Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὴν Φιλιππούπολιν καὶ [*](P. 4(??) V.) τοὺς Μανιχαίους ἔργα τοῦ αὐτοκράτορος· ἄλλος δ’ ἐκεῖθεν αὖθις βάρβαρος ἐξαρτύεται κατ’ αὐτοῦ κυκεών. ἐβουλεύετο γὰρ ὁ Σολυμᾶς σουλτὰν τὴν Ἀσίαν αὖθις δῃώσασθαι κἀκ τοῦ Χοροσᾶ καὶ τοῦ Χάλεπ δυνάμεις μετεκαλεῖτο, εἴ που γενναίως παρὰ τὸν αὐτοκράτορα ἀντικαταστῆναι σχοίη. ἐπεὶ δ’ αὐτῷ τὸ πᾶν τῆς τοῦ Σολυμᾶ σουλτὰν βουλῆς πρός τινος διεμηνύθη, ἐσκόπει καὶ αὐτὸν μέχρι τοῦ Ἰκονίου στρατεῦσαι καὶ καρτερώτατον τὸν μετ’ αὐτοῦ συναρράξαι πόλεμον. κεῖθι γὰρ τὸ σουλτανίκιον τῷ Κλιτζιασθλὰν ἀπομεμέριστο. δυνάμεις [*](B) τοίνυν ἐξ ἀλλοδαπῶν καὶ μισθοφορικὸν μετεκαλεῖτο πολὺ καὶ τὸ ἴδιον στράτευμα πανταχόθεν μετεπέμπετο. κατ ἀλλήλων οὖν ἀμφοτέρων τῶν στρατηγῶν τὴν μελέτην ποιουμένων ἐν τῷ μεταξὺ τὸ σύνηθες ἄλγημα τῶν ποδῶν συνέβη τῷ αὐτοκράτορι. καὶ δυνάμεις ἁπανταχόθεν μὲν συνέρρεον, ἀλλὰ κατὰ στράγγα καὶ οὐκ ἀθρόον διὰ τὸ πόρρω που τὰς σφῶν εἶναι πατρίδας· ἡ δέ γε ὀδύνη ἀπεῖργε τοῦτον οὐ τοῦ προκειμένου μόνον ἅψασθαι σκοποῦ, ἀλλὰ καὶ τοῦ βαδίξειν ἁπλῶς. καὶ κλινήρης ὢν ἤχθετο οὐ τοσοῦτον διὰ τὴν τῶν ποδῶν περιωδυνίαν ὁπόσον διὰ τὴν ἀναβολὴν τοῦ κατὰ C τῶν βαρβάρων ἔργου. οὐκ ἐλάνθανε ταῦτα τὸν βάρβαρον Κλιτξιασθλάν· ἔνθεν τοι καὶ ἀμεριμνήσας τὸ παρὸν τὴν Ἀσίαν ἅπασαν ἐλῄζετο ἑπτάκις κατὰ τῶν Χριστιανῶν ἐκσουλτανίκιον [*](10 r: σουλτανικὸν C 22 κλιτζισθλὰν C)

265
δρομὰς ποιησάμενος. καὶ γὰρ οὐδέποτε ἐπὶ τοσοῦτον τὸ ἄλγος ἐκεῖνο τὸν αὐτοκράτορα κατέσχεν · ἐκ διαστημάτων γὰρ μακρῶν πρὸ τοῦ ἐπερχομένη τούτῳ ἡ νόσος οὐ περιοδικῶς τὸ τηνικάδε ἀπήντησεν, ἀλλὰ συνεχὴς ἦν καὶ ἐπαλλήλους τοὺς παροξυσμοὺς ἐδίδου. ἀλλὰ τοῦτο τὸ πάθος πρό- [*](D) σχῆμα ἐδόκει τοῖς περὶ τὸν Κλιτξιασθλὰν νοσήματος, οὐ μέντοι νόσημα, ἀλλ’ ὄκνος καὶ ῥᾳθυμία ἔξωθεν περιβεβλημένη τὴν ποδαλγίαν· κἀντεῦθεν πολλὰ πολλάκις ἀπέσκωπτον [*](P. 461) κἀν ταῖς μέθαις κἀν τοῖς πότοις καθάπερ αὐτοφυεῖς ῥήτορες ἠθοποιίας τῆς τῶν ποδῶν ὀδύνης τοῦ αὐτοκράτορος οἱ βάρβαροι ἐποιοῦντο. καὶ κωμῳδίας ἐγίνετο πρόφασις ἡ τῶν ποδῶν ἀλγηδών. πρόσωπα γὰρ ἰατρῶν τε καὶ τῶν περὶ τὸν αὐτοκράτορα διαπονουμένων ὑπεκρίνοντο καὶ αὐτὸν δῆτα τὸν βασιλέα εἰς τὸ μέσον παράγοντες καὶ ἀναθέμενοι ἐπὶ κλίνης προσπαίζειν ᾤοντο. καὶ ἐπὶ ταύταις ταῖς παιδιαῖς γέλως τοῖς βαρβάροις ἐπῆρτο πολύς. οὐ μὴν ἐλάνθανε ταῦτα τὸν αὐτοκράτορα κἀντεῦθεν ἠρεθίζετο πρὸς τὴν κατ᾿ αὐτῶν [*](Β) μάχην μᾶλλον παφλάζων τὰ τοῦ θυμοῦ. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ κουφισθεὶς τῆς ὀδύνης τῆς προκειμένης ὁδοιπορίας εἴχετο. [*](V. 365) τήν τε Δάμαλιν διαπεράσας καὶ τὸν ἀναμεταξὺ Κιβωτοῦ καὶ Αἰγιαλῶν διαπλῳσάμενος πορθμὸν καὶ τὴν Κιβωτὸν καταλαβὼν ἐκεῖθεν εἰς τὸ Λοπάδιν ἄπεισι τὴν τῶν ταγμάτων ἐκδεχόμενος ἄφιξιν καὶ ὁπόσον μισθοφορικὸν μετεπέμπετο. ἐπὰν δὲ συνεληλύθεισαν ἅπαντες, ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὸ τοῦ κυρίου Γεωργίου καταλαμβάνει φρούριον ἀγχοῦ τῆς τῇ Νικαίᾳ παρακειμένης λίμνης διακείμενον κἀκεῖθεν εἰς Νίκαιαν, εἶτα διὰ τριῶν ἡμερῶν αὖθις [*](C) ὑποστρέφει ἔνθεν τῆς γε τοῦ Λοπαδίου γεφύρας καὶ στρατοπεδεύει κατὰ τὴν Βρύσιν τοῦ Καρυκέως καλουμένην, οὕτω [*](6 κλιτζασθλᾶν C 7 ὄγγος C 13 ὑπεκρίνοντο r: ὑποκρίνοιτο C 15 πεδιαῖς C 18 παφλάζων τὰ τοῦ θυμοῦ r: παμφλάξοντα θυμοῦ C 20 Κιβωτοῦ καὶ Αἰγιαλῶν r: κιβωτῷ αἰγιαλῷ C 21 διαπλῳσάμενος r: διαπλωϊέμενος C 26 παρα κειμένης λίμνης r: παρακειμένη λίμνη C 27 διὰ om C)
266
δόξαν αὐτῷ, ἵνα τὸ μὲν στράτευμα πρότερον διὰ τῆς γεφύ ρας διαβιβάσας ἐν ἐπικαίρῳ τόπῳ τὰς σκηνὰς πήξηται κᾀθ’ οὕτως καὶ αὐτὸς ὁ αὐτοκράτωρ διὰ τῆς αὐτῆς γεφύρας διελθὼν μετὰ παντὸς τοῦ στρατεύματος τὴν βασιλικὴν καταθείη σκηνήν. οἱ δὲ μηχανικώτατοι Τοῦρκοι τὰ κατὰ τὴν περὶ τοὺς πρόποδας τῶν Λεντιανῶν καὶ τῆς οὕτω καλουμένης Κοτοιραικίας διακειμένην πεδιάδα λῃζόμενοι, ἐπεὶ τὴν τοῦ αὐτοκράτορος κατ᾿ αὐτῶν μεμαθήκεισαν ἔφοδον, [*](D) ἐκδειματωθέντες παραυτίκα πυρσοὺς παμπόλλους ἀνῆψαν ἐντεῦθεν φαντασίαν τοῖς ὁρῶσι στρατιᾶς πολλῆς παρέχοντες τάχα. καὶ οἱ μὲν πυρσοὶ τὸν ἀέρα ἐξέκαιον καὶ πολλοὺς τῶν ἀπείρων ἐξεδειμάτουν· τὸν δὲ αὐτοκράτορα ἐθρόει τούτων οὐδέν. κἀκεῖνοι μὲν τὴν λείαν πᾶσαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενοι ᾤχοντο· αὐτὸς δὲ κατὰ τὸ περίρυαλώτους πρὸς τὴν ἤδη † ἐκεῖσε πεδιάδα ἠπείγετο σπεύδων αὐτοῦ που τούτους καταλήψεσθαι, ἀλλ’ ἀστοχήσας τῆς ἄγρας καὶ πολλοὺς μᾶλλον τῶν Ῥωμαίων ἔτι ἐμπνέοντας εὑρηκώς, πολλοῖς δὲ καὶ νεκρῶν σώμασιν ἐντετυχηκὼς ἤχθετο ὡς [*](P. 4) εἰκὸς καὶ ἤθελε μὲν διώκειν, ἀλλ’ ἕνα μὴ τὸ πᾶν ἀπολέσῃ θήραμα, μὴ δυνατοῦ ὄντος τοῦ παντὸς στρατεύματος τοὺς φεύγοντας ὀξέως καταλαβεῖν, χάρακα μὲν αὐτοῦ που περὶ τὸ Ποιμανηνὸν πήγνυται καὶ παραχρῆμα ἀπολεξάμενος γενναίους ψιλοὺς στρατιώτας τὴν ἐπιδίωξιν τῶν βαρβάρων ἐπιτρέπει παραγγείλας ὅπως χρὴ ἐπιπορεύσασθαι τοὺς ἀλάστορας. οἱ δὲ τούτους ἐφθακότες εἴς τινα τόπον Κελλία ἐγχωρίως ὀνομαζόμενον μετὰ τῆς λείας πάσης καὶ τῶν δορυαλώτων ὡς πῦρ κατ’ αὐτῶν ἴενται καὶ αὐτίκα πλείστους [*](B) μὲν μαχαίρας ἔργον ἐποιήσαντο, ἐνίους δὲ ζωγρήσαντες καὶ τὴν λείαν πᾶσαν ἐκεῖθεν ἀναλαβόμενοι μετὰ νίκης λαμπρᾶς πρὸς τὸν αὐτοκράτορα ἐπανῆλθον. τούτους ἀποδεξάμενος καὶ τὴν παντελῆ τῶν πολεμίων φθορὰν ἐγνωκὼς πρὸς τὸ [*](9 παμπόλλας C 10 παρέσχοντες C 15 ἐκεῖσε] ῥηθεῖσαν ἐκειίνην? cf. e. c. II 280, 11. 17 18 σώμασι C 25 τούτοις C)
267
Λοπάδιον ἐπανέρχεται. κεῖθι δὲ παραγενόμενος καὶ μῆνας τρεῖς ὅλους ἐγκαρτερήσας τὸ μέν τι δι’ ἀνυδρίαν τῶν δι ὧν ἔμελλε διελθεῖν μερῶν θέρους γὰρ ὥρα παρῆν καὶ ἡ ἀλέα ἀφόρητος), τὸ δὲ καὶ τὸ μήπω φθάσαν τοῦ μισθοφορικοῦ στρατεύματος ἀπεκδεχόμενος. ἐπὰν δὲ ἅπαντες [*](C P. 366) ἀθροισθεῖεν ἐκεῖ, ἐζαναστὰς ἅπαν τὸ ὁπλιτικὸν τηνικαῦτα κατὰ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου καταθέμενος καὶ τῶν οὕτω καλουμένων Μαλάγνων αὐτὸν τὸν Ἀέρα κατέλαβε. τῆς δὲ βασιλίδος κατὰ τὴν Πρίγκιπον αὐλιζομένης, ἵν’ ἔχοι ῥᾷον ἐκεῖθεν τὰ περὶ τοῦ αὐτοκράτορος μανθάνειν περὶ τὸ Λοπάδιον ἐπανελθόντος, ὁ βασιλεὺς ἅμα τῷ τὸν Ἀέρα καταλαβεῖν διὰ τοῦ βασιλικοῦ μονήρους μεταπέμπεται αὐτὴν τὸ μέν τι καὶ τὸ ἄλγος ὑφορώμενος ἀεὶ τῶν ποδῶν, τὸ δέ τι καὶ τοὺς συμπαρομαρτοῦντας αὐτῷ τῶν ἐγκολπίων ἐχθρῶν [*](D) δεδιὼς διὰ τὴν ἄκραν αὐτῆς περὶ αὐτὸν ἐπιμέλειαν καὶ τὸ ἀγρυπνικώτατον ὄμμα.

Οὔπω τρίτη παρῆλθεν ἡμέρα καὶ ὁ περὶ τὸν βασιλικὸν κοιτωνίσκον ἀσχολούμενος κατὰ τὸ περίορθρον ἐλθὼν ἀγχοῦ τοῦ βασιλικοῦ σκίμποδος εἱστήκει. ἡ δὲ βασίλισσα [*](V. 463) διυπνισθεῖσα καὶ τοῦτον θεασαμένη Τούρκων ἡμῖν ἔφοδον ἀπαγγέλλειν ἔφη. τοῦ δὲ περὶ τὸ οὕτω καλούμενον τοῦ Γεωργίου φρούριον ἐφθακέναι λέγοντος κατεσίγασε τοῦτον ἡ βασιλὶς τῇ χειρί, ἵνα μὴ τὸν αὐτοκράτορα διυπνίσῃ. ὁ δὲ ἐν αἰσθήσει τῶν λεγομένων γεγονὼς ἐπὶ ταὐτῷ σχήματι καὶ γνώμης τέως ἦν· ἀνίσχοντος δὲ τοῦ ἡλίου πρὸς τὰς συνήθεις ἐργασίας ἐτράπετο ὅλος τῆς τούτου προμηθείας γεγονώς. οὔπω τρίτη παρῆλθεν ὥρα καὶ ἕτερος ἐκεῖθεν καταλαβὼν ἐγγίζειν ἤδη τοὺς βαρβάρους ἔλεγεν. ἡ δὲ αὐτοκρατόρισσα ἔτι συμπαρῆν τῷ αὐτοκράτορι δειλιῶσα μὲν ὡς εἰκός, ἐξεχομένη [*](Β) δὲ ὅμως τῆς ἐκείνου γνώμης. ἐπὰν δὲ πρὸς ἄριστον οἱ βασιλεῖς ἠπείγοντο, ἕτερος ᾑμαγμένος καταλαβὼν προσουδίσας [*](1 παραγενόμενος Wilkenus: παραγενομένου C 2 τι r: τοι C 8 Μαλαγίνων? αὐτὸς? περὶ r: παρὰ C τούτων? 28 αὐτοκρατόρησα C1 αὐτοκρατόρισα C2: sic etiam infra)

268
τοῖς ποσὶ τοῦ αὐτοκράτορος ἑαυτὸν ὑπὲρ κεφαλῆς τὸν κίν- δυνον ἵστασθαι ἐπώμνυτο τῶν βαρβάρων ἤδη ἐπικαταλαμβανόντων. ὁ δὲ αὐτοκράτωρ εὐθὺς τὴν πρὸς τὸ Βυζάντιον ἐπάνοδον τὴν αὐτοκρατόρισσαν ἐπέτρεψεν. ἡ δὲ πτοηθεῖσα ἐν μυχοῖς καρδίας ὅμως εἶχε τὸν φόβον καὶ οὔτε λόγοις οὔτε σχήμασι τοῦτον ἐνέφαινεν. ἀνδρεία γὰρ καὶ στάσιμος οὖσα τὴν φρένα καθάπερ ἡ παρὰ τοῦ Σολομῶντος ἐν παροιμίαις ὑμνουμένη ἐκείνη γυνὴ οὐ γυναικῶδες τι ἐνεδείξατο καὶ ἀθαρσὲς ἦθος, οἷα τὰ πολλὰ τὰς γυναῖκας ὁρῶμεν πασχού- [*](C) σας, ἐπειδάν τι φοβερὸν ἀκούσωσι· καὶ αὐτὸ τὸ χρῶμα κατηγορεῖ τῆς ψυχῆς τὴν δειλίαν, καὶ συχνάκις ἀνακωκύουσι γοερὸν ὥσπερ ἐκ τοῦ σχεδὸν αὐταῖς τῶν δεινῶν ἐφεστηκότων. ἀλλ’ ἥ γε βασιλὶς ἐκείνη, κἂν ἐδεδοίκει, περὶ τῷ αὐτοκράτορι ἐδεδοίκει, μή τι πάθῃ ἄτοπον· δευτέρως δὲ περὶ ἑαυτῆς ἐπεφόβητο. οὐ τοίνυν ἐκείνη κατ᾿ ἐκεῖνο καιροῦ ἀνάξιόν τι τῆς ἑαυτοῦ γενναιότητος ἐπεπόνθει, ἀλλ’ ἐχωρίζετο μὲν τοῦ αὐτοκράτορος ἄκουσα καὶ πυκνὰ περιστρεφομένη πρὸς ἐκεῖνον καὶ θαμὰ προσβλέπουσα, ὅμως μέντοι συντείνασα ἑαυτὴν καὶ οἷον τονώσασα μόγις ἀπηλλάγη τοῦ βασιλέως. κἀκεῖθεν κατα- [*](D) βᾶσα πρὸς θάλασσαν κἄπειτα εἰς τὸ ταῖς βασιλίσιν ἀποτεταγμένον μονῆρες εἰσεληλυθυῖα τὴν ᾐόνα τῆς Βιθυνῶν παραπλέουσα θαλαττίου κλύδωνος αὐτὴν κατασχόντος ταῖς ἀκταῖς τῆς Ἑλενουπόλεως τὴν ναῦν προσορμίσασα κεῖθι τέως αὐλίζεται. ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὴν Αὔγουσταν· ὁ [*](V. (??)) δὲ αὐτοκράτωρ μετὰ τῶν συνόντων στρατιωτῶν τε καὶ συγγενῶν εὐθὺς ἐπὶ τοῖς ὅπλοις ἦν. καὶ δὴ ἐποχηθέντες ἅπαντες τὴν πρὸς Νίκαιαν ὥδευον. οἱ δὲ βάρβαροι Ἀλανόν τινα [*](P. (??)) κατασχόντες καὶ τὴν τοῦ βασιλέως κατ’ αὐτῶν ἔφοδον δι αὐτοῦ μεμαθηκότες, δι᾿ ὧν ἦλθον ἀτραπῶν, διὰ τούτων ἐπανῄεσαν φεύγοντες. ὁ δέ γε Στραβοβασίλειος καὶ Μιχαὴλ ὁ Στυπειώτης Στυπειώτην δὲ ἀκούων τις μὴ τὸν μιξοβάρβαρον νοείτω· ἀργυρώνητος γὰρ τούτου ἐκεῖνος δοῦλος γε- [*](7 ἡ om C περὶ C 31, 10 8 ἐνεδείξατο r: ἐνδείξατο C 23 ναῦ C)
269
γονὼς ἐς ὕστερον τῷ βασιλεῖ ὡς δῶρόν τι πρὸς αὐτὸν προσενήνεκται· ἀλλά τινα τῶν τῆς μείζονος τύχης), ἄνδρες οὗτοι μαχιμώτατοι καὶ τῶν πάλαι ὑμνουμένων, οὗτοι] κατὰ [*](Β) ἀκρολοφίας τῶν Γερμίων ἐνδιατρίβοντες καὶ τὰς ἀμφόδους περισκοποῦντες, εἰ που ταῖς ἄρκυσιν αὐτῶν καθάπερ τις θήρα οἱ βάρβαροι περιπεσόντες ἁλῷεν, ὡς τὴν τούτων ἔλευσιν μεμαθήκεισαν, παρὰ τὰς πεδιάδας τὰς οὕτω καλουμένας ἀνελθόντες καὶ ἀναδεξάμενοι τὸν μετ᾿ αὐτῶν πόλεμον μάχην συνεστήσαντο καρτερὰν ἡττήσαντες τούτους κατὰ κράτος. καταλαβὼν δὲ ὁ αὐτοκράτωρ τὸ πολλάκις εἰρημένον φρούριον Γεωργίου κἀκεῖθεν αὖθις κωμόπολιν τινα Σαγουδάους ἐγχωρίως καλουμένην καὶ τοῖς Τούρκοις μὲν μὴ ἐν- [*](C) τυχών, μεμαθηκὼς δὲ τὰ συμβάντα τούτοις παρὰ τῶν ἤδη ῥηθέντων γενναίων ἀνδρῶν, τοῦ τε Στυπειώτου καὶ τοῦ Στραβοβασιλείου φημί, καὶ ἀποδεξάμενος τὴν ἐξ αὐτῆς ἀρχῆς τόλμαν καὶ νίκην τῶν Ῥωμαίων , τηνικαῦτα ὁ αὐτὸς αὐτοῦ που ἔξωθεν τουτουὶ τοῦ καστελλίου τὸν χάρακα πήγνυται. τῇ δὲ μετ’ αὐτὴν ὡς παρὰ τὴν Ἑλενούπολιν κατελθὼν τῇ βασιλίδι ἐντετυχήκει ἔτι αὐλιζομένῃ διὰ τὸ τῆς θαλάττης ἄπλωτον. διηγησάμενος οὖν τὰ συμβάντα τοῖς Τούρκοις καὶ ὡς νίκης ἐπιθυμοῦντες συμφορᾷ προσεπέλασαν [*](D) καὶ κρατεῖν φανταζόμενοι μᾶλλον κεκράτηνται καὶ τἀναντία τῶν προσδοκηθέντων ἐφεύροσαν καὶ τῆς πολλῆς ἀθυμίας ἀνακτησάμενος αὐτὴν ἄπεισιν ὡς πρὸς Νίκαιαν. ἐκεῖσε δὲ ἔφοδον ἑτέρων μεμαθηκὼς Τούρκων ἔρχεται πρὸς τὸ Λοπάδιον· ἐν ᾧ μικρὸν χρονοτριβήσας καὶ μεμαθηκὼς τὴν Νίκαιαν καταλαμβάνειν πολὺ Τουρκικὸν στράτευμα τὰς δυνάμεις ἀναλαβόμενος ἀπονεύει πρὸς Κίον καὶ δι’ ὅλης τῆς αὐτῆς νυκτὸς μεμαθηκὼς αὐτοὺς τῇ Νικαίᾳ προσπελάζειν [*](3 οὗτοι seclusi 5 περισκοποῦντες r: παρασκοποῦντες C 8 lacuna sex litterarum in C 15 Στραβοβασιλείου r: στραβοβασίλει C αὐτῆς r: αὐτοῦ C 16 αὐτὸς] αὐτοκράτωρ? 17 τουτοῒ τὸ καστέλλιον C 19 ἐντετυχήκει r: ἐντυχήκει C 20 ἄπλωτον Lobeckius: ἄπλετον C 23 ἐφεύροσαν] cf. proverb. 2, 20)
270
ἤδη ἀπάρας ἐκεῖθεν ἔρχεται διὰ τῆς Νικαίας πρὸς Μίσκουραν. [*](P.) καὶ αὐτοῦ που βεβαιωθείς, ὡς τὸ μὲν ἅπαν στράτευμα τῶν Τούρκων οὔπω κατέλαβεν , ὀλίγοι δέ τινες παρὰ τοῦ Μονολύκου ἀποσταλέντες κατὰ τὸ Δολύλον ἐνδιατρίβουσι καὶ τὰ τῆς Νικαίας μέρη , ἐφ’ ᾧ τὴν αὐτοῦ περισκοπεῖν ἔλευσιν καὶ τὰς περὶ αὐτοῦ τῷ Μονολύκῳ διδόναι συνεχεῖς εἰδήσεις , Λέοντα μὲν τὸν Νικερίτην μετὰ τῶν ὑπ᾿ αὐτὸν δυνάμεων εἰς τὸ Λοπάδιον πέπομφεν ἐγρηγορέναι τε διὰ [*](V.) παντὸς παρακελευσάμενος καὶ τὰς ἀμφόδους ἐπιτηρεῖν καὶ ἅττα δὴ περὶ τῶν Τούρκων γνοίη, ταῦτα διὰ γραφῶν δηλοῦν αὐτῷ· τὸ δὲ ἐπίλοιπον στράτευμα ἐν ἐπικαίροις καταθέμενος [*](B) τόποις διέγνω βέλτιον εἶναι μηκέτι κατὰ τοῦ σουλτάνου χωρεῖν στοχαζόμενος τοὺς σωθέντας βαρβάρους τὴν κατ’ αὐτῶν ὁρμὴν διακηρυκεύσασθαι τοῖς κατὰ τὴν Ἀσίαν ἅπασι Τούρκοις, ὡς ἐν διαφόροις * ἐντετυχηκότες τοῖς Ῥωμαίοις προσέβαλλον, ὡς καρτερῶς ἀντέστησαν, ὡς ἡττηθέντες οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀνῃρέθησαν, ὀλίγοι δὲ καὶ τραυματισθέντες ἀπῴχοντο, κἀκ τούτου διαγνόντες τὴν αὐτοῦ ἐπέλευσιν οἱ βάρβαροι πορρωτέρω καὶ αὐτοῦ Ἰκονίου γενήσονται καὶ [*](C) κενόσπουδος αὐτῷ ἡ σπουδὴ γένηται. διὰ ταῦτα στρέψας τοὺς χαλινοὺς διὰ τῆς Βιθυνῶν τὴν Νικομήδειαν κατέλαβεν, ἕν’ ἐντεῦθεν ἀπελπίσαντες τὴν κατ’ αὐτῶν ἔφοδον ἐπανέλθοιεν ἕκαστος, οὗπερ τὴν οἴκησιν πρότερον ἐπεποίητο· ἐπὰν δὲ ἀποθαρρήσαντες αὖθις εἰς προνομὴν σκεδασθεῖεν, ὡς ἔθος τοῖς Τούρκοις, καὶ αὐτὸς ὁ σουλτάνος τοῦ προτέρου ἅψηται ἔργου, τηνικαῦτα καὶ αὐτὸς τῶν στρατιωτῶν μικρὸν ἀναπαυσαμένων καὶ τῶν ἵππων καὶ ὑποζυγίων πιόνων ἐντεῦθεν γεγονότων μετ᾿ οὐ πολὺ σφοδρότερον τοῦ αὐτῶν ἅψηται πολέμου καὶ τῆς μάχης καρτερῶς ἀνθέξεται. [*](D) διὰ ταῦτα τὴν Νικομήδειαν ἀναζητήσας, ὡς εἴρηται, καὶ καταλαβὼν τοὺς συνεφεπομένους αὐτῷ ἅπαντας τῶν στραπαρὰ [*](3 r: περὶ C 15 lacunam signavi: τόποις vel καιροῖς vel simile quid intercidit 20 κενόσπουδον C 24 σκεδασθεῖεν r: σχεδασθεῖεν C)
271
τιωτῶν εἰς τὰς ἐγγύθι κωμοπόλεις κατέθετο, ὡς οἵ τε ἵπποι καὶ τὰ ὑποζύγια τροφὴν ἀποχρῶσαν ἔχοιεν τῆς Βιθυνῶν γῆς πολὺν τὸν χόρτον ἀναδιδούσης καὶ αὐτοὶ δὴ οἱ στρα- τιῶται ῥᾳδίως ἀπό τε τῆς Βυζαντίδος καὶ τῶν πέριξ διὰ τοῦ παρακειμένου κόλπου ἀποχρῶντα τὰ πρὸς χρείαν κομίζοιντο, ἐπισκήψας αὐτοῖς ὅλῃ γνώμῃ πολλὴν ἐπιμέλειαν [*](P. 466) τῶν ἵππων καὶ ἀχθοφόρων κτηνῶν ποιεῖσθαι καὶ μηδ’ εἰς θήραν μηδ’ εἰς ἱππηλάσιον τὸ παράπαν ἐξιέναι, ἵνα καιροῦ καλοῦντος πίονες ὄντες τοὺς ἐπιβάτας εὐχερῶς φέροιεν καὶ πρὸς τὰς κατὰ τῶν ἐχθρῶν ἱππασίας χρήσιμοι αὐτοῖς εἶεν.

Ταῦτα τοιγαροῦν οἰκονομήσας ἐκεῖνος οἷα σκοπὸς καθῆστο πόρρωθεν φύλακας διὰ πάσης ἀτραποῦ ἐπιστήσας· μέλλων δὲ αὐτοῦ που ἡμέρας ἱκανὰς αὐλίζεσθαι μεταπέμπεται τὴν Αὔγουσταν δι’ ἃς πολλάκις αἰτίας εἰρήκειμεν, ἐφ ’ ᾧ συνεῖναι τούτῳ, μέχρις ἂν τὰς τῶν βαρβάρων ἐφόδους ἐνωτισθεὶς ἐκεῖθεν ἀπᾶραι βουληθείη. ἡ δὲ θᾶττον τὴν [*](Β) Νικομήδειαν καταλαμβάνει· ὁρῶσα δέ τινας τῶν ἐναντίων ἐπιγανυμένους οἷον ἐφ’ οἷς ὁ βασιλεὺς ἠπρακτήκει καὶ πανταχοῦ διαλοιδορουμένους τῷ βασιλεῖ καὶ ὑποψιθυρίζοντας, [*](V. 369) ὡς ἄρα κατὰ τῶν βαρβάρων τοσοῦτον παρασκευασάμενος καὶ πολλὰς συνειλοχὼς δυνάμεις καὶ μηδὲν μέγα ἠνυκὼς ἀπέκλινε πρὸς τὴν Νικομήδειαν, καὶ τοῦτο οὐκ ἐν γωνίαις μόνον, ἀλλὰ καὶ ἐν πλατείαις καὶ ἀμφόδοις καὶ τριόδοις ἀναισχυντότερον λέγοντας ἠνιᾶτο καὶ ἤσχαλλεν. ὁ δὲ αὐτοκράτωρ τὸ πέρας τῆς κατὰ τῶν ἐχθρῶν αὐτοῦ ὁρμῆς αἴσιον ἔσεσθαι [*](C) στοχαζόμενος, δεινὸς ὢν περὶ τὰ τοιαῦτα παρ’ οὐδὲν μὲν τὰς διατριβὰς ἐκείνων καὶ νεμέσεις ἐτίθετο, ὡς παιδαρίων ἀθυρμάτων πάμπαν τῶν τοιούτων καταφρονῶν καὶ τοῦ νηπιώδους αὐτῶν καταγελῶν φρονήματος· τὴν δέ γε Αὔγουσταν κρείττοσιν ἀνεκτᾶτο λογισμοῖς αὐτὸ τοῦτ’ ἔσεσθαι μείζονος νίκης αἴτιον ἐπομνύμενος, ὅπερ ἐκεῖνοι διασύρουσιν. ἐγὼ μὲν οὖν ἀνδρείαν οἶμαι, ὅταν τις σὺν εὐβουλίᾳ τῆς νίκης [*](3 δὴ r: δὲ C)

272
κρατήσειε· τὸ γὰρ θυμοειδὲς τῆς ψυχῆς καὶ δραστήριον ἄνευ τοῦ φρονεῖν κατηγορούμενον γίνεται καὶ θράσος ἐστὶν [*](D) ἀντὶ θάρσους. θαρροῦμεν γὰρ τοῖς ὅπλοις καθ’ ὧν δυνάμεθα· [*](P. 4) θρασυνόμεθα δὲ καὶ καθ’ ὧν οὐ δυνάμεθα, ὥσθ’ ὁπόταν κίνδυνος ἡμῖν ἐπικρέμαται, ἀπὸ * * κατὰ πρόσωπον προσβαλεῖν, τότε τρόπον ἕτερον τὸν πόλεμον μεταχειριζόμεθα καὶ ἀμαχεὶ τῶν ἐχθρῶν κρατεῖν ἐπειγόμεθα. καὶ πρώτη ἐστὶν ἀρετῶν ἡ στρατηγῶν σοφία κτᾶσθαι νίκην ἀκίνδυνον· τέχνῃ δ’ ἡνίοχος περιγίνεται ἡνιόχοιο, φησὶν Ὅμηρος. τὸ γὰρ μετὰ κινδύνου νικᾶν καὶ ἡ Καδμόθεν παροιμία διαφαυλίζει. ἐμοὶ δὲ ἄριστον νενόμισται καὶ τὸ ἐν αὐτῇ τῇ μάχῃ μηχανᾶσθαι τι πανοῦργον καὶ στρατηγικόν, ὁπηνίκα μὴ ἀπόχρη τὸ στράτευμα πρὸς τὴν τῶν ἐναντίων ἰσχύν· [*](B) καθώς ἐστιν ἐκ τῆς ἱστορίας ἀναλέγεσθαι τῷ βουλομένῳ, ὡς οὐκ ἄρα μονότροπος ἡ νίκη οὐδὲ μονοειδής, ἀλλὰ διαφόροις κόποις πάλαι μέχρι τοῦ δεῦρο κατορθουμένη, ὥστε τὴν μὲν νίκην μίαν εἶναι, τοὺς δὲ τρόπους, δι’ ὧν αὕτη τοῖς στρατηγοῖς περιγίνεται, διαφόρους τε καὶ ποικίλους τὴν φύσιν. τινὲς γὰρ τῶν πάλαι ὑμνουμένων στρατηγῶν αὐτῇ ἰσχύι * τῷδε τρόπῳ τοὺς ἐναντίους νικήσαντες φαίνονται· ἄλλῳ δὲ ἄλλοι πολλάκις χρησάμενοι τὴν νικῶσαν εἶχον. ὁ δέ γε ἐμὸς πατὴρ καὶ βασιλεὺς ὅπου μὲν ἀλκῇ τῶν ἐναντίων ἐκράτει, ὅπου δὲ καὶ περινοίᾳ τινὶ χρησάμενος, ἔστι δ’ [*](C) οὗ κἀν ταῖς μάχαις αὐταῖς ὀξύ τι στοχασάμενος καὶ τολμήσας τὴν νικῶσαν εἶχεν εὐθύς. ὅπου μὲν καὶ στρατηγικῷ μηχανήματι συγχρησάμενος, ὅπου δὲ καὶ διὰ χειρῶν μαχόμενος πολλὰ πολλάκις ἐξ ἀπροσδοκήτων ἐστήσατο τρόπαια. ἦν μὲν γάρ, εἴπερ ἄλλος τις, καὶ φιλοκίνδυνος ὁ ἀνήρ, καὶ συνεχεῖς ἦν ὁρᾶν αὐτῷ τοὺς κινδύνους ἐγειρομένους, ἀλλὰ ποτὲ μὲν γυμνῇ τῇ κεφαλῇ πρὸς τούτους παραπεδύετο καὶ [*](3 θάρσους r: θράσους C 5 post ἀπὸ aliquid intercidisse apparet 8 ἧ r: ἢ C 9 II. 23, 318 16 του r: τῆς C 20 lacunam signavi: ἰσχύι πεποιθότες? 27 ἀπροσδοκήτου? 28 εἴπερ r: ἤπερ C 30 ποτὲ r: τότε C)
273
[*](P. 370) ὁμόσε τοῖς βαρβάροις ἐχώρει , ποτὲ δὲ καὶ ἐσχηματίζετο [*](D) ὑποκατακλίνεσθαι καὶ τὸν ὀρρωδοῦντα ὑπεκρίνετο, ὡς καιρὸς ἐδίδου καὶ τὰ πράγματα ὑπηγόρευε. καὶ ἴνα συνελοῦσα τὸ πᾶν εἴποιμι, καὶ φεύγων ἐκράτει καὶ διώκων ἐνίκα, καὶ ἵστατο καταπίπτων καὶ καταβάλλων ὄρθιος ἦν κατὰ τὴν τῶν [*](V. 468) τριβόλων θέσιν · καὶ ταῦτα γὰρ ὅπως ἂν ῥίψειας ὀρθά σοι ἑστήξεται. πάλιν δ᾿ ἐνταῦθα γενομένη παραιτοῦμαι τὴν μέμψιν, ὅτι περιαυτολογοῦσα καταλαμβάνομαι· ἀλλὰ πολλάκις ἀπελογησάμην, ὅτι οὐχ ἡ τοῦ πατρὸς εὔνοια τοὺς λόγους τούτους παρέχεται, ἀλλ’ ἡ τῶν πραγμάτων φύσις. τί γὰρ κωλύει πρὸς τῆς ἀληθείας αὐτῆς, καὶ φιλοπάτορα εἶναι κατὰ ταὐτόν τινα καὶ φιλαλήθη; ἐγὼ μὲν γὰρ τἀληθῆ προειλόμην ξυγγράφειν καὶ περὶ ἀνδρὸς ἀγαθοῦ· εἰ δὲ τὸν αὐτὸν ξυμβέβηκεν εἶναι καὶ πατέρα τοῦ ξυγγραφέως, τὸ μὲν τοῦ πατρὸς ὄνομα προσερρίφθω ἐνταῦθα καὶ κείσθω ἐκ τοῦ [*](Β) παρέλκοντος· τῇ δὲ φύσει τῆς ἀληθείας ἀνακείσθω τὸ σύγγραμμα. ἐν ἄλλοις μὲν γὰρ τὴν πρὸς τὸν πατέρα ἐνεδειξάμην εὔνοιαν καὶ διὰ τοῦτο καὶ δυσμενῶν κατ’ ἐμαυτῆς ἠκόνησα δόρατα καὶ ξίφη παρέθηξα. καὶ ἴσασιν ὁπόσοι τὰ καθ᾿ ἡμᾶς οὐκ ἠγνόησαν πράγματα. οὐ μὴν ἐν τῷ τῆς ἱστορίας σχήματι καταπροδοίην ἂν τὴν ἀλήθειαν. ἄλλος μὲν γὰρ καιρός· ἐστιν εὐνοίας πατρικῆς, καθ’ ὃν ἡμεῖς ἠνδρισάμεθα, ἕτερος δὲ καιρὸς ἀληθείας, ὅντινα παραπεπτωκότα οὐκ ἂν παρὰ φαῦλον θείην. εἰ δ’, ὅπερ εἶπον, καὶ φιλοπάτορας ἡμᾶς συναποδείκνυσιν ὁ καιρὸς οὗτος, οὐ † παρὰ τοῦ τὰ τῆς ἀληθείας ἐπηλυγάσαι τὸ τῶν ἀνθρώπων μεμψίμοιρον. ὁ [*](C) μέντοι λόγος ἀνατρεχέτω αὖθις πρὸς τὸ προκείμενον. ἄλλο δ’ οὐδὲν ὁ αὐτοκράτωρ ἔργον εἶχεν, ἐφ’ ὅσον ἐκεῖ που τὴν αὐλαίαν ἐπήγνυτο, ἢ νεολέκτους τῷ παντὶ συγκαταλέγειν στρατεύματι ἐπιμελῶς τε ἐκπαιδεύειν, ὅπως χρὴ τόξον τείνειν καὶ δόρυ κραδαίνειν ἵππον τε ἐλαύνειν καὶ μερικὰς ποιεῖσθαι [*](8 ὅτι περιαυτολογοῦσα r: ὅτιπερ αὐτολογοῦσα C 21 σχήματι r: χρήματι C 25 παρὰ τοῦ] παραιτοῦμαι περὶ τοῦ? 28 ἔργον r: ἔργου C)
274
συντάξεις, τὸ καινὸν ἐκεῖνο σχῆμα τῆς παρατάξεως, ὅπερ αὐτὸς ἐξεῦρεν, ἀναδιδάσκων τοὺς στρατιώτας, ἔστιν οὗ καὶ αὐτὸς συνιππαζόμενος τούτοις καὶ παραθέων τὰς φάλαγγας καὶ τὸ δέον ἅπαν ὑποτιθέμενος. τοῦ ἡλίου δὲ τῶν μειζόνων ἀφισταμένου κύκλων καὶ παραμείψαντος μὲν τὴν [*](D) φθινοπωρινὴν ἰσημερίαν, ἐπικύπτοντος δὲ ἤδη πρὸς τοὺς νοτιωτέρους κύκλους, ἐπεὶ οὑτοσὶ εὔθετος ὁ καιρὸς ταῖς [*](P.) ἐκστρατείαις ἐδόκει, σὺν ὅλαις δυνάμεσι κατευθὺ Ἰκονίου ἤλαυνε καθ’ ὃν ἀρχῆθεν προέθετο λογισμόν. καὶ τηνικαῦτα τὴν Νίκαιαν καταλαβὼν εὐζώνους στρατιώτας μετ’ ἐμπείρων ἡγεμόνων ἀποδιελόμενος τοῦ λοιποῦ στρατεύματος εἰς προνομὴν κατὰ τῶν Τούρκων προεκδραμεῖν τούτους παρεκελεύσατο διεσπαρμένως τὰς ἐκδρομὰς ποιουμένους· ἀλλὰ μηδέ, [*](V. ) εἰ τὴν νίκην θεόθεν λάβοιεν καὶ κατατροπώσαιντο τοὺς ἐχθρούς, ἐς μακρὰν ἀποτελεῖν τὴν καταδρομήν, ἀρκουμένους δὲ τῇ δεδομένῃ μετ’ εὐταξίας πάλιν τὴν ὑποστροφὴν παρηγ- [*](Β) γύα ποιεῖν. καταλαβόντες οὖν ἅμα τῷ αὐτοκράτορι τόπον τινὰ * διακείμενον, ἐγχωρίως οὑτωσὶ Γαΐτα προσαγορευόμενον, ἐκεῖνοι μὲν εὐθὺς ἀπῄεσαν, ὁ δὲ ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὴν κατὰ τὸν Πιθηκᾶν διακειμένην καταλαμβάνει γέφυραν. εἶτα ἐν τρισὶν ἡμέραις διὰ τοῦ Ἀρμενοκάστρου καὶ τίν οὕτω καλουμένων Λευκῶν τὰς τοῦ Δορυλέου καταλαμβάνει πεδιάδας, ἀποχρώσας δὲ ταύτας πρὸς παρατάξεις κατανοήσας καὶ θέλων ἅπαντας θεάσασθαι καὶ τὴν ὁπλιτικὴν πάντως ἐγνωκέναι δύναμιν, ἣν πάλιν ὤδινε πολεμικὴν σύνταξιν καὶ ἐν διφθέραις πολλάκις συνεγράψατο σχηματίζων [*](C) τὰς παρατάξεις ἦν γὰρ οὐδὲ τῆς Αἰλιανοῦ τακτικῆς ἀδαής), ταύτην κατὰ τὸν παρεστηκότα τότε καιρὸν ἐν ἀληθείᾳ συντάξας κατὰ τὸ πεδίον ἐκεῖνο ἐστρατοπέδευσεν. εἰδὼς γὰρ οὗτος ἐξ ἐμπειρίας πάνυ πολλῆς, ὅτι ἡ Τουρκικὴ παράταξις οὐ κατὰ τὰς τῶν ἄλλων ἐθνῶν παρατάξεις συνέστηκεν, οὐδ’, ὡς Ὅμηρός φησιν, ἀσπὶς δ’] ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, [*](18 lacunam signavi 25 πάντως r: παντὸς C 26 συνεγράψατο r: συνεγράψαντο C 32 II. 13,131. 16, 215 δ’ seclusi)
275
ἀνέρα δ’ ἀνήρ, ἀλλὰ καὶ τὸ δεξιόν κέρας τοῖς Τούρκοις καὶ τὸ εὐώνυμον καὶ τὸ μέτωπον ἀπ᾿ ἀλλήλων διέσπασται καὶ ἑστήκασιν οἷον ἀπερρωγυῖαι ἀπ᾿ ἀλλήλων αἱ φάλαγγες, καὶ [*](D) ὅταν τις ἐπὶ τὸ δεξιὸν ἢ τὸ εὐώνυμον κέρας ὁρμήσειεν, ἐφάλλεται αὐτῷ καὶ τὸ μέτωπον καὶ τὸ μετ᾿ ἐκεῖνο μέρος τῆς ὅλης παρατάξεως καὶ καθάπερ τινὲς λαίλαπες τὸ ὑποκείμενον συνετάραξαν· τὰ δὲ πολεμικὰ τούτοις ὄργανα, οὐ πάνυ δόρασι χρῶνται καθάπερ οἱ λεγόμενοι Κελτοί, ἀλλὰ πανταχόθεν κυκλοῦντες τὸν ἐχθρὸν τόξοις βάλλουσιν· καὶ ἔστιν ἡ ἄμυνα τούτων πόρρωθεν· ὁπόταν διώκῃ, ἁλίσκει τῷ τόξῳ, καὶ διωκόμενος κρατεῖ τοῖς βέλεσι, καἰ βάλλει βέλος καὶ τὸ βέλος πετόμενον ἢ τὸν ἵππον ἢ τὸν ἱππότην ἔπληξεν, ἀπὸ δὲ βαρυτάτης χειρὸς ἀφεθὲν δι’ ὅλου τοῦ [*](470) σώματος παρελήλυθεν· οὕτως εἰσὶ τοξικώτατοι. πρὸς γοῦν τοῦτο ὁ πολυπειρότατος ἐκεῖνος βασιλεὺς ἐνιδὼν τὰς παρατάξεις αὐτὸς ἐπεποίητο καὶ συνίστα τὰς φάλαγγας οὕτως, ὡς τοὺς μὲν ἀπὸ τῶν δεξιῶν τοξεύειν, ὅθεν αἱ ἀσπίδες προβέβληντο, τοὺς δὲ ἡμετέρους ἐκ τῶν ἀριστερῶν βάλλειν, ὅθεν τὰ ἀσκέπαστα ἦν τοῦ σώματος. καὶ αὐτὸς μὲν τὴν τοιαύτην κατανοήσας παράταξιν ὡς ἄμαχός ἐστιν ἐθαύμασε τῆς δυνάμεως· ὥσπερ τινὰ Θεοῦ σύνταξιν ἄντικρυς καὶ ἀγγέλων παρεμβολὴν τὴν τοιαύτην ἡγεῖτο παράταξιν. ἅπαντες δὲ καὶ ἐθαύμαζον καὶ ἐγεγήθεσαν τεθαρρηκότες ἐπὶ τῷ τοῦ [*](Β) αὐτοκράτορος σκέμματι. ἐκεῖνος δὲ ἅμα καὶ τὰς δυνάμεις κατα|νοῶν καὶ τὰς πεδιάδας, δι’ ὧν διιέναι ἔμελλε, φαν|ταζόμενος καὶ τὸ τῆς παρατάξεως στερρὸν καὶ ἀ|διάσπαστον λογιζόμενος χρηστὰς ἐλπίδας ἐντεῦθεν | ἐλάμβανε καὶ εἰς ἔργον ταύτας Θεῷ προβῆναι ἐπηύ|χετο.

Οὕτω γοῦν παραταζάμενος τὴν Σαντάβαριν | κατ- έλαβε . . . . . . . . τοὺς ἡγεμόνας ἅπαντας τῆς | τοιαύτης παρα- [*](10 τούτων] τοῦ Τούρκου? 16 αὐτὸς r: αὐτῶ C 25 κατανοῶν] iam inde a νοῶν codicis Coisliniani versus distinxi, ut paulo certius postea de evanidarum litterarum numero iudicetur 26 στερὸν C 30 in C litterae aliquot hic et in sequentibus evanuerunt)

276
τάξεως διελὼν τὸν μὲν Καμύτζην κατὰ | τοῦ Πολύβοτον καὶ [*](V.) τῆς κέδρου ἐξέπεμψε (πολί|χνιον δὲ τοῦτο ἐρυμνότατον τινος σατράπου | Πουχέα καλούμενον κατεχόμενον), τῷ δέ γε [*](C) Στυ|πειώτῃ κατὰ τῶν ἐν τῷ Ἀμορίῳ βαρβάρων ἀπελ|θεῖν . . . . . το. αἰσθόμενοι δὲ τῆς βουλῆς δύο | τινὲς Σκύθαι αὐτομολοι προσεληλυθότες τῷ Πουχέᾳ τὴν τοῦ Καμύτξη διεμήνυον ἔφοδον, ἅμα δὲ καὶ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν. ὁ δὲ φόβῳ τηνικαῦτα πολλῷ συσχεθεὶς περὶ μέσας φυλακὰς τῆς νυκτὸς ἐκεῖθεν ἐξελθὼν μετὰ τῶν ὁμοφύλων ᾤχετο. αὐγαξούσης δὲ ἤδη τῆς ἡμέρας καταλαβὼν ὁ Καμύτξης τὸν μὲν Πουχέαν οὐχ εὗρεν, ἀλλ’ οὐδέ τινα τὸ παράπαν Τοῦρκον· πλῆρες δὲ λαφύρων τὸ πολίχνιον, τὴν Κεδρέαν φημί, εὑρηκὼς [*](D) πρὸς οὐδὲν τούτων ἀπένευσεν, ἀλλ’ ἠνιᾶτο καθάπερ οἱ θηραταί τὴν ἐν χεροῖν ἄγραν ἀπολωλεκότες καὶ μὴ ἀνασχόμενος εὐθὺς τὰς ἡνίας στρέψας κατὰ τοῦ Πολυβότου ἄπεισι καὶ ἀθρόον τούτοις ἐπεισπεσὼν κτείνει μὲν βαρβάρους ὑπὲρ ἀριθμόν, ἅπασαν δὲ τὴν λείαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενος περὶ τὰ κεῖθι μέρη αὐλίζεται τὴν τοῦ αὐτοκράτορος [*](Ρ. ) ἀπεκδεχόμενος ἔλευσιν. τὰ αὐτὰ καὶ ὁ Στυπειώτης τὸ Ποιμανηνὸν καταλαβὼν δράσας πρὸς τὸν βασιλέα ἐπανέστρεψε. καταλαμβάνει δὲ καὶ ὁ αὐτοκράτωρ τὴν Κεδρέαν περὶ ἡλίου δυσμάς. καὶ προσεληλυθότες παραχρῆμα αὐτῷ στρατιῶταί τινες ἔφασαν, πληθὺν ἀμέτρητον εἶναι βαρβάρων εἰς τὰ τοῦ πάλαι ᾀδομένου Βούρτζη πολίχνια ἀγχοῦ που διακείμενα. ὁ δὲ αὐτοκράτωρ αὐτίκα τε ἠκηκόει τοὺ λόγου καὶ πρὸς ἔργον ἡτοίμαστο. καὶ παραυτίκα τὸν ἐκείνου τοῦ Βούρτζη ἀπόγονον [*](Β) Βάρδαν τὴν κλῆσιν μετὰ Γεωργίου τοῦ Λεβούνη καὶ Σκύθην Πιτικὰν σκυθικῶς καλούμενον μετὰ τῶν ὑπ’ αὐτοὺς εἰς ἀξιόμαχον παραστήσας δύναμιν κατ᾿ ἐκείνων ἐξέπεμψεν ἐπισκήψας, ἐπὰν ἐκεῖσε παραγένωνται, προνομεῖς ἀποστεῖλαι κατὰ τῶν παρακειμένων κωμοπόλεων καὶ ἁπάσας δῃώσασθαι καὶ αὐτοὺς δὴ τοὺς αὐτόχθονας ἐκεῖσε μετοικίσαντας κομίπουχήα [*](3 C 4 στυππειώτη C 19 στυπιώτης C 21 Κεδρέαν r: κέδρην C)
277
σαὶ οἱ. ἐκεῖνοι μὲν οὖν εὐθὺς τῆς προκειμένης ὁδοῦ εἴχοντο, ὁ δὲ αὐτοκράτωρ ἐχόμενος τοῦ προτέρου σκοποῦ τὸ Πολύβοτον καταλαβεῖν ἠπείγετο καὶ μέχρις Ἰκονίου ἀποδραμεῖν. [*](C) ταῦτα διαλογιζόμενος καὶ ἔργου ἀπαρτὶ ἅπτεσθαι μέλλων, ἐπεὶ τοὺς βαρβάρους καὶ αὐτὸν δὴ τὸν Σολυμᾶν σουλτάνον τὴν αὐτοῦ ἔφοδον μεμαθηκότας ἐβεβαιοῦτο ἐμπρῆσαι τὰς ἀρούρας τῆς Ἀσίας ἁπάσας καὶ τὰς πεδιάδας, ὡς μήτε τοῖς ἀνθρώποις μήτε τοῖς ἵπποις τροφὴν τὸ παράπαν παρεῖναι, ἀπὸ δὲ τῶν ἀνωτέρων μερῶν ἄλλη βαρβάρων ἔφοδος διεκηρυκεύετο καὶ ἡ φήμη αὕτη ὑπόπτερος ἅπασαν διέτρεχε τὴν Ἀσίαν, τὸ μὲν ἐδεδίει, μὴ ἐν τῷ πρὸς Ἰκόνιον ἀπέρχεσθαι ἅπαν τὸ στράτευμα λιμοῦ παρανάλωμα διὰ τὴν σπάνιν τῶν [*](D) χορτασμάτων γένηται, τὸ δὲ καὶ τοὺς ἐλπιζομένους ἐκεῖ βαρβάρους ὑφορώμενος ἤχθετο. βουλὴν οὖν βουλεύεται συνετὴν τε καὶ τολμηράν, Θεὸν ἐπερωτῆσαι, εἰ χρὴ τῆς πρὸς τὸ Ἰκόνιον ἔχεσθαι ἢ κατά τῶν περὶ τὸ Φιλομήλιν [*](V. 373) βαρβάρων. βαρβάρων. ἐν δυσὶ γοῦν χαρτίοις περὶ τούτων ἐπερωτήσας καὶ ἄνωθεν τῆς ἱερᾶς καταθέμενος ταῦτα τραπέζης παννύχιον τὸν ὕμνον καὶ ἐκτενεῖς τῷ Θεῷ προσέφερε τὰς ἐντεύξεις. κατὰ δὲ τὸ περίορθρον εἰσελθὼν ὁ ἱερεὺς καὶ θάτερον τῶν τεθέντων χαρτίων ἀναλαβόμενος καὶ παρρησίᾳ λύσας ἁπάντων ὑπανεγίνωσκε τῷ αὐτοκράτορι τῆς πρὸς τὸ Φιλομήλιν ἀνθέξεσθαι ὁδοῦ παρακελευόμενον. ἀλλὰ [*](P. 472) ταῦτα μὲν τὰ κατὰ τὸν αὐτοκράτορα· ὁ δέ γε Βάρδας ὁ Βούρτζης ἐν τῷ ἔχεσθαι τῆς ἤδη ῥηθείσης ὁδοῦ στράτευμα πολὺ θεασάμενος ἑνωθῆναι μετὰ τοῦ Μονολύκου διὰ τῆς γεφύρας τοῦ Ζόμπη ἐπειγόμενον παρευθὺ ὁπλισάμενος συμμίγνυται τούτοις περὶ τὴν τοῦ Ἀμορίου πεδιάδα καὶ νικᾷ κατὰ κράτος. ἕτεροι δὲ ἀπὸ τοῦ ἀνατολικοῦ μέρους Τοῦρκοι κατερχόμενοι καὶ ὡς πρὸς τὸν Μονόλυκον σπεύδοντες παρa- [*](Β) τυχόντες τῇ τοῦ Βούρτζη παρεμβολῇ ἐκείνου μήπω φθάσαντος ἀφαιροῦνται τὰ παρατυχόντα ὑποζύγια καὶ τὰς παρασκευὰς [*](5 ἐπεὶ r: ἐπὶ C 6 ἐμπρῆσαι r: ἐμπρῆσαί τε C 10 ἀύτη C 18 ταῦτα r: ταύτης C)
278
τῶν στρατιωτῶν. ὁ δὲ Βούρτζης ἐκεῖθεν] νικητὴς ὑποστρέφων καὶ πολλὴν συνεπιφερόμενος λείαν συνηντηκώς τινι τῶν ἐκεῖθεν ἐρχομένων καὶ μεμαθηκώς, ὅπως οἱ Τοῦρκοι ἅπαντα τὰ ἐν τῇ παρεμβολῇ αὐτοῦ καὶ τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ᾤχοντο, διεσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. ὀξέως δὲ τὸν δρόμον τῶν βαρβάρων ποιουμένων ἤθελε μὲν καὶ αὐτὸς ὄπισθεν διώκειν τούτων, οὐκ ἠδύνατο δὲ κεκμηκότων τῶν ἵππων. καὶ διὰ τοῦτ’ ἀπειπὼν τὴν ἐπιδίωξιν, ὡς μὴ χεῖρόν τι συμβαίη, βραδεῖ ποδὶ σὺν εὐταξίᾳ στείχων κατὰ τὸ περίορθρον [*](C) τὰ ἤδη ῥηθέντα τοῦ Βούρτζη καταλαμβάνει πολίχνια καὶ ἐξοικίζει ἅπαντα. κἀκεῖθεν τούς τε δορυαλώτους ἀναλαμβάνων καὶ ὁπόση τις ἦν περιουσία τοῖς βαρβάροις ἐπαγόμενος καὶ μικρὸν ἐν ἐπικαίρῳ τόπῳ ἑαυτόν τε καὶ πάντας κεκοπιακότας ἀνακτησάμενος ἀνίσχοντος ἥλιον τῆς ὡς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχετο. ἐν τῷ μεταξὺ δὲ ἑτέρα τις περιτυχοῦσα τούτῳ Τουρκικὴ δύναμις παραχρῆμα ξυμμίγνυται τούτοις καὶ πόλεμος ἐντεῦθεν ἀναρριπίζεται μέγας. ἐφ’ ἱκανὸν δὲ τὴν μάχην ἀναδεξάμενοι τοὺς δορυαλώτους [*](D) ᾐτοῦντο καὶ τὰ ἐξ αὐτῶν ἀφαιρεθέντα λάφυρα διαβεβαιούμενοι, ὡς εἰ τῶν ἐπιζητουμένων τύχοιεν, οὐκέτι προσβαλεῖν τοῖς ‘Pωμαίοις ἐπιχειρήσουσιν, ἀλλ’ οἴκαδε ἀπελεύσονται. ὁ δὲ Βούρτζης οὐδαμῶς τῷ τῶν βαρβάρων θελήματι συνετίθετο, ἀλλὰ καρτεροῖς τῆς μάχης ἀντείχετο γενναίως ἀγωνιζόμενος. ἐπεὶ δὲ τῇ προτεραίᾳ ὕδατος τὸ παράπαν οὐκ ἀπεγεύσαντο μαχόμενοι, ἐπὰν ὄχθους ποταμοῦ τινος κατέλαβον, κατέψυχον τὸ καῦμα τοῦ δίψους καὶ αὖθις ἀμοιβαδὸν τῆς μάχης ἀντείχοντο· τῶν δὲ οὖθις τοῦ πολέμου ἀντεχομένων οἱ προκεκμηκότες διὰ τοῦ ὕδατος ἑαυτοὺς διανέπαυον. τοσαύτην δὲ τῶν βαρβάρων τόλμαν ὁ Βούρτζης ὁρῶν καὶ πρὸς τοσοῦτον πλῆθος ἀποκναίων ἐν ἀμηχανίᾳ ἦν καὶ οὐ τῶν κοινῶν τινα στρατιωτῶν πρὸς τὸν βασιλέα τὴν περὶ τούτων ἀγγελίαν [*](Ρ.) κομίσοντα πέπομφεν, ἀλλὰ τὸν ἤδη ῥηθέντα Γεώργιον τὸν [*](1 ἐκεῖθεν seclusi 3 ἐκεῖθεν r: ἐκεῖ C 27 ἀντεχομένων r: ἀντεμαχομένων C1 ἀντιμαχομένων C2)
279
Λεβούνην. ὁ δὲ μὴ ἔχων ἄλλην ἀτραπόν, ἐν ᾗ οὐ πλῆθος [*](374) Τούρκων παρῆν, ῥιψοκινδύνως ἐς μέσον τούτων ἑαυτὸν ὤσας διεληλύθει καὶ μέχρι βασιλέως διεσέσωστο. ὁ δὲ τὰ κατὰ τὸν Βούρτζην μεμαθηκὼς περί τε Τούρκων πληθύος ἀκριβέστερον διαγνοὺς καὶ ὡς χρεία τῷ Βούρτζῃ πολλῶν καὶ χειρῶν καὶ δυνάμεων, αὐτὸς μὲν τηνικαῦτα ἐπὶ τοῖς ὅπλοις ἦν καὶ τὸ στράτευμα ἐξώπλιζε. καὶ οὕτω κατὰ φάλαγγας [*](Β) καταστήσας τὸ ὁπλιτικὸν κατὰ τῶν βαρβάρων ἐπορεύετο σὺν εὐταξίᾳ πολλῇ. εἶχε δὲ τὸ μὲν ἔμπροσθεν κέρας ὁ βασιλεύς Μιχαήλ], τὸ δεξιὸν ὁ Βρυέννιος, τὸ ἀριστερὸν ὁ Γαβρᾶς καὶ τὴν οὐραγίαν ὁ Κεκαυμένος. ὡς δὲ πόρρωθεν οἱ Τοῦρκοι τούτους ἐδέχοντο, Νικηφόρος ὁ τῆς βασιλίδος ἀδελφιδοῦς, νέος ὢν καὶ πρὸς μάχας σφαδάζων, αὐτός τε προεκδεδραμήκει τῆς παρατάξεως καί τινας σὺν αὐτῷ ἐφελκυσάμενος Ἄρεως ὑπασπιστὰς καὶ συμπλακεὶς τοῖς κατ’ αὐτοῦ πρότερον ἐφωρμηκόσι πλήττεται μὲν τηνικαῦτα κατὰ τοῦ [*](C) γόνυος, πλήττει δὲ τὸν παίσαντα κατὰ τὸ στέρνον διὰ τοῦ δόρατος. ὁ δὲ παραχρῆμα τοῦ ἵππου κατενεχθεὶς ἄφωνος ἔκειτο. τοῦτο οἱ ὄπισθεν βάρβαροι θεασάμενοι τὰ μετάφρενα τοῖς Ῥωμαίοις παραυτίκα διδόασιν. ὁ δὲ βασιλεὺς ἀριστέα τὸν νεανίαν ἀπολαβὼν ἥσθη τὸ παραυτίκα καὶ μεγάλως τοῦτον ἐπαινέσας πρὸς τὸ Φιλομήλιον ἤλαυνε. καὶ περὶ τὴν λίμνην τῶν τεσσαράκοντα μαρτύρων ἐφθακὼς τῇ μετ’ αὐτὴν τὰ καλούμενα Μεσάνακτα κατέλαβεν· ἐκεῖθεν δ’ ἀπάρας τὸ Φιλομήλιν ἐξ ἐφόδου κατέσχεν. εἶτα ἀποσπάδας διαφόρους τοῦ στρατεύματος ἀποδιελόμενος παντὸς μεθ’ ἡγεμόνων γενναίων κατὰ πασῶν τῶν Ἰκονίῳ παρακειμένων [*](D) κωμοπόλεων ἐξαπέστειλεν, ἐφ’ ᾧ δῃώσασθαί τε καὶ τοὺς δορυαλώτους τῆς ἐκείνων ἀφαρπάσαι χειρός. οἱ δὲ ὡς θῆρές τινες διασπαρέντες ἁπανταχοῦ ἀγεληδὸν πρὸς τὸν βασιλέα τοὺς δορυαλώτους τῶν βαρβάρων κομίζοντες ἐπανῄεσαν [*](4 περὶ r: παρὰ C 7 οὕτο C 10 Μιχαήλ seclusi: scilicet olim a lectore quodam ad (Michaelis) Cecaumeni nomen adscriptum fuit γαυρᾶς C ἄρεος C 29 ἀφαρπάσαι r: ἀφαρπάσας C θηρατῆρές?)
280
μετὰ τῶν σκευῶν αὐτῶν τούτους ἐξανδραποδισάμενοι πάντας. συνείποντο δὲ τούτοις αὐθαιρέτως καὶ οἱ αὐτόχθονες τῶν τοιούτων χωρῶν Ῥωμαῖοι φεύγοντες τὰς τῶν βαρβάρων χεῖρας, γυναῖκές τε ὁμοῦ μετὰ τῶν νεογνῶν καὶ ἄνδρες αὐτοὶ καὶ παῖδες, καθάπερ εἴς τι κρησφύγετον ἐς τόν αὐτοκράτορα προσπεφευγότες. ὁ δὲ τὴν καινὴν ἐκείνην αὖθις παράταξιν διατυπωσάμενος καὶ μέσον τοὺς δορυαλώτους ἅπαντας σὺν [*](P. 4) γυναιξὶ καὶ παιδίοις εἰσελάσας τὴν αὐτὴν ἀτραπὸν διῄει, δι’ ἧς διεληλύθει ὁδοῦ, καὶ ἐφ’ οἷς ἂν προσεπέλασε τόποις, μετ’ ἀσφαλείας ἁπάσης ἐπορεύετο. καὶ εἶπες ἂν ἰδὼν πόλιν τινὰ ἔμψυχον πεπυργωμένην πορεύεσθαι κατὰ τὴν εἰρημένην ἐκείνην καινουμένην σύνταξιν.

Ὡς δὲ προσωτέρω προῄει, βάρβαροι μέν τινες οὐκ ἐφαίνοντο, παρείπετο δὲ ὁ Μονόλυκος ἐφ’ ἑκάτερα ἐν λόχοις τῷ στρατεύματι μετὰ ἀποχρώσης δυνάμεως. ἐπὰν δὲ διὰ τῆς ἀναμεταξὺ πεδιάδος τοῦ τε Πολυβότου καὶ τῆς ἤδη [*](B) ῥηθείσης ἐκείνης λίμνης διῄει, ἀπόμοιρα τις τοῦ βαρβαρικοῦ τάγματος, αὐτόσκευοι πάντες καὶ ψιλοὶ τολμητίαι, ἑκατέρωθεν λοχήσαντες τοῦ στρατοπέδου ἀθρόον ἀπὸ τῶν μετεώρων αὐτοῖς ἀνεφάνησαν. καὶ τὰ μὲν πρῶτα τὴν καινὴν ἐκείνην παράταξιν ὁ ἀρχισατράπης Μονόλυκος θεασάμενος [*](V.) γέρων τε ὢν καὶ πολλῶν ἐν πείρᾳ πολέμων τε καὶ ταγμάτων ἐξεπλάγη τεθαυμακὼς τὴν καινὴν ἐκείνην διασκευὴν τοῦ συντάγματος καὶ τὸν ξυνταγματάρχην ἐπεζήτει ἐγνωκέναι. τὸν αὐτοκράτορα Ἀλέξιον ἐστοχάζετο καὶ οὐχ ἕτερον ἡγεμόνα τῶν ταγμάτων εἶναι καὶ τῆς καινῆς ἐκείνης παρατάξεως. [*](C) καὶ ἤθελε μὲν προσβαλεῖν, οὐκ εἶχε δέ· ἀλλ’ ὅμως τὸ ἐνυάλιον ἀλαλάξαι ἐκέλευσε. πολλοῦ δὲ στρατεύματος φαντασίαν τοῖς Ῥωμαίοις παρασχεῖν μηχανώμενος μὴ συνασπίζειν, ἀλλὰ διῃρημένως καὶ ἀτάκτως, καθάπερ ἄνωθεν τὴν παράταξιν αὐτῶν διεγράψαμεν, θέειν ἐπέτρεψεν, ἴν’ ἐντεῦθεν τῷ ἀπροσδοκήτῳ τῆς θέας καὶ τοῖς τῶν ἵππων δρόμοις [*](7 σὺν addidi 12 καινουμένην r: κινουμένην C 25 τὸν γοῦν? 26 κηνῆς C ἐκείνης εὑρετὴν?)

281
κατάκροτον αὐτοῖς πεποιηκότες τὴν ἀκοὴν τὰς τῶν Ῥωμαίων δυνάμεις κ·αταπλήξαιεν. ὁ δέ γε αὐτοκράτωρ καθαπερεὶ πύργος προὔχων τῆς παρατάξεως προϊὼν ἢ στῦλος πυρὸς ἢ θεία τις καὶ οὐρανία ὄψις τὰς φάλαγγας αὐτῶν ἀνερρώννυε [*](D) καὶ ἐπὶ ταὐτοῦ βαδίζειν σχήματος ἐκέλευε καὶ θαρρεῖν παρεκελεύετο καὶ προσετίθει, μὴ πρὸς τὴν ἑαυτοῦ σωτηρίαν ἀποβλέπων τὸν τοσοῦτον ἀναδέξασθαι μόχθον, ἀλλὰ τῆς τῶν Ῥωμαίων εὐκλείας ἕνεκα καὶ δόξης καὶ πρὸς τούτοις ἑτοιμότατον εἶναι ὑπὲρ ἁπάντων ἀποθανεῖν. ἅπαντες οὖν τεθαρρηκότες ἕκαστος τὸν ἴδιον ἐφύλαττε τόπον πάνυ τὴν [*](Ρ. 475) πορείαν ἀνειμένως ποιούμενοι, τοσοῦτον ὡς μηδὲ κινεῖν δοκεῖσθαι τοῖς βαρβάροις. δι’ ὅλης οὖν τῆς ἡμέρας προσβάλλοντες τῷ Ῥωμαϊκῷ στρατεύματι καὶ μηδὲν ἠνυκότες μηθ’ ὅλως μήτε ἐκ μέρους διασπάσαι τὸ Ῥωμαϊκὸν σύνταγμα δυνηθέντες αὖθις πρὸς τὰς ἀκρολοφίας ἀνέτρεχον ἄπρακτοι καὶ πυρσοὺς τηνικαῦτα πλείονας ἀνάψαντες δι’ ὅλης νυκτὸς ὠρύοντο καθάπερ λύκοι, ἔστι δ’ οὗ πρὸς τοὺς Ῥωμαίους ἀπέσκωπτον· ἦσαν γὰρ καί τινες ἐν αὐτοῖς μιξοβάρβαροι ἑλληνίζοντες. αὐγαζούσης δὲ τῆς ἡμέρας τὰ αὐτὰ μηχανώμενος ὁ Μονόλυκος τοῖς Τούρκοις ἐπέταττε ποιεῖν. ἐπὶ τούτοις καταλαβὼν καὶ αὐτὸς ὁ Κλιτζιασθλὰν [*](Β) σουλτάνος καὶ θεασάμενος τὴν τοῦ στρατοπέδου εὐταξίαν ἐθαύμασε μέν, ἀπέσκωψε δὲ οἷα νέος πρὸς γέροντα τὸν Μονόλυκον, ὅτου χάριν τὴν μετὰ τοῦ αὐτοκράτορος ἀνεβάλετο μάχην. ὁ δὲ “ἐγὼ μὲν’’ ἔφη “ὡς γέρων ἢ δειλὸς ἀγχέμαχον τὴν μετ᾿ αὐτοῦ συμπλοκὴν ἀνεβαλόμην μέχρι τοῦδε. εἰ δὲ σὺ θαρρῶν ἦσθα, ἄγε δὴ πειράθητι καὶ αὐτός· τὸ πρᾶγμα διδάξει.” εὐθὺς οὖν αὐτὸς μὲν τοῖς περὶ τὴν οὐραγίαν οὖσι προσέβαλεν, ἑτέροις δὲ σατράπαις τὴν κατὰ πρόσωπον τοῦ αὐτοκράτορος προσβολὴν ἐπέταξε καὶ [*](C) ἄλλοις τὴν καθ’ ἑτέραν πλευρὰν τῆς παρατάξεως μάχην ἀνέθετο. ὁ γοῦν τὸ δεξιὸν κέρας ἐπέχων Νικηφόρος ὁ [*](8 ἕνεκα addidi 20 ἐπέττατε C 23 ἀπέσκοψε C 26 ἀγχεόμαχον C 29 δὲ addidi)
282
Βρυέννιος Καῖσαρ τις κατὰ τὴν οὐραγίαν μάχης αἰσθόμενος ἐσφάδαζε μὲν ἀμύνειν τοῖς ὄπισθεν, οὐκ ἤθελε ·δὲ ἀπειρίας ἢ νεότητος ἐνδείξασθαι τι, ἀλλ’ ἐπεῖχε καίτοι λυττῶντα τὸν [*](V. 376) κατὰ τῶν βαρβάρων θυμὸν καὶ σὺν εὐταξίᾳ ἐπὶ ταὐτοῦ σχήματος τὴν πορείαν ποιεῖσθαι ἐσπούδαζε. καρτερῶς δὲ τῶν βαρβάρων μαχομένων ὁ τὸ ἀριστερὸν κέρας ἐπέχων ὁ φίλτατός μοι τῶν ἀδελφῶν ὁ πορφυρογέννητος Ἀνδρόνικος τὰς ἡνίας στρέψας σφοδρὰν μετὰ τὴς ἰδίας φάλαγγος τὴν κατὰ τῶν βαρβάρων ἐπέλευσιν ἐποιήσατο. ὃς εἰς τὸ χαρι- [*](D) ἕστατον αὐτὸ τῆς ἡλικίας ἐληλυθώς, τόλμαν δὲ συνετὴν καὶ χεῖρα δεξιὰν καὶ φρόνησιν περιττὴν ἐν πολέμοις ἔχων πρὸ καιροῦ ᾤχετο καί, ὡς οὐκ ἄν τις ἤλπισεν, ἐξ ἡμῶν ἀπῆλθε καὶ κατέδυ. ὦ νεότης καὶ ἀκμὴ σώματος καὶ ἐπὶ τῶν ἵππων ἅλματα κοῦφα ποῦ ποτε κατερρεύσατε; μονῳδεῖν με τὸ ἐπὶ τούτῳ πάθος ἐκβιάζεται, ἀλλ’ ὁ τῆς ἱστορίας νόμος [*](P. 47) ἐκεῖθεν αὖθις ἀπείργει. θαυμάζειν δὲ ἔστι, πῶς οὐ γίνεταί τις καὶ νῦν καθάπερ καὶ πάλαι, φησίν, ἢ λίθος ἢ ὄρνις ἢ δένδρον ἤ τι τῶν ἀψύχων ὑπὸ μεγάλων κακῶν εἰς τὰ τοιαῦτα τὴν φύσιν ἀμείβων, εἴτε μῦθος τοῦτό ἐστιν εἴτε λόγος ἀληθής· καὶ τάχα κρεῖττον ἂν εἴη πρὸς τὰ μηδὲν αἰσθανόμενα μεταμείβειν μεταμείβειν τὴν φύσιν ἢ τοσαύτην αἴσθησιν δέχεσθαι τοῦ κακοῦ. εἰ γὰρ τοῦτ’ ἦν, τάχ’ ἄν με λίθον ἀπέδειξε τὰ συμπεσόντα δεινά.

Τὴν δὲ μάχην ἀγχέμαχον ἤδη γεγονυῖαν ὁ Νικηφόρος θεασάμενος καὶ πτοηθεὶς τὴν ἧτταν μετὰ τῆς ἰδίας παρατάξεως ὅλας ἡνίας στρέψας ἀμύνειν ἠπείγετο. καὶ τηνικαῦτα [*](Β) οἱ βάρβαροι νῶτα δεδωκότες καὶ σὺν αὐτῷ δὴ τῷ Κλιτζιασθλὰν σουλτὰν ἀνὰ κράτος φεύγοντες πρὸς τὰς ἀκρολοφίας ἠπείγοντο. πολλοὶ μὲν οὖν τηνικαῦτα πεπτώκασι πολεμοῦντες, οἱ πλείους δὲ καὶ ἑάλωσαν· τῶν δὲ σωθέντων ἁπάντων διασπαρέντων καὶ αὐτὸς δὴ ὁ σουλτάνος ἀπεγνωκὼς τὰς σῳζούσας ἐλπίδας μετὰ τοῦ οἰνοχοοῦντος αὐτῷ μόνον φεύγων [*](1 Βρυέννιος ὁ ἐμὸς καῖσαρ? 8 μετὰ r: κατὰ C 32 ἡνιοχοῦντος C)

283
περί τι τέμενος κατὰ τὴν ἀκρολοφίαν ἱόρυμένον, οὗ κυκλόθεν οὐρανομήκεις κυπάριτrοι στοιχηδὸν ἑστήκεσαν, ὑπὸ τῶν [*](C) διωκόντων αὐτὸν τριῶν Σκυθῶν καὶ τοῦ υἱοῦ τοῦ Οὐζᾶ στενοχωρηθεὶς ἀνελήλυθε καὶ μικρὸν ἐπὶ θάτερον παρεκ- κλίνας, ἐπεὶ μηδὲ γνώριμος τοῖς διώκουσιν ἦν, αὐτὸς μὲν σέσωστο , ὁ δέ γε οἰνοχόος παρὰ τῶν Σκυθῶν κατασχεθεὶς τῷ αὐτοκράτορι ὡς μέγα τι δῶρον προσενήνεκται. ὁ μὲν οὐν βασιλεν̀ς ἐπὶ τῇ τοιαύτῃ νίκῃ καταγωνισάμενος τοὺς ἐχθροὺς ἔχαιρεν , ἠνιᾶτο δέ, ὅτι μὴ καὶ ὁ σουλτάνος εἰς χεῖρας ἐμπεσὼν κατεσχέθη, ἀλλὰ παρὰ μικροῦ, τοῦτο δὴ τὸ πεπαροιμιασμένον , ἐρρύσθη. ἑσπέρας δὲ ἤδη καταλαβού- καταλαβούσης αὐrοῦ κατὰ τόπον αὐλίζεται, οἱ δὲ περισωθένrες τῶν [*](D) βαρβάρων αὖθις κατὰ τὰς ἀκρολοφίας ἀνελθόντες πυρσούς τε παμπόλλους ἀνῆψαν καὶ δι’ ὅλης νυκτὸς κατὰ τῶν Ῥω- ὡς κύνες περιυλάκτουν. Σκύθης δέ τις ἀποδράσας ἀπὸ τοῦ Ῥωμαί·κοῦ στρατεύμαrος καὶ προσεληλυθώς τῷ σουλτὰν ἔφη " rὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ἡμέρας [*](V. 377) οὔσης μηδαμῶς ἐπιχείρει · οὐ γάρ σοι πρὸς καλὸν ἐσεῖταί. ἀλλ’ ἐπεὶ μὴ ἀποχρώσης τῆς πεδιάδος συνεσφιγμένως τὰς σκηνὰς ἐπήζατο, δι’ ὅλης νυκτὸς πρὸς τοὺς πρόποδας τῶν βουνῶν κατιόντες ψιλοὶ τοξόται καὶ συχνὰ τὰ βέλη κατ’ αὐτῶν πεμπέτωσαν καὶ οὐ τὴν τυχοῦσαν ζημίαν τῷ Ῥω- [*](P. 477) μαὶκῷ στρατεύματι ὑφέξουσι.υ τηνικαῦτα δὲ καὶ μιζοβάρ- βαρός τις ἐκεῖθεν αὖθις λαθὼν τοὺς Τούρκους πρὸς τὸν βασιλέα φοιrᾷ ἀπαγγέλλων , ἱπόσα ὁ Σκύθης τῷ σουλτάνῳ προσελθὼν ὑπέθετο, καὶ τὰ βεβουλευμένα ἅπανrα κατὰ τοῦ Ῥωμαἰ·κοῦ στρατεύματος σαφῶς διηγήσατο. ταῦτα μεμαθη- κὼς ὁ αὐτοκράτωρ διχῆ διελὼν τὸ στράτευμα τοὺς μὲν εἴσω τῆς παρεμβολῆς ὄνrας ἐγρηγορέναι καὶ νήφειν προσ- έταξε, τοὺς δέ γε λοιποὺς ὁπλίσασθαι τε καὶ ἐΜεν τῆς παρεμβολῆς ἐξελθόντας προυπαντῆσαί τοῖς καr’ αὐτῶν ἐρχο- μένοις Τούρκοις και τὴν μετ’ αὐτῶν ἀναδέξασθαι μάχην. [*](Β) οἱ δὲ βάρβαροι δι’ ὅλης νυκτὸς γυρόθεν περιζώσαντες τὸ στράτευμα πολλὰς ἐκδρομὰς περὶ τοὺς πρόποδας τῶν βου-
284
νῶν ποιούμενοι σνχνοὺς ὀϊστοὺς κατὰ τοῦ στρατεύματος ἔβαλλον. οἱ δὲ Ῥωμαῖοι κατὰ τὰς ὑποθήκας τοῦ αὐτοκράτορος ποιοῦντες ἐφύλαττον ἑαντοὺς μὴ διασπῶντες τὴν παράταξιν. ὑπαυγαζούσης δὲ τῆς ἡμέρας ἅπαντες ἐπὶ τοῦ αὐτοῦ σχήματος ᾔεσαν καὶ τὴν λείαν καὶ τὰς σκενὰς ἁπάσας καὶ αὐτοὺς δὴ τοὺς δορναλώτους μετά τε γυναικῶν καὶ παιδίων ἐς τὸ μέσον τῆς παρατάξεως αὖθις ἐλάσαντες τὴν πρὸς Ἀμποῦν ὥδευον. πόλεμος δὲ τηνικαῦτα καταλαμβάνει τούτους βαρὺς καὶ δεινός, ὁ γὰρ σονλτάνος σννάξας αὖθις τὰς δυνάμεις καὶ περιζώσας τὸ στράτευμα γυρόθεν καρτερῶς [*](c) ἐμάχετο, μηδαμῶς δὲ τὸν συνασπισμὸν τῶν Ῥωμαίων διακόψαι ἰσχύσας, ἀλλ᾿ ὥσπερ ἀδαμαντίνοις τείχεσι πρυσβαλὼν ἄπρακτος ἀπεπέμφθη. ἠνιᾶτο γοῦν δι᾿ ὅλης ἐκείνης τῆς νυκτὸς καὶ καθάπαξ ἀπογνοὺς μετὰ τοῦ Μονολύκον καὶ τῶν λοιπῶν σατραπῶν ἐβονλεύετο καὶ τὰ περὶ εἰρήνης ἐπιφωσκούσης ἡμέρας ᾐτεῖτο τὸν αὐτοκράτορα τούτον πᾶσι τοῖς βαρβάροις σννδόξαντος. οὐκ ἀποπέμπεται δέ, ἀλλὰ δέχεται τούτον τὴν ἱκεσίαν ὁ αὐτοκράτωρ καὶ παραχρῆμα τὸ ἀνακλητικὸν ἠχῆσαι ἐπέταξε καὶ οὕτως ἀτρεμεῖν ἅπαντας παρεκελεύσατο καὶ ἐπὶ τοῦ αὐτοῦ ἵστασθαι σχήματος μήτε τῶν ἵππων ἀποβάντας μήτε τὰς σκενὰς τῶν ὑποζνγίων [*](D) ἀποσάξαντας περιφραττομένους ἀοπίδι καὶ κυνέῃ καὶ δόρατι, καθά γε καὶ πρότερον δι᾿ ὅλης τῆς ὁδοιπορίας. ταῦτα δὲ δι᾿ οὐδὲν ἄλλο τῷ αὐτοκράτορι ᾠκονόμητο, ἀλλ᾿ ἵνα μὴ σνγχύσεως γενομένης πολλάκις τό τε σχῆμα τῆς παρατάξεως διασπασθῇ κἀντεῦθεν εὐάλωτοι ἅπαντες γένωνται. ἐδεδίει γὰρ τοὺς Τούρκονς πλῆθος πολὺ τούτονς ὁρῶν καὶ ἁπανταχόθεν τῷ Ῥωμαϊκῷ προσβάλλοντας στρατεύματι. ἐν ἐπικαίρῳ δὲ τόπῳ στὰς ὁ αὐτοκράτωρ τούς τε σνγγενεῖς αὐτοῦ ἅπαντας καὶ ἱκανοὺς τῶν στρατιωτῶν ἀπολεξάμενος ἐφ᾿ ἑκάτερα ἐπὶ κεφαλῆς μὲν αὐτὸς εἱστήκει, δεξιόθεν καὶ ἐξ εὐωνύμων οἱ καθ᾿ αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντες καὶ τού- [*](Ρ.) [*](14 καὶ addidi 24 αὐτοχράτωρι C 31 εἱοτείχει C)
285
τοις ἐχομένως μιγὰς τῶν στρατιωτῶν ἔκκριτος, κατάφρακτοι ἅπαντες · ὁ δὲ τῶν ὅπλων ἀποστίλβων πυρσὸς τὸν ἀέρα πλέον καὶ τῆς ἡλιακῆς ἀκτῖνος κατηύγαζε. προσεληλύθει δὲ τηνικαῦτα καὶ ὁ σουλτάνος μετὰ τῶν ὑπ’ αὐτὸν σατραπῶν, ὧν ὁ Μονόλυκος χρόνῳ καὶ πείρᾳ καὶ ἀνδρίᾳ πάντων τῶν κατὰ τὴν Ἀσίαν Τούρκων ὑπερφέρων προῆγε, καὶ κααλαμβάνει τὸν βασιλέα κατὰ τὴν πεδιάδα τὴν μεταξὺ Αὐγουστόπολιν [*](V. 378) καὶ Ἀκρόνιον. οἱ δέ γε σατράπαι πόρρωθεν θεασάμενοι [*](Β) τὸν αὐτοκράτορα τῶν ἵππων ἀποβάντες τὴν συνήθη τοῖς βασιλεῦσι προσκύνησιν ἀποδεδώκασι. τόν δὲ σουλτάνον πολλάκις τοῦ ἵππου ἀποβῆναι ἐπιχειρήσαντα ὁ αὐτοκράτωρ οὐ ξυνεχώρει. ἀλλ’ ἐκεῖνος ταχὺ πεζεύσας τὸν πόδα τούτου ἠσπάσατο. καὶ ὃς χεῖρά τε δοὺς αὐτῷ καὶ ἵππον τῶν ἐκκρίτων ἐπιβῆναι ἐκέλευσεν. ἐπιβάντα δὲ τοῦτον καὶ παρὰ θατέραν πλευρὰν τοῦ αὐτοκράτορος προσεγγίσαντα παραχρῆμα τὸ ἀμφίον ὃ περιεβέβλητο λύσας τοῖς ὤμοις ἐκείνου ἐπέθετο. εἶτα μικρὸν ἐπισχὼν τὸ πᾶν τῶν αὐτῷ δεδογμένων δημηγορήσας ἐξέφηνε λέγων ὡς “εἰ μὲν τῇ βασιλείᾳ [*](C) Ῥωμαίων ὑπείκειν βούλεσθε καὶ τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ἀνακόψαι, χαρίτων μὲν καὶ τιμῆς ἀπολαύσετε καὶ ἀνέτως ἐν ταῖς ἀποτεταγμέναις ὑμῖν χώραις τοῦ λοιποῦ βιώσεσθε, οὗ τὸ πρότερον τὰς διατριβὰς εἴχετε πρὸ τοῦ Ῥωμανὸν τὸν Διογένην τὰς ἡνίας τῆς βασιλείας περιζώσασθαι καὶ τὴν ἧτταν ἐκείνην ἡττηθῆναι μετὰ τοῦ σουλτάνου συνάξαντα δυστυχῶς τὴν μάχην καὶ ἁλῶναι παρ’ αὐτοῦ. χρὴ οὖν τὴν εἰρήνην ἑλέσθαι τῆς μάχης καὶ τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὁρίων ἀπέχεσθαι τοῖς ἰδίοις ἀρκουμένους. καὶ [*](D) εἴ μου πεισθῆτε τοῖς λόγοις συμβουλευομένου τὰ λῴονα, μεταμεληθήσεσθε οὐδαμῶς, ἀλλὰ καὶ πολλῶν δωρημάτων ἐπιτεύξεσθε. εἰ δὲ μή , ἐμὲ ἴστε ὀλοθρευτὴν τοῦ γένους ὑμῶν ἔσεσθαι.” ὁ δὲ σουλτάνος καὶ οἱ τούτου σατράπαι [*](7 κατὰ r: καὶ C 14 ἐπιβάντος δὲ τούτου). παρὰ r: περὶ C 15 προσεγγίσαντος?)
286
πρὸς ταῦτα μάλα προθύμως συνέθεντο λέγοντες “οὐκ ἂν αὐτόμολοι ἐνταῦθα παρεγενόμεθα, εἰ μὴ τὴν μετὰ τῆς σῆς βασιλείας εἰρήνην ἀσπάσασθαι προειλόμεθα”. τούτων οὖν ῥηθέντων ἀπέλυσε τούτους εἰς τὰς ἀποτεταγμένας αὐτοῖς σκηνὰς εἰς νέωτα τὰς συνθήκας κατεμπεδῶσαι ὑποσχόμενος. τῇ δὲ μετ’ αὐτὴν αὖθις τὸν σουλτάνον Σαϊσὰν τὴν κλῆσιν θεασάμενος ὁ βασιλεὺς καὶ τὰς μετ’ αὐτοῦ συνθήκας ὡς ἔθος πληρώσας χρήματα μὲν ὅτι πλεῖστα αὐτῷ ἐχαρίσατο καὶ τοῖς αὐτοῦ δὲ σατράπαις ἱκανῶς φιλοτιμησάμενος χαίροντας ἀπέλυσεν· ἐν τῷ μεταξὺ δὲ μεμαθηκὼς ὁ αὐτοκράτωρ, [*](Ρ. 479) ὅτι ὁ νόθος αὐτοῦ ἀδελφὸς Μασοὺτ τῆς ἀρχῆς αὐτοῦ βουλόμενος ἐπιδράξασθαι τὸν τοῦ Σαϊσὰν μεμελετήκει φόνον, νον, + ὑπεισελθόντων αὐτῷ σατραπῶν τινων, ὁποία ὡς ἐπίπαν γίνεσθαι, ξυνεβούλευε μεῖναι μικρόν, ἔστ᾿ ἂν τὰ κατ’ αὐτοῦ μελετώμενα σαφέστερον διαγνοίη, καὶ οὕτως ἀπελεύσεται γινώσκων τὰ συμπεσόντα καὶ φυλαττόμενος. ὁ δὲ παρ’ οὐδὲν τὴν τοῦ αὐτοκράτορος βουλὴν λογισάμενος καὶ θαρρῶν ἑαυτῷ ἔχετο τοῦ σκοποῦ. ἴνα γοῦν μὴ δόξῃ ὁ αὐτοκράτωρ τὸν αὐτόμολον σουλτάνον βίᾳ κατασχεῖν καὶ [*](B) μῶμος ἐντεῦθεν αὐτῷ προστριβῇ, ἐνεδίδου τῇ γνώμῃ τοῦ βαρβάρου φάμενος “καλὸν μὲν ἦν περιμεῖναι τέως μικρόν· ἐπεὶ δὲ καταθύμιόν σοι τοῦτό ἐστιν, ἀναγκαῖον τὸν δεύτερον ὅ φασι πλοῦν καὶ καταφράκτους στρατιώτας ἱκανοὺς Ῥωμαίων ἐξ ἡμῶν ἀναλαβέσθαι τοὺς ἀβλαβῆ σε διασώσοντας μέχρις αὐτοῦ Ἰκονίου”. ἀλλ’ οὐδὲ πρὸς τοῦτο καταπειθὴς ὁ βάρβαρος ἦν, ὁποῖα τὰ τῶν βαρβάρων ἤθη ἀγέρωχα μονονοὺ καὶ αὐτῶν νεφῶν ὑπερβάλλεσθαι οἰομένων. συνταξάμενος [*](V. 379) τοίνυν τῷ αὐτοκράτορι καὶ χρήματα ἱκανὰ λαβὼν τῆς πρὸς τὰ οἴκοι φερούσης εἴχετο. ὄνειρος δέ τις ἐφίστα- [*](C) ται αὐτῶ νυκτὸς οὐκ ἀπατηλὸς οὔτε ἐκ Διὸς πεμφθεὶς οὔτε [*](2 παρεγενόμεθα r: παραγενόμεθα C 11 ὁ ἀδελφὸς C, ὁ delevi 12 μεμελετήκει r: μελετήκει C 13 ἐπεξελθόντων? 22 κατὰ τὸν δ. ὅ. φ. π. καὶ] καταφράκτους? 24 διασώσοντας r: διασώσαντας C)
287
μὴν ἐποτρύνων πρὸς μάχας τὸν βάρβαρον, καθάπερ ἡ γλυκεῖά φησι ποίησις, Νηληΐῳ υἷι ἐοικώς, ἀλλὰ τἀληθῆ τῷ βαρβάρῳ προμαντευόμενος. ἐδόκει γὰρ τάχα μύας ἐν τῷ ἀριστᾶν ὅμαδόν περιχυθέντας αὐτῷ καὶ ὃν κατήσθιεν ἄρτον ἐκ τῶν χειρῶν ἀφαρπάσαι σπεύδοντας· τοῦ δὲ καταφρονητικῶς διατιθεμένου καὶ ἀποδιοπομπεῖν ἐπιχειροῦντος αἴφνης εἰς λέοντας ἀλλαξαμένους τὴν φύσιν καὶ ὑπερισχυκότας αὐτοῦ. διυπνισθεὶς δὲ τῷ συνοδοιποροῦντι τούτῳ στρατιώτῃ [*](D) τοῦ αὐτοκράτορος διηγεῖτο τὸν ὄνειρον πυνθανόμενος τί ἂν βούλοιτο τοῦ δὲ εἰς ἐχθροὺς τοὺς μύας τε καὶ τοὺς λέοντας διαλύοντος τοῦ ὀνείρου, αὐτὸς δὲ πιστεύειν οὐκ ἤθελεν, ἀλλὰ σπουδαίως καὶ ἀπερισκέπτως τῆς ὁδοιπορίας εἴχετο. σκοποὺς δὲ τάχα προαπεστάλκει ἐφ’ ᾧ περιαθρῆσαι, μή τινες ἐχθροὶ εἰς προνομὴν ἐξεληλύθεισαν. αὐτῶ δὲ τώ Μασοὺτ οἱ σκοποὶ ἐντετυχηκότες μετὰ πολλῆς στρατιᾶς ἤδη καταλαμβάνοντι καὶ ὁμιλήσαντες τούτῳ ξυνθέμενοι τε τῇ ἐκείνου κατὰ τοῦ Σαϊσὰν γνώμῃ ἐπέστρεψαν μηδένα ἑωρακέναι [*](P. 480) διαβεβαιούμενοι. πιστὸν δὲ τὸν λόγον δεξαμένῳ τῷ Σαϊσὰν καὶ ἀπεριμερίμνως ὁδεύοντι δυνάμεις αὐτῷ συναντῶσι αντῶσιβαρβαρικαὶ τοῦ Μασούτ. προπηδήσας δὲ τῆς φάλαγγος Γάζης τις υἱὸς τοῦ σατράπου Ἀσὰν Κατοὺχ τὴν κλῆσιν, ὃν προφθάσας ὁ Σαϊσὰν ἀνεῖλε σουλτάνος, παίει τοῦτον διὰ τοῦ δόρατος. ὁ δὲ γοργῶς ἐπιστραφεὶς ἐξαρπάζει τὸ δόρυ τῶν χειρῶν τοῦ Γαζῆ φάμενος ὡς “οὐκ ᾔδειν ἔγωγε, ὅτι καὶ γυναῖκες νῦν δόρατα φέρουσι καθ᾿ ἡμῶν”. καὶ τηνικαῦτα φεύγων τῆς πρὸς τὸν βασιλέα φερούσης [*](Β) εἴχετο· ἀπείργετο δὲ παρὰ τοῦ συνεφεπομένου αὐτῷ Πουχέα, ὃς τῷ μέρει τοῦ Μασοὺτ πάλαι προσκείμενος τῷ φαινομένῳ φιλίως τῷ Σαϊσὰν προσεφέρετο τὰ λῴονα τάχα ὑποτιθέμενος· τῇ δ’ ἀληθείᾳ πάγας αὐτῷ * καὶ βόθυνον ὀρύττων ξυνεβούλευε μὴ πρὸς τὸν βασιλέα παλινοστῆσαι, ἀλλ’ εἰς τὸ Τυράγιον εἰσελθεῖν μικρὸν τῆς ὁδοῦ παρεκκλί- [*](2 II. 2, 20 11 τοῦ ὀνείρου r: τὸν ὄνειρον C 21 σαζής C 22 σουλτάνος r: σουλτάνον C 30 lacunam signavi)
288
ναντα. πολίχνιον δὲ τοῦτο ἔγγιστα τοῦ Φιλομηλίου διακείμενον. πείθεται τοῖς τοῦ Πουχέα λόγοις ὁ Σαϊσὰν νήπιος καὶ καταλαβὼν τὸ Τυράγιον προσηνῶς παρὰ τῶν ἐποίκων Ῥωμαίων ἐδέχθη γινωσκόντων τὴν πρὸς αὐτὸν τοῦ βασιλέως εὐμένειαν. καταλαβόντες δὲ οἱ βάρβαροι καὶ αὐτὸς ὁ Μασοὺτ [*](C) περιζώσαντες γυρόθεν τὰ τείχη πρὸς πολιορκίαν ἀπένευον. ὁ δὲ προκύψας ἄνωθεν μεγάλως ἠπειλεῖτο τοῖς ὁμοφύλοις αὐτοῦ βαρβάροις ὅσον ἤδη λέγων δυνάμεις Ῥωμαϊκὰς καταλαμβάνειν αὐτοὺς τοῦ αὐτοκράτορος καὶ εἰ μὴ παύσονται τῆς μάχης, πείσεσθαι τόσα καὶ τόσα. ἀνθίσταντο δὲ καὶ οἱ ἐντὸς Ῥωμαῖοι τοῖς Τούρκοις γενναίως. ὁ δὲ Πουχέας τὴν σκηνὴν διαρρήγνυσι καὶ τὸν κρυπτόμενον τῇ δορᾷ λύκον εἰς τοὐμφανὲς ἐξαγαγὼν κάτεισι τῶν τειχῶν τῷ μὲν Σαϊσὰν ὑποσχόμενος θαρσῦναι μᾶλλον τοὺς ἐποίκους ἐφ’ ᾧ γενναιότερον ἀνθίστασθαι, ἀπειλούμενος δὲ μᾶλλον αὐτοῖς [*](D) καὶ ξυμβουλεύων ἐνδοῦναι καὶ τὰς πύλας ἀναπετάσαι τοῖς [*](V. 3) Τούρκοις, εἰ μὴ βούλοιντο βαρβαρικῆς χειρὸς παρανάλωμα γενέσθαι πολλῶν δυνάμεων ἤδη καταλαμβανουσῶν καὶ ἐξ αὐτοῦ Χοροσάν. οἱ δὲ τὸ μέν τι διὰ τὸ τῶν βαρβάρων πλῆθος ἐκδειματούμενοι, τὸ δέ τι καὶ ταῖς τοῦ Πουχέα ξυμβουλαῖς πεισθέντες παραχωροῦσι τῆς Μόδου τοῖς Τούρκοις. καἰ συλλαβόντες τὸν Σαϊσὰν σουλτάνον ἀποστεροῦσι τῶν ὀμμάτων· ὀργάνου δὲ πρὸς τοῦτο χρησιμεύοντος ἀπορούντων τὸ δοθὲν τῷ Σαϊσὰν παρὰ τοῦ αὐτοκράτορος μανουάλιον ἐχρημάτισε. καὶ ἦν ἰδεῖν τηνικαῦτα τὸ δοχεῖον φωτὸς σκότους καὶ ἀμαυρώσεως γεγονὸς αἴτιον. αὐγὴν δέ [*](P. 4) τινα μικρὰν ἔτι ὑποβλέπων, ἐπὰν τὸ Ἰκόνιον χειραγωγούμενος κατέλαβε, τεθάρρηκε τοῦτο τῇ τιθῇ κἀκείνη δὲ τῇ αὐτοῦ ὁμευνέτιδι. καὶ οὕτω μέχρις αὐτῶν ἀκοῶν τοῦ Μασοὺτ ὁ λόγος ἐφθακὼς ἐξετάραξε τὴν ψυχὴν τοῦ βαρβάρου. ὁ δὲ θυμοῦ πλησθεὶς τῷ Ἐλεγμῷ σατράπης δὲ οὗτος τῶν ἐπιπαύσονται [*](10 r: παύσεται C 16 ἀναπετάσαι r: ἀναπετάσας C 19. 20 τι r: τοι ex τι C1 24 μανουήλιον C1 μανουάλιον C2)
289
φανῶν) ἐπέσκηψε διὰ νευρᾶς τοῦτον ἀπάγξαι. τοιοῦτον τέλος τὰ τοῦ Σαϊσὰν σουλτάνου ἔσχεν ἐξ ἀβουλίας μὴ πεισθέντος ταῖς τοῦ αὐτοκράτορος παραινέσεσιν. ὁ δὲ αὐτοκράτωρ τῆς πρὸς τὴν βασιλεύουσαν φερούσης εἴχετο τὴν [*](Β) παράταξιν διόλου ἐπὶ τῆς αὐτῆς συντηρήσας εὐταξίας.

Ἀλλὰ παράταξιν καὶ φάλαγγας τις ἀκούων, ἀλλὰ δορυαλώτους καὶ λάφυρα, ἀλλὰ στρατηγὸν καὶ ξυνταγματάρχας νομίζοι ἂν ἐκείνων ἀκούειν, ὁποίων ἅπας ἱστορικὸς καὶ ποιητὴς ξυγγράφων μέμνηται. ἀλλ’ αὕτη ἡ παράταξις καινή τις καὶ παράδοξος ἅπασι κατεφαίνετο καὶ ὁποίαν οὐδείς πω οὔτε τεθέαται οὔθ’ ἱστορήσας τοῖς ἐς ὕστερον παρεπέμψατο. ἐπὰν γὰρ τῆς πρὸς τὸ Ἰκόνιον εἴχετο, συντεταγμένως τε ἐπορεύετο καὶ εὔρυθμον αὐλῷ τὴν κίνησιν τοῦ συντάγματος ἐπεποίητο. εἶπες ἂν τὴν φάλαγγα πᾶσαν ἰδὼν [*](C) καὶ κινουμένην ἀκίνητον μένειν καὶ ἱσταμένην πορεύεσθαι. τῷ μὲν γὰρ συνασπισμῷ καὶ τῇ ἀλληλουχίᾳ τῆς παρατάξεως τοῖς ἀσαλεύτοις ὄρεσιν ἐῴκει, ταῖς δὲ μεταβάσεσι κινεῖσθαι ὥσπερ ζῷον μέγιστον ‘ὲν ἡ σύμπασα φάλαγξ ὑπὸ μιᾶς κινουμένη καὶ μεταβαίνουσα ψυχῆς. ἐπὰν δὲ τὸ Φιλομήλιον κατέλαβεν ἁπανταχόθεν τοὺς ὑπὸ χεῖρα τῶν βαρβάρων ἀναρρυσάμενος, καθά που καὶ ἄνωθεν εἴρηται, μέσον τῆς παρατάξεως εἰσελάσας τούς τε δορυαλώτους καὶ αὐτὰς δὴ γυναῖκας καὶ τέκνα καὶ τὴν λείαν ἅπασαν ὑπαναστρέφων ἠρέμα [*](D) τε ἐπορεύετο καὶ οἷον σχολαίαν τε καὶ μυρμηκίζουσαν τὴν κίνησιν ἐπεποίητο. ἐπεὶ δὲ καὶ πολλαὶ τῶν γυναικῶν ἐγκύμονες ἦσαν, πολλοὶ δὲ καὶ νόσοις συνεσχέθησαν, ὁπηνίκα τις πρὸς τὸ τεκεῖν ἠπείγετο γυνή, σάλπιγξ τηνικαῦτα ἠχοῦσα νεύματι τοῦ αὐτοκράτορος ἀτρεμεῖς πάντας ἐποίει, καὶ ἅπαν τὸ σύνταγμα ἐκεῖ παραχρῆμα εἱστήκει. ὅταν δὲ τεκοῦσαν [*](Ρ. 482) μεμαθήκοι, ἄλλος ἦχος οὐ συνήθης καὶ τῆς κινήσεως προκλητικὸς ἠχήσας τὴν ὁδοιπορίαν ἅπασιν ἐπώτρυνεν. εἰ δέ τις καὶ ἐθανάτα, τὰ αὐτὰ αὖθις ἐγίνετο καὶ ὁ αὐτοκράτωρ [*](5 αὐτῆς r: αὐτοῦ C 9 ποητὴς C 13 εὔρρυθμον C αύλῷ r: αὐτῶ C 17 κινεῖσθαι r: κεκινεῖσθαι C 18 μικρᾶς C 22 δεῖ C)

290
πρὸς τὸν θνήσκοντα παρεγίνετο καὶ ἱερεῖς προσεκαλοῦντο [*](V. 3) τοὺς ἐπιτελευτίους ᾄσοντες ὕμνους καὶ τῶν ἁγιασμάτω μεταδώσοντες τῷ θνῄσκοντι. καὶ οὕτω τῶν ἐπὶ τοῖς τε λευτῶσι πάντων νομίμως τελεσθέντων, οὐδὲ] μέχρις ἂν θνήσκων ἐνσοριασθεὶς ἐτάφη, οὐδὲ βραχὺ τὴν παράταξιν συνεχώρει κινεῖσθαι. ὁπηνίκα δὲ ἀριστῆσαι τούτῳ ἐδέησε, γυναῖκάς τε καὶ ἄνδρας, ὁπόσοι νόσοις ἢ γήρᾳ κεκμηκότες ἦσαν, μετακαλούμενος τὰ πλείω τῶν ἐδεσμάτων αὐτοῖς παρετίθει [*](B) καὶ τοὺς συνδειπνοῦντας αὐτὸ τοῦτο ποιεῖν παρεκελεύετο. καὶ ἦν ἡ τράπεζα πανδαισία τις θεϊκὴ οὐκ ὀργά νων παρόντων οὐδὲ αὐλῶν οὐδὲ τυμπάνων οὐδὲ τὸ παράπα μουσικῆς τινος ἐνοχλούσης. τοιούτοις οὖν ἑαυτὸν ἐφοδιάζων. ἐπὰν τὸ Δαμάλιον κατέλαβεν (ἑσπέρα δὲ ἦν), οὐ λαμπρὰ μὲν αὐτῷ τὰ εἰς τὴν πόλιν γεγονέναι εἰσιτήρια ἐβούλετο οὐδὲ βασιλικὴν ἐπιδείξασθαι τὴν πομπὴν οὐδὲ θεατρικὴν τὴν παρασκευὴν ἠθέλησεν ἐς νέωτα τὴν διαπεραίωσιν φυλάξας, καθά γε καὶ ἐχρῆν. ἀλλ’ εὐθὺς εἰς μονῆρες εἰσελθὼν περὶ λύχνων ἁφὰς τὰ ἀνάκτορα κατέλαβε. τῇ δὲ μετ᾿ αὐτὴν [*](C) ὅλος ἐγεγόνει τῆς τῶν δορυκλώτων καὶ ξένων θεραπείας. τῶν μὲν οὖν παίδων ὁπόσα γονέων ἐστέρηντο τῇ πικρᾷ τῆς ὀρφανίας τρυχόμενα κακότητι τοῖς τε συγγενέσι καὶ ὁπόσους σεμνοῦ βίου ᾔδει ὄντας καὶ τοῖς καθηγουμένοις τῶν ἱερῶν φροντιστηρίων διανείμας ἐπέσκηψε μὴ ὡς δοῦλα, ἀλλ’ ὡς ἐλεύθερα ἀνάγειν παντοίας παιδείας ἀξιοῦντας καἰ τὰ ἱερὰ ἐκπαιδεύοντας γράμματα. τινὰ δὲ καὶ εἰς ὅπερ αὐτὸς ἀνήγειρεν ὀρφανοτροφεῖον, παιδευτήριον τοῦτο πλέον πεποιηκὼς τοῖς ἐθέλουσι, παρεδίδου τοῖς προϊσταμένοις τὴν ἐγκύκλιον ἐκπαιδεύεσθαι παιδείαν. ἐν γὰρ τοῖς πρὸς τὴν ἀκρόπολιν [*](D) μέρεσιν, ἔνθα καὶ τὸ στόμα τοῦ πόντου ἀνοίγεται, ναὸν ἐφευρηκὼς μεγέθει μέγιστον ἐπ’ ὀνόματι τοῦ μεγάλου τῶν ἀποστόλων Παύλου ἐνταῦθα πόλιν ἑτέραν ἐν τῇ βασιλίδι πόλει ἐδείματο. αὐτὸς μὲν γὰρ ὁ ναὸς ἐπ’ ἀκροτάτῳ τῆσδε [*](4 οὐδὲ seelusi 9 αὐτὸ r: αὐτῷ C 14 εἰς] ἐκ C 17 αὐτὸς εὐθὺς?)
291
[*](P. 483) τῆς πόλεως ἕστηκεν οἷον ἀκρόπολις. ἡ δὲ νέα πόλις ἑκατέρωθεν γέγραπται εἰς σταδίους, ὁπόσους ἂν εἴπῃ τις, κατά τε πλάτος καὶ μῆκος· κύκλῳ δὲ ταύτης ἑστᾶσιν οἰκήματα πυκνά, κατοικίαι πενήτων καί, τὸ δὴ φιλανθρωπότερον, ἀνθρώπων λελωβημένων ἐνδιαιτήματα. ἔστι γὰρ ἰδεῖν τούτους κατ᾿ ἄνδρα ἕκαστον ἐπερχόμενον, ὅπου μὲν τυφλούς, ὅπου δὲ καὶ χωλούς, ὅπου δέ τι καὶ ἄλλο κακὸν ἔχοντας. τὴν στοὰν Σολομῶντος ἂν εἶπες ἰδὼν μεστὴν ἀνθρώπων πεπηρωμένων τὰ μέλη καὶ ὅλα τὰ σώματα. ὁ δὲ κύκλος διπλοῦς τε καὶ δίδυμος· οἱ μὲν γὰρ ἄνω καὶ μετέωροι κατοικοῦσι τῶν πεπηρωμένων τούτων ἀνδρῶν τε καὶ γυναικῶν, [*](Β 382) οἱ δὲ κάτω καὶ πρόσγειοι παρασύρονται. τὸ δὲ τοῦ κύκλου μέγεθος, εἴ τις ἐθέλει τούτους ἰδεῖν, ἀρξάμενος πρωΐθεν εἰς ἑσπέραν ἂν τὸν κύκλον συνετέλεσε. τοιαύτη μὲν ἡ πόλις, τοιοῦτοι δὲ καὶ οἱ τῆς πόλεως ταύτης οἰκήτορες. οὔτε γήπεδα ἔχοντες οὔτε ἀμπελῶνας οὔτε τι ἄλλο τοιοῦτον, περὶ ὃ τὸν ἀνθρώπινον βίον ἠσχολῆσθαι καταλαμβάνομεν, ἀλλὰ κατὰ τὸν Ἰὼβ ἕκαστος ἢ ἑκάστη τὴν μὲν δημιουργηθεῖσαν αὐτοῖς οἰκίαν οἰκεῖ, αὐτόματα δὲ τὰ πρὸς τροφήν τε καὶ σκέπην παρὰ τῆς βασιλικῆς χειρὸς αὐτοῖς ἐπορίζετο. καὶ γὰρ τὸ παραδοξότατον, οἱ ἀκτήμονες ὥσπερ τινὲς δεσπόται κτήματα [*](C) ἔχοντες καὶ προσόδους παντοδαπὰς φροντιστὰς ἔχουσι καὶ τοῦ βίου αὐτῶν ἐπιμελητὰς αὐτόν τε τὸν αὐτοκράτορα καὶ τοὺς ἀμφὶ τὸν αὐτοκράτορα σπουδεργούς. ὅπου γὰρ δήποτε γῆς κτῆμα ἦν ἐν καλῷ κείμενον, ταὐτὸν δὲ εἴπερ ἦν εὐπρόσοδον, τοῖς ἀδελφοῖς τούτοις φέρων ἐνείματο, ἀφ’ ὧν οἶνός τε αὐτοῖς κατὰ ποταμοὺς ἐπιρρεῖ καὶ ἄρτος καὶ ὅσα ἐπὶ τοῖς ἄρτοις σιτοῦνται ἄνθρωποι· οἱ δὲ ἐσθίοντες ὑπὲρ ἀριθμόν. καὶ τάχα, τολμῶ καὶ λέγω, εἴποι τις ἄν, πρὸς τὸ τοῦ ἐμοῦ σωτῆρος θαῦμα, τὸ τῶν ἑπτακισχιλίων φημὶ καὶ πεντακισχιλίων, ἀναφέρεσθαι τὸ τοῦ αὐτοκράτορος ἔργον. [*](D) ἀλλ’ ἐκεῖσε ἐκ πέντε ἄρτων ἐκορέσθησαν χιλιάδες, καθὸ καὶ [*](3 ἑστῶσιν C 14 συντελέσειε? 18 cf. Iob. 1, 4 25 εἴπερ ἦν r: εἰπεῖν C)
292
ὁ Θεὸς ὁ θαυματουργῶν· ἐνταῦθα δὲ τὰ μὲν τῆς φιλᾶν θρωπίας τῆς θείας ἐξέχεται ἐντολῆς· τὸ δ’ ἄλλο, ἐκεῖσε [*](P. 4) μὲν θαῦμα, ὧδε δὲ χορηγία βασιλικὴ τὸ αὔταρκες τοῖς ἀδελ φοῖς πορίζουσα. εἰδοί ἐγὼ καὶ γραῦν γυναῖκα ὑπὸ νεᾶνι δος ὑπηρετουμένην καὶ ἄνδρα τυφλὸν ὑπὸ βλέποντος ἀν θρώπου χειραγωγούμενον καὶ ἄποδα πόδας ἔχοντα οὐ τοὺ ἑαυτοῦ ἀλλὰ τοὺς ἀλλοτρίους καὶ ἄχειρα ὑπ’ ἀνδρῶν ἑτέ ρων χειραγωγούμενον καὶ βρέφη τιθηνούμενα παρ’ ἀλλοτρίω μητέρων καὶ παραλύτους ὑπ’ ἄλλων ἀνθρώπων δουλευο μένους εὐρώστων. καὶ ὅλως διπλοῦν ἦν τὸ πλῆθος τῶ τρεφομένων, τῶν μὲν εἰς δουλευομένους ἀριθμουμένων, τῶ δὲ εἰς δουλεύοντας. τῷ μὲν αὐτοκράτορι οὐκ ἐξῆν τῷ παραλύτῳ εἰπεῖν “ἔγειρε καὶ περιπάτει” οὐδὲ τῷ τυφλῷ κελεῦ [*](B) σαὶ τὸ βλέπειν οὐδὲ τῷ μὴ ἔχοντι πόδας ἐπιτρέπειν περιπατεῖν. ταῦτα ἦν τοῦ μονογενοῦς καὶ δι’ ἡμᾶς γεγονότος ἀνθρώπου καὶ ὑπὲρ ἀνθρώπων ἐνταυθοῖ πολιτευσαμένου. ἁ δὲ προσῆν, ἐκεῖνα ποιεῖ, ὑπηρέτας ἑκάστῳ διδόναι πεπηρωμένῳ καὶ τὴν αὐτὴν πρόνοιαν τιθέναι τῷ λελωβημένῳ, τῷ ὑγιαίνοντι· ὥστε εἴ τις βούλοιτο τὴν νέαν πόλιν καταμαθεῖν, ἣν ἐκ βάθρων ὁ ἐμὸς πατὴρ ἀνεδείματο, τετραπλῆν ἂν ἴδοι τὴν πόλιν καὶ πολλαπλῆν τῶν κάτω, τῶν ἄνω, [*](C) τῶν ἀμφοτέροις τούτοις ἐξυπηρετουμένων. ἀλλὰ τίς ἐξαριθμῆσαι δυνήσαιτο τοὺς καθ’ ἡμέραν ἐσθίοντας ἢ τὴν καθ’ ἑκάστην δαπάνην καὶ τὴν γινομένην εἰς ἕκαστον πρόνοιαν; [*](V. ) εἰς ἐκεῖνον γὰρ ἀναφέρω καὶ τὰ μετ’ ἐκεῖνον. ἐκεῖνος γὰρ ἀφωρίσατο τὰς ἀπὸ γῆς καὶ θαλάττης αὐτοῖς προνοίας· ἐκεῖνος γὰρ τὴν δυνατὴν ῥᾳστώνην αὐτοῖς περιεποιήσατο. προκάθηται δὲ ἀνήρ τις τῶν ἐνδοξοτάτων φροντιστὴς τῆς μυριάνδρου ταυτησὶ πόλεως· ὀρφανοτροφεῖον δὲ ταύτῃ τοὔνομα. [*](D) ὀρφανοτροφεῖον δὲ προσαγορεύεται, ὅτι ἡ πρὸς τοὺς ὀρφανοὺς καὶ ἀποστρατεύτους φιλανθρωπία τοῦ αὐτοκράτορος * · ὅθεν [*](7 ἑαυτοῦ r: ἑαυτῶν C 10 ευρρώστων C 17 ὑπηρέτας ex ὑπηρέται C1 26 τὰς r: τὰ C αὐτοῖς r: αὐτῆς C 27 γὰρ r: δὲ C 28 δὲ r: γὰρ C 31 φιλανθροπία C lacunam signavi)
293
καὶ τοὔνομα ἐπεκράτησε τὸ ἀπὸ τῆς τῶν ὀρφανῶν προμηθείας. [*](485) σέκρετα γὰρ ἐπὶ τούτοις πᾶσι καὶ λογοπραγίαι τῶν προνοουμένων κατὰ τὰ τῶν πενήτων κτήματα καὶ χρυσόβουλλοι λόγοι ἐπιβραβεύοντες τοῖς τρεφομένοις τὸ ἀναφαίρετον. τῷ δὲ ναῷ τοῦ μεγαλοκήρυκος Παύλου κλῆρος μέγας κατείλεκτο καἰ πολὺς καὶ φώτων δαψίλεια. καὶ παραγενόμενος εἰς τουτονὶ τὸν νεὼν ἴδοις ἂν χοροὺς ἑκατέρωθεν ἀντᾴδοντας. κατέταξε γὰρ τῷ τῶν ἀποστόλων νεὼ ᾄδοντας καὶ ᾀδούσας κατὰ τὸν Σολομῶντα. ἐπιμελὲς γὰρ καὶ τὸ τῶν δὶακονισσῶν πεποίηκεν ἔργον. πολλὴν δὲ φροντίδα καὶ τῶν [*](Β) ἐπιξενουμένων Ἰβηρίδων μοναχῶν ἐπεποίητο θύραν ἐκ θύρα ἀμειβουσῶν τὸ πρότερον, ἐπὰν εἰς τὴν Κωνσταντίνου ἐπιδημήσαιεν· ἀλλὰ καὶ ταύταις ἡ κηδεμονία τοὐμοῦ πατρὸς ἀνεδείματο φροντιστήριον μέγιστον τάς τε τροφὰς καὶ τὰς προσηκούσας ἐσθῆτας διοικονομησαμένου. ὁ μὲν οὖν Ἀλέξανδρος ἐκεῖνος ὁ Μακεδὼν αὐχείτω μὲν ἐπὶ τῇ κατ’ Αἴγυπτον Ἀλεξανδρείᾳ, ἐπὶ τῇ κατὰ Μήδους Βουκεφάλῃ, ἐπὶ τῇ κατ’ Αἰθιοπίαν Λυσιμαχίᾳ. ὁ δὲ αὐτοκράτωρ Ἀλέξιος οὐκ ἂν οὑτωσὶ ἐπὶ ταῖς ἀνεγερθείσαις παρ’ αὐτοῦ πόλεσιν ἐναβρύνοιτο, ἃς πανταχοῦ ἴσμεν ἀνοικοδομηθείσας αὐτῷ, ὅσον ἐπὶ ταύτῃ τῇ πόλει μεγαλαυχεῖ. ἀλλὰ ταῦτα μὲν τὰ [*](C) τεμένη καὶ ἱερὰ φροντιστήρια εἰσιόντι σοι κατὰ λαιὰν ἀπαντήσειε· κατὰ δὲ τὴν δεξιὰν τοῦ μεγάλου τεμένους παιδευτήριον ἕστηκε τῶν γραμματικῶν παισὶν ὀρφανοῖς ἐκ παντοδαποῦ γένους συνειλεγμένοις, ἐν ᾧ παιδευτής τις προκάθηται καὶ παῖδες περὶ αὐτὸν ἑστᾶσιν, οἱ μὲν περὶ ἐρωτήσεις ἐπτοημένοι γραμματικάς, οἱ δὲ ξυγγραφεῖς τῶν λεγομένων σχεδῶν. καὶ ἔστιν ἰδεῖν καὶ Λατῖνον ἐνταῦθα παιδοτριβούμενον καὶ Σκύθην ἑλληνίζοντα καὶ Ῥωμαῖον τὰ τῶν Ἑλλήνων συγγράμματα μεταχειριζόμενον καὶ τὸν ἀγράμματον Ἕλληνα [*](1 τὸ ἀπὸ τῆς r: τῆς ἀπὸ C 2 γὰρ] δὲ? 3 κατὰ r: καὶ C 8 τῶν ἀποστόλων] cf. Ducang. ad h. l. 9 ecclesiast. 2, 8 13 ‘ταύτας C 18 αἰθιόπην C 19 οὐχ ἂν addidi οὑτωσὶ r: οὑτοσὶ C 30 συγράμματα C)
294
ὀρθῶς ἑλληνίζοντα. τοιαῦτα καὶ περὶ τὴν λογικὴν παίδευσιν τὰ τοῦ Ἀλεξίου σπουδάσματα. τοῦ δὲ σχέδους τέχνη εὕρημα τῶν νεωτέρων ἐστὶ καὶ τῆς ἐφ’ ἡμῶν γενεᾶς. [*](D) παρίημι δὲ Στυλιανούς τινας καὶ τοὺς λεγομένους Λογγιβάρδους καὶ ὅσους ἐπὶ συναγωγὴν ἐτεχνάσαντο παντοδαπῶν ὀνομάτων καἰ τοὺς Ἀττικοὺς καὶ τοὺς γεγονότας τοῦ ἱεροῦ καταλόγου τῆς μεγάλης παρ’ ἡμῖν ἐκκλησίας, ὧν παρίημι τὰ [*](P.) ὀνόματα. ἀλλὰ νῦν οὐδ’ ἐν δευτέρῳ λόγῳ τὰ περὶ τούτων [*](V. (??)) τῶν μετεώρων καὶ ποιητῶν καὶ αὐτῶν συγγραφέων καὶ τῆς ἀπὸ τούτων ἐμπειρίας· πεττεία δὲ τὸ σπούδασμα καὶ ἄλλα τὰ ἔργα ἀθέμιτα. ταῦτα δὲ λέγω ἀχθομένη διὰ τὴν παντελῆ τῆς ἐγκυκλίου παιδεύσεως ἀμέλειαν. τοῦτο γάρ μου τὴν ψυχὴν ἀναφλέγει, ὅτι πολὺ περὶ ταὐτὰ ἐνδιατέτριφα, κἄν, ἐπειδὰν ἀπήλλαγμαι τῆς παιδαριώδους τούτων σχολῆς καὶ εἰς ῥητορικὴν παρήγγειλα καὶ φιλοσοφίας ἡψάμην καὶ μεταξὺ τῶν ἐπιστημῶν πρὸς ποιητάς τε καὶ ξυγγραφέας ᾖξα καὶ τῆς γλώττης τοὺς ὄχθους ἐκεῖθεν ἐξωμαλισάμην, εἶτα [*](B) ῥητορικῆς ἐπαρηγούσης ἐμοὶ κατέγνων τῆς τοῦ] πολυπλόκου τῆς σχεδογραφίας πλοκῆς. ἀλλὰ ταῦτα μέντοι προσιστορείσθω, εἰ καὶ μὴ ἐκ τοῦ παρέργου, ἀλλὰ διὰ τὸ τοῦ λόγου ἀκόλουθον.

Μετὰ δὲ ταῦτα τοῦ ἔτους * διιππεύοντος τῆς βασιλείας αὐτοῦ μέγιστον ἐπεγείρεται νέφος αἱρετικῶν. καὶ τὸ τῆς αἱρέσεως εἶδος καινόν, μήπω πρότερον ἐγνωσμένον τῇ ἐκκλησίᾳ. δύο γὰρ δόγματα συνελθέτην κάκιστα καὶ φαυλότατα ἐγνωσμένα τοῖς πάλαι χρόνοις, Μανιχαίων τε, ὡς ἄν τις εἴποι, δυσσέβεια, ἣν καὶ Παυλικιανῶν αἵρεσιν εἴπομεν, καὶ Μασσαλιανῶν βδελυρία. τοιοῦτον δέ ἐστι τὸ τῶν Βογομίλων δόγμα, ἐκ Μασσαλιανῶν καὶ Μανιχαίων συγκείμενον. [*](C) καὶ ὡς ἔοικεν, ἦν μὲν κἀν τοῖς πρὸ τοὐμοῦ πατρὸς χρόνοις, ἐλάνθανε δέ · δεινότατον γὰρ τὸ Βογομίλων γένος ἀρετὴν [*](6 τους ante γεγονότας addidi 8 οὐδ’ scripsi: οὐδὲν C 16 ξυγγραφέας r: ξυγγραφὰς C 18 τοῦ seclusi 22 τοῦ add C2 lacunam signavit Possinus 27 εἴπομεν r: εἴποιμεν C 31 τῶν C)

295
ὑποκρίνασθαι. καὶ τρίχα μὲν κοσμικὴν οὐκ ἂν ἴδοις βογομιλίζουσαν, κέκρυπται δὲ τὸ κακὸν ὑπὸ τὸν μανδύαν καὶ τὸ κουκούλιον. καὶ ἐσκυθρώπακεν ὁ Βογόμιλος καὶ μέχρι ῥινὸς σκέπεται καὶ κεκυφώς βαδίζει καὶ ὑποψιθυρίζει τὸ στόμα, τἄνδοθι δὲ λύκος ἐστὶν ἀκάθεκτος. καὶ τοῦτο τὸ ἔθνος τοιοῦτον ὂν δυσφορώτατον ὥσπερ ὄφιν ἐμφωλεύοντα τῇ [*](D) χειᾷ ἐπῳδῶν ἴυγξιν ἀπορρήτοις ὁ ἐμὸς πατὴρ εἰς φῶς ἐξεκαλέσατο καὶ ἐξήνεγκεν. ἀπαρτὶ γὰρ τὸ πολὺ τῆς τῶν [*](P. 487) ἑσπερίων καὶ ἑῴων ἀποθέμενος φροντίδος πρὸς τὸ πνευματικώτερον ἑαυτὸν ἐπέτεινεν. ἐν πᾶσι γὰρ τῶν ἁπάντων ἐκράτει· ἐν λόγοις διδακτικοῖς τοὺς περὶ λόγον ἐσπουδακότας ἐνίκα, ἐν μάχαις δὲ καὶ στρατηγίαις τῶν ἐν ὅπλοις θαυμαζομένων ὑπερεῖχεν. ὡς δὲ ἡ τῶν Βογομίλων ἁπανταχοῦ ἤδη διέσπαρτο φήμη (Βασίλειος γάρ τις μοναχὸς πολυτροπώτατος μεταχειρίσασθαι τὴν Βογομίλων ἀσέβειαν δώδεκα μὲν ἔχων μαθητάς, οὓς καὶ ἀποστόλους ὠνόμαζε, συνεφελκόμενος δὲ καὶ μαθητρίας τινάς, γύναια κακοήθη καὶ παμπόνηρα, ἐφήπλωσε τὴν κακίαν ἁπανταχοῦ) καὶ πολλὰς ψυχὰς [*](P. 385) δίκην πυρὸς ἐπενείματο τὸ κακόν, οὐκ ἠνείχετο ἡ τοῦ βασιλέως ψυχὴ τοῦτο καὶ διερευνᾷ τὰ περὶ τῆς αἱρέσεως. καί [*](Β) τινες τῶν Βογομίλων εἰς τὰ ἀνάκτορα ἤγοντο, ἅπαντες δὲ Βασίλειόν τινα κατήγγελον διδάσκαλον καὶ κορυφαῖον πρωτοστάτην τῆς βογομιλικῆς αἱρέσεως. ἐκ τούτων δὲ Διβλάτιός τις κατασχεθείς, ἐπεὶ ἐρωτώμενος ἀνομολογεῖν οὐκ ἠβούλετο, αἰκίαις παραδοθεὶς τηνικαῦτα τὸν λεγόμενον Βασίλειον ἀνωμολόγει καὶ οὓς ἐκεῖνος προεχειρίσατο ἀποστόλους. τοίνυν τὴν τούτου ἀναζήτησιν πολλοῖς ὁ αὐτοκράτωρ ἀνέθετο. καὶ δῆτα ἀναφαίνεται τοῦ Σαταναὴλ άρχισατράπης Βασίλειος, τὸ ἔνδυμα μοναχός, κατεσκληκώς τὸ πρόσωπον, τὴν ὑπήνην ψιλός, εὐμήκης τὴν ἡλικίαν πολυτροπώτατος μεταχειρίσασθαι τὴν ἀσέβειαν]. καὶ αὐτίκα ὁ [*](C) αὐτοκράτωρ τὸ ἐνδομυχοῦν ἐθέλων παρασῦραι ταῖς πειθἐσκυθρώπωκεν [*](3 C 20 τοῦτο r: τῷ, τοι, sic C 26 ἀνωμαλόγει C 30 verba πολυτροπώτατος μ. τ. ἀ. seclusi cf. 14 sq.)
296
ἀνάγκαις μετακαλεῖται τὸν ἄνδρα μεθ’ ὁσίου προσχήματος. καὶ γὰρ καὶ θώκων ὑπεξανέστη αὐτῷ καὶ καθέδρας μετέδωκε καὶ τραπέζης τῆς αὐτῆς καὶ ὅλην τὴν ὁρμιὰν τῆς ἄγρας αὐτῷ κατεχάλασε καὶ τὸ ἄγκιστρον περιπείρας παντοδαποῖς δελέασι τῷ παμφάγῳ τούτῳ κήτει παρέσχεν ἐμφαγεῖν καὶ ὅλον τὸ φάρμακον τῷ μοναχῷ τούτῳ καὶ πολλαχῷ τὴν κακίαν φέρων ἐνέχει διὰ παντοίων ὑποκρινόμενος μαθητὴς αὐτῷ ἐθέλειν γενέσθαι, οὐκ αὐτὸς τάχα μόνος, ἀλλὰ καὶ ὁ αὐτοῦ ἀδελφὸς Ἰσαάκιος ὁ σεβαστοκράτωρ, καὶ πάντα τὰ [*](D) παρ’ αὐτοῦ λεγόμενα ὡς ἐκ θείας ὀμφῆς λογίζεσθαι καὶ ὑπείκειν τούτῳ ἐν πᾶσιν, εἰ μόνον τὴν τῆς ψυχῆς αὐτῷ σωτηρίαν πραγματεύσοιτο ὁ κάκιστος Βασίλειος. “καὶ ἐγὼ [*](P. 48) μέν,’’ φησιν “ὦ πάτερ τιμιώτατε”, περιέχριε γὰρ τοῖς γλυκέσι τούτοις ὁ βασιλεὺς τὴν κύλικα, ὡς ἐξεμέσαι τὸν δαιμονιῶντα τὴν μελαγχολίαν αὐτοῦ) “ἄγαμαί σε τῆς ἀρετῆς ἕνεκα· ἀξιῶ σε] δὲ καταμαθεῖν, τίνα τὰ παρὰ τῆς σῆς τιμιότητος εἰσηγούμενα, ὡς τά γε τῶν ἡμετέρων μονονοὺ φαῦλα καὶ εἰς οὐδεμίαν ἀρετὴν φέροντα”. ὁ δὲ τὰ πρῶτα μὲν ἐσχηματίζετο καὶ τὴν λεοντῆν ὁ κατὰ ἀλήθειαν ὄνος ἐκεῖνος ἐφεῖλκεν εἰς ἑαυτὸν πανταχόθεν καὶ ἀπεπήδα πρὸς τὰ λεγόμενα, πλὴν ἐχαυνώθη τοῖς ἐπαίνοις· καὶ γὰρ καὶ ὁμοδίαιτον ἐποίησε τοῦτον. συμπαρῆν δ’ ἄρα τούτῳ ἐν πᾶσι καὶ συνεδραματούργει καὶ ὁ τοῦ βασιλέως ἐξάδελφος καὶ σεβαστοκράτωρ. ὁ δὲ τὰ τῆς αἱρέσεως δόγματα ἀπ- [*](B) ἤμεσε. καὶ ὁ τρόπος ὁποῖος; παραπέτασμα γὰρ μεταξὺ τήν τε γυναικωνῖτιν ἀπετείχιζε καὶ τοὺς βασιλεῖς μετὰ τοῦ βδελυροῦ τούτου πάνθ’, ὅπως εἶχεν ἐν τῇ ψυχῇ, ἐξερευγομένου καὶ ἀναφανδὸν λέγοντος. ὁ δὲ γραμματεὺς ἀπεγράφετο ἔνδοθεν τοῦ πετάσματος τὰ λεγόμενα. καὶ ὁ μὲν λῆρος ἐκεῖνος διδάσκαλος τῷ δοκεῖν ἐγίνετο, ἐσχηματίζετο δὲ τὴν μαθητείαν ὁ βασιλεύς, ἀπεγράφετο δὲ τὰ τῆς διδασκα. [*](1 ὁσίου r: οἵου C 16 σε seclusi 17 μονονοὺ r: μόνον C 22 ἄρα] ἅμα L. Allatius 25 interrogationis signum posuit idem 23 αὐτάδελφος?)
297
λίας ὁ ὑπογραμματεύς. πάντα δὲ ῥητά τε καὶ ἄρρητα ἐπισυνεῖρεν ὁ θεοπληγὴς ἐκεῖνος ἀνὴρ καὶ οὐδενὸς ἐφείσατο [*](C) θεομισοῦς δόγματος, ἀλλὰ καὶ τὴν θεολογίαν ἡμῶν παρ- [*](v. 385) εβλέψατο καὶ τὴν οἰκονομίαν πᾶσαν ἐφάντασε καὶ τοὺς ναούς, οἴμοι, τοὺς ἱεροὺς ναοὺς δαιμόνων ὠνόμακε καὶ τὸ τελούμενον παρ’ ἡμῖν σῶμα καὶ αἷμα τοῦ πρώτου καὶ ἀρχιερέως καὶ θύματος παρὰ φαῦλον ἔθετο καὶ ἐλογίσατο. ἀλλὰ τί τὸ ἐντεῦθεν; ἀπορρίπτει τὴν σκηνὴν ὁ βασιλεὺς καὶ ἀναπετάννθσι † τοῦτο· καὶ τὸ συγκλητικὸν ἅπαν συνήθροιστο καὶ τὸ στρατιωτικὸν συνείλεκτο σύνταγμα καὶ ἡ γερουσία τῆς ἐκκλησίας συνῆν. προὐκάθητο δ’ ἄρα τὸ τηνικαῦτα τοῦ τῆς [*](D) βασιλίδος πόλεως θρόνου ὁ ἐν πατριάρχαις μακαριώτατος ὁ γραμματικὸς ὁ κύριος Νικόλαος. καὶ ἀνεγινώσκετο τὰ θεοστυγῆ δόγματα καὶ ὁ ἔλεγχος ἀδιάβλητος. καὶ οὐδὲ ὁ τῆς [*](Ρ. 489) ἐναντίας μοίρας ἔξαρνος ἦν, ἀλλ’ αὐτίκα καὶ γυμνῇ τῇ κεφαλῇ πρὸς ἐναντιολογίας ἐχώρει καὶ πρὸς πῦρ καὶ μάστιγας καὶ μυρίους θανάτους ἀντιπαρατάξασθαι ὑπισχνεῖτο. πεπιστεύκασι γὰρ οἱ πλανώμενοι οὗτοι Βογόμιλοι πᾶσαν ἀπόνως ὑπενεγκεῖν τιμωρίαν ἀγγέλων δῆθεν ἐξαρπαζόντων αὐτῆς τῆς πυρκαϊᾶς. † πολλῶν δὲ πάντων αὐτῶν καὶ τὴν ἀσέβειαν ὀνειδιζόντων, καὶ ὅσοι τῆς αὐτοῦ ἀπωλείας αὐτῷ κεκοινωνήκασιν, ὁ αὐτὸς ἦν Βασίλειος, ἀμετακλινής, Βογόμιλος γενναιότατος· καίτοι πυρκαϊᾶς ἀπειλουμένης καὶ ἄλλων κακώσεων ἀπρὶξ τοῦ δαίμονος εἴχετο καὶ τὸν αὐτοῦ Σαταναὴλ [*](Β) ἠγκαλίζετο. ἔμφρουρος δὲ γενόμενος καὶ πολλάκις πρὸς τοῦ βασιλέως πεμπόμενος καὶ πολλάκις παρακαλούμενος τὴν ἀσέβειαν ἐξομόσασθαι ὡσαύτως εἶχε πρὸς τὰς τοῦ βασιλέως παρακλήσεις. ἀλλὰ τὸ περὶ τοῦτον γεγονὸς τέρας μὴ παραδράμωμεν. πρὶν ἢ γὰρ τούτῳ ἐπιβλέψαι τὸν βασιλέα [*](1 ἐπισυνεῖρεν r: ἐπισυνῆρεν C 3 ἡμῶν r: ἡμῖν C 4 ἐφάντασε] ἠφάνισε? 9 τοῦτο] τὸ ὕφος? 13 γραμματικὸς add in lac C2 15 ἔξαρχος C 20 πολλῶν δὲ πάντων αὐτῶν] ἀπειλούντων δὲ πάντων αὐτῷ? 25 γενόμενος καὶ πολλάκις r: πολλάκις γενόμενος καὶ C 28 τέρας r: πέρας C)
298
δριμύτερον, μετὰ τὴν τῆς ἀσεβείας ἐξαγόρευσιν ἀπῄει μὲν τῷ τέως εἰς οἰκίσκον τινὰ κείμενον ἀγχοῦ που τῶν βασιλικῶν οἰκημάτων ἄρτι πρώτως δι’ αὐτὸν κατασκευασθέντα. ἑσπέρα δ’ ἦν καὶ οἱ ἀστέρες οἱ ἄνω αἰθρίας οὔσης ἀπήστραπτον καὶ ἡ σελήνη μετὰ τὴν σύνοδον τὴν ἑσπέραν ἐκείνην ἐπύρσευε. τοῦ δὲ μοναχοῦ τὴν κέλλαν εἰσδύντος περὶ [*](C) μέσας νύκτας αὐτομάτως λίθοι χαλαζηδὸν κατὰ τῆς κέλλης ἐβάλλοντο χειρὸς μὲν μηδεμιᾶς ῥιπτούσης τοὺς λίθους μηδέ τινος καταλιθοῦντος ἀνθρώπου τὸν δαιμονιώδη τοῦτον ἀββᾶν. μήνιμα δ’ ἦν, ὡς ἔοικε, τῶν ἀμφὶ τὸν Σαταναὴλ δαιμόνων ἐξωργισμένων, ἐν δεινῷ ποιουμένων, ὅτι δὴ τὰ * πρὸς τὸν βασιλέα ἐξωρχήσατο καὶ διωγμὸν κατὰ τῆς πλάνης λαμπρὸν ἐπήγαγε. καὶ ταῦτα μὲν Παρασκευιώτης τις καλούμενος [*](D) ἀφορισθεὶς φύλαξ εἶναι τοῦ δαιμονιώδους ἐκείνου γέροντος, ὡς μὴ ἄδειαν ἔχειν προσομιλεῖν τισι καὶ τῆς αὐτοῦ λύμης μεταδιδόναι , τὰ φρικωδέστατα ἐπώμνυτο ἰδεῖν τε καὶ] ἀκοῦσαι μὲν τοὺς τῶν βαλλομένων λίθων καὶ κατὰ γῆς καὶ κατὰ κεράμων κρότους, ἰδεῖν δὲ συνεχεῖς καὶ ἀλλεπαλλήλους τοὺς λίθους, μηδένα δὲ μηδαμοῦ τὸν βάλλοντα τούτους θεά- [*](Ρ. 49) σασθαι. συνεπελάμβανε γὰρ τῇ τῶν λίθων φορᾷ καὶ σεισμός [*](V. 38) τις ἀθρόος καὶ τὸ ἐπίπεδον ἐκεκλόνητο καὶ τὰ περὶ τὸν ὄροφον ἐτετρύγεσαν. ὁ μέντοι Παρασκευιώτης, πρὶν μὲν ὑπονοῆσαι τὸ ἔργον δαιμόνιον, ἐθάρρει, ὡς ἐκεῖνος ἔφασκεν, ὁρῶν δέ, ὅτι οἱ μὲν λίθοι ἄνωθεν οἷον εἰπεῖν ἐξωμβρίζοντο καὶ τὸ γερόντιον ἐκεῖνο τὸ αἱρεσιαρκικὸν ἐνεδεδύκει τε καὶ ἐναποκέκλειστο, εἰς δαίμονας τὸ ἔργον ἀνενεγκὼν * οὐκ εἶχεν, ὅ τι καὶ γένοιτο.

Τὰ μὲν οὖν τοῦ τέρατος τούτου ταύτῃ ἐχέτω· ἠβουλόμην δὲ καὶ πᾶσαν τὴν τῶν Βογομίλων διηγήσασθαι αἵρεσιν· ἀλλά με κωλύει καὶ αἰδώς, ὥς πού φησιν ἡ καλὴ [*](B) [*](5 τὴν posterius addidit L. Allatius 9 ἀββᾶν L. Allatius: ἀβᾶν C 11 lacunam signavi: interciderunt fere haec αὐτῶν μυστήρια 13 τις addidi 15 προμιλεῖν C 16 ἰδεῖν τε καὶ seclusi 17 λίθων r: λίθους C 18 κρότους r: κρότον C 20 γὰρ] δὲ ? 26 lacunam signavi: intercidit μένειν vel simile quid)

299
Σαπφώ , ὅτι συγγραφεὺς ἔγωγε γυνὴ καὶ τῆς πορφύρας τὸ τιμιώτατον καὶ τῶν Ἀλεξίου πρώτιστον βλάστημα τά τε εἰς ἀκοὴν πολλῶν ἐρχόμενα σιγῆς ἄξια. βούλομαι μὲν γράφειν, ἴνα τὸ πλῆρες τῆς τῶν Βογομίλων παραστήσω αἱρέσεως· ἀλλ’ ἵνα μὴ τὴν γλῶτταν μολύνω τὴν ἐμαυτῆς, παρίημι ταῦτα. παραπέμπω δὲ τοὺς βουλομένους τὴν ὅλην αἵρεσιν τῶν Βογομίλων διαγνῶναι εἰς τὸ οὕτω καλούμενον βιβλίον δογματικὴν πανοπλίαν ἐξ ἐπιταγῆς τοὐμοῦ πατρὸς συντεθεῖσαν. καὶ γὰρ μοναχὸν τινα Ζυγαβηνὸν καλούμενον, [*](C) γνωστὸν μὲν τῇ δεσποίνῃ καὶ πρὸς μητρὸς ἐμῇ μάμμῃ καὶ πᾶσι τοῖς τοῦ ἱερατικοῦ καταλόγου, γραμματικῆς δὲ εἰς ἄκρον ἐληλακότα καὶ ῥητορικῆς οὐκ ἀμελέτητον ὄντα καὶ τὸ δόγμα ὡς οὐκ ἄλλος τις ἐπιστάμενον, τοῦτον ὁ αὐτοκράτωρ μεταπεμψάμενος ἐπέταξεν ἁπάσας τὰς αἱρέσεις ἐκθέσθαι ἑκάστην ἰδίᾳ καὶ ἐφ’ ἑκάστῃ τὰς τῶν ἁγίων πατέρων ἀνατροπὰς ἐγγράψασθαι καὶ αὐτῶν δὴ τῶν Βογομίλων τὴν αἵρεσιν, καθὼς ὁ ἀσεβὴς ἐκεῖνος Βασίλειος ὑφηγήσατο. ταύτην τὴν βίβλον δογματικὴν πανοπλίαν ὁ αὐτοκράτωρ ὠνόμασε· μέχρι τοῦ νῦν οὕτω προσαγορεύεται τὰ βιβλία. ὁ δὲ λόγος αὖθις πρὸς τὴν τοῦ βασιλείου καθαίρεσιν ἀνατρεχέτω. ὁ γὰρ αὐτοκράτωρ τοὺς ἁπανταχοῦ γῆς μαθητὰς καὶ συμμύστας [*](D) τοῦ βασιλείου μεταπεμψάμενος καὶ μάλιστα τοὺς δώδεκα λεγομένους μαθητὰς ἀπεπειρᾶτο καὶ τούτων τῆς γνώμης. καὶ ἦσαν ἄντικρυς μαθηταὶ βασιλείου. καὶ γὰρ ἐνεβάθυνε τὸ κακὸν καὶ εἰς οἰκίας μεγίστας καὶ πολλοῦ [*](Ρ. 491) πλήθους ἥψατο τὸ δεινόν. καθάπαξ οὖν κατεψηφίσατο πυρκαϊὰν τῶν ἀλλοτρίων, τοῦ τε κορυφαίου καὶ τοῦ χοροῦ. ἀθροιζομένων γὰρ τῶν φωραθέντων Βογομίλων καὶ τῶν μὲν τῆς σφῶν ἀντιποιουμένων αἱρέσεως, τῶν δ᾿ ἀπαρνουμένων παντάπασι καὶ πρὸς τοὺς ἐλέγχοντας ἰσχυρῶς ἀνθ- [*](1 Alcaeus 55 Β. (Aristot. rhet. 1, 9, 20) 9 Ζυγαβηνὸν L. Allatius: ζυγαδηνὸν η ex ι m 2) C 15 ἑκάστῃ, L. Allatius: ἑκάστω C 23 μαθητὰς] ἀποστόλους? 25 ἐνεβάθυνε r: ἐνεβόθυνε C οἰκείας C 26 πλήθου C)
300
ισταμένων καὶ τὴν Βογομιλικὴν διαπτυόντων αἵρεσιν, ἐπεὶ ἑτοίμως ὁ αὐτοκράτωρ τούτοις πιστεύειν οὐκ εἶχεν, ἵνα μή τις πολλάκις Χριστιανὸς τοις Βογομίλοις ὡς Βογόμιλος ἀναμιγνύηται ἢ Βογόμιλος ὡς Χριστιανὸς διαδράσῃ, καινόν τινα τρόπον ἐπινοεῖται, δι᾿ οὗ οἱ ὄντως Χριστιανοὶ ἀποφανθήσονται. ἐπὶ τοῦ βασιλικοῦ τοίνυν τῇ μετ᾿ αὐτὴν καθῆστο θρόνου, πολλοὶ δὲ τηνικαῦτα παρῆσαν τῆς τε συγκλήτου [*](B) καὶ τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων αὐτῶν, ὁπόσοι λόγου μετεῖχον, λλογάδες. πάντων δὲ τῶν τὴν Βογομιλικὴν ἐγκαλουμέγων αἵρεσιν ἐς τὸ μέσον ὁμοῦ παραχθέντων ὁ [*](V. 388) αὐτοκράτωρ αὖθις ἐπερωτᾶσθαι ἕκαστον ἐκέλευσεν. ὡς δὲ οἱ μὲν ὡμολόγουν Βογόμιλοι εἶναι καὶ τῆς σφῶν ἰσχυρῶς ἀντεποιοῦντο αἱρέσεως, οἱ δὲ παντάπασιν ἀνένευον Χριστιανοὺς ἑαυτοὺς ὀνομάζοντες καὶ παρ᾿ ἄλλων ἐλεγχόμενοι οὐδαμῶς κατετίθεντο, ἐπιτοξεύσας αὐτοῖς τὰς ὀφρῦς ἔφη “χρὴ τὴν σήμερον δύο καμίνους ἀναφθῆναι, θατέρᾳ δὲ τούτων σταυρὸν ἐμπαγῆναι αὐτῇ γῇ, εἶτα αἵρεσιν δοθῆναι πᾶσιν, ἵν᾿ ὁποῖοι τῇ τῶν Χριστιανῶν πίστει ἐπαποθανεῖν τὴν σήμερον [*](c) βούλοιντο, ἀποκριθέντες τῶν ἄλλων τῇ τοῦ σταυροῦ καμίνῳ προσχωρήσωσιν, οἱ δὲ τῆς Βογομιλικῆς αἱρέσεως ἀντεχόμενοι πρὸς θατέραν ἐμβληθήσονται. βέλτιον γὰρ Χριστιανοὺς αὐτοὺς ὄντας ἀποθανεῖν ἢ ζῶντας ὡς Βογομίλους διώκεσθαι καὶ τὰς τῶν πολλῶν τύπτειν συνειδήσεις, ἄπιτε γοῦν καὶ ὑμεῖς [καὶ ἡμεῖς?], ὅπη βονλητόν, ἕκαστος χωρείτω.” ταῦτα μὲν οὖν πρὸς τοὺς Βογομίλους ἀποφηνάμενος ὁ βασιλεὺς ἐν σχήματι ἀπέλυσεν. εὐθὺς οὖν παραλαβόντες [*](D) τούτους ἀπῄεσαν καὶ πλῆθος παρειστήκει πολὺ [*](P. 492) συρρεόντων ἑκασταχοῦ. κάμινοι δὲ τηνικαῦτα ἑπταπλασίως κατὰ τὸν μελῳδὸν ἀνήπτοντο εἰς τὸ οὑτωσί πως καλούμενον Τζυκανιστήριν· τό πῦρ εἰς οὐρανοὺς ἀνῄει· ὁ σταυρὸς [*](3 βογόμιλον C 4 ἀναμιγνύηται r: ἀναμίγννται C Βογόμιλος r: βόγομιλον C 5 ἀποφρανθήαονται C, corr m rec 18 ἐναποθανεῖν? cf. II 304, 9 21 πρὸς θατέραν τ: πρὸς θατέρων C 24 καὶ ἡμεῖς add sup vers C2, seclusi 29 Daniel. 3, 19)
301
ἐπὶ θατέρᾳ ἵστατο· αἵρεσις τοῖς ἐνόχοις ἐδίδοτο, ὅπη ποτ’ ὰν βουλητὸν ἑκάστῳ, χωρεῖν, ὡς καυθησομένων ἁπάντων. εἰτα τὸ ἄφυκτον ὁρῶντες τοῦ πράγματος, ὁπόσοι μὲν ἐν αὐτοῖς ὀρθόδοξοι ἦσαν, τῇ τοῦ σταυροῦ προσεχώρουν καμίνῳ ὡς ὄντως μαρτυρήσοντες· οἱ δέ γε ἀθεώτατοι τῆς μυσαρὰς ἀντεχόμενοι αἱρέσεως πρὸς θατέραν ἀπένευσαν. καὶ ἀπαρτὶ Β τούτων ἐν ταῖς καμίνοις ὁμοῦ ἐρρῖφθαι μελλόντων, οἱ μὲν παρεστῶτες ἅπαντες ὑπὲρ τῶν Χριστιανῶν ἤλγουν ὡς καυθησομένων ἤδη καὶ τοῦ βασιλέως πολλὰ κατεστύγναζον ἀγνοοῦντες τὸ οἰκονομούμενον. ἀλλὰ βασιλική τις πρόσταξις προκαταλαβοῦσα τοὺς δημίους ἐκείνους ἀπεῖρξε τοῦ ἐγχειρήματος. καὶ οὕτω βεβαίαν τὴν τῶν Βογομίλων ὄντως ὁ αὐτοκράτωρ ἐσχηκὼς κατάληψιν τοὺς συκοφαντουμένους Χριστιανοὺς πολλὰ παραινέσας ἀπέλυσεν, ἐκείνους δὲ πάλιν εἱρκταῖς εἶχε διαιρήσας] τοὺς ἀποστόλους τοὺ ἀσεβοῦς βασιλείου διακρίνας ἰῶν ἄλλων· εἶτα καθ’ ἑκάστην πεμπόμενος τοὺς μὲν δι’ ἑαυτοῦ ἐδίδασκεν πολλὰ παραινῶν τῆς μυσαρὰς ἀποσχέσθαι C θρησκείας, πρὸς δὲ τοὺς ἄλλους λογάδας τινὰς τοῦ ἱεροῦ ν. 389 τῆς ἐκκλησίας συντάγματος ἐπέσκηψε καθ’ ἑκάστην παραγινομένους ἀναδιδάσκειν αὐτοὺς τὴν ὀρθόδοξον πίστιν καὶ παραινεῖν ἀποσχέσθαι τῆς Βογομιλικῆς αἱρέσεως. καί τινες μὲν τούτων μετέβαλον ἐπὶ τὸ βέλτιον καὶ τῆς φρουρᾶς ἀπελύθησαν, οἱ δὲ τῇ σφῶν ἐπαπέθανον αἱρέσει ἐν εἱρκταῖς κατεχόμενοι, τροφῆς μέντοι καὶ ἀμφίων δαψιλῆ τὴν χορηγίαν ἔχοντες.

Τὸν μέντοι Βασίλειον ὡς ὄντως αἱρεσιάρχην καὶ ἀμεταμέλητον παντάπασιν ἅπαντες τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων λογάδες καὶ αὐτὸς δὴ ὁ τότε πατριάρχης Νικόλαος πυρὸς ἄξιον ἔκριναν. οἷς καὶ ὁ αὐτοκράτωρ σύμψηφος D ἦν πολλὰ πολλάκις προσομιλήσας αὐτῷ καὶ ἄνδρα P. 493 σκαιὸν διαγνοὺς καὶ τῆς αἱρέσεως μὴ ἀφιστάμενον, ἔνθεν τοι [*](7 ταῖς r: τοῖς C 11 ἐκείνων? 15 διαιρήσας seclusi 21 βωγομιλικῆς ex γνωμικῆς C2 23 ἐναπέθανον? cf. II 300, 18. 304, 9 28 δὴ r: δὲ C)

302
καὶ πυρκαϊὰν μεγίστην κατὰ τὸν ἱππόδρομον ἀνάψας. βόθρος τε ὠρώρυκτο μέγιστος καὶ ξύλων πλῆθος, πάντα δένδρα ὑψίκομα καὶ συντεθέντα, ὄρος ἐδείκνυ τὴν σύνθεσιν. εἶτα τῆς πυρᾶς ἀναφθείσης ἠρέμα μὲν τὸ πλῆθος πολὺ κατά τε τὸ ἐπίπεδον τοῦ ἱππικοῦ καὶ κατὰ τοὺς βαθμοὺς συνέρρει καραδοκοῦντες πάντες τὸ γενησόμενον. ἐκ θατέρου σταυρὸς ἐπήγνυτο καὶ αἵρεσις ἐδίδοτο τῷ ἀσεβεῖ, εἴ που τὸ πῦρ πτοηθεὶς καὶ μεταβαλὼν τὴν γνώμην ἐπὶ τὸν σταυρὸν χωρήσειε, ἴνα τῆς καμίνου τηνικαῦτα ἐλεύθερος γένηται. παρῆν δὲ καὶ τὸ τῶν αἱρετικῶν πλῆθος ὁρῶν τὸν κορυφαῖον Βασίλειον. [*](B) ὁ δὲ πρὸς ἅπασαν τιμωρίαν καὶ ἀπειλὴν καταφρονητικὸς κατεφαίνετο καὶ πορρωτέρω μὲν ὢν τῆς πυρκαιὰς κατεγέλα καὶ ἐτερατεύετο λέγων ἁρπάσειν αὐτὸν ἐκ μέσου πυρὸς ἀγγέλους τινὰς καὶ ὑπέψαλλε τὸ Δαυιτικὸν ἐκεῖνο τὸ “πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις”. ἀλλ’ ἐπειδὰν τὸ πλῆθος διαναστὰν ἐδίδου μετὰ παρρησίας αὐτῷ κατιδεῖν τὸ φρικῶδες ἐκεῖνο θέαμα τῆς πυρκαϊᾶς (καὶ γὰρ ἐκ πολλοῦ διαστήματος ᾐσθάνετο τοῦ πυρὸς καὶ ἐπαιρομένην τὴν φλόγα ἑώρα καὶ βροντῶσαν οἷον καὶ ἀποσπάδας ἀφιεῖσαν πυρὸς εἰς ὕψος μετεωριζομένας τῆς [*](C) μέσον τοῦ ἱππικοῦ ἱσταμένης πυραμίδος λιθίνης), ἐνταῦθα ὁ θρασὺς ἐκεῖνος ἀποδειλιᾶν πρὸς τὸ πῦρ καὶ θορυβεῖσθαι ἐδόκει. ἔστρεφε γὰρ τὰς ὄψεις πολλάκις καὶ ἐκρότει τὰς χεῖρας καὶ ἐπάτασσε τὸν μηρὸν οἷον τοῖς ὅλοις ἐξαπορούμενος. ὅμως καὶ οὕτως ἔχων καὶ ἀπὸ μόνης τῆς θέας ὡς ἀδαμάντινος ἦν. οὔτε γὰρ τὸ πῦρ κατεμάλαξε τὴν σιδηρᾶν αὐτοῦ ψυχὴν οὔτε αἱ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διαπόμπιμοι διαμηνύσεις κατέθελξαν, ἀλλ’ εἴτε ἀπόνοια μεγίστη τοῦτον κατείληφε διὰ τὴν παρεστῶσαν ἀνάγκην καὶ συμφο- [*](D) ρὰν καὶ ἀπόρως οὕτως εἶχε τῆς γνώμης καὶ διάκρισιν οὐδοπωσοῦν ἐλάμβανε τοῦ συμφέροντος, εἴτε καὶ ὁ κατασχὼν [*](1 ὑπόδρομον υ in ras m 2) C 2 ὠρόρυκτο C 8 μεταβὼν C 9 ἵνα addidi 14 psalm. 90, 7. 8 16 διαναστὰν r: διανιστᾶν C 20 μετεωριζομένας r: μετεωριζομένης C)
303
τὴν ψυχὴν αὐτοῦ διάβολος, ὅπερ καὶ μᾶλλον δοκεῖ, σκότος αὐτοῦ βαθύτατον κατεσκέδασεν, εἱστήκει πρὸς πᾶσαν ἀπει- [*](V. 390) λὴν καὶ πρὸς πάντα φόβον ἀμηχανῶν ὁ κατάπτυστος ἐκεῖνος Βασίλειος καὶ νῦν μὲν πρὸς τὴν πυρκαϊὰν ἐκεχήνει, νῦν δὲ [*](Ρ. 494) πρὸς τοὺς παρεστῶτας. καὶ πᾶσιν ὡς ἀληθῶς κατεφαίνετο μεμηνὼς καὶ μήτε πρὸς τὴν πυρκαϊὰν ἐφορμῶν μητ’ ὀπισθόπους ὅλως γινόμενος, ἀλλ’ ἐπεπήγει καὶ ἀκίνητος ἦν, ἐφ’ οὗ που καὶ τὰ πρῶτα κατελάβετο. πολλῶν δὲ λόγων ῥεόντων καὶ τῶν τερατολογιῶν αὐτοῦ διὰ πάσης γλώττης φερομένων δείσαντες οἱ δήμιοι, μή πως ἄρα οἱ ἀμφὶ τὸν Βασίλειον δαίμονες ἄτοπόν τι τερατουργήσειαν παραχωροῦντος Θεοῦ καὶ ἀλώβητος ἐκ μέσου τοῦ τοσούτου πυρὸς ὀφθείη ὁ κάκιστος πρός τινα τόπον δημοσιώτατον ἀφιγμένος καὶ γένηται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης, δοκιμασίαν τινὰ ἔδοξαν ποιήσασθαι. τερατευομένου γὰρ ἐκείνου καὶ αὐχοῦντός, ὡς [*](Β) ἐκ μέσου τοῦ πυρὸς ἀλώβητος ὀφθήσεται, ἀναλαβόμενοι τὸν μανδύαν αὐτοῦ ἔφασαν ὡς “ἴδωμεν, εἰ μὴ τῶν σῶν ἀμφίων ἅψεται τὸ πῦρ”. καὶ παραχρῆμα εἰς μέσον ἔρριψαν τῆς καμίνου. ὁ μὲν οὖν Βασίλειος ἐπὶ τοσοῦτον ἐγάννυτο ὑπὸ τοῦ ἐξαπατῶντος αὐτὸν δαίμονος λέγων ὡς “ὁρᾶτε τὸν μανδύαν εἰς ἀέρα ἀνιπτάμενον”; οἱ δὲ ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα κατανοήσαντες ἄραντες ὦσαν αὐτὸν αὐτοῖς ἱματίοις καὶ ὑποδήμασιν εἰς τὸ μέσον τῆς καμίνου. καὶ τοσοῦτον ὥσπερ κατ’ αὐτοῦ θυμουμένη ἡ φλὸξ διεβοσκήθη τὸν ἀσεβῆ, ὥστε μηδὲ κνίσσαν τινὰ γενέσθαι μηδὲ καπνοῦ τινος καινοτομίαν ἑτέραν, ἀλλ’ ἢ μόνον λεπτὴν τινα γραμμὴν καπνώδη [*](C) φανῆναι κατὰ τὸ μέσον τῆς φλογός. καὶ γὰρ καὶ τὰ στοιχεῖα κατὰ τῶν ἀσεβῶν ἐπαίρεται· φείδεται δέ, ὥς γε τἀληθὲς εἰπεῖν, τῶν θεοφιλῶν, ὥσπερ ποτὲ ὑπεχώρει καὶ ὑπείκαθε τοῖς θεοφιλέσιν ἐκείνοις νεανίαις ἐν Βαβυλῶνι καὶ περιέστεφεν αὐτοὺς τὸ πῦρ καθάπερ τις χρυσοειδὴς θάλαμος. ἐνταῦθα δὲ τὸν ἀλάστορα τοῦτον Βασίλειον οὔπω ἀκριβῶς οἱ τοῦτον μετεωρίσαντες εἶχον, καὶ ἡ φλὸξ ἐδόκει [*](16 τοῦ add C2)
304
προεκτρέχειν ἐφ’ ᾧ τὸν δυσσεβῆ ἐξαρπάσαι. τὸν δ’ ὑπόλοιπον ἀριθμόν, ὅσοι τῆς ἀπωλείας ἦσαν τοῦ βασιλείου, σφαδάξοντος τοῦ παρεστηκότος λαοῦ καὶ βιαζομένου ἐπιρρίψειν καὶ αὐτοὺς τῷ πυρί, ὁ αὐτοκράτωρ οὐ συνεχώρησεν ἐγκλεισθῆναι κελεύσας ἐν ταῖς τῶν μεγίστων ἀνακτόρων στοαῖς καὶ [*](D) τοῖς περιδρόμοις. καὶ τούτου γεγονότος διελύθη τὸ θέατρον. καὶ μετὰ ταῦτα διαδέχεται τοὺς ἀθέους τις ἄλλη ἀσφαλεστάτη [*](P. 49(??)) φρουρά, εἰς ἣν ἐμβληθέντες καὶ πολύν τινα χρόνον διατετριφότες τῇ ἀσεβείᾳ αὐτῶν ἐναπέθανον. τοῦτο μὲν οὖν ὕστατον ἔργον καὶ ἆθλον τῶν μακρῶν ἐκείνων πόνων καὶ κατορθωμάτων τοῦ αὐτοκράτορος καὶ καινοπραγία τις καὶ τόλμῃ παράδοξος. καὶ οἶμαι ὁ τότε παρὼν ἢ καὶ συνὼν ἐκείνῳ θαυμάζει μέχρι τοῦ νῦν καὶ οὐχ ὕπαρ τὰ τότε γεγενημένα θεάσασθαι δοκεῖ, ἀλλ’ ὄνειρός τις αὐτῷ καὶ φαντασία φαίνεται. καὶ γὰρ ἐξ ὅτου τῶν ὁρίων τῆς Ῥωμαίων ἀρχῆς ἐξ αὐτῆς τοῦ Διογένους ἀναρρήσεως οἱ βάρβαροι ἐπέβησαν [*](B) οὐκ εὐτυχῶς ἐκ πρώτης, ὅ φασι, βαλβῖδος κατ’ αὐτῶν ἐξορμήσαντος, [*](V.) οὐ μέχρι τῆς τοὐμοῦ πατρὸς αὐτοκρατορίας ἡ βαρβαρικὴ χεὶρ συνέσταλται, ἀλλὰ καὶ ξίφη καὶ δόρατα κατὰ Χριστιανῶν ἐξεθήγετο, καὶ μάχαι καὶ πόλεμοι καὶ σφαγαί. ἠφανίζοντο μὲν πόλεις, ἐλῄζοντο δὲ χῶραι καὶ πᾶσα ἡ Ῥωμαίων γῆ Χριστιανῶν αἵμασιν ἐμιαίνετο. οἱ μὲν γὰρ βέλεσί τε καὶ δόρασιν οἰκτρῶς ἔπιπτον, οἱ δὲ τῶν σφετέρων ἀπελαυνόμενοι δορυάλωτοι πρὸς τὰς πόλεις Περσίδος ἀπήγοντο. καὶ τρόμος ἅπαντας εἶχεν ἐπὶ τὰ ἄντρα καὶ τὰ ἄλση καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς ἀπὸ τῶν εἰσπιπτόντων δεινῶν [*](C) κρύπτεσθαι ἐπειγομένους. ἐν τούτοις οἱ μὲν ἐποτνιῶντο ἐφ’ οἷς ἔπασχον πρὸς Περσίδα ἀπαγόμενοι, οἱ δ’ ἔτι περιόντες, εἴ πού τινες τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἐναπέμειναν, βύθιον στένοντες ὁ μὲν υἱόν, ὁ δὲ θυγατέρα ἐθρήνει· ὁ δὲ ἀδελφόν, ὁ δὲ ἀδελφιδοῦν ἀπεκλαίετο πρὸ καιροῦ θνήσκοντα καὶ οἷα γυναῖκες θερμὸν κατέσταζον δάκρυον. καὶ οὐκ ἦν τίτε οὐπεριδρόμοις [*](6 r: παραδρόμοις C 11 κενοπραγία C 17 ἐξορμήσαντος r: ἐξορμήσαντες C 25 τρόμος r: δρόμος C)
305
δεμία τις σχέσις ἄδακρυς οὐδ’ ἀστένακτος. βασιλεὺς δὲ πλὴν ὀλίγων, λέγω δὲ Τζιμισκῆν τε καὶ Βασίλειον τὸν βασιλέα, ἔκτοτε καὶ μέχρι τοὐμοῦ πατρὸς οὐδεὶς ἄκροις ποσὶ τῆς Ἀσιάτιδος ἐφάψασθαι τὸ παράπαν τετόλμηκεν.

[*](D)

Ἵνα τί δὲ περὶ τούτων; αἰσθάνομαι γὰρ ἐμαυτῆς οἷον τις λεωφόρου ἐκτρεπομένης, διττόν μοι τὸν ἀγῶνα τοῦ λόγου τῆς προκειμένης ὑπαγορευούσης ὑποθέσεως ἱστορεῖν ἅμα καὶ τραγῳδεῖν τὰ ξυμπεσόντα τῷ αὐτοκράτορι, ἱστορεῖν [*](P. 496) μὲν τοὺς ἀγῶνας, εἰς μονῳδίαν δὲ ἄγειν ὁπόσα τὴν καρδίαν διεμασσήσατο. μεθ’ ὧν τάττοιμι ἂν καὶ τὸν ἐκείνου θάνατον καὶ πάσης τῆς ἐπιγείου λήξεως ὄλεθρον. ἀλλὰ γὰρ ἀναμέμνημαι καὶ λόγων τινῶν πατρικῶν τῆς μὲν ἱστορίας ἀπαγόντων, εἰς δὲ τοὺς θρήνους καὶ τὰς ὀλοφύρσεις παρακαλούντων. ἤκουον γὰρ καὶ τούτου πολλάκις, ἤκουον τὴν μητέρα καὶ βασιλίδα ἀνακόπτοντος ἐπιτάττουσαν τοῖς σοφοῖς διὰ τῆς ἱστορίας τοῖς ἐς ὕστερον παραπέμψαι τοὺς ἐκείνου πόνους καὶ τὰ πολλὰ ἆθλα ἐκεῖνα καὶ τὰ σκάμματα, μονῳδεῖν δὲ ἐπ’ αὐτῷ καὶ κλαίειν τὰ συμπεσόντα οἱ δεινά. οὔπω [*](Β) γὰρ ἔτος ἓν πρὸς τῷ ἡμίσει διελήλυθεν, ἑὲ οὗπερ τῆς ἐκστρατείας ἐπανελήλυθεν ὁ αὐτοκράτωρ, καὶ νόσος ἄλλη δεινὴ τις ἐπισκήψασα βρόχον ἐπήνεγκε τούτῳ θανάσιμον, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, τὴν τοῦ παντὸς καταστροφὴν καὶ φθοράν. ἀλλ’ ἐπεὶ τὸ τῆς ὑποθέσεως ἐκβιάζει μέγεθος, φιλοπάτωρ τε ἅμα καὶ φιλομήτωρ ἐξ αὐτῶν σπαργάνων γεγενημένη [*](V. 392) θεσμοὺς ἱστορίας ὑπερεκπίπτειν ἔρχομαι διηγησομένη, ὅπερ οὐ πάνυ τι βούλομαι, τὴν τοῦ αὐτοκράτορος τελευτήν. ἱπποδρομίας γὰρ γενομένης ἐξ αἰτίας ἀνέμου τηνικαῦτα πνεύσαντος σφοδροῦ ἀναρροιβδῆσαν οἷον τὸ ῥεῦμα καὶ τῶν [*](C) ἄκρων ὑποχωρῆσαν θάτερον τῶν ὤμων κατειλήφει. οἱ μὲν οὖν πολλοὶ τῶν ἰατρῶν οὐδὲ συνίεσαν ὅλως τὴν ἐπερχομένην ἡμῖν ἀπειλὴν ἐντεῦθεν. ὁ δέ γε Καλλικλῆς Νικόλαος, ὑτωσὶ γὰρ προσηγορεύετο, μάντις ἦν ἡμῖν τῶν ἀπευκταίων [*](2 τζιμισχῆν C 18 κλαίειν κελεύοντος? 30 συνίεσαν r: συνῄεσαν C)

306
κακῶν καὶ πτοεῖσθαι ἔλεγε, μὴ τῶν ἄκρων ὑποχωρῆσαν καὶ ἄλλην διαπορευόμενον ἀβοήθητον τὸν κίνδυνον τῷ κάμνοντι ἀπεργάσοιτο· κἂν πιστεύειν οὐκ εἴχομεν, ὅτι μηδ’ ἠβουλόμεθα. οὐδεὶς μὲν οὖν τηνικαῦτα πλὴν τοῦ Καλλικλέους διά τινων καθαρσίων κένωσιν προετεθύμητο. οὐδὲ γὰρ εἴωθε τὸ σῶμα τοῦτο λαμβάνειν καθάρσιον, ἀλλὰ παντάπασιν [*](D) ἀγύμναστος ἦν πρὸς τὰς φαρμακοποσίας. ᾧπερ οἱ πλείους [*](P. 497) καὶ μᾶλλον ὁ Παντεχνὴς Μιχαὴλ συγχρώμενος παντελῶς ἀπεῖργε τὴν κάθαρσιν. ὁ δέ γε Καλλικλῆς τοῦ μέλλοντος στοχασάμενος ἐπιφωνηματικῶς αὐτοῖς ἔλεγεν ὡς “νῦν μὲν τῶν ἄκρων ἡ ὕλη ἀφεμένη πρὸς τὸν ὦμον ἐνέσκηψε καὶ τὸν τράχηλον· εἰσαῦθις δὲ μὴ διὰ καθαρσίων κενωθεῖσα εἴς τι τῶν πρωτουργῶν μορίων ἢ καὶ αὐτὴν τὴν καρδίαν ἐπιρρεύσασα ἀνίατον τὴν βλάβην ἀπεργάσεται”. παρῆν γὰρ καὶ αὐτὴ ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσποίνης ἐφ’ ᾧ τοῖς τῶν ἰατρῶν λόγοις διαιτῆσαι καὶ ἤκουον τῶν λεγομένων καὶ τοῖς τοῦ Καλλικλῆ κἀγὼ συνετιθέμην λόγοις. τῶν πλειόνων [*](Β) δ’ ὅμως ἡ ψῆφος ἐκράτει. ἀλλὰ τότε δὴ τότε τύ μὲν ῥεῦμα τοῦ βασιλικοῦ σώματος τὰς συνήθεις ἐπικρατῆσαν ἡμέρας ἀπεμαραίνετο καὶ πρὸς ὑγείαν ὁ κάμνων ἐπανῄει. οὔπω μῆνες παρῆλθον ἓξ καὶ ὀλέθριον νόσημα ἐκ τῆς πολλῆς τάχα ἀθυμίας τῶν καθ’ ἑκάστην προσπιπτόντων αὐτῷ καὶ τῆς συνόδου τῶν κοινῶν φροντίδων ξυμβέβηκε. καὶ ἤκουον αὐτοῦ θαμὰ πρὸς τὴν βασιλίδα διηγουμένου καὶ οἷον ἐπεγκαλοῦντος αὐτῇ τὸ νόσημα· “τί ποτ’ ἄρα τὸ συμβαῖνόν μοι περὶ τὴν ἀναπνοὴν πάθος; βούλομαι γὰρ ἀναπνεῦσαι βαθὺ [*](C) καὶ ἀθρόον καὶ οἷον κουφισθῆναι τῆς ἐγκειμένης ἀνίας ἐν τῇ καρδίᾳ· τοῦτο δὲ πολλάκις ἐπιχειρῶν οὐδὲ ἅπαξ δύναμαι πολλοστημόριον ἀναπέμψαι τοῦ ἐπιθλίβοντος βάρους, τὸ δ’ ἐπίλοιπον καθάπερ τις λίθος ἐπίκειταί μου τῇ καρδίᾳ βαρύτατος ἀνακοπῆς ἐν τῷ μεταξὺ γενομένης τοῦ στεναγμοῦ, [*](2 διαπορευόμενον τὸ ῥεῦμα? 3 εἴχομεν r: ἔχομεν C 4 Καλλικλέους r: καλλικλέος C 16 ἢκουσον C 17 τοῖς] τῆς C συντιθέμην C 22 ὑπὸ τῶν? 24 ἐπαγγέλλοντος?)
307
καὶ τὴν αἰτίαν συνιδεῖν οὐκ ἂν ἔχοιμι οὐδ’ ὁπόθεν τὸ τοιοῦτον ἐγγίνεται μοι. καὶ ἄλλο δέ τι προσαναγγέλλω, φιλτάτη ψυχή, κοινωνὲ τῶν ἐμῶν παθῶν καὶ βουλευμάτων· χάσμα πολλάκις ἐπέρχεταί μοι, καὶ διακοπτόμενον ἐν τῷ μεταξὺ τὸ εἰσπνεόμενον πνεῦμα μεγίστην μοι τὴν ἀνίαν [*](D) ἐπάγει. τί ποτε ἄλλο τὸ καταλαβόν με τοῦτο δεινόν, εἰ οἶδας, φράζε.” ἡ δέ γε βασιλὶς ταῦτα ἀκούουσα καὶ ἅπερ ἐκεῖνος πάσχει παρ’ ἐκείνου μανθάνουσα ἐδόκει μὲν εἶναι αὐτῆς τὰ [*](V. 393) πάθη καὶ ὥσπερ ἀνακοπτομένη καὶ αὐτὴ ὑπὸ τοῦ ἄσθματος, οὕτω διέκειτο πρὸς τοὺς λόγους τοῦ αὐτοκράτορος. συχνῶς [*](Ρ. 498) δὲ τοὺς ἐπιστήμονας μεταπεμπομένη τῶν ἰατρῶν τὸ τοῦ νοσήματος εἶδος πολυπραγμονεῖν ἠναγκάζετο καὶ τῶν αἰτίων τὰ προσεχῆ καὶ τὰ πόρρω ᾐτεῖτο μαθεῖν. οἱ δὲ τὴν χεῖρα ταῖς ἀρτηρίαις ἐπιβάλλοντες ἔμφασιν παντοίου εἴδους ἀνωμαλίας πᾶσαν τῆς ἀρτηρίας κίνησιν εὑρίσκειν ἀνωμολόγουν, τὸ δ’ αἴτιον συνιδεῖν οὐκ εἶχον ὅπη· μηδὲ τὴν τοῦ βασιλέως δίαιταν ἁπαλὴν ἠπίσταντο, ἀλλὰ πάνυ σωφρονεστάτην καὶ λιτὴν καὶ ὅλως γυμνικήν τε καἰ στρατιωτικὴν ἀπαγορεύσασθαι τὰ τῶν ἀπὸ τῆς περιττῆς διαίτης ὑλῶν, εἰς αἰτίαν ἄλλην τὰ τῆς στενοχωρίας ἀνέφερον καὶ ποκαταρκτικὸν [*](Β) αἴτιον ταυτησὶ τῆς νόσου οὐδὲν ἄλλο ἔλεγον ἢ τὴν τῶν φροντίδων πολλὴν συντονίαν καὶ τὸ συνεχὲς καὶ πυκνὸν τῶν θλίψεων θερμαινομένης ἐκεῖθεν αὐτῷ τῆς καρδίας καὶ τὸ περιττὸν ἅπαν ἑλκούσης ἐξ ὅλου τοῦ σώματος. ἐντεῦθεν ἡ δεινὴ νόσος ἐπελθοῦσα τῷ αὐτοκράτορι ἀνακωχὴν ὅλως οὐκ ἐνεδίδου, ἀλλ’ ὡς ἀγχόνη συνέπνιγε. τοσοῦτον δὲ καθ᾿ ἑκάστην ηὔξανε τὸ τῆς νόσου, ὡς μηκέτι ἐκ διαστημάτων, ἀλλὰ συνεχῶς καὶ ἀδιαστάτως ἐπέρχεσθαι, ὡς μηδὲ πρὸς θατέραν δύνασθαι κατακλιθῆναι τὸν αὐτοκράτορα πλευρὰν μηδὲ πρὸς ἰσχύος ἔχειν ἀβίαστον τὸ παράπαν εἰσπνεῦσαι τὸν ἀέρα. ἅπας οὖν τηνικαῦτα μετεκαλεῖτο ἰατρὸς καὶ ἡ τοῦ [*](9 ὑπὸ addidi 17 ἁπαλὴν fere evanuit in C, om Possinus 18 ἀπαγορεύσασθαι τὰ C ἀπαγορεύσαντα Possinus 28 πρὸς r: περὶ C)
308
αὐτοκράτορος νόσος ὑπόθεσις αὐτοῖς προὔκειτο. ἐμερίζοντο [*](c) δὲ ταῖς γνώμαις καὶ κατετέμνοντο, καὶ ἄλλος ἄλλο τι διεγίνωσκε καὶ πρὸς τὴν διάγνωσιν ἐπειρᾶτο προσάγειν τὴν θεραπείαν. ὅπως δ’ ἂν εἶχεν ἢ οὕτως ἢ οὕτως, δύσκολον εἶχε τὰ κατὰ τὸν αὐτοκράτορα. οὐδὲ γὰρ ἂν ἀκαρῆ χρόνον ἐλεύθερον εἰσπνεῦσαι δεδύνητο. ὄρθιος γὰρ ἠναγκάζετο διόλου ἀνακαθήμενος ἀναπνεῖν· εἰ δέ που καὶ ὕπτιος κέοιτο ἢ κατὰ θατέραν πλευράν, φεῦ τότε τοῦ βρόχου. οὐδὲ γὰρ ἐνῆν συρμάδα μικρὰν τοῦ ἔξωθεν ἀέρος εἰσρυῆναί τε καὶ ἀπορρυῆναι κατά γε τὴν ἀναπνοήν τε καὶ εἰσπνοήν. ἀλλὰ καὶ ὁπηνίκα ἐλεήσας τις τοῦτον ὕπνος ἐπέλθῃ, καὶ τότε τῆς πνιγμονῆς ἐπεδίδου· ὥστε κατὰ πάντα καιρὸν καὶ ἐγρηγορότος [*](D) αὐτοῦ καὶ ὑπνώττοντος ἡ συμφορὰ τῆς ἀγχόνης ἐπετίθετο. [*](Ρ. 48(??)) ἐπεὶ δὲ καθάρσιον οὐκ ἐδίδοτο, πρὸς φλεβοτομίαν ἀπέβλεψαν καὶ τὴν μὲν διὰ τοῦ ἀγκῶνος ἀπέταμον· οὐ μὴν τῆς φλεβοτομίας ἀπώνατο, ἀλλ’ ὡσαύτως καὶ πάλιν εἶχε καὶ δύσπνους ἦν ὅλος καὶ ἐκινδύνευε διόλου στενὸν ἀναπνέων ταῖς χερσὶν ἡμῶν ἐναπερυγεῖν τὴν ψυχήν. ἀλλ’ ἐράϊδε μὲν τὰ τῆς διαθέσεως τῆς διὰ τῶν πεπέρεων ἀντιδότου δοθείσης. καὶ ἡμεῖς ὑφ’ ἡδονῆς οὐκ εἴχομεν, ὅ τι καὶ χρησαίμεθα τῆς εὐφροσύνης· ἀλλὰ καὶ χαριστήριον ἀναπέμπομεν τῷ Θεῷ. πάντα δὲ ἦσαν ἄρα πλάνη. εἰς τρίτην γὰρ ἡμέραν ἢ καὶ τετάρτην εὐθὺς πάλιν αἱ αὐταὶ ἀγχόναι κατὰ [*](Β) τοῦ βασιλέως καὶ στενοχωρίᾳ τοῦ πνεύμονος. ἐλπίζω δ’, εἰ μὴ χείρω ἐξ ἐκείνου τοῦ πόματος γέγονεν ἀναχέαντος [*](v. 3) τὰς ὕλας καὶ κρατῆσαι μὴ δυναμένου, ἀλλ’ εἰς τὰς κοιλότητας τῶν ἀρτηριῶν ἐνθεμένου καὶ ἐπιτείναντος τὴν διάθεσιν. ἐντεῦθεν οὐδὲ σχῆμα κατακλίσεως εὐπετῶς ἦν ἐφευρεῖν παντάπασιν αὐτῷ τῆς νόσου ἐπακμαζούσης. ἀλλὰ γὰρ διανυκτερεύων ἦν ὁ βασιλεὺς ἐξ ἑσπέρας εἰς ὄρθρον ἄυπνος, μήτε τροφῆς ἐλευθέρας μεταλαμβάνων μήτ’ ἄλλου τινὸς τῶν εἰς σωτηρίαν ἀποβλεπόντων. πολλάκις γοῦν ἐγώ, μᾶλλον συνἀνακαρεὶ [*](5 C 29 ἐπακμαζούσης r: ἀπακμαζούσης C)
309
[*](c) εχῶς καὶ τὴν μητέρα τεθέαμαι διανυκτερεύουσάν τε τώ βασιλεῖ καὶ κατόπιν τούτου ἐπὶ τῆς κλίνης καὶ ὑπανέχουσαν τοῦτον ταῖς χερσὶ καὶ παραμυθουμένην τρόπον τινὰ τὴν ἀναπνοήν. ἐχεῖτο μέντοι αὐτῆς τῶν ὀμμάτων τὸ δάκρυον καὶ ὑπὲρ τὰ Νειλῷα ῥεύματα. ὁπόσην τε τὴν περὶ αὐτὸν δι᾿ ὅλης ἡμέρας τε καὶ νυκτὸς σπουδὴν ἐπεποίητο καὶ τὸν μόχθον ὅσον ἐνεδείκνυτο διαπονουμένη περὶ τὴν αὐτοῦ θεραπείαν καὶ κλίσεις καὶ μετακλίσεις καὶ στρωμάτων παντοίας μηχανωμένη θέσεις, οὐκ ἔστιν ἐρεῖν. ἀλλ’ οὐκ ἦν οὐδενὶ τὸ παράπαν ῥᾳστώνης μετασχεῖν. παρείπετο γὰρ οἷον ἀγχόνη τῷ αὐτοκράτορι, μᾶλλον καὶ συνείπετο καὶ οὐκ ἀνίει συμπνίγουσα. [*](D) μηδεμίαν δὲ τῆς νόσου ἐχούσης τὴν ἴασιν ἐν τοῖς πρὸς νότον ἀνακτόροις ἀπῆλθεν ὁ βασιλεύς. στενοχωρούμενος δὲ μίαν τινὰ παραψυχὴν τὴν ἐκ τῆς κινήσεως εὕρισκε, καὶ ταύτην διηνεκῆ ἡ βασιλὶς ἐμηχανήσατο γίνεσθαι τοῦ βασιλικοῦ σκίμποδος κατά τε τῶν πρὸς κεφαλὴν καὶ πόδας μερῶν τούτου ξύλ’ ἄττα προσεπιζεύξασα ἀνδράσιν ἐδίδου [*](Ρ. 500) τοῦτο φέρειν μετέωρον διαδεχομένοις ἀλλήλους τὸν περὶ τοῦ αὐτοκράτορος πόνον. ἐντεῦθεν ἀπὸ τοῦ μεγάλου παλατίου καταλαμβάνει τὰ Μάγγανα. ἀλλὰ καὶ τούτων γενομένων οὐδὲν πλέον τῷ βασιλεῖ πρὸς σωτηρίαν ἐπραγματεύθη. εἰς τοὐπίσω δὲ τὰ τῆς νόσου χωροῦντα ἡ βασιλὶς ὁρῶσα καὶ τῆς ἐξ ἀνθρώπων βοηθείας παντάπασιν ἀπελπίσασα θερμότερον τὰς ὑπὲρ αὐτοῦ αἰτήσεις πρὸς Θεὸν ἐποιεῖτο πρὸς πᾶν τέμενος δαψιλεῖς τὰς φωταυγὰς ποιουμένη καὶ τοὺς ὕμνους συνεχεῖς καὶ ἀκαταπαύστους, διαδόσεις δὲ τοῖς [*](Β) ἁπανταχοῦ γῆς καὶ θαλάσσης οἰκοῦσιν εἰργάζετο ἅπαντας μὲν μοναχοὺς ἐν ὄρεσι καὶ σπηλαίοις οἰκοῦντας ἢ καὶ ἄλλως τὸν μοναχικὸν ἐπιόντας βίον εἰς ἐκτενεῖς δεήσεις ἐπεγείρουσα, ἅπαντας δὲ νοσοῦντας ἢ καὶ ἐν εἱρκταῖς κατεχομένους καὶ τετρυχωμένους πλουσιωτάτους ἐργαζομένους ταῖς δόσεσιν [*](1 συνδιανυκτερεύουσάν Possinus 8 καὶ ante στρωμάτων addidi 9 μηχανωμένη r: μηχανωμένης C 11 μᾶλλον C 18 ἀλλήλως? τὸν r: τῶν C 19 πόνον r: πόνων C)
310
ὁμοῦ πρὸς τὰς ὑπὲρ τοῦ αὐτοκράτορος εὐχὰς προσεκαλεῖτο. ἐπεὶ δὲ τὸ τοῦ αὐτοκράτορος σπλάγχνον ἐξῳδήκει τε καὶ εἰς ὄγκον ἐπιφανῆ προελήλυθεν || οἱ τε πόδες ἐξῳδήκεσαν καὶ πυρετὸς τὸ βασιλικὸν | σῶμα κατεῖχεν, εἰς καυτῆρας ἐντεῦθέν τινες τῶν | ἰατρῶν ἀπεῖδον μικρὰ πεφροντικότες τοῦ πυ|ρετοῦ. ἀλλ᾿ ἦν ἅπασα θεραπεία ἀνωφελὴς καὶ | κενή. [*](c) οὐδὲ γὰρ ὁ καυτὴρ ὤνησεν, ἀλλ’ ἐν αὐτοῖς καὶ | τὸ σπλάγχνον ἦν καὶ τὰ ἀναπνευστικὰ δυσκόλως | ἔχοντα. ὥσπερ δὲ ἐξ ἄλλης πηγῆς ῥεύματος | εἰς τὸν γαργαρεῶνα ἐπενεχθέντος καὶ ὧν οἱ | Ἀσκληπιάδαι φασὶν οὐρανῶν ἐπιλαβομένου | καὶ τῶν οὔλων αὐτῶν φλεγμηνάντων καὶ τῆς φά|ρυγγος ἀπαρθείσης [*](V. 395) καὶ τῆς γλώττης ἐξογκω|θείσης ἐντεῦθεν οἱ πόροι τε ἀπεστενώθησαν πρὸς τὰ ἑαυτῶν πέρατα συνελθόντες, δι ὧν τὰ τῆς τρο|φῆς ἔμελλε διελθεῖν, καὶ τὸ τῆς ἀτροφίας δεινὸν | παντελῶς ἀσιτία] ἡμῖν ἐπεκρέματο· κἂν ἐγώ, | Θεὸς ἴστω, πολλὴν ἐποιούμην τὴν περὶ τῆς τροφῆς | πραγματείαν καὶ τὰ σιτία καθ’ ἑκάστην διὰ τῶν | [ἐμῶν] [*](D) τούτῳ χειρῶν ῥοφηματώδεις τὰς | [τροφ]ὰς ἅπαντα γοῦν | [προσ]φερόμενα ἐπὶ τῇ θεραπείᾳ | . . . . . ἐφαίνετο, καὶ τὰ τῆς σπουδῆς ἅπαντα | [κενόσπουδα] καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν δέκα δὲ καὶ μιᾶς ἡμέρας τοῦ περὶ τὰ τε|[λευταῖα] ἐπιγεγονότος τούτῳ νοσήματος ἐπα|[κμάζ]οντος καὶ ἐπαπειλοῦντος τὸν κίνδυνον | . . . . ρας διαθέσεως ἐπιγενομένης διάρροια | [ἐφάνη.] οὕτως ἄλλο ἐπ’ ἄλλῳ κακὸν καθ’ ἐπεκυλίετο. οὐκ ἦν πρὸς ὁπότερον | [σκοπ]εῖν οὔτε τοὺς [*](P. 501) Ἀσκληπιάδας οὔθ’ ἡμᾶς τοὺς | [πεὶ] τὸν οὔτε | . . . . . . ναντα, ἀλλὰ πάντα ἑώρα πρὸς ὄλεθρον. | [καὶ] τοῦ λοιποῦ τὰ καθ’ ἡμᾶς ἐν σάλῳ | [ἦν,] ἐταράττετο τὰ καθεστηκότα, καὶ φόβος [κίνδυνος] ἐπὶ κεφαλῆς συνεστήκεσαν. [*](2 τε] hic incipit fol. 243v C 10 ἐπιλαβόμενον r: ἐπιλαβομένης C 11 ἀπαγχθείσης? 15 ἀσιτία seclusi 19 τῇ add C2 20 ἀνωφελῆ? 29 σάλλω C)
311
δρεῖον ἀεὶ κἀν τοῖς ἔμπροσθεν κινδύνοις | [ἡ αὒγου]στα, δὲ τὸ τηνικάδε ἠνδρίσατο | καἰ τῷ πάθει τῆς λύπης ἐμβριμησαμένη εἱ|στήκει καθάπερ τις ὀλυμπιονίκης πρὸς τὰς [*](Β) δρι|μυτάτας ἐκείνας ὀδύνας ἀντιπαλαίουσα. κατε||τιτρώσκετο μὲν γὰρ τὴν ψυχὴν καὶ ἐταράττετο τὴν | καρδίαν ὁρῶσα τὸν αὐτοκράτορα οὕτως ἔχοντα, | ἀλλὰ ξυνέτεινεν ἑαυτὴν καὶ ἐνεκαρτέρει πρὸς τὰ | δεινά· καὶ ἐδέχετο μὲν τὰς τρώσεις καιρίας, καὶ | τὸ πάθος αὐτῶν καθικνεῖτο τῶν μυελῶν, ἀντεῖχε | δὲ ὅμως. καίτοι ἀστακτὶ ταύτης κατέρρει τὸ δάκρυον, | καὶ τηκεδὼν κατέλαβε τοῦ προσώπου τὸ κάλλος, | καὶ ἐν ῥισὶν ἀπῃώρητο τὴν ψυχήν. πεντεκαιδε|κάτην δὲ τοῦ Αὐγούστου ἄγοντος (πέμπτη δὲ ἦν τῆς | τηνικαῦτα ἐκείνης, καθ’ ἣν ἡ τῆς ὑπερ|αμώμου δεσποίνης ἡμῶν καὶ θεομήτορος κοίμησις | ἑορτάζεται) πρωίας ἐπαληλιφότες [*](c) τὴν κεφαλὴν | τοῦ αὐτοκράτορος τινες τῶν Ἀσκληπιαδῶν, ἅτ|τα δὴ τούτοις ἔδοξεν, ἐκεῖνοι μὲν οἴκαδε ἐχώρησαν | οὐ μάτην οὐδὲ διά τινα χρείαν αὐτοῖς ἐπείγουσαν, ἀλλὰ | γνόντες τὸν ἐξ ὑπογύου ἐπικείμενον τῷ αὐ|τοκράτορι κίνδυνον. τρεῖς μὲν γὰρ ἦσαν οἱ κο|ρυφαῖοι τῶν ἰατρῶν, ὅ τε ὑπερφυὴς Νικόλαος | ὁ Καλλικλῆς καί τις ἕτερος Μιχαὴλ ὁ Παντες[νὴς] | ἐκ γένους τὴν ἐπωνυμίαν λαχὼν καὶ ὁ . . . . . . . . | λιβὸς Μιχαὴλ ὁ ἐκτομίας. ἡ μέντοι βα[σίκισσα] | κυκλώσαντος αὐ- [*](D) τὴν παντὸς τοῦ συ[γγενῶν χοροῦ] | ἀναγκάζοντος μεταλαβεῖν [*](V. 396) τροφῆς . . . . . . . . . . . . | μὴ μεταλαβοῦσαν καὶ ὕπνου τινὸς μ . . . . . . . . . | συνεχεῖς καὶ ὅλας νύκτας διατελέσασθαι . . . . . . . | ἐπὶ τῇ θεραπείᾳ τοῦ βασιλέως . . . . . . . . . . . . . | ἐπείθετο· ἀλλὰ λειποθυμίας ἐσχάτης [ἐπιγε]|γενημένης τῷ [*](P. 502) αὐτοκράτορι πάλιν . . . . . . . . . | το ᾔσθετο ἀποκαραδοκήσασα τὴν . . . . . . . . | ζωὴν κατέβαλε τε ἑαυτὴν ἐπὶ τοῦ . . . . . . . . . . | ἐκώκυε τε συνεχῶς καὶ ἐπλήττετο [καὶ ἐθήνει] | ἐφ’ οὕτως [*](30) ἐπιβεβηκόσι κακοῖς καὶ [ἐβούλετο] | μὲν αὐτίκα ἀπερεύξασ[θαι, οὐκ ἐδή]|νατο δέ. ὁ δὲ βασιλεὺς καίτοι θαν[ούμενος] | καὶ καταδυναστεύοντος αὐτοῦ τοῦ [πάθους [*](1 κἀν r: καὶ C 4 incipit fol. 244 C 21 ὀ πι Possinus)
312
ὥσ]|πρ κρείττων καὶ θανάτου γενόμεν[ος] . . . . . | ἐκήδετο τε τῆς βασιλίσσης καὶ [κατεστρέ]|φετο τὴν μετ[ὰ μιᾶς τῶν] | θυγατέρων. ἡ τρίτη δ’ ἦν αὕτη κατὰ γένν[ημα, ἠ] || πορφυρογέννητος εὐδοκία. ἡ γὰρ Μαρία ἄλλη τις οἷον Μαρία χρηματίζουσα οὐ περὶ τοὺς πόδας τηνικαῦτα [*](Β) καθημένη τοῦ ἐμοῦ δεσπότου ὥσπερ τότε ἐκείνη , ἀλλὰ τοῖς περὶ τὴν κεφαλὴν μέρεσιν ἐνασχολουμένη ὕδωρ ἐδίδου τούτῳ διὰ τοῦ κυπέλλου, οὐ δι’ ἐκπώματός τινος πίνειν, ἵνα μὴ γένοιτό οἱ πολλάκις δυσκόλως περὶ τὴν κατάποσιν φλεγμαινούσης ἰῆς ὑπερῴης καὶ αὐτῆς δὴ τῆς γλώττης καὶ τοῦ φάρυγγος, ἀναφέρειν τοῦτον ἐθέλουσα. ἐκεῖνος δὲ σταθηρὰς μὲν καὶ ἀνδρικὰς διεμήνυε τηνικαῦτα παραινέσεις, ὅμως μέντοι ἐσχάτας. καὶ “τί”, φησι “προεξάγεις σαυτὴν οὕτω κατατρυχομένη τῇ ἡμῶν τελευτῇ καὶ ἡμᾶς καταναγκάζεις τοῦ [*](c) κατεπείγοντος θανάτου προαπελθεῖν; οὐ βλέψεις οὖν πρὸς ἑαυτὴν καὶ πρὸς τὰ ἐνεστη|κότα δεινά, ἀλλ’ ἔκδοτον σαυτὴν ποιεῖς τῷ ἐπιρ|ρεύσαντί σοι πόντῳ τῆς λύπης”; ταῦτα ἐκείνῃ μὲν | εἶπε, τῇ δὲ βασιλίδι ἀνέξαινε μὲν μᾶλλον τὸ | [τρα]ῦμα τῆς συμφορᾶς. ἐγὼ δὲ παντοία ἦν καὶ ὄ|[μνυμ]ι τοῖς τε παροῦσι φίλοις καὶ τοῖς ὕστερον ἐν|[τευξομ]ένοις ἀνθρώποις τῷ συγγράμματι τούτῳ τὸν | [πάντ᾿ εἰδότα] Θεὸν, ὡς ἄμεινον εἶχον τῶν μεμη|[νότων, ἀλλ᾿] ὅλη τοῦ πάθους ἐγεγόνειν. ἐνταῦθα | [γοῦν] καὶ φιλοσοφίας καὶ | [νῦν μὲν] ἐπονούμην περὶ τὸν πατέρα καὶ τὰς [*](D) αὐτῷ | [διακονίας] καὶ τοῦ σφυγμοῦ τὰς κινήσεις περὶ τῆς ἀναπνοῆς τοῦ αὐτοκράτορος | ἐπολυ]πραγμόνουν, νῦν δὲ περὶ τὴν μητέρα ἀνεστρε|[φόμην] καὶ ἀνεκτώμην [*](Ρ. 50(??)) αὐτὴν εἰς δύναμιν. ἀλ|[λ] . . . . . . . . . . τὰ μέρη καὶ παντάπασιν ἀθεράπευτα | . . . . . . . [ὁ α]ὐτοκράτωρ ἀναφέρειν ἐσχάτης λει|[ποθυμίας οὐκ] εἶχε, καὶ τῆς Αὐγούστας ἡ ψυχὴ συνα|[πέρχεσθαι ἠ]πείγετο τῷ αὐτοκράτορι. οὕτως εἶχον | . . . . . . . . . . . κἀν καὶ ὡς ἀληθῶς, τοῦτο δὴ τὸ ψαλλό- [*](4 incipit fol. 244v C 17 πόντῳ r: πόνῳ C 32 ps. 17, 5. 6)
313
[μενον, αἱ ὠδ]ῖνες θανάτου τὸ τηνικαῦτα καὶ τότε δὴ ᾐσθόμην ἔκφρονος ἐμαυ|[τῆς γενομένης] . . . . ἐμεμήνειν γὰρ καὶ οὐκ εἶχον ὅ τι | [καὶ γένω]μαι [*](V. 397) τράπωμαι ὁρῶσα τήν τε | [βασιλ]ίδα εἰς τὸν [*](Β) τῶν || συμφορῶν καὶ τὸν αὐτοκράτορα ταῖς συνεχέσι λειπο[θυμίαις] | εἰς τοὔσχατον τῆς ζωῆς ἐλαυνόμενον. ἀλλὰ καὶ [κάλιν ἔχων]| ἐκεῖνος ἀνενέγκαι τῆς ὕ[δατος] | αὐτῷ ἐπιρρανθέντος ψυχροῦ καὶ τοῦ τῶν ῥόδων σταλάγ|ματος παρὰ τῆς φιλτάτης ἐμῆς ἀδελφῆς Μαρίας | τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐπέσκηπτε τῇ βασιλίδι. | καὶ πάλιν εἰς τρίτην λειποθυμίαν ἐνέπιπτεν . . . . . . | καὶ μετάστασις ἔδοξε τῇ βασιλικῇ κλίνη . . . . . . . | τῶν ἀμφὶ τὸ σῶμα ἐκείνου πονούντων καὶ με . . . . | καὶ μετεστήσαμεν τὸν αὐτο- [*](c) κράτορα κλινοπετῆ [εἲς τι] | μέρος ἕτερον οἰκήματος, εἰ πού γε [ἒχ]|οι ἐλευθεριώτερον ἀναπνεύσαντα ἀέρα τῆς λειπο|θυμίας ἀνενεγκεῖν. ἀπέβλεπε γὰρ τὸ μέρος ἐκεῖνο | πρὸς βορρᾶν καὶ οἰκήματα οὐδαμοῦ ἦσαν ἐπι . . . | θοῦντα ταῖς θύραις. ἀλλ’ ὁ τῆς βασιλείας διάδοχος | προφθάσας ὑπεξῄει πρὸς τὸ ἀποτεταγμένον | οἴκημα τὸν τοῦ βασιλέως ἐπιγνοὺς ἄναν . . . . | καὶ ἐπέσπευδε τὴν ἐξέλευσιν καὶ ἠπείγετο [εἰς τὸ] | μέγα παλάτιον. ἡ πόλις δὲ νυ . . . . . . . . | ἐταράχθη γάρ, οὐ μέντοι καὶ πανατάπασιν [*](D) . . . . . . . . | ἡ δέ γε βασιλὶς “ἐρρίφθω τὰ πάντα” εἶπ[ε] . . . . . . . . . | κωκυτοῦ “καὶ διάδημα καὶ βασιλεί[α [*](P. 504) καὶ ἐξουσία καὶ] | κράτος ἅπαν καὶ θρόνοι τε καὶ ἀρχαὶ [καὶ ἄρχωμεν τῆς]|θρηνῳδίας”. συνεπεκώκυον δὲ καίαὐτῇ[πάντων] καταφρονήσασα, καὶ συνεπένθουν καὶ . . . . . . | καὶ ἐσπάραττον ἑαυτὰς γοερὸν ἀνοιμώζου[σαι. ἀλλ᾿ ] | εἰς δύναμιν ἀνελαυνόμεθα ταύτην. ἐπ[ὶ γὰρ ταῖς ἐ]|σχάταις ἀναπνοαῖς ὁ βασιλεὺς ἦν καὶ τοῦ[το δὴ τὸ λε]|γόμενον ἐψυχορράγει. πρὸς τῇ κεφαλῇ [αὐτοῦ ἐπὶ] | γῆς ἡ βασιλὶς ἔρριπτο ἔτι [*](1 ἶνες C 5 incipit fol 245 C 8 ἐπιρραθέντος C1 19 ἀποτεταγμένον r: ἀποτεταμέν,ον C 23 ἐρίφθω C 25 θρόνο C 28 ἀνοιμώζοθυ r: ἀνοιμόζου C)
314
τ . . . . . . . | καὶ τὰ κοκκοβαφῆ πέδιλα καὶ ἐπα . . . . . . . . . . | κατετιτρώσκετο καὶ οὐκ εἶχεν ὅπως . . . . [τὴν] τῆς καρδίας. τῶν δὲ [Ἀσκληπιαδῶν τινες] | [*](B) πάλιν καὶ μικρὸν ἐγκαρ[τερήσαντες] | ἁπτόμενοι τοῦ καρποῦ τοῦ βασιλικοῦ ἡ . . . . . . . . . . | ἐκεῖθεν τῶν πληγῶν τῆς ἀρτηρίας αὐτῆς . . . . . . . . . ., | ὅμως μέντοι κατειρωνεύοντο τοῦ καιροῦ καὶ ἡ . . . . . . | καὶ ὑπετείνοντο τὰς μὴ φαινομένας χρηστὰς ἐλ|πίδας. τοῦτο δὲ προνοίᾳ τινὶ ἐποίουν γινώσ[κοντες,] || ὅτι ἅμα τῇ ἀπαγορεύσει τῆς ζωῆς τοῦ βασιλέως | συναποπνεύσει καὶ ἡ βασιλὶς τὴν ψυχήν. ἀλλ’ ἡ νουνεχὴς ἐκείνη βασίλισσα τούτοις οὔτε πιστεύειν οὔτε ἀπιστεῖν εἶχεν. ἐπίστευε μὲν τεχνίτας αὐτοὺς πάλαι γινώσκουσα, διαπιστεῖν δ’ εἶχεν, ὅτι ἐπὶ ξυροῦ ἀκμῆς τὰ τῆς ζωῆς τοῦ [*](c) αὐτοκράτορος ἑστηκότα ἑώρα. ἐπὶ τρυτάνης δὲ οἷον ἑστηκυῖα εἰς ἐμὲ πολλάκις ἐξητένιζε καὶ τὸν ἐμὸν περιέμενε τρίπουν, [*](V. 39(??)) ὡς σύνηθες ἦν αὐτῇ κἀν τοῖς ἄλλοτε ξυμπίπτουσι περιστατικοῖς, καὶ ὅ τι ἂν αὐτῇ ἀποφοιβάσαιμι προσεδόκα. ἡ μὲν ἐμὴ δέσποινα καὶ φιλτάτη τῶν ἀδελφῶν Μαρία, | τὸ τοῦ γένους ἡμῶν ἐγκαλλώπισμα, ἡ σταθηρὰ | [γυνή,] τὸ ἁπάσης ἀρετῆς καταγώγιον, μεταξὺ τῆς βασιλίδος καὶ τοῦ αὐτοκράτορος ἱσταμένη | [ἐς τὸ] αὐτοῦ χειρίδιον ἐνίοτε τοῦ τοὐ|[ναντίον] πρὸς τὸν αὐτοκράτορα ὁρᾶν. ἐγὼ [*](D) δὲ ἐπέβαλον | [πάλιν] τὴν δεξιὰν τῷ καρπῷ καὶ τὴν [τῶν σφ] σφ]υγμῶν περιεσκοπούμην, τὴν δὲ τὰς χεῖρας τῇ κεφαλῇ | . . . . . . . εψοσαν τὴν καλύπτραν ἐν ᾧ γὰρ εἶ|[χεν, ἔμελλε] καὶ τὴν νασιλικὴν ἐσθῆτα μεταμ|[φιέσασθαι)] τοσαυτάκις ἐπεῖχον ῥώμην τινὰ | [*](P. 50) . . . . . μανθάνουσα τῶν σφυγμῶν. ἠπατώμην | . . . . . . οὐ γὰρ ῥώμη τις ἦν τὸ φαινόμενον με| . . . . . . . ἀλλ’, ἐπειδὴ τὸ τῆς ἀναπνοῆς μέγα | . . . . . . . . . . . ., συνδιίστατο καὶ τὰ τῆς ἀρτηρίας | [καὶ τοῦ πυ]εὐμονος. ἀφεμένη δὲ [*](9 incipit fol. 245v ἀπαγορεύσει r: ἀπαγορεύσῃ C 19 σταθηρὰ φωνὴ, τὸ Possinus 24 υγμῶν r: ιγμῶν C 25 καὶ ἀπορρίψουσαν? 28 σφυγμῶν r: σφιγμῶν C)
315
τοῦ | [αὐτοκρ]άτορος καὶ πρὸς τὴν βασιλίδα μένη πάλιν ἐπέβαλον τῷ καρπῷ | . . . . . . . [ἀσφ]υξίαν. ἡ [*](Β) μὲν ἔνυττέ με πολλάκις, ὅτι | [οἱ ἐβού]ετο δηλῶσαι σφυγμοῦ. | ἐπεὶ δὲ . . . . . . . . . . αὖθις ἡψάμην καὶ ὐπενδιδόντα ἔγνω|[κα πάντα τ]]ά τῆς δυνάμεως καὶ εἰς ἀσφυξίαν | [ἐληλυθέναι] τελεώτατα τὰ τῶν ἀρτηριῶν, τὴν κεφαλὴν αὖος καὶ ἀπό|ψυκτος ἦν πρὸς γῆν ἀπονεύσασα καὶ μηδὲν | φθεγγομένη καὶ τὼ χεῖρε τοῖς ὄψεσιν ἐπι|βαλοῦσα καὶ ὀπισθόπους γενομένη ἐθρήνουν. || ἡ δὲ συνεῖσα τοῦ πράγματος καὶ τοῖς ὅλοις | ἀπαγορεύσασα ἐκώκυσέ τε ἀθρόον μέγα κ[αὶ] | διωλύγιον. ἀλλὰ γὰρ πῶς παραστήσω τὴν | κατασχοῦσαν τὴν οἰκουμένην ἅπασαν συ[μφο]|ρὰν ἢ πῶς [*](c) τὰ ἐμαυτῆς ἀποκλαύσομαι; [τήν] | τε ἀπέθετο καὶ τὰς | ἐκείνας ἐθείρας μαχαιρίδιόν τι λαβοῦσα ἐν χρῷ διέτεμε καὶ τὰ κοκκοβαφῆ [πέδιλα] | τῶν ποδῶν μέλανα[σάνδαλα] | ἐδεῖτο τὰ προστυχόντα. ἀλλάξασθαι δὲ καὶ | τὴν πορφυρίδα βουλομένη μελαίνης ἐσ|θῆτος προχείρως ἱμάτιον οὐχ εὑρίσκετο. | ἐξ ὧν δὲ ἡ τρίτη τῶν ἐμῶν ἀδελφῶν εἶχ[εν αμ]|φίων καταλλήλων τῷ καιρῷ καὶ τῷ πράγ[ματι] | χηρείας καὶ πάλαι κακοῖς ὁμιλήσασα, [λα]|βοῦσα ἡ βασιλὶς ἀμφιέννυτο καὶ τὴν ἀ[φελὴ] | καὶ ζοφώδη κάλυπτραν [*](D) ἐπέθετο τῇ κεφαλῇ. | καὶ ἐν τούτοις ὁ αὐτοκράτωρ τὴν [*](V. 399) ἱερὰν ψυχὴν | ἀφῆκε Θεῷ, καὶ ὁ ἐμὸς ἥλιος ἔδυ. ἐφ . . . . . | [*](P. 506) οἱ μὴ ἀπὸ πάθους ἁλισκόμενοι τὴν [φωνὴν] | ἐκόπτοντο, γοερὸν ἀνοιμ[ώζοντες] | εἰς οὐρανὸν τὰς φωνὰς ἀνέπεμπον . . . . . . . . . | τὸν εὐεργέτην, τὸν τὰ πάντα αὐτοῖς . . . . . . . . | σαντα ἀποκλαιόμενοι. ἐγὼ μὲν οὖν [καὶ νῦν ἀ]|πιστῶ ἐμαυτῇ, εἴπερ ζῶ τε καὶ γράφω καὶ μνη|μονεύω θανάτου τοῦ αὐτοκράτορος, καὶ | ἐπαφῶμαι τῷ ὀφθαλμῷ, μήποτε ἄρα ὄ|ναρ ἐστὶ τὰ νῦν ὑφ’ ἡμῶν ὑπαγορευό[μενα, ἢ] | δέ γε καὶ μὴ ὄναρ ἐστὶν ἀλλ’ ἔκστασις τε | καὶ παρα- [*](1 σεβαστοκράτορος Possinuw 2 Ἀλεξίαν Possinus 4 σφυγμοῦ r: σφιγμοῦ C 5 ἀσφιγξίαν C 9 incipti fol. 246 C 12 κατασχοῦσαν r: καταχοῦσαν C 27 παύσαντα Possinus)
316
κοπὴ καὶ πάθος περὶ ἐμὲ [μάσινον] | καὶ ἀλλόκοτον. γὰρ ἀπορρυέντος ἐ[κείνου] | τοῖς βιοῦσιν ἐγὼ συντάττομαι καὶ συν . . . | ζῶσιν ἢ πῶς οὐ συνεπαφῆκα καὶ [ἐγὰ τὴν] | [*](B) ψυχὴν ἢ εὐθὺς ἐκπνεύσαντος συνεξ[ἐπνευσα] | καὶ ἀναίσθητος ἀπωλόμην; εἰ δὲ μὴ τοῦτο [ἐπε]|πόνθειν, πῶς τινων ὑψηλῶν καὶ μετε|ώρων αὐτὴν ὤθησα ἢ κατὰ κυμάτων ἐν [έρριψα] | ποντίων; συμφοραῖς μεγάλαις τὴν ζωὴν ἀ ἔγραψα. ἀλλ᾿ ἔστιν ἄρα κατὰ τὴν τραγῳ[δί]||[αν] πάθος καὶ συμφορὰ θεήλατος, ἧς οὐκ ἂν ἄχθος | [ἀρ]οίμην οὕτω γὰρ με ὁ Θεὸς συμφορῶν μεγάλων | πεποίηκε καταγώγιον. ἀπεβαλόμην τοσοῦτον | φωστῆρα τῆς οἰκουμένης, τὸν [*](c) μέγαν Ἀλέξιον· καὶ | μὴν ἡ ψυχὴ τοῦ ταλαιπώρου ἐπετρόπευε σώματος. | [ἐ]πέσβη καὶ ὁ μέγιστος λύχνος, μᾶλλον πάμφω|τος ἐκείνη σελήνη, τὸ μέγα τῆς ἀνατολῆς καὶ δύ|σεως πρᾶγμα καὶ ὄνομα, ἡ βασιλὶς Εἰρήνη· καὶ | [μὴν ζ] ῶμεν καὶ τὸν ἀέρα ἐμπνέομεν. εἶτα ἄλλων | [ἐπ᾿] ἄλλοις καὶ πρηστήρων με|γάλων καταιγισάντων ἡμᾶς ἐπ’ αὐτὸ τὸ κορυφαι|ότατον τῶν κακῶν ἰδεῖν τοῦ Καίσαρος θάνατον | [ἐπ]ηλάθημεν [*](D) καὶ τετηρήμεθα τοσαύταις κακῶν | περιστάσεσι. μετὰ γάρ τινας ἡμέρας τοῦ κακοῦ | δυναστεύοντος καὶ τῆς τέχνης ἀπαγορευούσης | εἰς πέλαγος ἀθυμίας ἐμαυτὴν διαφεῖσα τοῖς | ὅλοις ἠγανάκτουν τοῦτο μόνον, ὅτι καὶ ἡ ψυχή μου | παρῆν ἐν τῷ σώματι. καὶ εἰ μή, ὡς ἔοικεν, ἀδα|[μαντ]ίνη τις ἦν ἢ ἄλλης τινὸς φύσεως διάπλασις | . . . . . . . . . . . καὶ ξενίζουσα, κἂν ἀπωλόμην εὐ|[θύς· ζῶσα δὲ] μυρίους θανάτους ἀπέθανον. Νιόβην | . . . . . . . [κατ]ά τινων τερατευομένην ἀκούομεν | [*](P.) . . . . . . . . . εἰς λίθον μεταβαλοῦσαν διὰ πένθος | . . . . . . . . . . εἶτα καὶ μετὰ τὴν ἀμοιβὴν τὴν εἰς | [ἀναίσθητον] φύσιν παραπέμπουσαν τὸ πάθος ἀθά | [νατον] καὶ ἀναίσθητον. ἐγὼ δ’ ἄρα καὶ | [κακοπα]θεστέρα ἐκείνης, ὅτι καὶ μετὰ τὰς μεγίστας | [καὶ ἐσχάτας] μεμένηκα οὕτως αἰσθη|[σομένη καὶ] ἄλλων. ἦν ἄρα πρὸς [*](3 σύνειμι τοῖς? 5 πόνθει C 8 incipit fol. 246v 9 cf. Eurip. Orest. 2 24 ἀλλόκοτος τε?)
317
πέτραν ἄψυχον ἀμει| . . . . . . . . . . . . τα μου ἀπορέειν δακρύων ἔμενον | . . . . . . . οὕτως ἀναισθήτως ἔχουσα πρὸς τὰς συμ|[φορὰς] . . . . . τοσαῦτα ὑπενεγκεῖν δεινὰ καὶ εἰς | [*](Β) [τὰ] παλάτια ἐξ ἀνθρώπων ἐπεγείρεσθαι μοι [*](V. 400) δυστυχέστερον καὶ τῶν τῆς Νιόβης κακῶν | . . . . . . . μὲν μέχρι τοῦδε φθάσαντα τὰ δεινὰ τῆς | . . . . . . . ὡς ἔληξεν. ἤρκει ἂν ἐπ’ ἀμφοῖν τοῖν βασι|[λέοιν] καὶ ἡ τοῦ Καίσαρος συμφορὰ καὶ τὰ ἐκείνων | [παθ]ήματα εἰς καὶ τῆς ψυχῆς | καὶ τοῦ σώματος· νῦν δὲ ὥσπερ ποταμοί τινες || ἐξ ὑψηλῶν ὀρῶν καταρρέοντες μο . . . . . . . | σί τε τὰ τῶν δυστυχημάτων ῥεύματα . . . . . . | ὡς εἰς μίαν χαρά- [*](C) δρᾶν συγκατακλύζουσαν . . . | τὴν ἐμὴν οἰκίαν. τέλος γοῦν ὁ λόγος [ἐχέτω], | μὴ καὶ ἀναγράφοντες τὰ λυπηρὰ ἐμπικραινοίμεθα.

[*](10 incipit fol. 247 C 12 nihil deesse videtur: noli enim εἰς addere Possinus hoc epigramma subiecit λῆξεν ὅπου βιότοιο Ἀλέξιος ὁ Κομνηνός,ἔνθα καλὴ θυγάτηρ λῆξεν Ἀλεξιάδος. Gronovius ante hos versus habet haec: Εῤῥίκου τοῦ Δορμαλίου (cf. Schopenum praef. p. XIV).)