγεσθαι τοῖς βουλομένοις. ἐπὶ παισὶ δὲ ὅμως τετελευτήκει τῷ τε Λέοντι καὶ τῷ Νικηφόρῳ. ὁ δὲ αὐτοκράτωρ Ἀλέξιος ἐκ προοιμίων τῆς αὐτοῦ ἀναρρήσεως παραλαβὼν τούτους ἰδιώτας ἐκ βασιλέων καὶ γὰρ ἅμα τῷ τῆς βασιλείας ἐπιβῆναι ὁ Μιχαὴλ καὶ αὐτάδελφος αὐτῶν αὐτοὺς μὲν τῶν ἐρυθρῶν ἀπογυμνοῖ πεδίλων καὶ τὰ στέφη τούτων ἀφαιρεῖται καὶ ὑπερορίαν ξὺν τῇ μητρὶ αὐτῶν τῇ βασιλίσσῃ Εὐδοκίᾳ εἰς τὴν μονὴν τοῦ Κυπερούδη καταψηφίζεται) παντοίας θεραπείας ἠξίου τὸ μέν τι δι’ ὃ πεπόνθασιν οἰκτείρων αὐτούς, [*](Β) τὸ δέ τι καὶ τοὺς νέους ὁρῶν κατά τε σώματος ὥραν καὶ ῥώμην διαφέροντας τῶν πολλῶν, χνοάζοντας μὲν καὶ ἀρτιφυεῖς τὸ γένειον, ὑψηλοὺς καὶ ἰσομέτρους ὥσπερ ὑπὸ κανόνα τὸ μέγεθος καὶ αὐτὸ τὸ νεοτήσιον ἤδη ἐκφύοντας ἄνθος ἐξ αὐτῆς τε ὄψεως τὸ θυμοειδὲς αὐτῶν καὶ γενναῖον τοῖς μὴ διὰ πάθος τυφλώττουσιν ἀριδήλως ἐμφαίνοντας καὶ σκύμνους οἷον λέοντος· καὶ ἄλλως δέ, ὁποῖος ἐκεῖνος μὴ ἐπιπολαίως ὁρῶν μήτε πρὸς τὴν ἀλήθειαν μύων μηδὲ πάθεσιν ἁλισκόμενος ἐπιψόγοις, ἀλλὰ ταλαντεύων τὸ ὂν ἐν ἰσορρόπῳ στάθμῃ [*](C) τῆς συνειδήσεως καὶ τό ὕψος ἐξ οὗπερ ἐκπεπτώκεσαν λογιζόμενος ἐνηγκαλίζετο ἶσα καὶ τέκνοις ἰδίοις, τί μὲν οὐ λέγων, [*](1 καταλελοίποι F 9 αὐτῆς ἀρχῆς 13 τετελευτήκοι F 16 τοῦ (s) 31 ἐπεπτώκεσαν)

43
τί δὲ οὐ πράττων ἀγαθὸν ἐς αὐτούς, τί δὲ οὐ προμηθευόμενος; [*](P. 203) κἂν ὁ φθόνος βάλλων αὐτοὺς τοῖς τοξεύμασιν οὐκ ἀνίει. ἐκ πολλῶν γὰρ κατ’ αὐτῶν ἐρεθιζόμενος ὁ αὐτοκράτωρ αὐτὸς μᾶλλον πάσης αὐτοὺς ἐπικουρίας ἠξίου ἱλαρὸν ἐνατενίζων ἀεὶ καὶ ἐνωραϊζόμενος οἷον ἐπ’ αὐτοῖς ξυμβουλεύων τε διὰ παντὸς τὰ συνοίσοντα. ἄλλος μὲν γὰρ ἴσως καὶ ὑπόπτους [*](D) ἂν ἐλογίσατο τούτους καὶ ἐκποδὼν διὰ παντοίας μεθόδου ἐξ αὐτῆς ἀρχῆς ποιῆσαι ἐσπούδασεν ἄν · οὗτος δὲ ὁ αὐτοκράτωρ τὰς τῶν πολλῶν κατὰ τῶν νέων εἰσηγήσεις παρ’ οὐδὲν ἐτίθετο ἐξόχως τούτους φιλῶν, τὴν μέντοι μητέρα τούτων Εὐδοκίαν καὶ δωρεῶν ἀξιῶν καὶ τιμῆς τῆς προσηκούσης βασιλίσσαις μὴ ἀποστερῶν. καὶ αὐτῷ δὴ τῷ Νικηφόρῳ τὴν τῆς νήσου Κρήτης ἀρχὴν ἀνέθετο εἰς ἐνδιαίτημα ἴδιον. ἀλλὰ [*](V. 257) ταῦτα μὲν ὁ βασιλεύς· τούτων δὲ ὁ μὲν Λέων φρονήματος ὢν ἀγαθοῦ καὶ γνώμης ἐλευθέρας, ὁρῶν δὲ καὶ τὴν βασιλέως εἰς αὐτοὺς εὐμένειαν ἔστεργε τὴν λαχοῦσαν ἐπαναπαυόμενος οἶον ἐπὶ τοῖς παροῦσι κατὰ τὸν εἰπόντα “Σπάρταν ἔλαχες, ταύταν κόσμει”. ὁ δέ γε Νικηφόρος δύσοργος καὶ βαρύμηνις ὢν βυσσοδομεύων κατὰ τοῦ αὐτοκράτορος καὶ τυραννήσειν μελετῶν οὐκ ἐπαύετο· ὑποβρύχιον δὲ ὅμως εἶχε τὴν βουλήν. ἤδη δὲ καὶ τοὺ ἔργου ἀπαρξάμενος γνησιώτερόν τισι προσωμίλει. οὐκ ἐλάνθανε τοῦτο τοὺς πλείστους· δι’ [*](Β) ὧν καὶ εἰς τὰς ἀκοὰς ἔφθανε τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς καινόν τι ποιῶν μεταπεμπόμενος τούτους ἐν καιροῖς ἁρμοδίοις οὐκ ἐνέφαινε μὲν τὸ ἀκουσθέν, εὐφυῶς δὲ παρῄνει καὶ τὰ εἰκότα συνεβούλευε. καὶ ὅσῳ μᾶλλον τῆς ἐπιβουλῆς ἐν γνώσει ἐγίνετο, τοσούτῳ μᾶλλον ἐλευθεριώτερον πρὸς αὐτοὺς διετίθετο οὕτω βουλόμενος τούτους κερδανεῖν. ἀλλ’ ὁ Αἰθίοψ οὐκ ἐλευκαίνετο. ἔμενε γὰρ ὁ αὐτὸς καὶ μετεδίδου τῆς λύμης, ὁπόσοις ἂν προσεπέλασε, τοὺς μὲν δι’ ὅρκων, τοὺς δὲ δι’ ὑποσχέσεων σφετεριζόμενος. τοῦ μὲν οὖν κοινοῦ τοῦ στρατοῦ οὐ τοσοῦτον ἔμελε τῷ Νικηφόρῳ· ἤδη γὰρ [*](5 ἐπὶ 12 δὲ 19 καὶ βυσσοδομεύων 27 ἐλευθερώτερον 32 ἔμελε S : ἔμελλε)
44
ἅπαντες πρὸς αὐτὸν ἀπονενεύκασιν· ἀλλ’ ὅλος πρὸς τοὺς [*](C) μεγιστᾶνας ἀπονενευκὼς τῶν τε ἡγεμόνων καὶ τῶν τῇ συγκλήτῳ κατειλεγμένων προκρίτων ἀνδρῶν πολλὴν φροντίδα ποιούμενος ὑπεποιεῖτο αὐτούς. ἠν γὰρ τὴν φρένα μὲν ὀξύτερος ἀμφιστόμου ξίφους, στάσιμος δὲ οὐδαμῶς, εἰ μὴ ὅσον πρὸς τὸ τυραννήσειν τὸ ἀμετάθετον ἐνεδείκνυτο· μελιχρὸς ἐν λόγοις, ἐν συναναστροφαῖς ἡδύς, ταπεινοφροσύνην μὲν ὡς ἀλωπεκῆν ποτε περιβαλλόμενος, ἔστιν οὗ καὶ τὸ θυμοειδὲς καθάπερ λέων ἐμφαίνων ποτέ, ῥωμαλέος καὶ πρὸς Γίγαντας ἐγκαυχώμενος ἁμιλλᾶσθαι, σιτόχρους τὴν ὄψιν, εὐρὺς τὰ [*](D) στέρνα ὑπερωμίας τῶν τότε καιροῦ ὄντων ἀνδρῶν. εἰ δὲ σφαιρίζοντα τοῦτον εἶδέ τις, εἰ δὲ ἱππαζόμενον, εἰ δὲ ὀϊστὸν [*](V.) πέμποντα ἢ δόρυ κραδαίνοντα καὶ ἱππασίας ποιούμενον, θαῦμα ἐδόκει καινὸν θεᾶσθαι ἐκεχήνει τε καὶ μόνον οὐ πεπηγὼς ἦν. διὰ τοῦτο καὶ μᾶλλον τὴν τῶν πολλῶν ἐπεσπᾶτο [*](P.) εὔνοιαν. τοσοῦτον δὲ τὸ σπουδαζόμενον αὐτῷ προῄει, ὡς καὶ αὐτὸν τὸν ἐπ’ ἀδελφῇ τοῦ αὐτοκράτορος γαμβρὸν Μιχαὴλ τὸν Ταρωνίτην τῷ τοῦ πανυπερσεβάστου τιμώμενον ἀξιώματι ὑποποιήσασθαι.

Ἀλλ᾿ ἐπανακτέον τὸν λόγον αὖθις ὅθεν ἀπερρύη καὶ καθ’ εἱρμὸν ἑκτέον τῆς διηγήσεως. ὁ μὲν οὖν αὐτοκράτωρ τοῖς λογισμοῖς ἀνατρέχων, ἐξ οὗπερ τὴν καθ᾿ ἑαυτοῦ τοῦ Διογένους μελέτην ἐπέγνωκεν, καὶ ὅπως ἐξ αὐτῆς ἀρχῆς τῆς αὐτοῦ ἀναρρήσεως ἀμφοῖν ἐχρήσατο τοῖν ἀδελφοῖν ὁπόσης τε φιλοφροσύνης καὶ κηδεμονίας ἐπὶ τοσούτοις ἔτεσιν αὐτοὺς ἠξίου, κἀν οὐδὲν τούτων τὴν τοῦ Νικηφόρου γνώμην ἐπὶ [*](Β) τὸ βέλτιον μετηλλοίωσεν, εἰς ἀμηχανίαν ἐνέπιπτε. ταῦτ’ οὖν ὁ βασιλεὺς ἀναλογιζόμενος πάντα καὶ ὅπως μετὰ τὸ σφαλῆναι αὖθις εἰσῄει, ὅπως ἀπώσθη παρὰ τοῦ Τατικίου, καὶ γνοὺς ὡς τὸ φονουργὸν σιδήριον θήγων κατ’ αὐτοῦ αἵμασιν ἀναιτίοις σπεύδει χρᾶναι τὰς χεῖρας καὶ ὁ τέως ἐφεδρεύων καὶ [*](1 ἀπονενεύκασι 8 οὗ] οὖν (s) 13 πέμποντα, εἰ 23 ἀνέγνωκεν ἀρχῆς αὐτῆς 27 ἐνέπιπτεν 80 ὅπως)

45
νυκτὸς ἐπιτηρῶν τὸν φόνον τελέσαι ἀπαρακαλύπτως τοῦτον ἤδη ἐπισπεύδει, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. ἤθελε μὲν οὖν οὐδαμῶς τὸν Διογένην μετελεύσεσθαι δι’ ὃν πρὸς αὐτὸν ἐγκάρδιον ἐκέκτητο πόθον ἐξόχως τὸν ἄνδρα φιλῶν· ἁπαξαπῶς [*](C) δὲ ἅπαντα συνελὼν ὅπη τε προβήσεται τὸ δεινὸν ἐννοῶν, ἐπεὶ τὸν περὶ ψυχῆς κίνδυνον αὐτῷ ἐφιστάμενον ἔγνω, πλήττεται τὴν καρδίαν. καὶ εἰς ἓν τὸ πᾶν συναγαγὼν δεῖν ἔκρινεν κατασχεῖν τὸν Νικηφόρον. ἐκεῖνος δὲ τὸν μελετώμενον ἐπισπεύδων δρασμὸν καὶ βουλόμενος νυκτὸς τῆς πρὸς Χριστούπολιν φερούσης ἅψασθαι ἑσπέρας ἀποστείλας εἰς τὸν Πορφυρογέννητον Κωνσταντῖνον τὸν δοθέντα αὐτῷ παρὰ τοῦ βασιλέως ταχυδρόμον ἵππον ᾐτεῖτο ἀποχαρίσασθαί οἱ. ὁ δὲ ἀνένευε λέγων μὴ δύνασθαι δῶρον τοιοῦτον αὐθήμερον [*](D) τοῦ βασιλέως ἀποποιήσασθαι. ἐπεὶ δὲ πρωΐας ὁ βασιλεὺς τῆς προκειμένης ὁδοῦ ἥψατο, συνείπετο τούτῳ καὶ ὁ Διογένης τοῦ διασκεδάζοντος βουλὰς καὶ λογισμοὺς ἀθετοῦντος λαῶν θεοῦ τοῦτον σφήλαντος γνωσιμαχοῦντα μὲν τὸν δρασμόν, ὑπερτιθέμενον δὲ ὥραν ἐξ ὥρας, ὁποῖα τὰ τοῦ θεοῦ κρίματα. κατασκηνώσας οὖν ἀγχοῦ τῶν Σερρῶν, ὅπου καὶ ὁ βασιλεύς, αὐτὸς μὲν τῶν συνήθων εἴχετο λογισμῶν ὡς πεφωραμένος ἤδη καὶ δεδιὼς τὸ μέλλον. ὁ δὲ βασιλεὺς [*](P. 259) μετακαλεῖται τηνικαῦτα τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν καὶ μέγαν δομέστικον κατ’ αὐτὴν τὴν ἑσπέραν, ἐν ᾗ καὶ ἡ τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐτελεῖτο μνήμη. καὶ κοινοῦται αὖθις τούτῳ τὰ τοῦ Διογένους μηδὲ πρότερον ἀγνοοῦντι, ὡς ξιφήρης εἰσῄει, ὡς ἀπώσθη τῆς θύρας, ὡς τὸ πάλαι βεβουλευμένον εἰ δυνατὸν ἵσταται σπεύδων τελέσαι. τηνικαῦτα οὖν ἐπισκήπτει τῷ δομεστίκῳ ὁ βασιλεὺς τὸν Διογένην εἰς [*](V. 205) τὴν ἰδίαν μετακαλέσασθαι σκηνὴν καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑποσχέσεων πεῖσαι ἀνακαλύψαι ἅπαντα τὰ βεβουλευμένα ἀπάθειαν αὐτῷ ὑπισχνουμένῳ καὶ ἀμνηστίαν τοῦ λοιποῦ τῶν κακῶν, εἰ μηδ’ ὁτιοῦν ἀποκρύψειεν, ἀλλὰ [*](1 τὸν φόνον ἐπιτηρῶν 10 Χριστουπόλεως 13 δὲ καὶ ἀνένευσε 25 τὸ πράτερον 29 σκηνὴν add m al in F)
46
καὶ τοὺς συνίστορας ἐξείποι ἅπαντας. ὁ δὲ ἀθυμίας πλήρης [*](Β) γενόμενος ὅμως ἐπλήρου τὸ κελευσθέν. ποτὲ μὲν οὖν ἀπειλῶν, ὁτὲ δὲ ὑπισχνούμενος, ὁτὲ δὲ καὶ συμβουλεύων οὐκ ἔπειθε τὸν Διογένην ὅλως οὐδ’ ὁτιοῦν τῶν βεβουλευμένων ἀνακαλύψαι. τί τὸ ἐπὶ τούτοις; ἤχθετο μὲν ὁ μέγας δομέστικος καὶ ἠνιᾶτο, οὗ κακῶν φέρεται ὁ Διογένης, στοχαζόμενος. ἴσχε γὰρ τοῦτον προφθάσας ὁ Διογένης γαμβρὸν ἐπὶ τῇ ὑστάτῃ τῶν ἑτεροθαλῶν αὐτοῦ ἀδελφῶν. ἔνθεν τοι καὶ μετὰ δακρύων ἐκλιπαρῶν αὐτὸν οὐκ οὐκ ἔπειθε δὲ οὐδαμῶς, κἀν αὐτὸς ἐνέκειτο ἀναμιμνήσκων ἅμα καὶ τῶν ὄπισθεν. σφαιρίζοντι γάρ ποτε τῷ αὐτοκράτορι κατὰ τὸ ὲν [*](C) τῷ μεγάλῳ παλατίῳ ἱππηλάσιον ἀνήρ τις βάρβαρος ἐξ Ἀρμενίων καὶ Τούρκων φὺς ξίφος ἔσωθεν τῶν ἀμφίων φέρων, ἐπὰν τὸν αὐτοκράτορα τῶν συσφαιριζόντων ἀνασειράσαντα τὸν χαλινὸν ἀπολειφθέντα ἐθεάσατο ἐφ’ ᾧ πνευστιῶντα τὸν ἵππον ἀναψῦξαι, πρόσεισι μὲν τῷ αὐτοκράτορι γονυπετῶν ἅμα καὶ αἰτεῖσθαι ὑποκρινόμενος. ὁ δὲ ἀνασειράζει τὸν εὐθὺς εὐθὺς καὶ ἐπιστραφεὶς ἐπυνθάνετο, τί ἂν τὸ αἰτούμενον εἴη. ὁ δὲ φονεὺς μᾶλλον ἢ προσαίτης ὢν τὴν χεῖρα ὑποβαλὼν καὶ τοῦ ξίφους ἁψάμενος εἷλκε τοῦ κουλεοῦ. τὸ [*](D) δ’ οὐ συνείπετο τῇ χειρί. ἅπαξ οὖν καὶ δὶς τοῦ μὲν ξίφους ἀποπειρώμενος, τοῖς δὲ χείλεσι ψευδεῖς αἰτήσεις συνείρων ἀπογνοὺς καὶ προσουδίσας ἑαυτὸν τῇ γῇ ἔκειτο συγγνώμην [*](P. 2) ἐξαιτούμενος. ὁ δὲ πρὸς αὐτὸν στρέψας τὸν χαλινὸν ἠρώτα ὅτου χάριν συγγνώμην αἰτεῖ. καὶ ὃς τὸ ξίφος σὺν αὐτῶ κουλεῷ ἐδείκνυ· στερνοτυπῶν δ’ ἅμα καὶ ἐκθαμβούμενος καὶ βοῶν ἔλεγε “νῦν σε δοῦλον τοῦ θεοῦ γνήσιον ἔγνωκα, νῦν τὸν μέγαν θεὸν σκέποντά σε ἐν ὀφθαλμοῖς τεθέαμαι. ἐπὶ τῇ σφαγῇ γὰρ τῇ σῇ τουτὶ τὸ ξίφος κατασκευάσας καὶ λαβὼν οἴκοθεν ἐνταῦθα πάρειμι ἐφ’ ᾧ κατὰ τῶν σῶν ὠθῆσαι σπλάγχνων. ἅπαξ δὲ καὶ δὶς καὶ τρὶς τοῦτο σπασάμενος οὐδαμῶς ὑπεῖκον ἔσχον τῇ βίᾳ τῆς ἐμῆς χειρός.” ὁ μὲν [*](6 οἱ s 30 ὠθήσω)
47
[*](Β) οὖν βασιλεὺςκαθαπερεὶ μηδέν τι τοιοῦτον ἀκηκοὼς ἐπὶ ταὐτοῦ σχήματος θαρσαλέος εἱστήκει· συνέδραμον δὲ πρὸς αὐτὸν παραχρῆμα ἅπαντες, οἱ μὲν ἀκροαςόμενοι τῶν λεγομένων, οἱ δὲ ἐκθαμβούμενοι ἐπὶ τούτοις. Οἱ δὲ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι καὶ διασπαράττειν αὐτὸν ἐπεχείρουν, κἂν αὐτὸς νεύματί τε καὶ χειρὶ καὶ συχνοῖς ἐμβριμήμασιν ἀπεῖργε τῆς ἐγχειρήσεως. τί τὸ ἐπὶ τούτοις; παντελοῦς ἀφέσεως ὁ φονεὺς ἐκεῖνος παραχρῆμα τυγχάνει στρατιώτης, οὐκ ἀφέσεως δὲ μόνον, ἀλλὰ καὶ μεγιστων [*](C) δωρεῶν· ἐπὶ τούτοις καὶ ἐλευθερίας παραπολαύει. πολλοὶ μὲν οὖν τούτων καὶ ὀχλοῦντες ἐνέκειντο τῆς βασιλευούσης ἀπελαθῆναι τὸν φονέα ἐκεῖνον· ὁ θ’ οὐκ ἐπείθετο λέγων “ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἀγρύπνησαν οἱ φυλάσσοντες. λοπὸν θεῷ ἐπεύχεσθαι δεῖ τὴν ἡμετέραν ἐκεῖθεν ἐξαιτουμένους διαμονὴν καὶ φρουράν.” ὑπεψιθήριζον οὖν τινες μετὰ τῆς τοῦ Διογένους γνώμης τῷ τοῦ αὐτοκράτορος φόνῳ ἐπικεχειρηκέναι τὸν ἄνδρα ἐκεῖνον, κἂν ὁ βασιλεὺς οὐδ’ ὅλως ὑπεῖχε τούτοις τοῖς λόγοις τὰ ὦτα, ἀλλὰ μᾶλλον ἐβαρυμηνία κατ’ αὐτῶν τοσοῦτον αὐτοῦ ἀνεχόμενος, ὡς μέχρις αὐτοῦ λαιμοῦ τῆς ἀκωκῆς τοῦ ξίφους φθανούσης [*](D) τὸν ἀγνοοῦντα ὑποκρίνεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτω. τούτων οὖν ἀναμνήσας αὐτὸν ὁ μέγας δομέστικος καὶ μηδαμως πείθων προσελθὼν ἀπαγγέλλει τῷ βασιλεῖ τὴν τοῦ Διογένους ἔνστασιν καὶ ὅτι ἔχαρνος παντάπασιν ὁ Διογένης ἐστί, καίτοι πολλὰ παρακληθεῖς παρ’ αὐτοῦ, ὡς ἔλεγε.

Μεταπέμπεται τοίνυν τὸν Μουζάκην καὶ ἐπισκήπτει ἔνοπλον μεθ’ ἑτέρων παραγενόμενον ἀναλαβέσθαι τοῦτον τῆς τοῦ μεγάλου δομεστίκου σκηνῆς καὶ εἰς τὴν ἰδίαν ἀπαγαγεῖν κάκεῖσε μετὰ ἀσφαλείας τηρεῖν δεσμῶν ἄτερ καὶ ἑτέρας κακώσεως. ὁ δ’ εὐθὺς τὸ κελευσθὲν ἐπλήρου. καὶ παραλαβὼν τοῦτον εἰς τὴν ἰδίαν ἀπάγει σκηνήν. ἐπεὶ δὲ [*](1 οὖν] γὰρ (S) 8 παντελῶν 12 δὲ 13 psalm. 126, 1 ἠγρύπνησεν ὁ φυλάσσων 25 ὡς ἔλεγε, παρ’ αὐτοῦ 26 παραπέμπεται)

48
δι’ ὅλης νυκτὸς παρακαλῶν αὐτὸν καὶ ξυμβουλεύων οὐ μόνον οὐκ ἔπειθεν, ἀλλὰ καὶ ἀναισχύντως αὐτῷ προσφερόμενον ἑώρα, θυμοῦ πλησθεὶς καὶ ὁ μὴ προστέτακτο ἐπιχειρεῖν ἠπείγετο. δοκιμάσας οὖν ἐτάσαι αὐτόν, ἤδη δὲ καὶ ἐτάζων, ἐπεὶ οὐδὲ πρὸς τὴν πρώτην προσβολὴν ὁ Διογένης ἀντισχὼν ἅπαντα ἀνομολογῆσαι διεβεβαιοῦτο, τῶν μὲν δεσμῶν λύει παραχρῆμα, καὶ γραφεὺς τηνικαῦτα προκαλεῖται γραφίδα κατέχων· Γρηγόριος δὲ ἦν ὁ καματηρὸς νεωστὶ προσληφθεὶς καὶ ὑπογραμματεύων τῷ αὐτοκράτορι. καὶ ὁ Διογένης ἅπαντα ἀπαγγέλλων οὐδὲ τὸν φόνον παρεσιώπα. ἀναλαβόμενος [*](Β) δὲ πρωΐας ὁ Μουζάκης τάς τε ἐγγράφους αὐτοῦ ὁμολογίας καὶ ἃς ἀναζητήσας εὗρε παρά τινων πρὸς αὐτὸν πεμπομένας γραφάς, δι’ ὧν ἐφαίνετο καὶ ἡ βασιλὶς Μαρία τὴν μὲν ἀποστασίαν τοῦ Διογένους εἰδέναι, τὸν δὲ φόνον μηδαμῶς συγχωρεῖν ἀλλὰ καὶ μετ᾿ ἐπιμελείας ἀπείργειν αὐτὸν οὐκ ἀπὸ τοῦ φόνου μόνον, ἀλλὰ καὶ ἐξ αὐτῆς ψιλῆς ἐννοίας, κομίζει τῷ βασιλεῖ. ὁ δὲ ταύτας ὑπαναγνοὺς καὶ πλείονας τῶν ὑποπτευομένων ἐγγεγραμμένους εὑρηκὼς καὶ τούτους ἐκκρίτους ἅπαντας ἐν ἀμηχανίᾳ ἦν. οὐδὲ γὰρ ἔμελε τῷ Διογένει τοσοῦτον τῆς κοινότητος· εἶχε γὰρ αὐτοὺς πάλαι ὅλῃ ψυχῇ κεχηνότας καὶ πρὸς αὐτὸν ἀπονενευκότας· ἀλλὰ [*](C) πᾶν τὸ τὰ πρῶτα φέρον τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ συντάγματος ἔσπευδεν ὑποποιήσασθαι. ὁ μὲν οὖν αὐτοκράτωρ τὰ τῆς βασιλίδος Μαρίας ἀνέκφορα μένειν ἠβούλετο. καὶ μέντοι καὶ διετήρησε τὸν ἀγνοοῦντα ὑποκριθεὶς δι᾿ ἣν πρὸς αὐτὴν εἶχε πίστιν καὶ ὁμολογίαν καὶ πρὸ τοῦ τὰ τῆς βασιλείας ἀναδέξασθαι σκῆπτρα. διεδίδοτο δὲ πανταχοῦ τὴν τοῦ Διογένους βουλὴν παρὰ τοῦ Πορφυρογεννήτου Κωνσταντίνου τοῦ βασιλέως καὶ υἱοῦ αὐτῆς διαμηνυθῆναι τῷ βασιλεῖ, κἀν ἄλλως εἶχε τὸ πρᾶγμα. ἐξ αὐτῶν γὰρ τῶν ἐξυπηρετουμένων τῷ Διογένει τὰ τῆς βουλῆς ἠρέμα διεπορθσυβουλεύων [*](D) [*](1 3 ἃ 7 ῾ an προσκαλεῖται?᾿ 8 9 ὁ οm 11 ἐπαναγνοὺς 18 πλείων (s) ἐγγεγραμμένοις (s) 19 ἔμελε S : ἔμελλε F ἔμελλεν 21 κεχ. πρὸς αὐτὸν καὶ 8 30 γὰρ s : δὲ)
49
μεύετο. ἐπεὶ δ’ ὁ Διογένης πεφώρατο καὶ δέσμιος ἤδη καὶ ὑπερόριος καθίστατο, καὶ οἱ τῆς αὐτοῦ βουλῆς ἔκκριτοι οἱ μὴ φθάσαντες ἁλῶναι ὑπόπτους ἑαυτοὺς ἤδη γεγενημένους διαγνόντες περίφοβοι τε ἐφαίνοντο καὶ σκεπτόμενοι ὅ τι καὶ δράσαιεν, τούτους οἱ ἀμφὶ τὸν βασιλέα οὕτω κυμαινομένους κατανοοῦντες ἐν ἀμηχάνοις ἑστάναι ἐδόκουν ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ὁρῶντες ὡς εἰς ῥητούς τινας περιγραφείσης ἤδη τῆς τοῦ αὐτοκράτορος ἀρωγῆς τὸν κίνδυνον ὑπὲρ κεφαλῆς [*](262) ἐφιστάμενον ἤδη ἔχοντος. ὁ δὲ βασιλεὺς τοῖς λογισμοῖς ἀλύων ἐς τὰ ἐξ ἀρχῆς καὶ ποσάκις κατ᾿ αὐτοῦ ὁ Διογένης ὁρμήσας καὶ σφαλεὶς ἐκ θείας δυνάμεως αὐτὸς αὐτόχειρ τούτου φονεὺς ἤδη ἐφίστατο, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. καὶ πολλὰς νοημάτων λαμβάνων μεταβολὰς καὶ τροπὰς παρ’ ἑαυτῷ, ἐπεὶ ἅπαν τοῦ τε πολιτικοῦ καὶ στρατιωτικοῦ συντάγματος διεφθορὸς ταῖς τοῦ Διογένους θωπείαις ἐπέγνω, ἀποχρῶσαν μὴ ἔχων δύναμιν, ὥστε φρουρὰν πρὸς τοσούτους ἐπιστῆσαι, μήτε μὴν ἀκρωτηριάσαι λαὸν παμπληθῆ ἐθέλων τὸν μὲν Διογένην καὶ κεκαυμένον τὸν [*](Β) Κατακαλὼν τοὺς πρωταιτίους ἐς Καισαρόπολιν ἐξέπεμψεν, ἐφ’ ᾧ ἐμφρούρους καὶ δεσμώτας εἶναι μόνον, μηδὲν ἄλλο δεινὸν τέως κατ᾿ αὐτῶν βουλευσάμενος, κἂν πάντες ἀκρωτηριάσαι τούτους αὐτῷ ξυνεβούλευον ἠγάπα γὰρ τὸν Διογένην διαφερόντως καὶ τῆς προτέρας ἔτι περὶ αὐτὸν εἴχετο κηδεμονίας), ὑπερόριον δὲ καὶ τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρωνίτην καὶ τὸν * καὶ τὰς περιουσίας αὐτῶν ἀφελόμενος. τὰ δέ γε κατὰ τοὺς λοιποὺς ἀσφαλὲς ἐλογίσατο μηδὲ εἰς ἐξέτασιν ἀγαγεῖν ὅλως, ἀλλὰ διὰ συμπαθείας τούτους μᾶλλον καταμαλθάξαι. κατὰ μὲν οὖν τὴν ἑσπέραν ἕκαστος τῶν ὑπερορίων τὴν λαχοῦσαν αὐτῷ κατελάμβανε, [*](C) καὶ ὁ Διογένης τὴν Καισρόπολιν· τῶν δ’ ἄλλων [*](1 δὲ πεφώρατο r : περιωρᾶτο ῾ an ἐπεφωρᾶτο?᾿ S 2 sq. ὑπόπτους ἑαυτοὺς οἱ μὴ φθάσαντες ἁλῶναι: corr s 8 ἀγωγῆς (s) 10 ἀλύων r: ἀναλύων εἰς 25 lacuna fere triginta quattuor litterarum in F 29 κατελάμβανεν)
50
οὐδεὶς τῆς οἰκείας μεθίστατο καταστάσεως, ἀλλ’ ἐπὶ ταὐτοῦ ἅπαντες μεμενήκεσαν.

Ἐν τούτοις δὲ τοῖς δεινοῖς ὄντων τῇ μετ᾿ αὐτην βουλομένου τοῦ αὐτοκράτορος μετακαλέσασθαι πάντας καὶ τὸ δοκοῦν αὐτῷ διαπράξασθαι, ὁπόσοι εἰς τὸν αὐτοκράτορα πόθον ἐγκάρδιον ἔτρεφον τῶν τε ἐξ αἵματος καὶ ἀγχιστείας αὐτῷ προσηκόντων καὶ ὁπόσοι πατρῷοι θεράποντες τότε παρῆσαν, ἀμβριμοεργοὶ καὶ ταχεῖς μὲν συνιδεῖν τὸ μέλλον, ἀγχίνοι δὲ τὸ συνοῖσον ἐν ἀσκέπτῳ καταπράξασθαι χρόνῳ, δεδιότες μή πως τῇ μετ’ αὐτὴν τοῦ πλήθους συρρεύσαντος ἐφορμήσαντές τινες διαμελίσωσιν αὐτὸν ἐπὶ τοῦ θρόνου [*](D) πολλάκις ξίφη ὑπὸ τὰ ἀμφία φέροντες ὥσπερ ποτὲ ἐκεῖνος ὁ σφαιρίζοντι τούτῳ ἐν σχήματι προσαίτου προσελθών (τὸ δὲ οὐκ ἄλλην εἶχε τὴν θεραπείαν ἢ τὸ τὰς πρὸς τὸν Διογένην ἁπάντων περιελεῖν ἐλπίδας, τὴν τῶν τούτου ὀμμάτων ὡς ἐν παραβύστῳ διαφημισάντων ἐκτύφλωσιν) μεταπεμψάμενοί τινας διαπέμπονται τοὺς τοῦτο πρὸς πάντας διακηρυκεύσοντας ἐν ἀπορρήτοις, κἀν μηδ’ εἰς νοῦν οὔπω τοῦτο τοῦ αὐτοκράτορος ὅλως ἀνῄει. ὁ δὲ λόγος οὗτος κἀν ψιλὸς [*](Ρ.) τότ’ ἦν, εἰς ἔργον ὅμως προὐβέβηκε, καθὼς ὁ λόγος διατρανώσειεν. ἐπὰν δὲ ὁ ἥλιος τοῦ ὁρίζοντος ὑπερκύψας [*](v.) λαμπρὸς ἀνέθορεν, ὁπόσοι τῶν περὶ τὸν αὐτοκράτορα μὴ τῆς τοῦ Διογένους λύμης μετειλήχασι καὶ αὐτοὶ δὲ οἱ πάλαι τῶν βασιλικῶν σωμάτων τεταγμένοι φύλακες, πρῶτοι πρὸς τὴν βασιλικὴν ἐχώρουν σκηνὴν οἱ μὲν ξίφη περιεξωσμένοι, οἱ δὲ δόρατα φέροντες, οἱ δὲ τὰς βαρυσιδήρους ῥομφαίας ἐπὶ τῶν ὤμων ἔχοντες, ἐκ διαστήματός τινος τοῦ βασιλικοῦ θρόνου εἰς μηνοειδὲς σχῆμα ἑαυτοὺς ἰλαδὸν καταστήσαντες καὶ οἷον ἐναγκαλισάμενοι τὸν αὐτοκράτορα, θυμῷ [*](Β) στρατηγούμενοι πάντες καὶ θήγοντες κἀν μὴ τὰ ξίφη, ἀλλὰ τὰς καρδίας. ὅσον δὲ συγγενὲς ἐξ αἵματός τε καὶ ἀγχιστείας τούτῳ προσῆκον, ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἐφ’ ἑκάτερα [*](1 ἀλλὰ 7 πατρῷα (s) 8 ὀβριμοεργοὶ 9 ἀγχίνοοι 11 ἐφορμήσαντό 13 προελθών (s) 23 δὴ 8)

51
ἵσταντο. δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμων ἕτεροι καθίσταντο ὑπασπισταί. ὁ δὲ βασιλεὺς ἐπὶ θώκου φοβερὸς προὐκάθητο, οὐ βασιλικῶς ἐσταλμένος μᾶλλον ἢ στρατιωτικῶς οὐδὲ πολὺ μετέωρος, ὁποῖα τὰ ἐκείνου μὴ ἐπηρμένα. χρυσὸς δὲ ὅμως τὸν θρόνον ὑπήλειφεν ὑπερανεστήκει τε τὴν κεφαλήν. συνέσταλτο [*](C) δὲ τούτου τὸ ἐπισκύνιον, τὴν δὲ παρειὰν ἐπίπλεον τότε ὁ ἀγὼν κατεφοίνισσε, τὰ δὲ ὄμματα πεπηγότα ἐπὶ συννοίας καὶ πλήρη ἐνθυμημάτων ὑπεμφαίνοντα τὴν ψυχήν. συνέθεον δὲ ἅπαντες ὁμοῦ πεφοβημένοι καὶ τὰς ψυχὰς μικροῦ ἐς ἀέρα ἐξερεύξασθαι ὑπὸ φόβου ἐκβιαζόμενοι, τῶν μὲν ὀξύτερον βέλους ὑπὸ τῆς σφῶν συνειδήσεως κεντουμένων, τῶν δὲ τὴν κενὴν ὑποψίαν δεδιότων. φωνὴ δέ τις παρ’ οὐδενὸς ἐξηκούετο, ἀλλ’ ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες ἐπτοημένοι ἑστήκεσαν. ἀνὴρ δὲ οὗτος καὶ εἰπεῖν συνετὸς καὶ καταπράξασθαι δυνατός· Τατίκιος τούτῳ τὸ ὄνομα. τούτῳ ὁ βασιλεὺς ἐνατενίσας δοῦναι [*](D) τοῖς ἔξωθεν τὴν εἴσοδον διὰ τοῦ βλέμματος ἐνέφηνεν. ὁ δὲ παραχρῆμα τῆς εἰσόδου τούτοις παραχωρεῖ. οἱ δὲ καίπερ δεδιότες, ἀλλ’ ὅμως εἰσῄεσαν τετραμμένοι τε τὰς ὄψεις καὶ βραδεῖ ποδὶ στείχοντες. κατὰ στοίχους δὲ τὴν στάσιν λαχόντες ἐκαραδόκουν τὸ μέλλον ἕκαστος δεδιὼς ὡς τὸν περὶ ψυχῆς λοίσθιον δρόμον δραμούμενος. ἀλλ’ οὐδὲ αὐτὸς ὁ αὐτοκράτωρ ἐθάρρει παντάπασι (κατ' ἄνθρωπον λέγω, εἰ μὴ ὅσον εἰς θεὸν ἀναφέρων τὸ πᾶν) δεδιὼς τὸ σύμμικτον τῶν παρεστώτων, μὴ ἄλλο τι ὀξὺ καὶ δεινὸν κατ’ αὐτοῦ μελετήσαιεν. στερροτέροις δὲ λογισμοῖς ἑαυτὸν ἔδρασας καὶ [*](264) ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστὰς τῆς πρὸς αὐτοὺς δημηγορίας ἤρχετο οἱ δὲ καὶ αὐτῶν ἰχθύων ἀφωνότεροι ἑστήκεσαν καθαπερεὶ τὰς γλώττας ἐκκεκομμένοι) “οἴδατε” λέγων “ὡς οὐδὲν δεινὸν παρ’ ἐμοῦ ὁ Διογένης ἐπεπόνθει ποτέ. οὔτε γὰρ τὴν ἀρχὴν ταυτησὶ τῆς βασιλείας ἐκ τοῦ πατρὸς αὐτοῦ ἀφειλόμην [*](5 ὑπείληφεν s ὑπερανεστήκοι F 10 ὑπὸ φόβου ἐξερεύξασθαι 12 καινὴν 19 τετραμμένοι s: τετρεμμένοι 21 ἐκαροδόκουν 23 παντάπασιν 29 ἐκκεκομμένοι r: ἐγκεκομμένοι)
52
ἐγώ, ἀλλ’ ἕτερος, οὔτε τι δεινὸν ἢ λυπηρὸν τὸ παράπαν εἰς αὐτὸν πέπραχά. καὶ τῆς βασιλείας εἰς ἐμὲ θεοῦ πάντως νεύσει μεταβιβασθείσης οὐ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ ἀδελφὸν Λέοντα ἐπὶ ταὐτοῦ διεφύλαξα, ἀλλ’ ὡς οἰκείους παῖδας καὶ ἐπόθησα καὶ ἐχρησάμην. τὸν δὲ Νικηφόρον καὶ πολλάκις κατ' ἐμοῦ βουλευόμενον φωράσας τοσαυτάκις συμπαθείας [*](B) ἠξίωσα. καὶ μηδὲ πάλιν διορθουμένου ἠνειχόμην ἐπικρύπτων τὰ πολλὰ τῶν αὐτοῦ μηνιμάτων κατανοῶν τὴν [*](V.) τῶν ἁπάντων πρὸς αὐτοὺς δυσμένειαν, κἀν μηδὲν τῶν παρ’ ἐμοῦ εἰς αὐτὸν γενομένων ἀγαθῶν τὸ δολερὸν τῆς αὐτοῦ γνώμης ἠλλοίωσεν. ἀλλ' αὐτὸς ἀντὶ πάντων θάνατόν μοι ἐπεψηφίαστο.” ἐπεβόησαν δ' ἐπὶ τούτοις ἅπαντες, ὡς οὐ βούλοιντ' ἄν ἕτερον προεστηκότα ἐν βασιλείῳ ἰδεῖν σχήματι, οὐ τοῦτο οἱ πλείους βουλόμενοι, ἀλλ’ ἦσαν θῶπες αὐτῶν οἱ λόγοι τὸν ὑπόγυον διαδρᾶναι κίνδυνον ἐντεῦθεν μηχανωμένων. [*](C) ὁ δὲ βασιλεὺς προαρπάσας τὸν καιρὸν συμπαθείας κοινῆς τοὺς πλείονας ἠξίου ὡς τῶν αἰτίων τῆς βουλῆς ὑπερορίαν πρότερον κατακριθέντων. ἐπὶ τούτοις θροῦς ἦρτο πολύς, οἷον οὐδείς πω τῶν τότε παρόντων * εἰς ἔτι καὶ νῦν τῶν ὤτων ὡς λέγουσιν ἐντὸς εἰσεδέξατο, τῶν μὲν ἀπαινούντων τὸν βασιλέα καὶ θαυμαζόντων τῆς ἀνεξικακίας καὶ πρᾳότητος, τῶν δὲ τοὺς ὑπερορίους διασυρόντων καὶ δθανάτου ἀξίους εἶναι διενισταμένων, ὁποῖα τὰ τῶν ἀνθρώπων. ὃν γὰρ τὴν σήμερον μακαρισμῶν ἀξιοῦσι προπέμπουσι τε καὶ διὰ τιμῆς ἄγουσιν, ἐπὰν περιτραπέντα τούτῳ τοῦ βίου τὸν [*](D) κύβον θεάσοιντο, πᾶν τοὐναντίον εἰς αὐτὸν ἐνδεικνύμενοι οὐκ αἰσχύνονται. ὁ δὲ βασιλεὺς νεύματι τούτους κατασιγάσας αὖθις ἔφη “οὐ χρὴ θορυβεῖσθαι οὐδὲ συγχεῖν τὴν προκει- μένην ὑπόθεσιν. ἔγωγε γάρ, καθὼς ἔφην, ἅπαντας συμπαθείας ἀξιώσας πάλιν ὁποῖος τὸ πρότερον πρὸς ὑμᾶς ἔσοοὐδέ [*](1 7 διορθούμενον ἠνειχόμην ἐπικρύπτειν (s) 12 δὲ Ε 15 μηχανώμενοι (s) 18 τοῦτον 19 lacunam signavi : καὶ εἰς ἔτι καὶ νῦν περιόντων τ. ὤ. s : immo καὶ περιόντων εἰς ἔτι καὶ νῦν τ. ὤ. 24 μακαρισμοῦ 30 τὰ πρότερα)
53
μαι.” ἐν ᾧ δὲ τούτους συμπαθείας ὁ βασιλεὺς ἀξιου, ἄτερ [*](P. 265) τῆς αὐτοῦ γνώμης ἀποστείλαντες οἱ τὴν βουλὴν ἐκείνην βουλευσάμενοι τῶν ὀμμάτων τὸν Διογένην ἐστέρησαν. ταὐτὰ τούτῳ καὶ κατὰ τοῦ κεκαυμένου κατακαλῶν ὡς τῆς αὐτῆς βουλῆς κεκοινωνηκότος τῷ Διογένει κατεψηφίσαντο. ἡμέρα δὲ ἦν, ἐν ᾗ ἡ τῶν κορυφαίων ἀποστόλων μνήμη ἐτελεῖτο. ἀλλὰ ταῦτα μὲν ἔκτοτε καὶ μέχρι σήμερον λογοποιεῖται· εἰ δὲ καὶ ὁ βασιλεὺς περὶ τούτου παρ’ αὐτῶν εἰσηγηθεὶς ἐνδέδωκεν ἢ καὶ τὸ πᾶν τῆς ἐκείνου γνώμης ἦν, θεὸς ἂν εἰδείη· ἔγωγε τέως οὐ πάνυ τι γινώσκειν ἔχω βεβαίως.

Τοιαῦτα μὲν οὖν τὰ ἐκ τοῦ Διογένους συμπεσόντα τῷ αὐτοκράτορι, παραδόξως τῆς ἀμάχου τοῦ ὑψίστου χειρὸς [*](Β) ῥυσαμένης τοῦτον ἐξ ὑπογύου κινδύνου· αὐτὸς δὲ πρὸς οὐδὲν τῶν συμπιπτόντων ἐμαλακίξετο, ἀλλὰ καὶ ὡς κατευθὺ Δαλματίας ἤλαυνε. μεμαθηκὼς δὲ ὁ Βολκάνος τὴν εἰς τὸ Λιπένιον τοῦ αὐτοκράτορος ἔλευσιν καὶ ἐπικαταλαβόντα τοῦτον θεασάμενος καὶ πρὸς τὰς Ῥωμαϊκὰς παρατάξεις καὶ τὸν συ·νασπισμὸν ἐκεῖνον καὶ τὴν στρατηγικὴν πανοπλίαν μηδ’ ἀντωπῆσαι δυνάμενος ἀποστείλας παραχρῆμα τὰ περὶ εἰρήνης ἠρώτα ὑπισχνούμενος ἅμα καὶ αὐτοὺς τοὺς προὐποσχεθέντας ὁμήρους ἀποστεῖλαι καὶ μηδέν τι δεινὸν τοῦ λοιποῦ διαπράξασθαι. δέχεται τοίνυν τὸν βάρβαρον ἀσμένως ὁ αὐτοκράτωρ [*](C) ἀκηδιῶν οἷον καὶ ἀποστρεφόμενος τὴν ἐμφύλιον μάχην· κἀν γὰρ Δαλμάται ἦσαν, ἀλλ’ ὅμως Χριστιανοὶ. ἐκεῖνος δ’ εὐθὺς τεθαρρηκὼς προσεληλύθει συνεπαγόμενος τούς τε δυγγενεῖς καὶ ἐκκρίτους τῶν ζουπάνων καὶ προθύμως ὁμήρους τοὺς αὐτοῦ ἀνεψιαδεῖς τῷ αὐτοκράτορι παραδέδωκε, τόν τε οὔρεσιν καλούμενον καὶ Στέφανον τὸν Βολκάνον καὶ ἑτέρους τὸν εἴκοσιν ἀριθμὸν ἀποπληροῦντας. οὐ γὰρ ἐνὸν ἦν αὐτῷ [*](V. 210) ἄλλως πως τοῦ λοιποῦ διατεθήσεσθαι. ὁ δὲ αὐτοκράτωρ, [*](4 sq. αὐτοῦ βουλῆς κεκοινωνηκότα (s) 21 προὐπεσχεθέντας 30 εἴκοσι)

54
ὁπόσα διὰ μάχης καὶ σιδήρου ἀνύεσθαι πέφυκεν, εἰρηνικῶς διαλύσας πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεψε. τοῦ μέντοι Διογένους ἐκήδετο πάνυ καὶ δακρύων ὡρᾶτο καὶ βύθιον [*](D) στένων δι’ αὐτὸν ἐξηκούετο πολλήν τε τὴν περὶ αὐτὸν φιλοφροσύνην ἐπεδείκνυτο καὶ ἀνακτᾶσθαι τοῦτον ἔσπευδε κἀν τοῖς πλείοσι τῶν ἐξ αὐτοῦ ἀφαιρεθέντων αὖθις τοῦτον ἀποκατέστησεν. αὐτὸς δὲ κατακώχιμος ὑπὸ τῆς λύπης ὢν τὴν ἐν τῇ μεγαλοπόλει διατριβὴν ἀποστρεφόμενος τοῖς ἰδίοις ἀγροῖς ἐμφιλοχωρῶν ἦν ταῖς τῶν παλαιῶν προσανέχων διόλου [*](Ρ.) βίβλοις ἄλλων ὑπαναγινωσκόντων αὐτῷ. στερούμενος γὰρ φωτὸς ἑτέρων ἐχρᾶτο πρὸς τὴν ἀνάγνωσιν ὄμμασιν. ἀνὴρ δὲ οὗτος τοσοῦτος τὴν φύσιν ὡς καὶ μὴ ὁρῶν τὰ τοῖς ὁρῶσι δυστέκμαρτα ῥᾳδίως καταλαμβάνειν. πᾶσαν μὲν δὴ ἔκτοτε παιδείαν διελθὼν καὶ αὐτὴν δὴ τὴν περικλυτόν γεωμετρίαν, τὸ καινότατον, φιλοσόφων τινὶ ἐντυχὼν διὰ στερεῶν τούτῳ τὰ σχήματα παρέχειν ἐπέταττεν· ὁ δὲ τῇ τῶν χειρῶν ψηλαφήσει ἁπάντων τῶν τῆς γεωμετρίας θεωρημάτων τε καὶ σχημάτων ἔσχε κατάληψιν καθάπερ ἐκεῖνος ὁ [*](Β) Δίδυμος, ὃς δι᾿ ὀξύτητα νοῦ καὶ ἄνευ ὀμμάτων καὶ γεωμετρίας εἰς ἄκρον ἐλήλυθεν, εἰ καὶ μετὰ τὴν γνῶσιν τούτων εἰς αἵρεσιν ἄτοπον συνηλάθη τὸν νοῦν ἐκτυφλωθεὶς ὑπὸ κενοδοξίας καθάπερ ὑπὸ πάθους τὰ ὄμματα. θαυμάζει μὲν οὖν ἅπας ταῦτα ἀκούων· ἐγὼ δὲ καὶ τεθέαμαι τὸν ἄνδρα καὶ τεθαύμακα καὶ περὶ τοιούτων λαλοῦντος ἀκήκοα· μηδ’ αὐτὴ δὲ τῶν τοιούτων παντάπασιν ἀμελέτητος οὖσα ἐπεγίνωσκον [*](C) τοῦτον ἀκριβῆ τῶν θεωρημάτων γνῶσιν ἔχοντα. εἰ δὲ καὶ περὶ λόγους ἠσχόλητο, τῆς παλαιᾶς ὅμως κατὰ τοῦ αὐτοκράτορος οὐκ ἀφίστατο μήνιδος, ἀλλὰ τὸν τῆς τυραννίδος λογισμὸν ὑποτυφόμενον εἶχε διόλου. καὶ μέντοι καί τισιν αὖθις τοῦ ἀπορρήτου τούτου κεκοινώνηκε λογισμοῦ, ἀφ’ ὧν εἷς τις τὰ βεβουλευμένα προσελθὼν προσαγγέλλει τῷ αὐτοἐπανέστρεψεν [*](2 ἐπανέστρεψεν 5 ἔσπευδεν καὶ 8 τῇ om 13 καταλαμβάνειν S : καταλαμβάνων 31 ῾ αν ἀπαγγέλλει ?' s)
55
[*](D) κράτορι. μεταπεμψάμενος δὲ τὸν Διογένην ἐπυνθάνετο περὶ ὧν τε βεβούλευται καὶ περὶ τῶν τῆς βουλῆς αὐτῷ κεκοινωνηκότων. καὶ ὃς ἅπαντα θᾶττον ἀνομολογήσας παραχρῆμα συμπαθείας ἠξίωτο.

[*](2 βουβούλευται sic F 3 πάντα)