Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae. Porphyrogenitae Alexias. Reifferscheid, August, editor. Leipzig: Teubner, 1884.

Τῶν οὖν δεδογμένων τῷ αὐτοκράτορι πέρας ἐσχηκότων τὴν ἐκτεθεῖσαν ἀνωτέρω ἔγγραφον συμφωνίαν ἐνόρχως ὁ Βαϊμοῦντος βεβαιωσάμενος τῶν ἱερῶν εὐαγγελίων προτεθέντων καὶ τῆς λόγχης, δι’ ἧς τὴν τοῦ σωτῆρος ἡμῶν πλευρὰν οἱ ἄνομοι ἐξεκέντησαν, τὴν πρὸς τὴν ἐνεγκαμένην ἐπάνοδον ᾐτεῖτο ἀναθέμενος πάντας τοὺς ὑπ’ αὐτὸν τῇ ἐξουσίᾳ καὶ γνώμῃ τοῦ αὐτοκράτορος ἀξιῶν ἅμα ἐντὸς τῆς τῶν Ῥωμαίων ἐπικρατείας παραχειμάσαι τούτους τῶν χρειωδῶν δαψιλῶς ἐπιχορηγουμένων αὐτοῖς, ἐπὰν δὲ ὁ χειμὼν παρέλθοι καὶ τῶν πολλῶν κόπων ἑαυτοὺς ἀνακτήσαιντο, [*](Β) ὅπου βουλητὸν αὐτοῖς, συγχωρηθῆναι ἀπελεύσεσθαι. ταῦτ’ αἰτησάμενος καὶ τὸν αὐτοκράτορα συγκατατιθέμενον ταῖς τούτου αἰτήσεσιν εἶχεν εὐθύς. τιμηθεὶς οὐν τηνικαῦτα τῷ τῶν σεβαστῶν ἀξιώματι καὶ χρήματα λαβὼν ἱκανὰ πρὸς τό οἰκεῖον ἐπανέτρεχε στράτευμα. συναπῄει δὲ τούτῳ καὶ Κωνσταντῖνος ὁ Εὐφορβηνὸς ὁ τὴν προσηγορίαν κατακαλῶν, ὡς μή τι κατὰ τὴν ὁδὸν δεινὸν παρά τινων στρατιωτῶν τῶν ἡμετέρων ταγμάτων αὐτῷ συμβαίη, ἀλλὰ μᾶλλον πρόνοιαν τοῦ στρατοπέδου αὐτοῦ ποιήσαιτο ἲν τε προσήκοντι τόπῳ καὶ ἀκινδύνῳ στρατοπεδεύοντος καὶ ἐνδεχομένας τὰς αἰτήσεις παρέχοι αὐτοῖς. καταλαβὼν οὖν τὴν ἰδίαν παρεμβολὴν [*](c) καὶ παραδοὺς τὸ στράτευμα τοῖς ἐπ’ αὐτῷ τούτῳ ἀπεσταλμένοις παρὰ τοῦ αὐτοκράτορος εἰς μονῆρες εἰσελθὼν τὴν [*](22 προνοίας F)

224
Λογγιβαρδίαν κατέλαβεν. οὐ πλείω δὲ τῶν ἓξ μηνῶν ἐπιβιοὺς τὸ κοινὸν ἀπεδεδώκει χρέος. ὁ δὲ αὐτοκράτωρ τῆς τῶν Κελτῶν ἔτι φροντίδος εἴχετο· καὶ τὰ κατ’ αὐτοὺς εὖ διαθέμενος τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἥψατο. ἐπανελθὼν δὲ οὐ πρὸς ἀνέσεις καὶ ἀναπαύλας ἀνέκλινεν ὅλως, ἀλλὰ λογιζόμενος αὖθις, ὅπως τὰ κατὰ τὴν παραλίαν τῆς Σμύρνης καὶ μέχρις αὐτῆς Ἀτταλείας οἱ βάρβαροι τελείως ἠρίπωσαν, ἐν δεινῷ ἐποιεῖτο, εἰ μὴ καὶ τὰς πόλεις αὖθις ἐς τὴν προτέραν ἐπαναγάγοι κατάστασιν καὶ τὸν πρῴην ἀπο- [*](D) δοίη κόσμον καὶ τοὺς ἁπανταχῇ σκεδασθέντας ἐποίκους αὐταῖς ἐπανασώσοιτο. οὐ μὴν ἀλλ’ οὐδὲ περὶ τῆς τοῦ Ἀττάλου ἀμεριμνίαν εἶχεν, ἀλλὰ πολλὴν ἐποιεῖτο τὴν περὶ αὐτῆς φροντίδα. ὁ Φιλοκάλης οὖν Εὐμάθιος (ἀνὴρ δὲ οὗτος καὶ τῶν ἐπιφανῶν οὐ γένει μόνον, ἀλλὰ καὶ φρονήσει τῶν πολλῶν διαφέρων, ἐλευθέριος καὶ γνώμην καὶ χεῖρα, πιστὸς μὲν πρὸς Θεὸν καὶ τοὺς φίλους, πρὸς δὲ τοὺς δεσπότας εὔνους εἴπερ τις ἄλλος, τῆς μέντοι στρατιωτικῆς [*](P.) παιδείας πάμπαν ἀμύητος· οὔτε γὰρ τόξον καὶ νευρὰν ἐπὶ μαζὸν ἕλκειν ᾔδει οὔτε θυρεῷ σκέπεσθαι · τἆλλα δὲ δεινότατος, λόχους τε ἐφιστᾶν καὶ διὰ παντοίων μηχανημάτων τοὺς πολεμίους ἧτταν) οὗτος προσελθὼν τῷ αὐτοκράτορι τὴν τῆς Ἀτταλείας φρουρὰν ἐπιμελῶς ᾐτεῖτο. γινώσκων οὖν τὸ ποικίλον τῶν αὐτοῦ νοημάτων τε καὶ ἐγχειρήσεων ὁ αὐτοκράτωρ καὶ τὴν συμπαρομαρτοῦσαν αὐτῷ εὐτυχίαν, ἥτις ποτέ ἐστί τε καὶ λέγεται (οὐδὲ γὰρ οἱᾳδήτινι ἐπιβαλών [*](V.) ποτε πράξει διημάρτηκε τοῦ σκοποῦ), πείθεται διὰ ταῦτα [*](B) καὶ δυνάμεις ἀποχρώσας αὐτῷ δίδωσι πολλὰ ὑποθέμενος καὶ ἐντειλάμενος ἐν πᾶσι νουνεχεῖς τὰς ἐπιχειρήσεις ποιεῖσθαι. ὁ δὲ καταλαβὼν τὴν Ἄβυδον αὐτίκα τὸν ἀναμεταξὺ διαπλῳσόμενος πορθμὸν καταλαμβάνει τὸ Ἀτραμύτιον. πόλις δὲ πρῴην μὲν ἦν πολυανθρωποτάτη· ὁπηνίκα δὲ ὁ Τζαχᾶς τὰ κατὰ τὴν Σμύρνην ἐλῄζετο, καὶ αὐτὴν παντελῶς ἐριπώσας ἠφάνισε. τὸν γοῦν παντελῆ ἀφανισμὸν τῆς τοιαύτης θεασάμενος πόλεως, ὡς δοκεῖν μηδὲ ἄνθρωπον κατοικῆσαι
225
ποτε ἐν αὐτῇ, παραχρῆμα ἀνῳκοδόμησε τε καὶ εἰς τὸ πρότερον ἀποκατέστησε σχῆμα τούς τε ἐποίκους ἁπανταχόθεν [*](c) ἀνεκαλέσατο, ὁπόσοι τέως τῶν αὐτοχθόνων ἐσῴζοντο, καὶ ἐζ ἀλλοδαπῶν πολλοὺς μεταπεμψάμενος ἐνῴκισε τε καὶ τὸν πρότερον ἀποδεδώκει κόσμον. πυθόμενος δὲ περὶ τῶν Τούρκων καὶ μεμαθηκὼς κατὰ τὴν Λάμπην τούτους τώ τότε ἐνδιατρίβειν ἀπόμοιραν τῶν ὑπ’ αὐτὸν δυνάμεων ἀποδιελόμενος ἐζέπεμψε κατ' αὐτῶν. οἳ καὶ καταλαβόντες αὐτοὺς καὶ πόλεμον καρτερὸν μετ’ αὐτῶν συνάψαντες τὴν νικῶσαν εἶχον παραυτίκα · ἀπηνῶς δὲ τοῖς Τούρκοις τοσοῦτον ἐχρήσαντο, ὡς καὶ τὰ νεογνὰ τούτων εἰς λέβητας ἐμβαλεῖν καχλάζοντας· πολλοὺς δὲ καὶ ἔκτειναν καὶ ζωγρίαν ἄγοντες [*](D) πρὸς τὸν Εὐμάθιον χαίροντες ἐπανῄεσαν. οἱ δέ γε καταλειφθέντες Τοῦρκοι μελενδυτήσαντες καὶ τὰς σφῶν συμφορὰς ἐξ αὐτῶν ἀμφίων παριστάναι τοῖς ὁμοφύλοις βουλόμενοι ἅπασαν τὴν ὑπὸ τῶν Τούρκων κατεχομένην διῄεσαν χώραν γοερὸν ἀνοιμώζοντες καὶ τά σφισιν αὐτοῖς ξυμπεσόντα δεινὰ διηγούμενοι κἀκ τῶν ἀμφίων ἅπαντας εἰς οἶκτον παρακινουντες καὶ πρὸς ἄμυναν ἐρεθίζοντες. ὁ δὲ Εὐμάθιος τὴν Φιλαδέλφειαν καταλαβὼν ἔχαιρεν ἐπὶ τῇ εὐτυχίᾳ τοῦ [*](421) ἐγχειρήματος. ἀρχισατράπης δέ τις Ἀσὰν τὴν κλῆσιν, ὁ τὴν Καππαδοκίαν κατέχων, τοῖς αὐτόχθοσι καθαπερεὶ ἀργυρωνήτοις χρώμενος, μεμαθηκὼς τὰ τοῖς ἤδη ῥηθεῖσι Τούρκοις ξυμπεσόντα τὰς οἰκείας δυνάμεις ἀναλαβόμενος καὶ ἑτέρωθεν πολλοὺς μεταπεμψάμενος, ὡς ἐς εἴκοσι πρὸς ταῖς τέσσαρσι χιλιάδας παραστῆναι τὸ ὑπ’ αὐτὸν στράτευμα, κατ’ αὐτοῦ ἔξεισι. δεινὸς δὲ ὢν ἀνὴρ ὁ Ἐυμάθιος, ὡς εἴρηται, οὐκ ἀμελῶς τὴν Φιλαδέλφειαν ᾤκει οὐδ’ ἀναπεπτώκει εἴσω τῶν ταύτης τειχῶν γεγονώς, ἀλλὰ σκοπούς τε ἁπανταχῇ ἔπεμπε καὶ ἵνα μὴ ἀμελοῖεν, αὐτοῖς προσέπεμπεν ἄλλους καὶ πρὸς [*](Β) ἐγρήγορσιν ἀνηρέθιζεν, ὥστε παννύχους ἐγρηγορέναι καὶ τὰς ἀμφόδους καὶ τὰς πεδιάδας περιαθρεῖν. τούτων οὐν τις [*](30 αὐτοῖς Α αὐτοὶ F)
226
πόρρωθεν τὸ Τουρκικὸν θεασάμενος στράτευμα δρομαῖος αὐτῷ προσελθὼν ἀπαγγέλλει. ὁ δὲ φρενήρης ὢν καὶ ὀξὺς τὸ δέον συνιδεῖν καὶ ἐν ἀσκέπτῳ χρόνῳ πέρας τοῖς λογισμοῖς διδόναι, ἐπεὶ μὴ ἀποχρώσας πρὸς τοσαύτας ἔχειν ἐγνώκει δυνάμεις, παραχρῆμα ἁπάσας τὰς πύλας ταυτησὶ τῆς πόλεως ἀσφαλισθῆναι ἐκέλευε καὶ μηδένα τὸ παράπαν ἐς τὸ τεῖχος συγχωρεῖσθαι ἀνιέναι μήτε μὴν κραυγάζειν ὅλως μήτε αὐλοὺς ἢ κιθάρας ἠχεῖν· καὶ ἁπλῶς ἐν τοιούτῳ σχήματι τὴν πόλιν [*](c) κατεστήσατο, ὡς πάντη ἀοίκητον δοκεῖν τοῖς διερχομένοις. [*](v.) ὁ δὲ Ἀσὰν καταλαβὼν τὴν Φιλαδέλφειαν τῷ οἰκείῳ περιζώσας τὰ τείχη στρατεύματι ἐπὶ τρισὶ παρέμεινεν ἡμέραις. ὡς δὲ οὐδεὶς τῶν ἐντὸς ἄνωθεν προκύπτων ἐφαίνετο, αἱ δὲ πύλαι εἶχον ἀσφάλειαν, ἑλεπόλεις δὲ οὐ παρῆσαν αὐτῷ οὐδὲ πετρόβολά ὄργανα, νομίσας ὀλίγον εἶναι τὸ τοῦ Εὐμαθίου στράτευμα καὶ διὰ τοῦτο μηδὲ ἀποθαρρεῖν τὴν ἐξέλευσιν πολλὴν ἀσθένειαν καταψηφισάμενος τῶν ἐντὸς ἄλλην ἀτραπὸν [*](D) ἐτράπετο καταπεφρονηκὼς αὐτοῦ παντάπασι. δέκα γοῦν χιλιάδας τοῦ ἰδίου στρατεύματος διελὼν κατὰ τοῦ Κελβιανοῦ ἐξαπέστειλεν, ἑτέρας δὲ * ὡς πρὸς Σμύρνην καὶ τὸ Νύμφαιον, τὰς δέ γε ἐπιλοίπους πρὸς τὰ χλιαρὰ καὶ τὴν Πέργαμον· ἅπαντας δὲ εἰς προνομὰς ἀποστείλας συνείπετο καὶ αὐτὸς τοῖς πρὸς τὴν Σμύρνην ἀπερχομένοις. ὁ μέντοι Φιλοκάλης διαγνοὺς τὸ τοῦ Ἀσὰν ἐπιχείρημα ἁπάσας τὰς ὗπ' αὐτὸν δυνάμεις κατὰ τῶν Τούρκων ἀπέστειλεν. οἱ καὶ διώκοντες τοὺς πρὸς τὸ Κελβιανὸν ἀπελθόντας ὑπνώττοντας ἀπεριμερίμνως καταλαμβάνουσι καὶ ἐπεισπεσόντες τούτοις [*](p.) αὐγαζούσης ἡμέρας ἀφειόῶς κατέσφαττον· τοὺς δὲ παρ’ αὐτῶν κατεχομένους δορυαλώτους ἐρρύσαντο ἅπαντας. κἄπειτα τοὺς πρὸς τὴν Σμύρνην καὶ τὸ Νύμφαιον ἀπερχομένους μένους Τούρκους ἐδίωξαν· διεκδραμόντες δὲ καί τινες ἀπό [*](12 τῶν ἐντὸς quae F post πύλαι habet huc transposui 18. 25 κελβιανοῦ C κερβιανοῦ F 19 lacunam quinque litterarum agnoscit F 22 τὴν Σμύρναν Α om septem litterarum spatio relicto F)
227
τε τοῦ ἔμπροσθεν μέρους καὶ ἐξ ἑκατέρων κεράτων τὸν κατ’ αὐτῶν συγκροτήσαντες πόλεμον κατὰ κράτος ἐνίκησαν. καὶ πολλοὺς μὲν κτείνουσι, πολλοὺς δὲ καὶ ζωγρίαν ἄγουσιν· οἱ δέ γε καταλειφθέντες ὀλίγοι πάνυ φεύγοντες ταῖς δίναις τοῦ Μαιάνδρου ἐμπεσόντες εὐθὺς ἀπεπνίγησαν. ποταμὸς [*](Β) δὲ οὗτος περὶ Φρυγίαν, σκολιώτατος ποταμῶν ἁπάντων καὶ καμπὰς συνεχεῖς ποιούμενος. θαρσήσαντες δὲ κἀπὶ τῇ δευτέρᾳ νίκῃ τοὺς ἐπιλοίπους ἐδίωκον. ἀλλ’ οὐδὲν αὐτοῖς ἐγένετο πλέον τῶν Τούρκων φθασάντων πορρωτάτω γενέσθαι τούτων. εἶθ' οὕτως ἐπανῆλθον πρὸς Φιλαδέλφειαν. ὁ δέ γε Εὐμάθιος τούτους θεασάμενος καὶ μεμαθηκώς, ὡς ἐκθύμως ἠγωνίσαντο σπεύδοντες μηδένα τῶν χειρῶν αὐτῶν ἐκφυγεῖν, δαψιλῶς αὐτοὺς φιλοτιμησάμενος μεγάλας καὶ ἐς τὸ ἔμπροσθεν ὑπισχνεῖτο τὰς χάριτας.

Μετὰ δὲ τὴν τοῦ ΒαΪμούντου τελευτὴν ἐπειδὴ ὁ [*](C) Ταγγρὲ τῆς Ἀντιοχείας περιεδράξατο καὶ ὡς διαφέρουσαν αὐτῷ ἐλογίζετο παντάπασι τὸν αὐτοκράτορα ταύτης ἀλλοτριῶν, ὁ βασιλεὺς ἐν ταὐτῷ κατανοῶν καὶ τοὺς ἐπὶ τῇ πόλει παρασπονδουμένους ὅρκους τῶν βαρβάρων τουτωνὶ Φράγγων καὶ ὅτι αὐτὸς πολλὰ μὲν ἀνηλώκει χρήματα, πολλὰ δὲ πεπόνθει δεινὰ τά τε μυριοπληθῆ ἐκεῖνα στρατεύματα ἐκ τῆς ἑσπέρας εἰς τὴν Ἀσίαν διαβιβάζων, καίτοι δυστραχηλοτάτοις [*](P. 35) αὐτοῖς ἐντυγχάνων ἀεὶ καὶ καταπίκροις ἀνδράσι, πολλὰ δὲ [*](D) Ῥωμαϊκὰ στρατεύματα τούτοις συνεκπέμπων κατὰ τῶν Τούρκων, δυεῖν ἕνεκα, τοῦτο μέν, ἵνα μὴ Τουρκικῆς μαχαίρας παρανάλωμα γένοιντο ἐκήδετο γὰρ αὐτῶν ὡς Χριστιανῶν), τοῦτο δ’, ὅπως καὶ ὑφ’ ἡμῶν συγκροτούμενοι τὰς μὲν πόλεις τῶν Ἰσμαηλιτῶν ὀλοθρεύοιεν, τὰς δὲ καὶ ὑποσπόνδους τοῖς βασιλεῦσι Ῥωμαίων διδοῖεν κἀκ τούτου τὰ σχοινίσματα τῶν Ῥωμαίων πλατύνοιντο, ἀπήντησε δὲ οὐδὲν ὄφελος ἀπὸ τῶν τοσούτων καμάτων καὶ πόνων καὶ δωρεῶν τῇ Ῥωμαίων [*](23)ἡγεμονίᾳ, ἀλλὰ τῆς τε Ἀντιόχου πόλεως ἀπρὶξ εἴχοντο τῶν [*](18 ἐν ταὐτῷ r: ἐνταῦθα F 27 μὲν addidi 29 διδοῖεν r: διδόναι F)

228
τε ἄλλων πολισμάτων ἡμῖν οὐ μετεδίδοσαν, φέρειν οὐκ εἶχεν οὐδ’ ὅλως ἠνείχετο μὴ οὐχὶ ἀντιδρᾶσαι τὰ χείρω καὶ τῆς τοιαύτης ἀπανθρωπίας αὐτοὺς ἀμύνασθαι. τὸ γὰρ ἐκείνου μὲν εἶναι τὰς ἀμυθήτους ἐκείνας δωρεὰς καὶ τοῦ χρυσοῦ τοὺς θημῶνας καὶ τὴν ἀνυπέρβλητον ὑπὲρ αὐτῶν φροντίδα καὶ τῶν παρ’ αὐτοῦ συνεργῶν αὐτοῖς πεμφθέντων στρατευμάτων τὰ πλήθη, τὴν δὲ βασιλείαν Ῥωμαίων μηδὲν ἐντεῦθεν ἀπόνασθαι, τοὺς δὲ Φράγγους λογίζεσθαι τὸ ἐκνίκημα ἴδιον τὰς πρὸς αὐτὸν συνθήκας καὶ τοὺς ὅρκους ἀθετήσαντας [*](B) καὶ παρ ’ οὐδὲν λογισαμένους διεσπάραττεν αὐτοῦ τὴν ψυχήν, καὶ οὐκ εἶχεν ὅπως ἐνέγκοι τὴν ὕβριν. ἔνθεν τοι καὶ διαπρεσβεύεται πρὸς τὸν Ἀντιοχείας ἄρχοντα Ταγγρὲ διεγκαλῶν αὐτῷ τὴν ἀδικίαν καὶ τὴν τῶν ὅρκων παράβασιν καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο μέχρι τέλους καταφρονούμενος, ἀλλὰ μετελεύσεται τοῦτον καὶ τῆς εἰς Ῥωμαίους ἀχαριστίας· δεινὸν γὰρ ἂν εἴη καὶ πέρα δεινῶν, εἰ χρήματα μὲν ἀνηλώκει καὶ πλείω παντὸς ἀριθμοῦ, δυνάμεις δὲ συνεξαπέστειλε τὰς περιφανεστέρας τῶν Ῥωμαϊκῶν συνταγμάτων ἕνεκα Συρίας N[*](B) ἁπάσης καὶ τῆς Ἀντιοχείας αὐτῆς σπεύδων ὅλῃ χειρὶ καὶ γνώμῃ τὰ ὅρια πλατῦναι τῆς Ῥωμαίων ἀρχῆς, ὁ δὲ Ταγγρὲ κατατρυφῴης τῶν ἐκείνου καὶ χρημάτων καὶ πόνων. ταῦτα διαπρεσβευσαμένου τοῦ αὐτοκράτορος ὁ ἐμμανὴς ἐκεῖνος καὶ θεοπλὴξ βάρβαρος οὐδ’ ἄκροις ὠσὶν ἀνασχόμενος τῆς τε ἀληθείας τῶν λόγων καὶ τῆς παρρησίας τῶν πρέσβεων εὐθὺς τὰ τοῦ γένους ἐποίει καὶ ὑπ’ ἀλαζονείας ὀγκούμενος ὑπεράνω τῶν ἄστρων θήσειν τὸν θρόνον ἠλαζονεύετο καὶ τοῦ δόρατος τῇ ἀκμῇ διατετραίνειν ἠπείλει τὰ τείχη τὰ Βαβυλώνια [*](D) ἔλεγέ τε διαρρήδην καὶ ἐξετραγῴδει τὴν δύναμιν, ὡς ἀπτόητός ἐστι καὶ ἀκατάσχετος τὴν ὁρμήν, καὶ οὐδ’ ἄν, εἴ τι γένοιτο, μεθήσειν τὴν Ἀντιόχειαν διισχυρίζετο, κἂν ἐμπύρους φέροιεν χεῖρας οἱ μέλλοντες πρὸς αὐτὸν ἀντιμάχεσθαι· καὶ ἑαυτὸν μὲν εἶναι τὸν Νίνον τὸν μέγαν τὸν Ἀσσύριον [*](27 διατετραίνειν r: διατετρήνειν F 32 Νίνον r: νοῦν F)
229
καὶ ὥσπερ τινὰ γίγαντα μέγαν καὶ ἀνυπόστατον καὶ ἄχθος [*](P. 454 V. 336) ἀρούρης ἑστῶτα τῇ γῇ, τοὺς δὲ Ῥωμαίους ξύμπαντας μύρμηκας ἐλογίζετο καὶ τῶν ζώων τὰ ἀσθενέστατα. ἐκεῖθεν δὲ τῶν πρέσβεων ἐπανελθόντων καὶ τὴν τοῦ Κελτοῦ ἀπόνοιαν διηγησαμένων πλήρης ὁ βασιλεὺς ἐγεγόνει θυμοῦ καὶ οὐκέτι καθεκτὸς ἦν, ἀλλ’ ἤθελε παραχρῆμα τὴν Ἀντιόχου ἀναζητεῖν. συναγαγὼν οὖν τοὺς ἐλλογιμωτάτους τοῦ στρατιωτικοῦ καταλόγου καὶ ἕπαντας τοὺς τῆς συγκλήτου βουλῆς βουλὴν ἐξ ἁπάντων ᾐτεῖτο. ἅπαντες δὲ τηνικαῦτα ἀνένευον πρὸς τὴν κατὰ τοῦ Ταγγρὲ τοῦ αὐτοκράτορος ἀπέλευσιν [*](Β) δέον λέγοντες πρότερον τοὺς ἄλλους ὑποποιήσασθαι κομήτας τοὺς κατὰ τὰς παρακειμένας τῇ Ἀντιόχου πόλεις ἐξουσιάζοντας καὶ αὐτὸν δὴ τὸν ῥῆγα Ἱεροσολύμων Βαλδουῖνον καὶ τὰς τούτων γνώμας πειρᾶσαι, εἰ συνεπαρῆξαι ἀπελθόντι αὐτῷ βούλοιντο κατὰ τῆς Ἀντιόχου, καὶ εἰ μὲν γνοίη τούτους κατὰ τοῦ Ταγγρὲ ἔχοντας, τότε ἀποθαρρῆσαι τὴν κατ αὐτοῦ ἔλευσιν, εἰ δὲ μή, ἄλλως μετελθεῖν τὰ κατὰ τὴν Ἀντιόχου. ὁ δὲ αὐτοκράτωρ τὴν βουλὴν ταύτην ἐπαινέσας αὐτίκα μεταπεμψάμενος Μανουὴλ τὸν Βουτουμίτην καί τινα [*](c) ἕτερον τῆς Λατινικῆς εἰδήμονα διαλέκτου πρὸς τοὺς κομήτας καὶ τὸν ῥῆγα Ἱεροσολύμων ἐξέπεμψε πολλὰ τούτοις ὑποθέμενος, περὶ ὧν αὐτοῖς τε χρὴ ὁμιλῆσαι καὶ αὐτῷ δὴ τῷ ῥηγὶ Ἱεροσολύμων Βαλδουίνῳ. ἐπεὶ δὲ καὶ χρεία χρημάτων ἀποστολῆς πρὸς αὐτοὺς ἀπαραίτητος ἦν διὰ τὸ τῶν Λατίνων ἐρασιχρήματον, προστάγματα πρὸς τὸν τηνικαῦτα δοῦκα Κύπρου Εὐμάθιον τὸν Φιλοκάλην ἐνεχείρισε τῷ Βουτουμίτῃ διαλαμβάνοντα, ὅπως καὶ πλοῖα δοίη τούτοις ὁπόσων ἐν χρείᾳ γένοιντο· ἅμα δὲ παρεκελεύετο τούτῳ καὶ χρήματα πολλὰ καὶ παντοδαπὰ καὶ ἀπὸ πάσης ἰδέας καὶ εἰκονίσματος [*](D) παντοδαπῶν ποιοτήτων εἰς τὰς πρὸς τοὺς κομήτας δόσεις. ἐπέσκηψε δὲ τοῖς ἤδη ῥηθεῖσι καὶ μᾶλλον Μανουὴλ τῷ Βουτουμίτῃ, ὡς ἂν τὰ μὲν χρήματα ἀναλαβόμενοι ἀπὸ τοῦ [*](12 πόλεις r: πόλει F)
230
Φιλοκάλου εἰς Τρίπολιν προσορμίσωσι τὰς ἰδίας ναῦς καὶ θεασάμενοι Πελκτράνον κόμητα τὸν υἱὸν τοῦ Ἰσαγγέλη, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμνήσθη, ἀναμνήσωσι τῆς τοῦ πατρὸς αὐτοῦ πίστεως, ἣν πρὸς τὸν αὐτοκράτορα ἐτήρησεν, ἅμα δὲ καὶ τὰς βασιλικὰς ἐγχειρίσωσιν αὐτῷ γραφὰς καὶ ἐξείποιεν πρὸς αὐτὸν ὡς “οὐ χρή σε δεύτερον τοῦ ἰδίου πατρὸς ὀφθῆναι, ἀλλ’ ὁμοίαν καὶ αὐτὸν τὴν πρὸς ἡμᾶς διατηρῆσαι πίστιν. ἐμὲ δὲ ἴσθι καταλαμβάνειν ἤδη τὴν [*](P.) Ἀντιόχειαν ἑαυτὸν ἐκδικήσοντα εἰς τὸν μήτε εἰς Θεὸν μήτε εἰς ἐμὲ τοὺς φρικτοὺς ἐκείνους τηρήσαντα ὅρκους. σὺ δὲ πρὸς τῷ μηδαμῶς αὐτῷ ἐπαρῆξαι σπεῦσον καὶ τοὺς κόμητας πρὸς τὴν ἡμετέραν πίστιν ἐφελκύσασθαι, ὡς μὴ διὰ οἱουδήτινος τρόπου ἀντιλήψεσθαι τοῦ Ταγγρέ.’’ καταλαμβάνουσι τοιγαροῦν τὴν Κύπρον καὶ ἀναλαβόμενοι ἐκεῖθεν τὰ χρήματα καὶ ὁπόσας ἤθελον νῆας εὐθὺ Τριπόλεως πλέουσι. προσορμίσαντες δὲ εἰς τὸν αὐτῆς λιμένα τὰς ναῦς καὶ τῶν νηῶν ἀποβεβηκότες ἐντυγχάνουσι τῷ Πελκτράνῳ καὶ ἀπεστομάτισαν [*](B) ὁπόσα πρὸς τοῦ βασιλέως παρηγγέλθησαν. ὡς δὲ τοῦτον ἐπιρρεπῆ τε καὶ ἕτοιμον πρὸς πᾶν θέλημα τοῦ αὐτοκράτορος ἑώρων καὶ θάνατον ὑπὲρ αὐτοῦ προθύμως ἑλέσθαι, [*](V.) ει’ καὶ τούτου δεήσει, ἐπαγγελλόμενον ναὶ μὴν καὶ εἰς προσκύνησιν αὐτοῦ ἐληλυθέναι, ἐπειδὰν ·ἐν τοῖς μέρεσι τῆς Ἀντιόχου ἀφίκηται, μετὰ τῆς αὐτοῦ γνώμης ἅπερ ἐπεφέροντο χρήματα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας. ἐδεδίει γὰρ μὴ ἐπιφερομένους αὐτοὺς τὰ χρήματα οἱ κόμητες διαγνόντες αὐτὰ μὲν ἀναλάβωνται, [*](C) τοὺς δὲ κενοὺς ἀποπέμψαιεν, τοῖς δὲ χρήμασιν ὑπὲρ ἑαυτῶν καὶ τοῦ Ταγγρὲ χρήσαιντο. δέον οὖν ἐλογίσατο κενοὺς ἀπελθόντας πρότερον τὴν αὐτῶν ἐκπειρᾶσαι γνώμην ἀπαγγείλαντας ἅμα καὶ ὅσα παρὰ τοῦ αὐτοκράτορος ἐμηνύθη αὐτοῖς καὶ τὴν τῶν χρημάτων δόσιν ὑποσχέσθαι καὶ ὅρκον ἐξ αὐτῶν ἀπαιτῆσαι, εἴ που τέως τοῖς τοῦ αὐτοκράτορος θελήμασιν ὑπεῖξαι βούλοιντο, κᾆθ’ οὕτως τὰ χρήματα αὐτοῖς ἐγχειρίσαι. οἱ μὲν οὖν ἀμφὶ τὸν Βουτουμίτην ταῦτα
231
[*](D) εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο, καθά γε καὶ εἴρηται. ὁ δὲ Βαλδουῖνος μεμαθηκὼς περὶ τῆς τουτωνὶ τῶν πρέσβεων εἰς Τρίπολιν ἀφίξεως τηνικαῦτα Σιμοῦντον τὸν ἴδιον ἐξάδελφον ἐφέσει χρημάτων προαρπάζων τὴν τούτων ἔλευσιν πέπομφε μετακαλούμενος αὐτούς. οἱ δὲ τὰ χρήματα αὐτοῦ που καταλιπόντες μετὰ τῆς τοῦ Πελκτράνου γνώμης εἵποντο τῷ ἀποσταλέντι ἐξ Ἱεροσολύμων Σιμούντῳ καὶ καταλαμβάνουσι [*](P. 426) τὸν Βαλδουῖνον πολιορκοῦντα τὴν Τύρον. ὁ ἄσμενος αὐτοὺς ὑποδεξάμενος καὶ παντοίας φιλοφροσύνης ἀξιώσας, ἐπεὶ κατὰ τὴν ἀπόκρεω τοῦτον κατέλαβον, κατεῖχεν αὐτοὺς ὅλης τῆς τεσσαρακοστῆς πολιορκῶν τὴν Τύρον, ὡς εἴρηται. ἐπεφρούρητο δὲ ἡ πόλις καὶ ἄλλοις μὲν ἀρραγέσι τείχεσι καὶ δὴ καὶ τρισὶ προτειχίσμασι κύκλῳ ταύτην περιλαμβάνουσιν. ὁ μὲν γὰρ ἐξώτατος κύκλος περιεῖχε τὸν δεύτερον, οὗτος δὲ τὸν ἐνδοτάτω καὶ τρίτον. καὶ ἦσαν καθάπερ τινὲς κύκλοι ἀλλήλους περιλαμβάνοντες καὶ περιζωννύντες [*](Β) τὴν πόλιν. ἀλλ’ ὅ γε Βαλδουῖνος ἔγνω πρότερον τὰ προτειχίσματα ταῦτα καταβαλεῖν, εἶθ’ οὕτω τὴν πόλιν ἑλεῖν· οἷα γάρ τινα θωράκια τῆς Τύρου προβεβλημένα τὴν πολιορκίαν ἀπεῖργον. ὁ δὲ διά τινων μηχανημάτων πορθητικῶν τήν τε πρώτην καὶ δευτέραν ζώνην καθεῖλε καὶ τῆς τρίτης ἀπεπειρᾶτο. καὶ δὴ τὰς ἐπάλξεις αὐτῆς καθελὼν ἐς τὸ ἐφεξῆς ἐρρᾳθύμηκεν. εἷλε γὰρ ἂν καὶ ταύτην, εἴπερ ἐπέσπευσεν. ἀλλὰ διά τινων κλιμάκων οἰόμενος μετὰ ταῦτα ἐπιβῆναι τῆς πόλεως καὶ ὡς ἤδη ταύτην ἔχων εἰς χεῖρας [*](C) πρὸς τὴν πολιορκίαν ἀνέπεσεν. ὅπερ τοῖς Σαρακηνοῖς σωτηρίαν προὐξένησε· καὶ ὁ μὲν τῆς νίκης τυγχάνων ἐγγύθεν [*](V. 338) ἐξεκρούσθη παρὰ πολύ, αὐτοὶ δὲ ἐντὸς ἀρκύων τυγχάνοντες τῶν βρόχων ἀφήλλοντο. ὁ γὰρ μεταξὺ τῆς ἀμελείας τοῦ Βαλδουίνου χρόνος αὐτοῖς εἰς ἐπιμέλειαν γέγονεν ἀνατνεύσασι. πανουργεύονται δὲ καί τι τοιοῦτον. τῷ μὲν δοκεῖν πρὸς εἰρηνικὰς σπονδὰς ἀφορῶσι καὶ διαπέμπονται πρὸς [*](6 πλεκτράνου F 31 δὲ καί τι r: δέ τι καὶ F)
232
αὐτὸν τὴν εἰρήνην, ταῖς δὲ ἀληθείαις, ἐν ᾧ τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, εἰς ἄμυναν ηὐτρεπίζοντο ἐκεῖνον μὲν μετέωρον ταῖς ἐλπίσι ποιοῦντες, αὐτοὶ δὲ μηχανάς τινας συρράπτοντες κατ' αὐτοῦ. ἑωρακότες γὰρ ἀσχολίαν πολλὴν τοῦ [*](D) πολέμου καὶ ἀναπεπτωκότας τοὺς ἔξωθεν στρατιώτας ἐν νυκτὶ μιᾷ πολλοὺς ἀμφορεῖς ὀστρακίνους ἐμπλήσαντες ὑγρᾶς πίττης ῥίπτουσι κατὰ τῶν ἐφισταμένων τῇ πόλει μηχανημάτων. ὧν ἐξ ἀνάγκης καταθραυσθέντων περιεκέχυτο τὸ τοιοῦτον ὑγρὸν τοῖς ξύλοις. οἱς ἐπερρίπτουν δᾷδας ἡμμένας, εἶτ' αὖθις ἑτέρους ἀμφορεῖς φέροντας ἔνδον πολλὴν τὴν νάφθαν, ἣ ἐπιδραξαμένη τοῦ πυρὸς εὐθύς τε εἰς ἀέριον μετέβαλε φλόγα καὶ τὰς μηχανὰς αὐτῶν ἀπετέφρωσεν. ἅμα [*](Ρ. 45) τε γὰρ ἡμέρα διέλαμπε καὶ τὸ πῦρ συνεξέλαμπεν ἀπὸ τῶν ξυλίνων χελωνῶν εἰς αἰθέρα πυργούμενον. καὶ οἱ μὲν περὶ τὸν Βαλδουῖνον τὰ τῆς ῥᾳθυμίας εἶχον ἐπίχειρα οἷς ἠμέλουν μεταμελόμενοι· ὁ γὰρ καπνὸς αὐτοὺς καὶ τὸ πῦρ τὸ γεγονὸς ἀνεδίδασκεν· ἑάλωσαν δὲ καί τινες τῶν περὶ τὰς χελώνας ὄντων, ἒξ στρατιῶται τὸν ἀριθμόν, οὓς ὁ Τύριος ἐκεῖνος θεασάμενος ἀρχηγὸς καὶ τὰς κεφαλὰς ἀποκόψας διὰ πετροβόλων ὀργάνων τῷ στρατεύματι τοῦ Βαλδουίνου ἀπεσφενδόνησε. ταῦτα θεασάμενοι τὸ στράτευμα πᾶν καὶ τὸ πῦρ καὶ τὰς κεφαλὰς μετ’ ἐκπλήξεως ἔφευγον τοῖς ἵπποις ἐποχηθέντες [*](B) ὥσπερ ὑπὸ τῶν κεφαλῶν ἐκείνων ἐκδειματούμενοι, καίτοι τοῦ Βαλδουίνου πανταχόθεν ἐξιππαζομένου καὶ ἀνακαλουμένου τοὺς φεύγοντας καὶ παντοίως παραθαρρύνοντος. ἀλλὰ γὰρ ᾖδε παρὰ κωφοῖς· ἐκεῖνοι γὰρ καθάπαξ ἐκδεδωκότες ἑαυτοὺς εἰς φυγὴν ἀκατασχέτως εἴχοντο τοῦ δρόμου καὶ πτηνοῦ παντὸς ἐφαίνοντο ταχινώτεροι. καὶ τέλος τοῦ δρόμου τούτοις τὸ φρούριον Ἄκε ἐγχωρίως καλούμενον· ἐκεῖνο γὰρ ἐγεγόνει τοῖς δειλοῖς δρομεῦσιν ἐκείνοις κρησφύγετον. ἀπειπάμενος δ’ οὖν καὶ ὁ Βαλδουῖνος καὶ τοῖς ὅλοις ἐξαπορήσας καὶ ἄκων τοῖς φεύγουσιν εἵπετο καὶ πρὸς τὴν εἰρημένην [*](c) πόλιν καὶ οὗτος ἀπεδραπέτευσεν. ὁ δέ γε Βουτουμίτης εἰσελθὼν εἰς τὰς Κυπρίους τριήρεις (δυοκαίδεκα δὲ
233
αἱ πᾶσαι) καὶ παραπλέων τὰς ἀκτὰς τῆς πρὸς τὸ Ἄκε φερούσης κεῖθι τὸν Βαλδουῖνον καταλαμβάνει καὶ ἅπαντα τηνικαῦτα ἀπήγγειλεν, ὁπόσα ὁ αὐτοκράτωρ πρὸς αὐτὸν ἀπαγγεῖλαι παρεκελεύσατο· προεπιβαλὼν τοῖς λόγοις καὶ τὸν βασιλέα μέχρι Σελευκείας ἐφθακέναι ἔλεγε. τὸ δὲ ἄρα ἀληθὲς μὲν οὐκ ἦν, ἀλλά τις οἰκονομία, ἕν’ οὕτω καταπλήξῃ τὸν βάρβαρον καὶ ταχὺ ἀπολύσῃ ἐκεῖθεν αὐτόν. ἀλλὰ τὸ δρᾶμα τὸν Βαλδουῖνον οὐκ ἔλαθε, καὶ πολλὰ τοῦτον [*](D) ὡς ψευσάμενον κατεμέμψατο. προέφθη γὰρ παρά του τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκέναι, ὡς εἰς τὸν μακρὸν ἐξεληλύθει αἰγιαλόν, ὡς τὰς λῃζομένας παρὰ τὴν θάλασσαν κατέσχε λῃστρικὰς ναῦς, ὡς νοσήσας ἐκεῖθεν ὑπεχώρησε, [*](P. 339) καθά γε δὴ σαφέστερον ὁ λόγος κατωτέρω δηλώσειε. ταῦτα τῷ Βουτουμίτῃ ὁ Βαλδουῖονς ἀντειρηκὼς καὶ ὡς ψευσάμενον ὑπὸ μέμψιν ἀγαγὼν ἔφη “μετ’ ἐμοῦ χρὴ μέχρι τοῦ ἁγίου τάφου ἐληλυθέναι κἀκεῖθεν τὰ ἡμῖν συνδόξαντα μετὰ πρέσβεων [*](V. 428) ἐμῶν δηλωθήσεται τῷ αὐτοκράτορι”. ἅμα γοῦν τῷ τὴν ἁγίαν πόλιν καταλαβεῖν ἐπεζήτει ἐξ αὐτῶν τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα οἱ χρήματα. ὁ δὲ Βουτουμίτης “εἴπερβοηθήσειν κατὰ τοῦ Ταγγρὲ τῷ αὐτοκράτορι αὐτοὶ ἐπαγγέλλεσθε τὸν ὅρκον, ὃν ἐν τῷ διέρχεσθαι πρὸς αὐτὸν ἐποιήσατε, φυλάττοντες, καὶ τὰ πρὸς ὑμᾶς ἀποσταλέντα τηνικαῦτα λήψεσθε χρήματα’’. ὁ δὲ τὰ μὲν χρήματα λαβεῖν ἤθελε, βοηθεῖν δὲ μὴ τῷ βασιλεῖ προθυμούμενος, ἀλλὰ τῷ Ταγγρἐ, μὴ λαμβάνων τὰ χρήματα ἠνιᾶτο. τοιοῦτον γὰρ τὸ βάρ- [*](Β) βαρον ἅπαν ἦθος · πρὸς μὲν τὰς δωρεὰς κέχηνε καὶ τὰ χρήματα, πράττειν δὲ ὑπὲρ ὧν τὰ χρήματα δίδοται ἥκιστα βούλεται. γραφὰς οὖν ψιλὰς ἐγχειρίσας αὐτῷ ἀπέλυσεν. ἐντετυχηκότες δὲ οἱ πρέσβεις καὶ τῷ κόμητι Ἰατζουλίνῳ κατὰ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἐληλυθότι καὶ αὐτῷ τὰ εἰκότα ὁμιλήσαντες, ἐπεὶ σύμφωνα τῷ Βαλδουίνῳ καὶ αὐτὸν λέγοντα ἑώρων, [*](9 γὰρ om F)
234
ἄπρακτοι ἀκεῖθεν ὑποχωρήσαντες καὶ μὴ ἐν τοῖς ζῶσι τῷ Πελκτράνῳ ἐντυχόντες ἐπεζήτουν τὰ κατατεθέντα παρ' αὐτῶν εἰς τὴν ἐπισκοπὴν χρήματα. ὁ δὲ υἱὸς ἀκείνου καὶ ὁ Τριπόλεως ἑπίσκοπος ἀνεβάλλοντο τέως τὴν τῶν χρημάτων [*](C) παροχήν. οἱ δὲ μετὰ ἀπειλῆς αὐτοῖς ἔλεγον "εἰ μὴ τὰ χρήματα ἡμῖν ἀποδοίητε, οὐκ ἐστὲ ἀληθεῖς δοῦλοι τοῦ βασιλέως οὔτε τὴν εἰς αὐτὸν πίστιν φαίνεσθε ἔχοντες καθὼς ὅ τε Πελδτράνος καὶ ὁ τούτου πατὴρ Ἰσαγγέλης. λοιπὸν οὐδὲ τὴν ἀπὸ κύπρου δαψιλῆ τῶν χρειωδῶν ἀρδείαν τοῦ λοιποῦ ἕξετε οὔτε μὴν ἐπαρήγοντα ὑμῖν τὸν δοῦκα Κύπρου κἀντεῦθεν λιμοῦ παρανάλωμα γενήσεσθε''. ὡς δὲ πάντα κάλων κινοῦντες πῆ μὲν διὰ μειλιχίων λόγων, πῆ δὲ δι᾿ ἀπελῶν πειρώμενοι τὰ χρήματα ἀναλαβέσθαι οὐκ ἔπειθον, [*](D) δεῖν ἀλογίσαντο τὸν υἱὸν τοῦ Πελκτράνου εἰς σώαν πίστιν ὁρκίσαι τοῦ αὐτοκράτορος καὶ οὕτω τὴν πρὸς τὸν πατέρα αὐτοῦ ἀποσταλεῖσαν μόνην ἐπιδοῦναι αὐτῷ δωρεὰν ἀπό τε χαράγματος χρυσοῦ καὶ ἀργύρου καὶ πέπλων παντοίων. ὁ δὲ λαβὼν ταῦτα εἰς σώαν πίστιν ὀμωμόκει τοῦ αὐτοκράτρος. [*](P.4) τὰ δέ γε λοιπὰ χρήματα ἀποκομίσαντες πρὸς τὸν Εὐμάθιον δἰ αὐτῶν ἐξωνήσαντο ἵππους τῶν εὐγενῶν ἀπό τε Δαμάσκου καὶ Ἐδέσης καὶ αὐτῆς Ἀραβίας. ἐκεῖθεν δὲ τό τε Συριακὸν πέλαγος καὶ τὸν Παμφύλιον παραμείψαντες κόλπον τὸν πολῦν τε παρῃτήσαντο καὶ τὴν ἤπειρον ἀσφαλεστέραν τῆς θαλάττης ἡγησάμενοι πρὸς τὴν Χερρόνησον ἀφορῶσι τὸν αὐτοκράτορα ἔχουσαν καὶ τὸν Ἑλλήσπουτον διαβεβηκότες τὸν βασιλέα καταλαμβάνουσιν.

[*](V. B)

Ἐπεὶ γὰρ ἀλλεπάλληλοι τούτῳ αἱ φροντίδες νιφε-Β τοῦ δίκην ἐπήρχοντο, ἀπὸμὲν τῆς θαλάσσης διὰ στόλου εὐτρεπιζομένων τῶν ἡγεμόνων Πίσσης τε καὶ Γενούας καὶ Λογγιβαρδίας τὰ παρὰ θάλατταν ἅπαντα δῃώσασθαι, κἀκ τῆς ἤδη κατὰ τῆς Φιλαδελφείας καὶ τῶν παραλίων μερῶν, [*](2 πλεκτράνω F 8 πελκράνος F 24 χερόνησον F semper)

235
δεῖν καὶ αὐτὸς ἐξεληλυθέναι τῆς βασιλευούσης ἔγνω κἀκεῖθεν παραγενέσθαι, οὗ δυνατὸν καὶ κατ’ ἄμφω τὰ μέρη μάχεσθαι. καταλαμβάνει τοίνυν τὴν Χερρόνησον, εἶτα ἁπανταχόθεν [*](c) ἀνακαλεσάμενος τὰς δυνάμεις ἀπό τε ξηρᾶς καὶ θαλάττης καὶ ἀποδιελὼν ἱκανὸν στράτευμα διὰ τοῦ Σκαμάνδρου μέχρις Ἀτραμυτίου καὶ αὐτοῦ δὴ τοῦ Θρακησίου κατατίθησιν. εἶχε μὲν τηνικαῦτα στρατηγὸν ἡ Φιλαδέλφεια Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ λαὸν ἀποχρῶντα πρὸς τὴν ταύτης φρουράν, τὸν δὲ μιξοβάρβαρον Μοναστρᾶν, οὗπερ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, ἡ Πέργαμος καὶ τὰ χλιαρὰ καὶ τὰ τούτοις παρακείμενα πολίχνια, καὶ αἱ παρὰ θάλατταν ἕτεραι πόλεις ἄλλους [*](D) τόλμῃ καὶ πείρᾳ στρατηγικῇ διαφέροντας. πολλὴν δὲ τὴν πρὸς αὐτοὺς παραγγελίαν ὁ αὐτοκράτωρ ἐποιήσατο ἐγρηγορέναι διὰ παντὸς καὶ σκοποὺς ἁπανταχόθεν ἐκπέμπειν τοὺς τὰς τῶν βαρβάρων ἐπιτηροῦντας διεκδρομάς καὶ ἀπαγγέλλοντας αὐτοῖς καθ’ ὥραν. οὕτω μὲν οὖν τὰ κατὰ τὴν Ἀσίαν ἀσφαλισάμενος πρὸς τοὺς θαλαττίους ἀπεῖδε πολέμους τοῖς ναυτικοῖς ἐντειλάμενος, τοὺς μὲν τοῖς λιμέσι Μαδύτου καἰ κοίλων προσορμίσαι καὶ τὸν ἀναμεταξὺ πορθμὸν ἀνυστάκτως φυλάττειν ἐκδρομὰς τινας ποιουμένους διὰ δρομάδων κούφων νηῶν καὶ τὰς τῆς θαλάττης κελεύθους ἀνυστάκτως ἐπιτηρεῖν τὸν Φραγγικὸν ἀπεκδεχομένους στόλον, τοὺς δὲ τὰς νήσους [*](450) παραπλέοντας φρουρεῖν μηδὲ τὰ κατὰ τὴν Πελοπόννησον παριδόντας, ἀλλὰ καὶ ταύτης ἀποχρῶσαν ποιεῖσθαι φυλακήν. ἐπεὶ δὲ βραδύνειν ἐν ἐκείνοις τοῖς μέρεσιν ἐβούλετο, ἐν ἐπικαίρῳ τόπῳ σχεδιάσας οἰκήματά τινα αὐτοῦ που τὴν παραχειμασίαν ἐποιεῖτο. ὡς δὲ ὁ ἀπὸ Λογγιβαρδίας εὐτρεπισθεὶς στόλος καὶ τῶν λοιπῶν μερῶν λύσας τὰ πρυμνήσια τὸν ἀπόπλουν ἐπεποίητο, ἀποδιελόμενος ὁ τούτων ἀρχηγὸς πέντε διήρεις ἀπέστειλεν, ἐφ’ ᾧ κατασχεῖν τινας καὶ τὰ περὶ τοῦ βασιλέως καταμαθεῖν. ὡς δὲ τὴν Ἄβυδον κατέλαβον [*](Β) ἤδη, μίαν τούτων πρὸς τὸν πέμψαντα συνέβη ἐπανιέναι τῶν [*](6 Ἀτραμυτίου r: ἀτραμύτου F 23 πελοπόνησον F)
236
λοιπῶν κατασχεθεισῶν σὺν αὐτοῖς ἐρέταις. δι’ ἧς οἱ ἀρχηγοὶ τῶν ἤδη ῥηθέντων στόλων τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκοτες καὶ ὅτι τά τε κατὰ τὴν θάλασσαν καὶ τὴν ἤπειρον ἀκριβῶς ἐξασφαλισάμενος κατὰ τὴν Χερρόνησον τὴν παραχειμασίαν ποιεῖται, ἐφ’ ᾧ πάντας παραθαρρύνειν, ἐπεὶ πρὸς τὰ τοῦ αὐτοκράτορος μηχανήματα οὐχ οἷοί τε ἦσαν ἀπομάχεσθαι, [*](V.) τοὺς οἴακας μεταχειρισάμενοι ἄλλην ἐτράποντο. εἰς δέ τις Κελτὸς τῶν ἀμφὶ τοὺς τοιούτους ἀρχηγοὺς τὴν ἰδίαν ἀφελόμενος νῆα μονήρη ὠκυτάτην οὖσαν πρὸς τὸν Βαλδουῖνον [*](c) ἀπῄει καὶ τὴν Τύρον πολιορκοῦντα τοῦτον εὑρὼν ἅπαντα, καθὼς ὁ λόγος φθάσας ἐδήλωσε, τὰ κατὰ τὸν αὐτοκράτορα διηγήσατο, μετὰ γνώμης οἶμαι τῶν ἀρχηγῶν ἐκείνων ἀπελθών, καὶ ὅπως τὰς κατασκόπους δρομάδας ναῦς ὁ Ῥωμαϊκὸς φθάσας κατέσχε στόλος, καθά γε καὶ εἴρηται. ἀλλὰ δὴ καὶ τοῦτο ἀνερυθριάστως ἀνωμολόγει, ὅτιπερ οἱ ἡγεμόνες τοῦ Κελτικοῦ στόλου οὕτω παρασκευασάμενον τὸν αὐτοκράτορα κατ’ αὐτῶν ἐγνωκότες ὑπέστρεψαν βέλτιον εἶναι νομίσαντες ἀπράκτους ὑποστρέψαι ἢ μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου μαχομένους [*](D) ἡττηθῆναι. ὁ μὲν οὖν Κελτὸς ἐκεῖνος ταῦτα πρὸς τὸν Βαλδουῖνον ἐξεῖπεν ὑπότρομος ὢν καὶ τὸν Ῥωμαϊκὸν ἔτι δεδιὼς στόλον. ταῦτα μὲν οὖν τὰ κατὰ τὴν θάλατταν συμπεσόντα τοῖς Κελτοῖς· ἀλλ’ οὐδὲ τὰ κατὰ τὴν ἤπειρον [*](P.) ζάλης ἄτερ παρῆσαν οὐδὲ φροντίδων ἄνευ καθεστήκασι τῷ αὐτοκράτορι. Μιχαὴλ γάρ τις έξ Ἀμάστριδος τὴν Ἀκρουνὸν φρουρῶν ἀποστασίαν μελετήσας κατέσχεν αὐτὴν καὶ τὰ παρακεόμενα ταύτῃ δεινῶς ἐλῄζετο. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ μετὰ ἀποχρώσης δυνάμεως κατ’ αὐτοῦ τὸν τοῦ Δεκανοῦ ἐξέπεμψε Γεώργιον. ὃς καὶ πολιορκήσας ἐπὶ τρισὶ μησὶ ταυτηνὶ μὲν τὴν πόλιν κατέσχε, τὸν δὲ ἀποστάτην ἐκεῖνον πρὸς τὸν αὐτοκράτορα ταχέως ἐξέπεμψεν. ὁ δὲ αὐτοκράτωρ τὴν μὲν τοῦ κάστρου φρουρὰν ἑτέρῳ αὐτῷ δὲ τὰς ὀφρῦς ἐπιτοξεύσας πολλὰ ἀπειλήσας καὶ θάνατον αὐτοῦ τῷ φαινομένῳ καταψηφισάμενος εἰς φόβον μέγαν ἐνῆκε τὸν ἄνθρωπον, ταχὺ δὲ τὸ δέος ἔλυσε τοῦ στρα- [*](B)
237
τιώτου. οὔπω γὰρ ὁ ἥλιος τοῦ ὁρίζοντος κατέδυ, καὶ ὁ δεσμώτης ἐλεύθερος ἵστατο καὶ ὁ θανάτου καταψηφισθεὶς μυρίων ἐτετυχήκει δωρεῶν. τοιοῦτος ὁ ἐμὸς πατὴρ βασιλεὺς ἐν πᾶσιν ἐφαίνετο, κἂν πολλῆς ἐς ὕστερον τῆς ἐξ ἁπάντων ἀγνωμοσύνης ἀπήλαυσε, καθάπερ ποτὲ καὶ ὁ πάντων εὐεργέτης ὁ κύριος μάννα βρέχων ἐν ἐρήμῳ, σιτίζων ἐν ὄρεσι καὶ ἐν θαλάττῃ ἀβρόχους διαβιβάζων καὶ ὕστερον ἀθετούμενος καὶ ὑβριζόμενος καὶ τυπτόμενος καὶ τέλος σταυρὸν παρὰ τῶν [*](C) ἀνόμων κατακρινόμενος. ἀλλ᾿ ἐνταῦθα γενομένης προεκπηδᾷ μόν τοῦ λόγου τὸ δάκρυον καὶ σφύζω περὶ τούτων ἐρεῖν καὶ ποιήσασθαι τῶν ἀγνωμόνων κατάλογον, ἀλλὰ τὴν γλῶτταν ἐπέχω καὶ τὴν καρδίαν σφαδάζουσαν καὶ τοῦτο δὴ πρὸς ἐμαυτὴν ἐπιλέγω συνεχῶς τὸ τοῦ ποιητοῦ “τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ᾿ ἔτλης”. ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν ἀγνώμονα στρατιώτην ἐκεῖνον· τῶν δέ γε ἀπὸ τοῦ Χοροσὰν παρὰ τοῦ Σαἰ·σὰν σουλτάνου πεμφθέντων οἱ μὲν [*](V. 342) διὰ τῶν μερῶν τοῦ Σινάου κατήρχοντο, οἱ δὲ διὰ τῆς ἰδίως καλουμένης Ἀσίας ᾔεσαν. ὅπερ μεμαθηκὼς ὁ Γαβρᾶς Κωνσταντῖνος, ὁ τηνικαῦτα τὴν Φιλαδέλφειαν φρουρῶν, ἀναλαβό- [*](D) μένος τὰς ὑπ᾿ αὐτὸν δυνάμεις καὶ καταλαβὼν τούτους εἰς τὸ Κελβιανὸν αὐτὸς πρῶτος ἁπάντων κατ᾿ αὐτῶν λύσας τὸν χαλινὸν καὶ τοῖς ἄλλοις αὐτὸ τοῦτο παρακελευσάμενος ἧτται [*](P. 432) τοὺς βαρβάρους. ὁ δὲ τούτους ἐκπέμψας σουλτάνος τὴν ἧτταν τῶν τοσούτων μεμαθηκὼς ἀποστείλας πρὸς τὸν αὐτοκράτορα τὰ περὶ εἰρήνης διαπρεσβεύεται ὁμολογῶν ἅμα ἐκ πολλοῦ τὴν ἀναμεταξὺ τῶν Μουσουλμάνων καὶ Ῥωεἰρήνην ἐπιποθεῖν θεάσασθαι. ἐκ μακρὸν γὰρ τὰς τοῦ αὐτοκράτορος κατὰ πάντων ἀριστείας μανθάνων καὶ ἀπόπειραν αὐτοῦ οἷον ποιησάμενος κἀκ τοῦ κρασπέδου τὸ ὕφασμα καὶ ἐξ ὀνύχων τὸν λέοντα ἐπεγνωκὼς καὶ μὴ βουλόμενος πρὸς εἰρηνικὰς ἀπενενεύκει σπονδάς. τῶν ἐκ Περ- [*](Β) σίδος τοίνυν καταλαβόντων πρέσβεων ὁ βασιλεὺς φοβερὸς [*](5 πάντων AC πρῶτος F 13 ποητοῦ F Od. 20, 18 δὴ Α om F 17 τοῦ r: τῆς F 19 ὁ Α om F 21 κελβιανὸν C κερβιανον FA)
238
προὐκάθητο καὶ οἱ ἐπὶ τῆς τάξεως τοὺς στρατιώτας ἐκ πάσης γλώττης συνειλεγμένους καὶ τοὺς πελεκυφόρους βαρβάρους ἐν τάξει καταστησάμενοι τοὺς πρέσβεις ἐπὶ τοῦ βασιλικοῦ παρεστήσαντο βήματος. ὁ δὲ περὶ τοῦ σουλτάνου τούτους τὰ εἰκότα ἐπερωτήσας καὶ ἀκούσας τὰ δι’ αὐτῶν μηνύματα ὡμολόγει μὲν τὴν μετὰ πάντων εἰρήνην ἀσπάζεσθαί τε καὶ θέλειν, πυθόμενος δὲ περὶ τῶν τῷ σουλτάνῳ δοκούντων, ἐπεὶ μὴ πάντα τὰ παρ' αὐτῶν αἰτούμενα συνοίσοντα τῇ τῶν Ῥωμαίων ἀρχῇ διέγνω, πολλὴν τοῖς αὐτοῦ λόγοις πειθὼ [*](c) περιστείλας εὐστοχώτατά τε πρὸς αὐτοὺς ἀπολογησάμενος διὰ πολλῶν ῥημάτων πείθει τοῖς αὐτοῦ συγκατανεῦσαι θελήμασιν. εἶτα πρὸς τὴν παρασκευασθεῖσαν αὐτοῖς σκηνὴν ἀπέλυσεν ἐντειλάμενος σκοπῆσαι τὰ ῥηθέντα, καὶ εἰ μὲν ὅλῃ ψυχῇ πρὸς ταῦτα κατανεύσαιεν, ἐς νέωτα τὴν μεταξὺ συμφωνίαν πέρας λαβεῖν. ἐπεὶ δὲ προθύμως τὰ παρὰ τοῦ αὐτοκράτορος ἐφαίνοντο δεχόμενοι, τῇ μετ’ αὐτὴν πέρας ἡ συμφωνία λαμβάνει. οὐ πρὸς ἑαυτὸν δὲ ἀπένευε μόνον, ἀλλὰ πρὸς αὐτὴν τὴν βασιλείαν Ῥωμαίων. κηδόμενος γὰρ τῶν κοσμικῶν μᾶλλον ἢ τῶν ἑαυτοῦ πᾶν τὸ οἰκονομούμενον [*](D) πρὸς τὰ σκῆπτρα Ῥωμαίων ἀπονεύειν καὶ ἀναφέρεσθαι παντοίως διῳκονόμει, ἵνα καὶ μετ’ αὐτὸν καὶ ἐς τὸν ἐφεξῆς [*](p.) χρόνον τὰ συμπεφωνημένα διήκῃ, κἀν ἀπετύγχανε τοῦ σκοποῦ. τὰ γὰρ μετ’ αὐτὸν ἄλλως ἔσχε καὶ εἰς σύγχυσιν ἀφώρα τὰ πράγματα. κατεστόρεστο μὲν γὰρ τῷ τέως τὰ ἐνοχλοῦντα καὶ εἰς εἰρήνην ἀπεῖδε βαθεῖαν καὶ ἀπὸ * μέχρι πέρατος αἰῶνος εἰρήνην ἤγομεν. ἀλλὰ γὰρ συγκατέδυ τῷ βασιλεῖ πάντα τὰ λῴονα καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ μετὰ τὴν [*](V.) αὐτοῦ παρέλευσιν γέγονεν ἀβελτηρίᾳ τῶν διαδεξαμένων τὰ σκῆπτρα.

Οἱ δὲ τοῦ Φραγγικοῦ στόλου ἡγεμόνες διὰ τῶν [*](B) περισωθέντων ἀπὸ τῶν πέντε δρομάδων νηῶν τὰ περὶ τοῦ Ῥωμαϊκοῦ στόλου, ὡς εἴρηται, βεβαιωθέντες, καὶ ὅτι ὁ βαπελεκοφόρους [*](2 F 25 ἅπαντα ἀπεῖδε? lacunam signavi: τοῦδε vel simile aliquid intercidit)

239
σιλεὺς τὸν στόλον εὐτρεπίσας τὴν αὐτῶν ἔφοδον περὶ τὴν Χερρόνησον περιμένων ἐνδιατρίβει, τοῦ προτέρου σκοποῦ ἀπέστησαν μηδ’ ὅλως τοῖς μέρεσι τῆς Ῥωμανίας πλησιάσαι θελήσαντες. παραχειμάσας οὖν ὁ βασιλεὺς εἰς Καλλιούπολιν μετὰ τῆς βασιλίδος συνείπετο γὰρ αὐτῷ διὰ τὴν τῶν ποδῶν ὀδύνην, ὡς πολλάκις ἱστόρηται) καὶ τὸν καιρόν, καθ’ ὃν ὁ τῶν Λατίνων εἴωθεν ἀποπλεῖν στόλος, παραφυλαξά- [*](c) μενος εἰς τὴν βασιλεύουσαν ὑπέστρεψεν. οὐ πολὺς παρίππευκε χρόνος καὶ Τούρκων ἔφοδος καταγγέλλεται ἐξ ἁπασῶν τῶν τῆς ἀνατολῆς χωρῶν καὶ αὐτοῦ τοῦ Χορασὰν ὡς εἰς πεντήκοντα χιλιάδας συμποσουμένων. οὐδὲ γὰρ πρὸς βραχὺ ῥᾳστώνης μετειλήχει τὸν ἅπαντα τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἄλλων καὶ ἄλλων ἐπιφυομένων πολεμίων διηνεκῶς. μετακαλεῖται τοίνυν ἁπανταχόθεν τὸ ὁπλιτικὸν ἅπαν, καὶ τοῦ καιροῦ στοχασάμενος, καθ’ ὃν σύνηθες τοῖς βαρβάροις τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιεῖσθαι, τὸν ἀναμεταξὺ Βυζαντίου καὶ Δαμάλεως διαπερᾷ πορθμόν. καὶ [*](D) οὐδὲ ἡ ἐπελθοῦσα τούτῳ τῶν ποδῶν περιωδυνίᾳ ἀπεῖρξε τοῦ ἔργου. ἥτις οὔτε τινὶ τῶν προγόνων ξυμβέβηκε ποτε, ἵνα τις ἐκ σπερματικῶν λόγων καὶ ἐς αὐτὸν κατιοῦσαν νομίζοι τὴν νόσον, οὔτε ἐκ διαίτης ἁβρᾶς, ὁποῖα τοῖς διαρρέουσι τὸν βίον καὶ φιληδόνοις συμβαίνειν εἴωθεν· ἀλλ’ ὅπως αὐτῷ [*](p. 434) ἠ διάθεσις τῶν ποδῶν ἐπηρέαζεν, ἐγὼ διηγήσομαι. ἐσφαίριζέ ποτε γυμναζόμενος συσφαιρίζοντα καὶ τὸν Τατίκιον ἔχων, περὶ οὗ πολλάκις διείλεγμαι. ὃς καὶ ὑπὸ τοῦ ἵππου παρασυρεὶς ἐμπίπτει τῷ βασιλεῖ· κἀντεῦθεν ἀλγήσας τὴν κεφαλίδα τοῦ γόνυος καὶ αὐτὸν ὅλον τὸν πόδα διὰ τὸ ἀκροβαρὲς τῆς καταφορᾶς οὐκ ἐνεδείξατο μὲν ἀλγῆσαι φερεπονώτατος ὤν, ὅμως μέντοι μικρᾶς τινος τυχὼν ἐπιμελείας καὶ κατ’ ὀλίγον ἐς τὸ ἀνώδυνον ἐλθὼν τῶν συνήθων διατριβῶν εἴχετο. αὕτη μὲν πρώτη αἰτία τῆς τῶν ποδῶν [*](Β) ἀλγηδόνος τοῦ βασιλέως· αἱ γὰρ ὀδύναι τῶν τόπων εἰς [*](27 τὸν om FA)
240
ἑαυτὰς τὰ ῥεύματα ἐφειλκύσαντο. δευτέρα δὲ καὶ ἐναργέστερα καὶ τῆς ὅλης ὀδύνης μήτηρ τοιαύτη τις ἦν. τίς οὐκ οἶδε τὰ ἄπειρα τῶν Κελτῶν ἐκεῖνα πλήθη τῶν τὴν βασιλίδα πόλιν κατειληφότων, ὁπότε τῆς ἑαυτῶν ἁπανταχόθεν ἀπαναστάντες πρὸς ἡμᾶς ὥρμησαν; τότε γὰρ οὗτος εἰς πέλαγος ἀχανὲς φροντίδων ἐμπεπτωκὼς ἐκ πολλοῦ συνιδὼν αὐ- [*](V. 3) τὴν Ῥωμαίων βασιλείαν ὀνειρώττοντας, ὑπὲρ τὴν ἄμμον δὲ καὶ τὰ ἄστρα τὴν αὐτῶν πληθὺν ὁρῶν, τὰς δὲ Ῥωμαϊκὰς [*](C) ἁπάσας δυνάμεις οὐδὲ πρὸς πολλοστημόριον τούτων ἐξισουμένας, εἰ καὶ εἰς ‘ὲν συναφθεῖεν, πολλῷ γε μᾶλλον διεσπαρμένων τῶν πλειόνων ὄντων καὶ τῶν μὲν τὰ περὶ τὴν Σερβίαν τέμπη καὶ Δαλματίαν ἐπιτηρούντων, τῶν δὲ τὰ περὶ τὸν Ἴστρον ὡς τὰς τῶν Κομάνων καὶ Δακῶν ἐφόδους φυλαττομένων, πολλῶν δὲ καὶ τὴν τοῦ Δυρραχίου φρουρὰν ἐμπιστευομένων, ὡς μὴ ὑπὸ τῶν Κελτῶν καὶ αὖθις ἁλῴη, ταῦτα συνορῶν ὁ αὐτοκράτωρ ὅλος γίνεται τῶν Κελτῶν τἆλλα [*](D) πάντα ἐν δευτέρῳ θέμενος. καὶ τὸ μὲν πέριξ ὑποκινούμενον βαρβαρικὸν καὶ μήπω ἐς φῶς ἐκρῆξαν τὴν ἔχθραν ἀξιώμασιν ἀνεῖργε καὶ δωρεαῖς, τῶν δὲ Κελτῶν τὴν ἔφεσιν παντοίαις μεθοδείαις ἀναστέλλων καὶ τῶν οἴκοι τὴν στάσιν οὐχ ἧττον, ὅτι μὴ καὶ μᾶλλον ὑφορώμενος παντοίως φυλάττεσθαι ἔσπευδεν [*](P.) ἐντέχνως τούτων ἀπείργων τὰ βουλεύματα. ἀλλὰ τίς τῶν ἐπεισπεσόντων αὐτῷ κακῶν τὸν κυκεῶνα ἀπαγγεῖλαι δυνήσεται; παντοῖος οὖν πρὸς πάντας γινόμενος καὶ συμμετασχηματιξόμενος ὡς ἐνὸν τοῖς πράγμασι πρὸς τὸ κατεπεῖγον ἐνίστατο καθάπερ τις δόκιμος ἰατρῶν τῷ τῆς τέχνης κανόνι χρώμενος. ἐπὶ τοῦ βασιλικοῦ τοίνυν ἅμα ἡμέρᾳ καὶ εὐθὺς ἡλίου τὸν ἀνατολικὸν ἀναθορόντος ὁρίζοντα καθῆστο θρόνου κελεύων τοὺς Κελτοὺς ἅπαντας ἀκωλύτως εἰσιέναι καθ’ ἡμέραν ἑκάστην, ἅμα μὲν τὰς ἑαυτῶν αἰτήσεις ἀπαγγέλλειν [*](B) τούτους ἐθέλων, ἅμα δὲ καὶ τοῖς αὐτοῦ θελήμασιν ὑπάγεσθαι διὰ παντοίων λόγων αὐτοὺς μηχανώμενος. οἱ δὲ [*](3 ἐκεῖνα Α ἐκείνων F)
241
Κελτοὶ κόμητες φύσει μὲν τὸ ἀναίσχυντον καὶ ἰταμὸν ἔχοντες, φύσει δὲ τὸ ἐρασιχρήματον καὶ πρὸς πᾶν τὸ αὐτοῖς βουλητὸν ἀκρατὲς καὶ πολυρρῆμον ὑπὲρ πᾶν γένος ἀνθρώπων κεκτημένοι οὐ σὺν εὐταξίᾳ τὴν πρὸς τὸν αὐτοκράτορα εἴσοδον ἐποιοῦντο, ἀλλ’ ὁπόσους ἂν ἕκαστος τῶν κομήτων [*](c) ἐβούλετο, συμπαραλαμβάνων εἰσῄει· καὶ τούτου ἐχομένως ἕτερος, ἐφεξῆς δ’ ἐκείνου ἄλλος. εἰσερχόμενοι δὲ οὐ πρὸς ὕδωρ , καθάπερ ποτὲ τοῖς ῥήτορσιν ἐφεῖτο, τὴν ὁμιλίαν ἐποιοῦντο, ἀλλ’ ὁπ·όσον ἕκαστος καὶ ὁ τυχὼν ἠβούλετο προσομιλεῖν τῷ αὐτοκράτορι χρόνον, τοσούτου καὶ ἐτύγχανεν. οἱ [*](P. 345) δὲ τοιοῦτοι ὄντες τὸν τρόπον καὶ τὴν γλῶτταν ἀσύμμετροι καὶ μήτε τὸν αὐτοκράτορα αἰδούμενοι μήτε τὸν καιρὸν παραρρέοντα εὐλαβούμενοι μήτε τὴν τῶν ὁρώντων νέμεσιν ὑφορώμενοι οὐ τοῖς ὄπισθεν ἐρχομένοις ἕκαστος τόπον ὁμιλίας [*](D) παρεῖχεν, ἀλλ' ἀνέτως τὰς ὁμιλίας καὶ τὰς αἰτήσεις ἐποιοῦντο. τὸ λάλον δὲ τούτων καὶ θηρευτικὸν καὶ σμικρολόγον τῶν λέξεων ἅπαντες μὲν ἴσασιν, ὁπόσοις ἠθῶν ἀνθρώπων μέλει [*](V. 436) καταστοχάζεσθαι· τοὺς δὲ τότε παρόντας ἀκριβέστερον ἡ πεῖρα δεδίδαχε. καὶ γὰρ ἐπὰν ἑσπέρα καταλάβοι, ἄσιτος δι ὅλης διαμεμενηκὼς ἡμέρας ἐξανίστατο τοῦ θρόνου πρὸς τὸν βασιλικὸν κοιτωνίσκον ἀπονεύων· ἀλλ’ οὐδ’ οὕτως τῆς τῶν Κελτῶν ἠλευθεροῦτο ὀχλήσεως. ἄλλου γὰρ ἄλλον προφθάνοντος οὐ τῶν ἀπολειφθέντων μόνον τῆς ἡμερινῆς ὁμιλίας, ἀλλὰ κἀκείνων αὖθις ἐπανιόντων καὶ ἄλλας καὶ ἄλλας αἰτίας λόγων προβαλλομένων ἐκεῖνος ἵστατο ἀκλινὴς τῆς τοσαύτης γλωσσαλγίας ἀνεχόμενος περιστοιχούμενος ὑπὸ τῶν Κελτῶν. [*](Β) καὶ ἦν ἰδεῖν καὶ πρὸς τὰς ἁπάντων ὑποφοράς ἑτοίμως τὸν αὐτὸν καὶ ἕνα τὰς ἀνθυποφορᾶς ποιούμενον. πέρας δὲ τῆς ἀκαίρου τούτων γλωσσαλγίας οὐκ ἦν. ὁπηνίκα δέ τις ἀνακόψαι τῶν μεσαζόντων τούτους ἐπεχείρει, παρὰ τοῦ βασιλέως ἀνεκόπτετό. τὸ γὰρ τῶν Φράγγων φύσει ὀργίλον γινώσκων ἐδεδίει, μὴ ἐκ μικρᾶς προφάσεως μέγας πυρσὸς σκανδάλου ἀναφθῇ κἀκ τούτου μεγάλη ἐσεῖταί βλάβη τῇ Ῥωμαίων ἀρχῇ. καὶ ἦν ὡς ἀληθῶς παραδοξότατον τὸ φαινόμενον.
242
ὥσπερ γὰρ σφυρήλατος ἀνδριὰς ἢ ἀπό τινος χαλκοῦ τυχὸν ἢ ψυχρηλάτου σιδήρου κατεσκευασμένος, οὕτω παννύχιος ἵστατο ἐξ ἑσπέρας πολλάκις μὲν μέχρι μέσης νυκτός, πολλάκις δὲ καὶ τρίτης ἀλεκτορφωνίας, ἔστι δ’ ὅτε σχεδὸν καὶ [*](C) περὶ τὰς σαφεστάτας ἡλίου αὐγάς. πάντες δὲ κεκμηκότες πολλάκις μεθιστάμενοι ἀνέπαυον ἑαυτοὺς καὶ αὖθις εἰσῄεσαν δυσχεραίνοντες. † κἀντεῦθεν οὐδεὶς ἠδύνατο τῶν συνόντων αὐτῷ πρὸς τὴν τοσαύτην ἀμετακλινῆ στάσιν, ἀλλὰ μετώκλαζον ἅπαντες ἄλλοτε ἄλλος· καὶ ὁ μὲν ἐφηδράζετο, ὁ δ’ ἐπλαγίαζε τὴν κεφαλὴν ἐρεισάμενος, ὁ δ’ εἰς τοῖχον ὑπήρειδεν ἑαυτόν. μόνος πρὸς τὸν τοσοῦτον πόνον ἀμειλίκτως εἶχεν ὁ βασιλεύς. καὶ τίς γὰρ τῆς ἐκείνου φερεπονίας λόγος ἐφίκοιτο; μυριάνδρου γὰρ οὔσης τῆς διαλέξεως πολλὰ μὲν ἕκαστος ἐλάλει καὶ ἀμετροεπῶς ἐκολῴα καθ’ ὅμηρον ἄλλος [*](D) μεταστὰς παρεδίδου ἐτέρῳ τὴν λαλιὰν κἀκεῖνος εἰς ἄλλον [*](P. 4) μετέπεμπεν, εἶτ’ αὖθις οὗτος εἰς ἕτερον. καὶ ἦν μὲν ἐν διαλείμμασι τούτοις ἡ στάσις, ὁ δὲ τὴν στάσιν εἶχεν ἀπέραντον μέχρι πρώτης ἢ καὶ δευτέρας ἀλεκτοροφωνίας. μικρὸν δὲ διαναπαυόμενος ἡλίου πάλιν ἀνίσχοντος ἐπὶ τοῦ θρόνου καθῆστο, καὶ πάλιν ἕτεροι πόνοι καὶ ἀγῶνες διπλοῖ τοὺς [*](v. 3) νυκτερινοὺς ἐκείνους διαδεχόμενοι. ἐκ ταύτης τοιγαροῦν τῆς αἰτίας ἡ ὀδύνη τῶν ποδῶν ἐνσκήπτει τοῦ αὐτοκράτορος. ἔκτοτε δὲ μέχρι τέλους ἐκ διαστημάτων τινῶν χρονικῶν ἐπῄει τὸ ῥεῦμα ὀδύνην ἐπάγον σφοδράν. ὁ δὲ τοσοῦτον ἐγκαρτερῶν ἦν, ὡς μηδέποτε γογγυστικὸν εἰπεῖν ῥῆμα, ἀλλὰ [*](B) τὸ “ἀξίως πάσχω· εὐλόγως μοι ταῦτα γίνεται διὰ τὴν τῶν ἐμῶν ἁμαρτιῶν πληθύν”. εἰ καί που δὲ τῶν χειλέων ῥῆμα μικροψυχίας ἐκδεδραμήκει, εὐθὺς τῷ τοῦ σταυροῦ σημείῳ κατὰ τοῦ παλαμναίου ἐχρῆτο δαίμονος “φεῦγε” λέγων “ἐξ ἐμοῦ, πονηρέ· οὐαί σοι καὶ τοῖς σοῖς κατὰ τῶν Χριστιανῶν μηχανήμασιν”. ἀλλὰ τὰ μὲν τῆς τῶν ποδῶν ἀλγηδόνος ἱκανῶς ἡμῖν εἰρήσθω τὰ νῦν· εἰ δέ τις τῇ νόσῳ [*](7 κἀντεῦθεν] καίτοι ἀνέχεσθαι? καίτοι ἀντέχειν? καρτερεῖν δὲ? 14 ἐκολόα F II. 2, 212)
243
ταύτῃ συνήρατο κἀκ τοῦ κερασθέντος τούτῳ μεστοῦ πικρίας [*](c) κρατῆρος, καθὼς ἐν ὀλίγοις ἐνσημανούμεθα, ἕνα μὴ λέγω τὸ πᾶν, καὶ τὰς ἀλγηδόνας συνηύξανε, κἀν ἡ βασιλὶς μέλιτι τὸν κρατῆρα περιχρίουσα τὰ πολλὰ διολισθαίνειν τῶν κακῶν προσεμηχανᾶτο φύλαξ ἀνύστακτος τοῦ αὐτοκράτορος οὖσα, προσερρίφθω καὶ οὗτος τῷ λόγῳ καὶ ἔστω τρίτη τις αἰτία τῆς νόσου τοῦ βασιλέως οὐ προκαταρκτικὴ μόνον ἀλλὰ καὶ συνεκτικωτάτη κατὰ τοὺς παῖδας τῶν ἰατρῶν. οὐ γὰρ καθάπαξ προσκεκρουκὼς ἐκεῖνος ἀπῆν, ἀλλὰ συμπαρῆν καὶ σνμπαρωμάρτει ὡς ἐν τοῖς ἀγγείοις οἱ πονηρότατοι τῶν χυμῶν· μᾶλλον δέ, εἴ τις εἰς τὴν ἐκείνου φύσιν ἀπεῖδεν, [*](D) οὐ μόνον αἰτία νοσήματος ἦν, ἀλλὰ καὶ ἄντικρυς νόσημα καὶ βαρύτατον σύμπτωμα. ἀλλ’ ἐπέχειν τὸν λόγον ἀνάγκη [*](438) τὴν γλῶτταν ἐνδακόντας καὶ μὴ παρεκθέειν τῆς λεωφόρου, κἀν ὅτι μάλιστα προθυμότατος ᾖ κατὰ τῶν κακουργοτάτων ἐφάλλεσθαι. εἰς καιρὸν γὰρ τὸν προσήκοντα τὰ περὶ τούτου τεταμιεύσθω μοι.

Ὁ δὲ λόγος ἐχέσθω τῆς τῶν Κελτῶν] διηγήσεως. αὐλίζεται μὲν οὖν ὁ αὐτοκράτωρ κατὰ τὴν πέραθεν Δάμαλιν· ἐκεῖσε γὰρ τοῦτον ὁ λόγος περαιωσάμενον καταλέλοιπε. καὶ συνέρρεον αὐτίκα ἅπαντες νιφετοῦ δίκην διαπερῶντες πρὸς αὐτὸν αὐτοῦ που προσμένοντα, τὸ μὲν τὴν ἁπάντων ἔλευσιν ἀπεκδεχόμενον, τὸ δὲ καὶ τὴν σφοδρὰν ἐκείνην [*](Β) ὀδύνην Ῥαϊσαι ἐλπίζοντα. πλησιφαῆ δὲ τὴν σελήνην ἤδη θεασάμενος, ἐπεὶ συμπαρῆν καὶ ἡ Αὔγουστα τῆς τῶν ποδῶν ὀδύνης ἐπιμελουμένη καὶ κουφίζουσα τούτου τὰς ἀλγηδόνας διὰ παντοίας ἐπιμελείας, ὡς “εἴ ποτε’’ εἶπεν ὁ βασιλεύς “ἐς προνομὴν οἱ Τοῦρκοι ὁρμῆσαι ἐβούλοντο, ὁ καιρὸς ἤδη ἐπιτήδειος πάρεστι, καὶ ἄχθομαι τὸν προσήκοντα καιρὸν ἀπολωλεκώς’’. ἑσπέρας μὲν ἴφη τοῦτο, κατὰ δὲ τὸ περίορθρον εἰσελθὼν ὁ περὶ τὸν κοιτῶνα τῶν βασιλέων ἐνασχολούμενος ἐκτομίας τὴν τῶν Τούρκων ἐς Νίκαιαν κατήγτῶν [*](18 Κελτῶν F om Α: seclusi)

244
γειλεν ἔφοδον καὶ τοῦ τηνικαῦτα ταύτην φρουροῦντος [*](C) Εὐσταθίου τοῦ Καμύτζη γραφὴν ὑπεδείκνυ τὰ κατ’ αὐτοὺς [*](V. 3(??)) διαλαμβάνουσαν. ὁ γοῦν αὐτοκράτωρ μηδὲ μικρὸν ἀναμείνας μηδὲ μελλήσας ὅλως, ἀλλ’ οἷον τῆς συνεχούσης αὐτὸν ὀδύνης ἐπιλαθόμενος δι’ ἁρμαμάξης τῆς πρὸς Νίκαιαν φερούσης ἥψατο τῇ δεξιᾷ χειρὶ λύγον κατέχων. οἱ δὲ στρατιῶται τηνικαῦτα τὰ δόρατα † τούτων ἀναλαβόμενοι κατ’ ἴλας στοιχηδὸν ἐφ’ ἑκάτερα ἵεντο. καὶ οἱ μὲν παρέθεον τούτῳ, οἱ δὲ προέπεμπον, οἱ δὲ συνείποντο συγχαίροντες μὲν αὐτῷ κατὰ τῶν βαρβάρων ἐξορμήσαντι , ἀνιώμενοι δὲ διὰ τὴν ἀπείργουσαν αὐτὸν ἱππάζεσθαι ὀδύνην. ὁ δὲ πρὸς θάρσος [*](D) ὤτρυνεν ἅπαντας νεύμασι τε καὶ λόγοις ἡδὺ προσμειδιῶν αὐτοῖς καὶ προσφθεγγόμενος. δι’ ἡμερῶν δὲ τριῶν κατέλαβε τόπον τινὰ Αἰγιαλοὺς καλούμενον, ἐξ οὗ πρὸς τὴν Κιβωτὸν διαπλῴσασθαι ἔμελλεν. ἐπειγόμενον δὲ τοῦτον τὴν διαπεραίωσιν ὁρῶσα ἡ Αὔγουστα συνταξαμένη τούτῳ πρὸς τὴν βασιλεύουσαν ἐπορεύετο. τοῦ δὲ αὐτοκράτορος τὴν Κιβωτὸν καταλαβόντος προσέρχεταί τις αὐτῷ λέγων ἐκκρίτους σατράπας τεσσαράκοντα χιλιάδων διαιρεθῆναι καὶ [*](P.) τοὺς μὲν ἐς προνομὴν τῆς Νικαίας καὶ τῶν παρακειμένων αὐτῇ χωρῶν κατελθεῖν, τὸν δὲ Μονόλυκον καὶ τὸν * τὰ παρὰ τὴν θάλασσαν δῃώσασθαι. οἵτινες τά τε παρακείμενα τῇ περὶ τὴν Νίκαιαν λίμνῃ καὶ τὴν Προῦσαν δῃώσαντες, ὡς δὲ καὶ τὴν Ἀπολλωνιάδα, αὐτοῦ που περὶ ταύτην ηὐλίσαντο κἀκεῖσε τὴν λείαν πᾶσαν ἀφελόμενοι ὁμοῦ πρὸς τὰ πρόσω ἐχώρησαν τό τε Λοπάδιον καὶ πάντα τὰ ξυμπαρακείμενα λῃσάμενοι, ἀλλὰ καὶ αὐτήν, φησι, τὴν Κύζικον καταλαβόντες ἐξ ἐφόδου ἀπὸ τοῦ μέρους τῆς θαλάσσης κατἐσχον [*](B) ἔσχον τοῦ ταύτην φρουροῦντος μηδοπωσοῦν ἀντισχόντος, [*](3 διαλαμ] in F in ima pagina m al: ἀπὸ τῶν ὦδε λείπουσι φύλλα δύο. secuntur duo folia insiticia m rec (f) scripta 4 μελήσας f 7 τούτων] ἐπ᾿ ὤμων? 8 στιχηδὸν f 13 δὲ C τε f 14 αἰγιαλοὺς C αἰγυλλοὺς f 21 lacuna sex litterarum in f 22 παρὰ Α περὶ f)
245
ἀλλ’ ἀγεννῶς ἐκεῖθεν ὑποχωρήσαντος. εἶτα τόν τε Κοντογμὴν καὶ τὸν Ἀμὴρ Μουχοῦμετ τῶν ἐκκρίτων ἀρχισατράπας διὰ τῶν Λεντιανῶν πρὸς τὸ Ποιμανηνὸν ἀπιέναι ἐφελκομένους λείαν πολλὴν καὶ ἄνδρας πλείστους δορυθηράτους καὶ γύναια καὶ παῖδας, ὅσους ἀφῆκεν ὁ σίδηρος. τὸν δέ γε Μονόλυκον ποταμόν τινα διαπεράσαντα Βαρηνὸν ἐγχωρίως καλούμενον, ῥέοντα μὲν ἀπό τινος ὄρους Ἴβιδος καλουμένου, ἀφ’ [*](C) πολλοὶ καὶ ἄλλοι ἀπορρυίσκονται ποταμοί, Σκάμανδρος τε καὶ Ἀγγελοκωμίτης καὶ ἔμπηλος, πρός τε τὸ Πάριον ἀπονενευκέναι καὶ τὴν ἐφ’ Ἑλλησπόντου Ἄβυδον καὶ δι’ Ἀτραμυττίου τε καὶ τῶν χλιαρῶν διεληλυθότα μετὰ πάσης αἰχμαλωσίας ἀναιμάκτως καὶ ἄνευ μάχης τινός. πρὸς ταύτην τὴν ἀγγελίαν ὁ αὐτοκράτωρ τὸν Καμύτζην δοῦκα τηνικαῦτα Νικαίας χρηματίζοντα διὰ γραμμάτων παρεκελεύσατο παρέπεσθαί τε τοῖς βαρβάροις μετὰ πεντακοσίων στρατιωτῶν καὶ τὰ κατ' αὐτοὺς διὰ γραμμάτων δηλοῦν, φείδεσθαι δὲ [*](D) τῆς μετ' αὐτῶν συμπλοκῆς. ὁ δὲ ἐξελθὼν τῆς Νικαίας καταλαμβάνει [*](P. 348) τόν τε Κοντογμὴν καὶ τὸν Ἀμὴρ Μουχοῦμετ καὶ τοὺς λοιποὺς εἰς τὰ καλούμενα Ἀόρατα καὶ ὥσπερ τῆς τοῦ αὐτοκράτορος παραγγελίας ἐπιλαθόμενος παραχρῆμα τούτοις προσβάλλει. οἱ δὲ τὸν αὐτοκράτορα προσδόκιμον ἔχοντες καὶ τοῦτον εἷναι τὸν ἐπεισπεσόντα νομίσαντες πτοηθέντες τὰ νῶτα διδόασι. Σκύθην δέ τινα τηνικαῦτα κατασχόντες καὶ παρὰ τούτου πυθόμενοι, ἐπεὶ τὸν Καμύτζην ἐγνώκεσαν εἶναι, τὰς ἀκρολοφίας διῄεσαν καὶ θαρρύνοντες ἑαυτοὺς διά τε τυμπάνων καὶ ἀλαλαγμῶν ἀνεκαλοῦντο τοὺς ἁπανταχῇ σκεδασθέντας [*](V. 440) τῶν ὁμοφύλων. οἱ δὲ ἀνακλητικὸν τουτὶ τὸ σύνθημα γινώσκοντες πάντες συνέρρεον. ἐπανελθόντες οὖν κατὰ τὴν πεδιάδα τὴν διακειμένην ἐγγὺς κάτωθεν τῶν καλουμένων Ἀοράτων αὖθις ἠθροίσθησαν. ὁ δέ γε Καμύτζης τὴν [*](7 ἴβιδος C ἴβιβος f 8 ἀπορρυίσκουνται r: f 9 πάριον Α παρεὸν f 13 καμμύτζην f sic semper 14 νικαίας C om F 16 δὲ r: τε f 18 μαχούμετ f 24 έγνώκεισαν f 26 σκεδασθέντας Α διασκεδασθέντας f)
246
λείαν πᾶσαν ἀφελόμενος ἐξ αὐτῶν οὐκ ἤθελε μέχρι τοῦ Ποιμανηνοῦ καταλαβεῖν, ὡς οὖ τὰ κατ´ αὐτὸν ἐν τούτῳ διαθέσθαι (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον), ἀλλὰ περὶ τὰ Ἀόρατα ἐμβραδύνων ἔλαθε καθ´ ἑαυτοῦ βουλευςάμενος. οἱ βάρβαροι γὰρ ἐν τῷ ἀκινδύνῳ γεγονότες οὐκ ἐπελάθοντο τοῦ Καμύτζη, ἀλλ´ ἐνήδρευον τοῦτον διὰ παντός. καὶ με- [*](B) μαθηκότες ἔτι αὐτὸν εἰς τὰ Ἀόρατα ἐνδιατρίβοντα καὶ τὰ περὶ τὴν λείαν ἅπασαν καὶ τοὺς δορυαλώτους διατιθέμενον παραχρῆμα τὰς ὑπ´ αὐτοὺς δυνάμεις κατ´ ἴλας καταστησάμενοι περὶ δείλην ἑῴαν εἰσπίπτουσιν αὐτῷ. τὸ μὲν οὖν πλεῖον τοῦ στρατεύματος τοῦ Καμύτζη τοσαύτην πληθὺν βαρβάρων ἐπεισπεσοῦσαν αὐτοῖς ἑωρακότες φυγῇ τὴν ἑαυτῶν σωτηρίαν ἐδόκουν πραγματεύσασθαι· αὐτὸς δὲ μετὰ τῶν Σκυθῶν καὶ τῶν Κελτῶν καὶ ὁπόσοι τῶν Ῥωμαίων εὐψυχότεροι ἦσαν ἐκθύμως ἐμάχετο. καὶ τηνικαῦτα οἱ τούτων πλείους [*](C) πίπτουσιν· ὁ δέ γε Καμύτζης μετ´ ὀλίγων καταλειφθεὶς ἔτι ἀντείχετο τῆς μάχης. καιρίαν δὲ ὁ ἵππος, ἐν ᾧ ἐπωχεῖτο, πληγεὶς κατὰ γῆς ἔρριπτο. ὁ δέ γε τούτου ἀδελφιδοῦς Καταρόδων οὕτω καλούμενος ἀποβὰς τοῦ ἰδίου ἵππου τοῦτον αὐτῷ δίδωσι. Βαρὺς δὲ ὢν ὁ ἀνὴρ καὶ μέγας ῥᾳδίως τοῦ ἵππου ἐπιβῆναι οὐκ εἶχεν· ἔνθεν τοι καὶ μικρὸν ἀναποδίσας ἐπί τινα δρῦν ἑαυτὸν προσερείσας καὶ τὸν ἀκινάκην σπασάμενος τάς τε σῳζούσας ἀπολωλεκὼς ἐλπίδας, ὁπόσοι τούτῳ τῶν βαρβάρων συμπλακῆναι κατετόλμων, κατά γε [*](D) κόρυθος καὶ ὤμων καὶ αὐτῶν δὴ τῶν χειρῶν παίων οὐκ ἐνεδίδου. ἐπὶ πολὺ γοῦν τοῦτον ἀντέχοντα ὁρῶντες οἱ βάρβαροι καὶ πολλοὺς κτείνοντα, πολλοὺς δὲ καὶ τιτρώσκοντα ὑπεραγάμενοι τὴν τοῦ ἀνδρὸς τόλμαν καὶ τὸ σταθηρὸν αὐτοῦ θαυμάσαντες τὴν σωτηρίαν αὐτοῦ διὰ ταῦτα πραγματεύσασθαι ἐβουλήθησαν. ὁ δὲ ἀρχισατράπης Μουχοῦμετ τὴν [*](7 ἐνδιατρίβοντα A διατρίβοντα f 13 ἐδόκουν πραγματεύσασθαι A πραγματεύεσθαι ἐδόκουν f σκυθῶν καὶ τῶν κελτῶν A κελτῶν καὶ τῶν σκυθῶν f 24 συμπλακῆναι A om f 26 ἀντέχοντα r: ἀνέχοντα f)
247
κλῆσιν τοῦτον καὶ πάλαι γινώσκων καὶ τηνικαῦτα ἀναγνωρίσας ἀνακόπτει μὲν τῆς ὁρμῆς τοὺς αὐτῷ συμπλεκομένους, ἀποβὰς δὲ τοῦ ἵππου μεθ’ ὧν ἔτυχε προσελθὼν ἔφη “μὴ πρόκρινε τῆς σῆς σωτηρίας τὸν θάνατον· ἀλλὰ δίδου μοι τὴν χεῖρα καὶ σῴζου”. ὁ δὲ ὑπὸ τοσούτων περιστοιχούμενον ἑαυτὸν ὁρῶν καὶ μὴ πρὸς τοσούτους ἀντέχειν ἔτι δυνάμενον [*](P. 441) δίδωσι χεῖρας τῷ Μουχοῦμετ. καὶ ὃς ἐφ’ ἵππον τοῦτον ἐπιβιβάσας τοὺς αὐτοῦ πόδας δεσμεῖ, ὡς μὴ ῥᾳδίως ἀποδρᾶσαι δύνασθαι. ἀλλὰ ταῦτα μὲν τὰ τῷ Εὐσταθίῳ συμπεσόντα· [*](V. 349) ὁ δέ γε αὐτοκράτωρ στοχασάμενος τῆς ἀτραποῦ, δι’ ἧς διιέναι ἔμελλον, ἄλλην τραπόμενος διά τε τῆς Νικαίας διελθὼν καὶ τῶν Μαλαγίνων καὶ τῶν οὕτω καλουμένων βασιλικῶν (ταῦτα δὲ τέμπη εἰσὶ καὶ δύσβατοι ἀτραποὶ περὶ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου διακείμενα) κατέρχεται εἰς τὰ Ἀληθινὰ κἀκεῖσε [*](Β) καταλαμβάνει τὴν Ἀκροκὸν ἐπειγόμενος προκαταλαβεῖν ἀπὸ τῶν ἔμπροσθεν τοὺς Τούρκους καὶ οὕτω καρτερῶς μετ’ αὐτῶν συνάψαι τὸν πόλεμον. οἱ δὲ μηδὲ μνείαν ὅλως Ῥωμαϊκοῦ στρατεύματος εἰς νοῦν λαβόντες τὸν κατὰ τὴν τέμπειαν διακείμενον καλαμῶνα καταλαβόντες ἐκεῖ που περιχυθέντες ἐξέκειντο. ἐπεὶ δὲ ἀπηγγέλη τῷ αὐτοκράτορι ἀπερχομένῳ κατ᾿ αὐτῶν τὴν πεδιάδα τῆς τεμπείας τοὺς βαρβάρους καταλαβεῖν, ἀπὸ διαστήματος ἱκανοῦ τὸ στράτευμα εἰς πολέμου τύπον καταστήσας καὶ παραταξάμενος ἔμπροσθεν μὲν Κωνσταντῖνον [*](C) τὸν Γαβρᾶν καὶ τὸν Μοναστρᾶν ἔταξεν, ἐφ’ ἑκάτερα δὲ ἰλαδὸν καταστήσας τὸ στράτευμα τὴν οὐραγίαν τῷ Τζιπουρέλῃ καὶ τῷ Ἀμπελᾷ πολλὴν τὴν τοῦ πολέμου πεῖραν ἐκ μακροῦ ἐσχηκόσι δέδωκε. τὸ δὲ μέσον τῆς παρατάξεως αὐτὸς διέπων ὅλας συνετάραττε φάλαγγας καὶ οὕτως ὥσπερ κεραυνὸς τοῖς Τούρκοις ἐμπεσὼν καρτερὸν τὸν μετ’ αὐτῶν συνῆψε πόλεμον. πολλοὶ μὲν οὖν τηνικαῦτα κτείνονται τῶν βαρβάρων ἀγχεμάχου τῆς μάχης γεγονυίας, πολλοὶ δὲ καὶ δορυθήτὴν [*](5 Α om f 7 ἐφ’ ἵππον r: ἔφιππον f 12 μαλαγίνων C μελαγίνων f 18 τέπειαν f 19 καταλαβόντες Α om f 21 τεπείας f)
248
ρατοι ἄγονται. οἱ δὲ τῷ καλαμῶνι προσπεφευγότες τέως ἐσῴζοντο· ὁ δὲ αὐτοκράτωρ λαμπρὰν τὴν κατ' αὐτῶν νίκην ἀράμενος πρὸς τὸν καλαμῶνα ἐπιστραφεὶς ἔσπευδε κἀκεῖθεν τούτους ἀπελάσαι. οἱ δὲ στρατιῶται διὰ τὸ βαλτῶδες καὶ [*](D) πυκνὸν τοῦ καλαμῶνος μὴ δυνάμενοι εἰσιέναι ἐν ἀμηχανίᾳ ἦσαν. καὶ ὃς περιζώσας τὸν καλαμῶνα διὰ τῶν στρατιωτῶν πῦρ ἐκ μέρους τοῦ καλαμῶνος ἁφῆναι ἐπέταξε. τούτου δὲ γενομένου ἡ φλὸξ εἰς ὕψος ἦρτο μέγα· οἱ δὲ ἐντὸς φεύγοντες τὸ πῦρ εἰς τὰς τῶν στρατιωτῶν ἐνέπιπτον χεῖρας. καὶ τούτων δὲ οἱ μὲν παρανάλωμα ξίφους ἐγίνοντο, οἱ δὲ πρὸς τὸν αὐτοκράτορα ἤγοντο.

Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς ἀπὸ τοῦ Καρμὲ κατελθόντας βαρβάρους· ὁ δὲ Ἀμὴρ Μουχοῦμετ μεμαθηκὼς [*](Ρ.) τὴν συμφορὰν τὴν περὶ τοὺς ἀπὸ τοῦ Καρμὲ Μουσουλμάνους κατόπιν εὐθὺς ἐλαύνει τοῦ βασιλέως ἑνωθεὶς μετὰ τῶν κατὰ τὴν Ἀσίαν οἰκούντων Τουρκομάνων καὶ τῶν λοιπῶν, ὥστε ξυνέβαινε τὸν αὐτὸν διώκειν τε καὶ διώκεσθαι. οἱ μὲν γὰρ ἀμφὶ τὸν Μουχοῦμετ βάρβαροι τὸν αν̓τοκράτορα ἰχνηλατοῦντες ἐδίωκον· ὁ δὲ τοὺς ἀπὸ τοῦ Καρμὲ μεταπορευόμενος ἦν, ὥστε μέσον ἀμφοῖν ἐναπείληπτο. ἀλλὰ τοὺς μὲν ἔφθασε νενικηκώς, οἱ δὲ διώκοντες ἔξω κακῶν εἱστήκεισαν ἔτι. ἐπεὶ δ’ ἀθρόον τῇ οὐραγίᾳ τοῦ αὐτοκράτορος προσέπεσεν ὁ Μουχοῦμετ, [*](B) πρώτως περιτυγχάνει τῷ Ἀμπελᾷ. ὁ δὲ ἐν αἰσθήσει [*](V. (??)) τοῦ αὐτοκράτορος ὢν καὶ διὰ τοῦτο ἐπὶ πλέον θαρσήσας καὶ ἄλλως θρασὺς ὢν ὁ ἀνὴρ μηδὲ πρὸς μικρὸν περιμείνας τοὺς μετ’ αὐτόν, ὥστε σὺν εὐταξίᾳ τὴν μετὰ τῶν Τούρκων προσβολὴν δόξασθαι, κατὰ τοῦ Μουχοῦμετ ἵεται. παρείπετο δὲ καὶ ὁ Τζιπουρέλης. περὶ παλαιοχώριον δέ τι γενομένω μήπω τῶν ὑπ’ αὐτοὺς στρατιωτῶν ἐφθακότων καταλαμβάνει [*](2 κατ’ αὐτῶν νίκην Α νίκην κατ' αὐτῶν f 7 ἁφῆναι scripsi: ἀφεῖναι A f 10 δὲ Α om f 13 κατελθόντας Α ἐλθόντας f μαχούμετ f 25 περιμείνας τοὺς μετ’ αὐτόν περιμείνας scriptum secunda manu) C περικαρτερήσας f 27 μαχούμετ f 28 τζιπαρέλης f τζιπερούλης Α 29 αὐτοὺς C αὐτὸν f)

249
τούτους ὁ Μουχοῦμετ σταθηρότατος ὤν. τὸν ἵππον δὲ τοῦ Ἀμπελᾶ, οὐ τὸν ἱππότην, διὰ βέλους πλήξας κατὰ γῆς ἔρ- [*](C) ριψεν. ὃ θεασάμενοι οἱ Τοῦρκοι πεζῷ περιτυχόντες κτείνουσιν. ἀλλὰ καὶ τὸν Τζιπουρέλην ἀναισχύντως κατ' αὐτῶν ἱέμενον ὁρῶντες τὸν ἵππον, ἐν ᾧ ἐπωχεῖτο, πτερώσαντες οἷον τοῖς βέλεσιν ἔξεδρον αὐτὸν ἐποίησαν καὶ διὰ μαχαίρας παραχρῆμα ἀνεῖλον. οἱ δὲ τὴν οὐραγίαν τηροῦντες στρατιῶται, ὥστε τοὺς κεκοπιακότας τῶν τὰς σκευὰς τηρούντων στρατιωτῶν καὶ τοὺς ἵππους φρουρεῖν καὶ τοὺς κατ' αὐτῶν ἱεμένους ἀπελαύνειν ὡς δύναμις, καταλαβόντας θεασάμενοι τοὺς Τούρκους κατ’ αὐτῶν ἵενται καὶ τρέπουσιν αὐτοὺς κατὰ κράτος. ἐπεὶ δὲ ὁ Καμύτζης μετὰ τῶν Τούρκων τηνι- [*](D) καῦτα δέσμιος παρῆν, τὴν γενομένην σύγχυσιν ἐν τῇ συμβολῇ τῆς μάχης θεασάμενος καὶ τοὺς μὲν φεύγοντας, τοὺς δὲ διώκοντας ὁρῶν σταθηρὸς ὢν δρασμὸν μελετήσας τῆς ὁδοῦ εἴχετο. περιτυχὼν δὲ αὐτῷ κατάφρακτος τις Κελτὸς ἵππον δίδωσι· καὶ καταλαμβάνει τὸν αὐτοκράτορα περὶ τὴν [*](P. 443) πεδιάδα τῆς τεμπείας αὐλιζόμενον μεταξὺ φιλαδελφείας καὶ Ἀκροκοῦ διακειμένην, οὐχ ἑνί, ἀλλὰ πολλοῖς ἀποχρῶσαν στρατεύμασι. ὁ δὲ τὸν Καμύτζην θεασάμενος μεγάλως αὐτὸν ἀποδεξάμενος καὶ σῶστρα τῷ ῥυσαμένῳ τοῦτον Θεῷ θύσας πρὸς τὴν βασιλεύουσαν ἐκπέμπει “εἰπὲ” λέγων “ ὅσα τε πέπονθας καὶ ὁπόσα ἑώρακας καὶ τὴν ἡμῶν σὺν Θεῷ τοῖς ἡμετέροις κατάγγειλον ζωήν’’. μεμαθηκὼς δὲ τὴν σφαγὴν τοῦ Ἀμπελᾶ καὶ τοῦ Τζιπουρέλη καὶ λίαν ἐπὶ τῇ τούτων σφαγὴ περιαλγήσας ὁ αὐτοκράτωρ τὴν ψυχὴν ἔφη “δύο δόντες ἕνα ἐλάβομεν“. ἔθος γὰρ αὐτῷ, ὁπηνίκα [*](Β) τινα πόλεμον, ἀνερευνᾶν, εἴ τις ἑάλω τῶν στρατιωτῶν, εἴ τις ἔργον ἐγεγόνει πολεμίας χειρός· καὶ κἂν ὅλας ἐτρέψατο [*](3 ὃ r: ὃν f 4 καὶ] finis foliorum insiticiorum; ab eodem qui illa scripsit primus versus τὸν . . . οἷον τοῖς) in insequenti pagina adiectus est 10 ἀπελαύνειν ἱεμένους F 18 τεπείας ἔ 20 ὁ δὲ τὸν C τὸν εὲ F 24 κατάγγειλον C κατάγγειλε F)
250
φάλαγγας καὶ νίκην τὴν κατ’ αὐτῶν ἤρατο, ξυμβέβηκε δ’ ἕνα που τυχὸν καὶ τῶν ἐσχάτων στρατιωτῶν ἀπολέσθαι, τὸ τῆς νίκης εἰς οὐδὲν ἐλογίζετο πρᾶγμα καὶ Καδμείαν ὡς ἀληθῶς νίκην τὴν νίκην ἐκείνην ἡγεῖτο καὶ ἀντὶ κέρδους ζημίαν. αὐτὸς δὲ ἡγεμόνας τινὰς μετὰ τῶν ὑπ' αὐτὸν στρατιωτῶν ἐς φυλακὴν καταστήσας τῆς χώρας Γεώργιον τὸν Λεβούνην καὶ ἑτέρους πρὸς τὴν βασιλεύουσαν νικητὴς ἐπανῄει. ὁ μὲν οὖν Καμύτζης καταλαβὼν τὸ Δάμαλιν καὶ ἐν ἀμφιρύκῳ εἰσελθὼν περὶ μέσην φυλακὴν τῆς νυκτός, ἐπεὶ τὴν βασιλίδα [*](C V.) εἰς τὰ ὑπερκείμενα τῶν ἀνακτόρων ἐγίνωσκεν οὖσαν, κεῖθι καταλαβὼν πατάσσει τὴν περὶ τὸν αἰγιαλὸν πύλην. τῶν δὲ ἐρομένων, τίς ἂν εἴη, τὴν ἰδίαν οὐκ ἤθελεν ἀποκαλύπτειν κλῆσιν, ἀλλὰ τὰς πύλας ᾐτεῖτο ἀποζυγωθῆναί οἱ. μόγις οὖν τοὔνομα ἀνακαλύψας παραχωρεῖται τῆς εἰσόδου. ἡ δὲ Αὔγουστα περιχαρὴς γεγονυῖα ἐδέξατο τοῦτον ἔξω τῆς τοῦ κοιτῶνος θύρας (Ἀριστήριον τοῦτο πάλαι ὠνόμαζον), δὲ τοῦτον Τουρκικῶς ἐσταλμένον καὶ θατέρων τῶν ποδῶν χωλεύοντα διὰ τὸ πληγῆναι ἐν τῷ καιρῷ τῆς μάχης, περὶ τοῦ αὐτοκράτορος πρώτως ἐρομένη καθεσθῆναι ἐπέταξεν· [*](D) εἶτα περὶ πάντων πυθομένη καὶ τὴν καινὴν ἐκείνην ἐξ ἀπροσ- δοκήτου νίκην μεμαθηκυῖα τοῦ αὐτοκράτορος καὶ τὸν δορυάλωτον ἐλεύθερον ὁρῶσα οὐκ εἶχεν ὑφ’ ἡδονῆς ὅ τι καὶ [*](p. 4) γένοιτο. ἐπέτρεψε δὲ τοῦτον διαναπαύσασθαι μέχρις ἡμέρας κἄπειτα ἐξελθόντα τὰ συμβεβηκότα διακηρυκεύειν ἅπασι. καὶ ὁ μὲν πρωΐθεν ἐξαναστὰς καὶ ἐπιβὰς ἵππου τινὸς μετὰ τῶν ἐσθημάτων ἐκείνων, μεθ' ὧν ἀφῖκτο τῆς αἰχμαλωσίας παραδόξως ἐλευθερωθεὶς, ἐπὶ τὸν Κωνσταντίνιον φόρον ἐλήλυθε. καὶ πᾶσα ἡ πόλις εὐθὺς ἐπ’ αὐτῷ ἐκεκίνητο ὁμοῦ μὲν καὶ τὰ κατ' αὐτὸν μαθεῖν ἐπειγομένη, ὁμοῦ δὲ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα πλέον ποθοῦσα. αὐτὸς δὲ περιστοιχησάντων αὐτὸν ἱππέων πολλῶν καὶ πεζῶν τά τε κατὰ τὸν [*](Β) πόλεμον λαμπρῷ τῷ στόματι διηγήσατο καὶ ὅσα τότε ξυνδὲ [*](1 F 8 ἀμφηρικῷ L. Dindorfius 29 μὲν r: τε F)
251
έκυρσε κατὰ τοῦ Ρωμαϊκοῦ στρατεύματος καὶ δὴ καὶ ὁπόσα ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐμηχανήσατο καὶ ὅπως ἤρατο νίκην λαμπρὰν πολλαπλασίαν τὴν ἐκδίκησιν ποιησάμενος· καὶ τέλος ἐπέθηκε τὴν παράδοξον ἑαυτοῦ ἀπὸ τῶν βαρβάρων φυγήν. οἷς ἐπευφήμησεν ὅλον τὸ πλῆθος καὶ μέχρις αἰθέρος ὁ κρότος τῆς εὐφημίας ἀνεληλύθει.

Ταῦτα μὲν οὕτως ἐτετέλεστο καὶ ἡ Κωνσταντίνου ἐνεπέπληστο τῶν τοῦ βασιλέως κατορθωμάτων. καὶ γὰρ ὡς [*](c) ἀληθῶς ὅσον μὲν ἀπὸ τῆς τύχης δυσχερέσι πράγμασιν ὡμιλήκει λήκει καὶ ἀντίξως ἔχουσι πρός τε αὐτὸν καὶ τὰ τῶν Ῥωμαίων πράγματα καὶ ὅλως δυστυχημάτων πλήθει περιερρεῖτο. ἀλλ’ ἥ γε ἀρετὴ τούτου καὶ τὸ ἐγρηγορὸς καὶ δραστήριον ἀντέβαινε τε καὶ φιλονείκως εἶχε πρὸς ἅπαν δυστύχημα. οὐδενὶ γὰρ τῶν ἀνέκαθεν βασιλέων καὶ εἰς τὴν τήμερον ὄντων πραγμάτων ἐπιπλοκὴ καὶ μοχθηρία παντοδαπῶν ἀνθρώπων καὶ οἴκοι καὶ θύραθεν προσεπέλασεν, ὡς ἐπὶ τούτου τοῦ αὐτοκράτορος εὕρομεν. εἴτε γὰρ ἔδει πονήρως διατεθῆναι [*](D) τὰ τῶν Ῥωμαίων Θεοῦ παραχωροῦντος (οὐδὲ γὰρ ἂν τῆς ἀστρῴας περιφορᾶς ἐξαπτοίμην ποτὲ τὰ ἡμέτερα) εἴτε [*](P. 352) ἀπὸ τῆς τῶν προβεβασιλευκότων ἀβουλίας εἰς τόδε καταστάσεως [*](V. 445) στάσεως τὰ τὴς Ῥωμαϊκῆς δυναστείας ἔστη, ὄχλος πραγμάτων καὶ πολυκύμαντος τάραχος ἐπὶ τῶν καιρῶν τῆς βασιλείας τοὐμοῦ πατρὸς συνελήλυθεν. ἅμα γὰρ κατὰ ταὐτὸν καὶ Σκύθης ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς ἑσπέρας Κελτὸς καὶ ἐξ ἀνατολῶν Ἰσμαὴλ ἐτετάρακτο χωρὶς τῶν ἀπὸ θαλάσσης κινδύνων, ἄνευ τῶν θαλασσοκρατούντων βαρβάρων, ἄνευ τῶν πειρατικῶν ἀναρίθμων νηῶν, ἃς ἡ τῶν Σαρακηνῶν ἐτεκτόνευσε μῆνις, ἃς ἡ τῶν Οὐετόνων συνεπλέξατο πλεονεξία καὶ κατὰ τῆς Ῥωμαϊκῆς βασιλείας δύσνοια. καὶ γὰρ [*](Β) ἐποφθαλμιῶσι πάντες αὐτῇ. φύσει γὰρ οὖσα δεσπότις τῶν ἄλλων ἐθνῶν ἡ βασιλεία Ῥωμαίων ἐχθρωδῶς διακείμενον ἔχει τὸ δοῦλον, καὶ ἐπειδὰν ἐπιδράξαιτο καιροῦ, φέρεται [*](21 ὄχλος πολὺς C)

252
ἄλλος ἄλλοθεν ἐκ γῆς καὶ θαλάττης ἕκαστος. ἀλλὰ τὰ μὲν πρότερον καὶ τὰ τῆς πρὸ ἡμῶν βασιλείας ἐλαφρότατα ἦν καὶ κουφότερα· ἐπὶ δὲ τοὐμοῦ πατρὸς ἅμα τε ἐπιβεβήκει τοῦ βασιλικοῦ ἅρματος καὶ εὐθὺς ἐπισυνέρρευσεν ἁπανταχόθεν ἅπαντα τὰ δεινά· καὶ ὁ Κελτὸς ἐκεκίνητο καὶ ἐδείκνυ τοῦ δόρατος τὴν ἀκμὴν καὶ ὁ Ἰσμαὴλ τόξον ἐνέτεινε καὶ τὸ Νομαδικὸν ἅπαν ἔθνος καὶ Σκυθικὸν ὅλον ἁμάξαις παμμυρίαις [*](C) ἐπέβρισεν. ἀλλ’ ἴσως τις ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ ἐντυγχάνων τῷ συγγράμματι δεδεκασμένην εἴποι τῇ φύσει τὴν γλῶτταν. ἐγὼ δὲ οὐ μὰ τοὺς τοῦ βασιλέως ὑπὲρ τῆς τῶν Ῥωμαίων εὐδαιμονίας κινδύνους, οὐ μὰ τὰ τοῦ πατρὸς ἀθλήματα καὶ τὰς συμφοράς, ἃς ὑπὲρ τῶν Χριστιανῶν στιανῶν ἐπεπόνθει, οὐκ ἔγωγε χαριζομένη τᾠμῷ πατρὶ τὰ τοιαῦτα καὶ λέγω καὶ γράφω. ἥ γε καὶ ὅπη τὸν πατέρα σφαλλόμενον ἴδοιμι, ἄντικρυς καὶ παραβαίνω τὸν νόμον τὸν φυσικὸν καὶ τῆς ἀληθείας ἐξέχομαι φίλον μὲν καὶ τοῦτον [*](D) ἡγουμένη, φιλτέραν δὲ τὴν ἀλήθειαν ἔχουσα· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ὥς πού τις ἔφη φιλόσοφος, κράτιστον προτιμᾶν τὴν ἀλήθειαν. ἀλλὰ τοῖς πράγμασιν αὐτοῖς ἐπακολουθοῦσα καὶ μήτε προστιθεμένη παρ’ ἐμαυτῇ μήτε ὑφαιροῦσα τὰ ξυμπεσόντα καὶ λέγω καὶ γράφω. καὶ ἐγγύθεν ὁ ἔλεγχος· οὐ γὰρ εἰς μυριοστὸν ἔτος ἀνάγω τὸ σύγγραμμα, [*](p.) ἀλλ’ εἰσὶν οἵτινες εἰς τὴν τήμερον περιόντες καὶ τὸν πατέρα τὸν ἐμὸν ἐγνωκότες καὶ τὰ κατ’ αὐτὸν ἀφηγούμενοι, ἀφ’ ὧν καὶ οὐκ ὀλίγα τῆς ἱστορίας ἐνταυθοῖ συνηράνιστο ἄλλων ἄλλο τι διηγουμένων καὶ μεμνημένων ὧν ἕκαστος ἔτυχε καὶ πάντων ὁμοφωνούντων. τὰ μὲν γὰρ πλείω καὶ ἡμεῖς συνῆμεν τῷ πατρὶ καὶ τῇ μητρὶ συνειπόμεθα. οὐ γὰρ ἦν τὸ ἡμέτερον τοιοῦτον οἷον οἰκουρικὸν καὶ ὑπὸ σκιὰν καὶ τρυφὴν στρεφόμενον. ἀλλ’ ἐμὲ γὰρ ἐξ αὐτῶν σπαργάνων, ὄμνυμι [*](Β V.) τὸν ἐμαυτῆς Θεὸν καὶ τὴν ἐκείνου μητέρα, πόνοι καὶ θλίψεις παρέλαβον καὶ συμφοραὶ συνεχεῖς, αἱ μὲν ἔξωθεν, αἱ δὲ [*](7 ὅλον r: ὅλαις F 23 περιόντες r: περιιόντες F 30 τρεφόμενον?)
253
οἴκοθεν. τὰ μὲν γὰρ τοῦ σώματος ὁποδαπῶς εἶχον, οὐκ ἂν εἴποιμι, λεγέτωσαν δὲ ταῦτα οἱ περὶ τὴν γυναικωνῖτιν καὶ καταλεγέτωσαν. τὰ δὲ ἔξωθεν καὶ ὅσα μοι συνεπεπτώκει οὔπω τὸν ὄγδοον ὑπερελασάσῃ χρόνον καὶ ὅσους ἐχθροὺς ἡ τῶν ἀνθρώπων μοι κακία παρεβλάστησε, τῆς Ἰσοκράτους Σειρῆνος δεῖται, τῆς Πινδαρικῆς μεγαλοφωνίας, τοῦ Πολέμωνος [*](c) ῥοίζου, τῆς Ὁμηρικῆς Καλλιόπης, τῆς Σαπφικῆς λύρας ἤ τινος ἄλλης παρὰ ταύτας δυνάμεως. οὐδὲν γάρ ἐστι τόν δεινῶν οὐ μικρόν, οὐ μεῖζον, οὐκ ἐγγύθεν, οὐ πορρωτέρω, ὃ μὴ εὐθὺς ἐπέβρισε καθ’ ἡμῶν. καὶ δῆτα καὶ ὑπερέσχε σαφῶς τὸ κλυδώνιον καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν καὶ μέχρι οὗ τὸ σύγγραμμα τουτὶ γράφω ἡ τῶν συμφορῶν ἐπωρύεταί μοι θάλαττα καὶ ἄλλα ἐπ’ ἄλλοις καταλαμβάνει τὰ κύματα. ἀλλὰ γὰρ ἔλαθον εἰς τὰς ἐμαυτῆς συμφορὰς παρασυραμένη· [*](D) νῦν οὖν ἐπὶ νοῦν ἐλθοῦσα ἐπανανήξομαι καθάπερ ἀνάρρουν [*](447) ποιησαμένη καὶ πρὸς τὰς πρώτας λαβὰς ἐπανέλθοιμι. τὰ μὲν οὖν, ὡς εἶπον, παρ’ ἐμαυτῆς ἔχω, τὰ δὲ καὶ ἀπὸ τῶν ξυστρατευσαμένων τῷ αὐτοκράτορι ποικίλως περὶ τούτων μανθάνουσα καὶ διά τινων πορθμέων εἰς ἡμᾶς διαβιβαζόντων τὰ τοῖς πολέμοις ξυμβεβηκότα, μάλιστα δὲ καὶ αὐτοπροσώπως περὶ τούτων διηγουμένων πολλάκις ἤκουον τοῦ τε αὐτοκράτορος καὶ Γεωργίου τοῦ Παλαιολόγου. ἐγὼ δὲ καὶ τὰ πολλὰ τούτων συνελεξάμην καὶ κράτιστα ἐπὶ τοῦ μετὰ τὸν ἐμὸν πατέρα τρίτου τὰ τῆς βασιλείας σκῆπτρα διέποντος, ὅτε καὶ πᾶσα κολακεία καὶ ψεῦδος τῳ πάππῳ αὐτῷ συναπἐρρευσε [*](Β) πάντων τὸν ἐφιστάμενον μὲν θρόνον κολακευόντων, πρὸς δὲ τὸν ἀπερρυηκότα μηδέν τι μὲν θωπείας ἐνδεικνυμένων, γυμνὰ δὲ τὰ πράγματα διηγουμένων καὶ αὐτὰ λεγόντων ὥσπερ ἐσχήκασιν. ἐγὼ μὲν γὰρ τὰς ἐμαυτῆς συμφορὰς ἀποδυρομένη κατὰ τόδε καιροῦ τρεῖς βασιλεῖς θρηνοῦσα τὸν τὸν πατέρα καὶ αὐτοκράτορα καὶ τὴν ἐμὴν δεσπότιν καὶ μητέρα καὶ βασιλίδα καὶ τὸν ἐμόν, οἴμοι, σύζυγον Καίσαρα ἐγγωνιάζω [*](12 ἐπωρύεταί r: ἐπορύεταί F)
254
τὰ πολλὰ καὶ βιβλίοις καὶ Θεῷ προσανάκειμαι. καὶ οὐδὲ τοῖς ἀφανεστέροις ἐξέσται τῶν ἀνθρώπων παρ’ ἡμᾶς φοιτᾶν, μὴ ὅτι γε δι’ ὧν μανθάνειν εἴχομεν, ἅπερ παρ’ ἄλλων [*](C V. 35) διακηκοότες ἐτύγχανον, καὶ τοῖς τοῦ πατρὸς οἰκειοτάτοις. εἰς τριακοστὸν γὰρ τοῦτο ἔτος, μὰ τὰς τῶν μακαριωτάτων αὐτοκρατόρων ψυχάς, οὐκ ἐθεασάμην, οὐκ εἶδον, οὐχ ὡμιλήκειν ἀνθρώπῳ πατρῴῳ, τοῦτο μὲν τῶν πολλῶν ἀπερρυηκότων, τοῦτο δὲ τῶν πολλῶν ἀπειργομένων τῷ φόβῳ. καὶ τούτοις γὰρ ἡμᾶς κατεδίκασαν οἱ κρατοῦντες τοῖς ἀτοπήμασι μηδὲ θεατοὺς εἶναι ἀλλ’ ἐστυγημένους τοῖς πλείοσιν. ἃ δὲ συνειλόχειν τῆς ἱστορίας, ἵστω Θεός, ἴστω ἡ ὑπερκόσμιος [*](D) μήτηρ αὐτοῦ καὶ ἐμὴ δεσπότις, ἀπό τινων συνελεξάμην ξυγγραμμάτων ἀχρείων καὶ ἀσπούδων παντάπασι καὶ γερόν- [*](Ρ. 4) των ἀνθρώπων στρατευσαμένων κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν οὑμὸς πατὴρ τῶν σκήπτρων Ῥωμαίων ἐπείληπτο, χρησαμένων δὲ συμφοραῖς καὶ μετασχηματισθέντων ἀπὸ τῆς κοσμικῆς τύρβης εἰς τὴν τῶν μοναχῶν γαληνιαίαν κατάστασιν. τὰ γὰρ εἰς χεῖρας ἐμὰς ἐμπεσόντα συγγράμματα ἁπλᾶ μὲν ἦσαν τὴν φράσιν καὶ ἀπερίεργα καὶ τῆς ἀληθείας ἐχόμενα καὶ οὐδέν τι κομψὸν ἐπιδεδειγμένα οὐδὲ ῥητορικὸν ὄγκον ἐπισυρόμενα. τὰ δὲ παρὰ τῶν γεραιτέρων ἐκδιηγούμενα τῆς αὐτῆς ἦσαν καὶ λέξεως καὶ διανοίας τῶν συγγραμμάτων [*](Β) ἐχόμενα· καὶ ἐτεκμηράμην ἐξ αὐτῶν τὴν τῆς ἱστορίας ἀλήθειαν συμβάλλουσα καὶ παρεξετάζουσα τὰ παρ’ ἐμαυτῆς ἱστορούμενα πρὸς τὰ παρ’ ἐκείνων λεγόμενα καὶ τὰ παρ’ ἐκείνων πρὸς τὰ παρ’ ἐμαυτῆς, ἅπερ αὐτὴ ἐξ αὐτοῦ τε τοὐμοῦ πατρὸς καὶ τῶν πρὸς πατρὸς καὶ μητρὸς ἐμοὶ θείων ἠκηκόειν πολλάκις. ἀφ’ ὧν ἁπάντων τὸ τῆς ἀληθείας ἅπαν σῶμα συνεξυφαίνεται. ἀλλ’ ὅπερ ἄνωθεν εἶπον περὶ τῆς τοῦ Καμύτζη τῶν βαρβάρων ἀποφυγῆς καὶ τῆς παρ’ ἐκείνου πρὸς τοὺς πολίτας δημηγορίας, ὁ λόγος ἐχέσθω. ὁ μὲν γὰρ διηγήσατο [*](C) τὰ συμπεπτωκότα, καθάπερ εἴπομεν, καὶ ὅσα ὁ βασιλεὺς [*](8 φόβῳ διὰ τὴν τῶν πραγμάτων παλίρροιαν C)
255
κατὰ τῶν Ἰσμαηλιτῶν ἐτεχνάσατο· οἱ δὲ τῆς Κωνσταντίνου οἰκήτορες μία φωνὴ καὶ χεῖλος ‘ὲν γεγονότες ἀνευφήμουν, ὕμνουν τὸν αὐτοκράτορα, ἐξεθείαζον, ἐμακάριζον τῆς ατρατηγίας, οὐκ οὐκ ὅπως τὴν ἐπ᾿ αὐτῷ ἡδονὴν κατασχεῖν. ἀλλὰ τὸν μὲν Καμύτξην σὺν εὐθυμία παραπέμψαντες οἴκαδε μεθ’ ἡμέρας τινὰς δέχονται καὶ τὸν αὐτοκράτορα νικητὴν τροπαιοῦχον, ἀνίκητον στρατηγόν, ἀήττητον βασιλέα, σεβαστόν αὐτοκράτορα. [*](D) κράτορα. καὶ οἱ μὲν οὕτως· ὁ δὲ εἰσεληλυθὼς τὰ βασίλεια [*](P. 355) καὶ σῶστρα θύσας Θεῷ καὶ τῇ Θεομήτορι τῶν συνήθων [*](V. 449) εἴχετο τρόπων. τοὺς γὰρ ἔξωθεν πολέμους καταστησάμενος καὶ τὰς τῶν τυράννων στάσεις ἀποκρουσάμενος εἰς δικαστήρια καὶ νόμους ἀπέβλεπεν. ἦν γὰρ παρ’ ἑκάτερον καιρὸν καὶ εἰρήνης καὶ μάχης ἄριστος οἰκονόμος. ἔκρινε γὰρ ὀρφανὸν καὶ ἐδικαίου χήραν καὶ κατὰ πάσης ἀδικίας δριμύτατον ἔβλεπεν ὀλίγα τὸ σῶμα διαναπαύων ἐν κυνηγεσίοις τε καὶ ἀνέσεσι. καὶ γὰρ μετὰ τῶν ἄλλων ἐφιλοσόφει καὶ τοῦτο, χαλιναγωγεῖν τὸ σῶμα καὶ εὐαγωγότερον ἑαυτῷ καθιστᾶν. ἐξεδίδου μὲν γὰρ αὐτὸ τοῖς πόνοις ὡς ἐπὶ τὸ πλεῖστον, πάλιν δὲ ἐπανεκαλεῖτο [*](Β) τῶν πόνων· καὶ ἡ ἄνεσις τούτῳ δεύτερος πόνος, βιβλίων ἀνάγνωσις καὶ ἐξέτασις καὶ ἡ τοῦ “ἑρευνᾶτε τὰς γραφὰς” παραγγέλματος ἐπιμέλεια. τὰ δ’ αὖ κυνηγέσια καὶ ἡ ἀπὸ τοῦ σφαιρίζειν παιδιὰ δευτέρου λόγου καὶ τρίτου προσῆν τᾠμῷ πατρί, ἕως ἔτι νεώτερος ἦν καὶ οὔπω τὸ θηρίον, ἡ τῶν ποδῶν διάθεσις, αὐτῷ ἐπισυνεπλάκη καθάπερ ὄφις τις σκολιὸς καὶ αὐτὸ δὴ τοῦτο τὸ τῆς κατάρας δάκνων αὐτοῦ τὴν πτέρναν. ἐξ ὅτου δὲ τὰ τοῦ νοσήματος ὑπήρρξατο καὶ εἰς ἀκμὴν ἧκε, τότε δὴ καὶ γυμνασίοις ἑαυτὸν ἐπεδίδου καὶ τοῖς ἱππάσμασι καὶ ταῖς ἄλλαις παιδιαῖς παράγγελμα τοῦτο [*](C) λαβὼν ἐξ ἰατρικῆς ἐπιστήμης, ἵνα ταῖς συνεχέσιν ἱππασίαις διαφοροῖτό τι τῆς καταρρεούσης ὕλης καὶ τοῦ ἐπιβρίθοντος βάρους κουφίζοιτο. τοῦτο γὰρ τὸ πάθος ὁ ἐμὸς πατήρ, καθάπερ εἰρήκειν ἄνωθεν, οὐκ ἐξ ἑτέρας αἰτίας ἔξωθεν, ἀλλ’ ἀπὸ τῶν πόνων καὶ τῶν καμάτων ὑπὲρ τῆς Ῥωμαίων δόξης ἐσπάσατο.

256

Οὔπω ἐνιαυτὸς εἷς παρεληλύθει καὶ λογοποιουμένην ἀκηκοὼς οὖθις [περὶ] τῶν Κομάνων διὰ τοῦ Ἴστρου διαπεραίωσιν ὀγδόης ἤδη ἐπινεμήσεως ἐφισταμένης ἀρχομένου φθινοπώρου κατὰ μῆνα Νοέμβριον ἔξεισι τῆς βασιλίδος τῶν πόλεων καὶ τὰς δυνάμεις ἁκάσας μεταπεμψάμενος κατατίθησι τούτους εἴς τε Φιλιππούπολιν καὶ εἰς τὸν λεγόμενον [*](D) Πετριτζὸν καὶ Τριάδιτζαν καὶ εἰς τὸ θέμα τοῦ Νίσου μέχρι καὶ τῆς παρίστρας Βουρανιτζόβης ἐπισκήψας πολλήν τε περὶ τοὺς ἵππους αὐτῶν ἐνδείκνυσθαι ἐπιμέλειαν, ὥστε πίονας [*](Ρ.4) γεγονότας ἐν καιρῷ μάχης δύνασθαι φέρειν τοὺς ἐπιβάτας, αὐτὸς δὲ κατὰ τὴν Φιλιππούπολιν ἐνδιατρίβει. πόλις δὲ αὕτη περὶ τὴν τῆς Θρᾴκης μεσόγειαν. Εὖρος τῇ πόλει παραρρεῖ πρὸς βορρᾶν ἄνεμον πνέοντα· ῥεῖ μὲν γὰρ οὗτος ἀπὸ τῶν περάτων αὐτῶν τῆς Ῥοδόπης καὶ πολλὰς ποιούμενος ἕλικας καὶ καμπὰς παραμείβει τε τὴν Ἀδριανοῦ πολλῶν καὶ ἄλλων ἐς ταὐτὸ ποταμῶν συνεμβεβληκότων καὶ περὶ τὴν Αἶνον πόλιν ἐκδίδωσιν εἰς τὴν θάλασσαν. Φίλιππον δὲ ὅταν εἴπω, οὐ τὸν Μακεδόνα λέγω, τὸν τοῦ Ἀμύντου, νεωτέρα γὰρ ἡ πόλις τοῦ Φιλίππου τούτου, ἀλλὰ τὸν Ῥωμαῖον Β Φίλιππον, ὃς ὑπερωμίας γέγονεν ἀνὴρ καὶ τὴν ἰσχὺν καὶ [*](V.) τὸ σῶμα ἀνυπόστατος. πολίχνιον δὲ ἦν τὰ πρῶτα καὶ πρὸ Φιλίππου Κρηνίδες ὀνομαζόμενον, παρ᾿ ἐνίων δὲ Τριμοῦς. ἀλλ᾿ ὅ τε μέγιστος ἐκεῖνος Φίλιππος εἰς μέγεθος τὴν πόλιν ἐξάρας καὶ περικυκλώσας ταύτην τείχεσι περιβόητον τῶν ἐν Θρᾴκῃ πεποίηκε πόλεων ἱππικά τε καταστησάμενος ἐν αὐτῇ μέγιστα καὶ ἄλλα τινὰ κατασκευάσματα θαύματος ἄξια, ὧν ἴχνη κατέλαβον καὶ αὐτὴ μετὰ τοῦ αὐτοκράτορος ἐπιδεδημηκυῖα τὴν πόλιν κατὰ χρείαν νινά. ἡ δὲ πόλις τρίλοφός ἐστιν ἑκάστου λόγου περιζωννυμένου τείχει μεγάλῳ καὶ [*](C) ὑψηλῷ· ὅπου δὲ πρὸς πεδιάδας ὑποκύπτει καὶ ὁμαλότητας, τάφρος αὐτὴν περιθέει παρ᾿ Εὔρῳ κειμένη. καὶ ἦν, ὡς [*](2 περὶ seclusi 5 ἁπάσας] hoc verbum ultimum est in F 7 περιτζὸν C cf. II 41, 27 8 Βρανιζόβης Ducangius 11 ἐνδιατρίβει r: ἐνδιατρίβων C 25 αὐτῇ r: αὐτῷ C 29 ἑκάστου r: ἐκείνου C)

257
ἔοικε, ποτὲ πόλις ἡ πόλις αὕτη μεγάλη τε καὶ καλή. ἀφ’ οὗ δὲ Ταῦροι καὶ Σκύθαι τὴν πόλιν ἐν τοῖς ἀνέκαθεν χρόνοις ἠνδραποδίσαντο, εἰς τόδε τοῦ σχήματος ἡ πόλις κατέστη, ἐν ᾧ ἡμεῖς κατειληφότες αὐτὴν ἐπὶ τῶν τοῦ ἐμοῦ πατρὸς σκήπτρων τὴν πόλιν μεγαλόπολιν ὡς ὄντως ἐτεκμηράμεθα. ἐδυστύχει δὲ μετὰ τῶν ἄλλων καὶ ἀσεβῶν ἐπιδημίᾳ πολλῶν. Ἀρμένιοι τε γὰρ διενείμαντο τὴν πόλιν ταύτην καὶ οἱ λεγόμενοι [*](D) Βογόμιλοι, περὶ ὧν ὕστερον καὶ αὐτῶν καὶ τῆς τούτων αἱρέσεως ἐροῦμεν κατὰ καιρόν, καὶ δὴ καὶ οἱ δυσθεώτατοι Παυλικιανοί, τῆς Μανιχαϊκῆς ἀποσπάδαι τυγχάνοντες, ἐκ Παύλου καὶ Ἰωάννου, ὡς καὶ τοὔνομα λέγει, γεγενημένοι, οἳ τῆς ἀσεβείας τοῦ Μανέντος ἐπισπασάμενοι ἄκρατον τοῖς ἀπ’ ἐκείνων μεταδεδώκασιν. ἠβουλόμην οὐν τὸ δόγμα τῶν Μανιχαίων ἐπιδραμεῖν καὶ συνεσπειραμένως ἀναπτύξαι, [*](P. 451) προσέτι σπουδάσαι τε] τὴν ἀνατροπὴν τῶν ἀθεωτάτων δογμάτων τούτων. ἀλλ’ ἅμα μὲν εἰδυῖα, ὅτι πᾶσίν ἐστι καταγέλαστος ἡ τῶν Μανιχαίων αἵρεσις, ἅμα δὲ καὶ πρὸς τὴν ἱστορίαν ἐπισπεύδουσα παρίημι τοὺς κατὰ τούτων ἐλέγχους. καὶ ἄλλως δὲ οὐ τοὺς τῆς ἡμετέρας αὐλῆς μόνον, ἀλλὰ καὶ αὐτὸν οἶδα τὸν καθ’ ἡμῶν λελυττηκότα Πορφύριον ἐν πλείοσι κεφαλαίοις εἰς ἀτοπίαν πολλὴν συνωθήσαντα τὸ τῶν Μανιχαίων φλύαρον δόγμα ἐπιστημονικώτατα περὶ τῶν δύο ἀρχῶν ἐπισκεψάμενον, εἰ καὶ ἡ μοναρχία τούτου εἰς [*](Β) τὴν Πλατωνικὴν ἑνάδα ἢ καὶ τὸ ‘ὲν τοὺς ἀναγινώσκοντας ἀναγκάζει συνάγειν. ἡμεῖς γὰρ μοναρχίαν τιμῶμεν, οὐχ ἡ ‘ὲν πρόσωπον περιγράφει. οὐδὲ τὸ ‘ὲν τὸ τοῦ Πλάτωνος προσηκάμεθα· τουτοῒ τὸ παρ’ Ἕλλησιν ἄρρητον καὶ παρὰ Χαλδαίοις ἀπόρρητον· ἐξαρτῶσι γὰρ αὐτοῦ πολλὰς καὶ ἄλλας ἀρχὰς ἐγκοσμίους τε καὶ ὑπερκοσμίους. ἀλλὰ τούτους δὴ τοὺς ἀπὸ Μανέντος καὶ Παύλου καὶ Ἰωάννου, τῶν τῆς [*](12 οἳ τὸ? 15 προσέπι C τε seclusi 19 τοὺς r: τὸν C 23 τούτου r: τούτω C 25 οὐχ ἣ r: οὐχὶ C (sed ὶ in ras m 2) 27 παρὰ r: περὶ C 29 ἐγκοσμίους r: ἐγκοσμίως C ὑπερκοσμίους r: ὑπερκοσμίως C)
258
Καλλινίκης, ἀγριωτέρους ὄντας τὰς γνώμας καὶ ὠμοὺς καὶ μέχρις αἵματος διακινδυνεύοντας ὁ ἐν βασιλεῦσιν ἐκεῖνος [*](V. 35) θαυμάσιος Ἰωάννης ὁ Τξιμισκῆς πολέμῳ νικήσας έηαβδρα- [*](C) ποδισάμενος ἐκ τῆς Ἀσίας ἐκεῖθεν ἀπὸ τῶν Καλύβων καὶ τῶν Ἀρμενιακῶν τόπων εἰς τὴν Θρᾴκην μετήνεγκε καὶ τὰ περὶ τὴν Φιλιππούπολιν αὐλίζεσθαι κατηνάγκασεν, ἅμα μὲν τῶν ἐρυμνοτάτων πόλεων καὶ φρουίων, ἃ κατεῖχον τυραν νιῶντες, ἀπαγαγών, ἅμα δὲ καὶ φύλακας ἐπιστήσας ἀσφα λεστάτους τῶν Σκυθικῶν ἐκείνων διεκδρομῶν, ἃς ὑποσύχνως ὑπὸ βαρβάρων τἀπὶ Θρᾴκης ἐπεπόνθει χωρία· ὑπερβαίνον- τες γὰς τὰ τέμπη τοῦ Αἵμου τὰς ὑπὸ τοῦτον πεδιάδας κατέτρεχον. ὁ δ᾿ Αἷμος οὗτος ὄρος ἐστὶ μακρότατον κατὰ γραμμὴν παράλληλον τῇ Ῥοδόπῃ κείμενον. ἄρχεται μὲν ἀπὸ [*](D) τοῦ Εὐξείνου Πόντου τὸ ὄρος καὶ μικρὸν παραμείβων τοὺς καταρράκτας μέχρις αὐτῶν Ἰλλυρικῶν διήκει· οἶμαι δ᾿ , ὅτι Καὶ διακοπτόμενον τῷ Ἀδριαντικῷ πελάγει πάλιν εἰς ἀντι- [*](P. 4) πέραν ἤπειρον ἀναλαμβάνει καὶ μέχρις αὐτῶν Ἑρκυνίων δρυμῶν ἀποτελευτᾷ. ἑκατέρωθεν δὲ τῶν καταρρύτων αὐτοῦ πολλὰ καὶ πλουσιώτατα ἔθνη νέμεται Δακῶν μὲν ὄντων βορειοτέρων καὶ τῶν Θρᾳκῶν, νοτιωτέρων δὲ Θρᾳκῶν τε Αὐτῶν καὶ Μακεδόνων. τοῦτον τὸν Αἷμον διαπερῶντες οἱ νομμάδες Σκύθαι κατὰ τοὺς ἀνέκαθεν χρόνους, πρὶν ἢ τοῦ Ἀλεξίου τὸ δόρυ καὶ οἱ πολλοὶ ἀγῶνες εἰς πανωλεθρίαν Κατήνεγκαν, πανστρατιᾷ τὴν Ῥωμαίων ἡγεμονίαν ἐκάκουν [*](Β) καὶ μάλιστα τὰς ἐγγυτέρους πόλεις, ὧν προὐκάθητο ἡ πάλαι πολυθρύλλητος Φιλιππούπολις. ὁ δὲ Τζιμισκῆς Ἰωάννης τοὺς ἐκ τῆς Μανιχαϊκῆς αἱρέσεως ἀντιμάχους ἡμῖν ποιησάμένος συμμάχους κατά γε τὰ ὅπλα ἀξιομάχους δυνάμεις τοῖς νομάσι τούτοις Σκύθαις ἀντἐστηε· καὶ τὸ ἐντεῦθεν ἀπὸ τῶν [*](7 πόλεων r: πυλῶν C (ν e corr m 2) 8 ἀπαγαγών r: ἀπαγαγεῖν C (sed εῖ in ras m 2) 12 μακρόπατον C 16 ἀνδριαντικῶ C 18 ἑκατέρρωθεν C καταρρύτων r: καταρρύων C αὐτοῦ r: ταὐτοῦ C 19 θακῶν C 20 νοτιώτερον C 22 σκῦθοι C 25 ἐγγυτέρους noli temptare)
259
πλειόνων καταδρομῶν ἀνέπνευσέ τὰ τῶν πόλεων. οἱ μέντοι Μανιχαῖοι φύσει ὄντες ἐλεύθεροι καὶ ἀνυπότακτοι τὸ εἰωθὸς ἐποίουν καὶ εἰς τὴν φύσιν ἀνέκαμπτον. πᾶσα γὰρ ἡ [*](C) Φιλιππούπολις πλὴν ὀλίγων ὄντες Μανιχαῖοι τῶν τε αὐτόθι Χριστιανῶν ἐτυράννουν καὶ τὰ τούτων διήρπαζον μικρὰ φροντίζοντες ἢ οὐδὲν τῶν ἀποστελλομένων παρὰ βασιλέως. ηὔξανον τοίνυν καὶ τὰ κύκλῳ Φιλιππουπόλεως πάντα ἦσαν αἱρετικοί. συνεισέβαλε δὲ καὶ τούτοις ἕτερος ποταμὸς ὁ τῶν Ἀρμενίων ἁλμυρὸς καὶ ἄλλος ἀπὸ τῶν θολερωτάτων πηγῶν Ἰακώβου. καὶ ἦν, ὡς οὕτω γε φάναι, κακῶν ἁπάντων μισγάγκεια · καὶ τὰ μὲν δόγματα διεφώνουν, συνεφώνουν δὲ ταῖς ἀποστασίαις οἱ ἄλλοι τοῖς Μανιχαίοις. ἀλλ’ ὅ γε πατὴρ [*](P. 358) ἐμὸς καὶ αὐτοκράτωρ καὶ πρὸς τούτους τὴν στρατιωτικὴν [*](D) αὐτοῦ πολυπειρίαν ἀντιτάξας τοὺς μὲν ἀμαχὶ συνειλήφει, τοὺς δὲ καὶ μετὰ μάχης ἠνδραποδίσατο. οἷον δ’ αὖ τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ πρᾶγμα ὄντως καὶ ἀποστολικώτατον. [*](V. 453) τί γὰρ ἄν τις τοῦτον οὐκ ἐπαινέσειε; πότερον ὅτι περὶ τὰς στρατηγίας ἀμελῶς εἶχε ; καὶ μὴν ἀνατολὴν καὶ δύσιν ἐπλήρωσε τῶν στρατηγημάτων. ἀλλ’ ὅτι τοὺς λόγους παρὰ φαῦλον ἐτίθει; καὶ μήν, ὡς οὐδεὶς ἄλλος, περὶ τὴν θείαν γραφὴν ἐσπουδάκει, ὡς καὶ τὴν γλῶτταν διαθῆξαι πρὸς τὰς τῶν αἱρετικῶν συμπλοκάς. καὶ μόνος οὗτος ὅπλα καὶ λόγους ἀνέμιξε καὶ τοῖς μὲν ὅπλοις τοὺς βαρβάρους ἐνίκα, τοῖς δὲ λόγοις ἐχειροῦτο τοὺς ἀντιθέους, ὥσπερ δὴ τότε καὶ κατὰ Μανιχαίων ἐξώπλιστο ἀποστολικὴν ἀντὶ στρατηγικῆς [*](Β) ἀναδεξάμενος ἀγωνίαν. καὶ ἔγωγε τοῦτον τρισκαιδέκατον ἂν ἀπόστολον ὀνομάσαιμι. καίτοι τινὲς Κωνσταντίνῳ τῷ μεγάλῳ τοῦτο τὸ κλέος προσάπτουσιν · ἐμοὶ δὲ δοκεῖ ἢ σὺν τῷ Κωνσταντίνῳ τῷ αὐτοκράτορι τετάχθαι τοῦτον, ἢ εἰ τις φιλονεικείη , ἔστω μετά γε Κωνσταντῖνον ἀπόστολος ἅμα καὶ βασιλεὺς ὁ Ἀλέξιος. ὡς γὰρ ἔφθημεν [*](7 ηὔξανον r: ηὔξανε C ε in ras m 2) 11 μισγάγγεια 15 Od. 4, 271.242 δ’ αὖ τόδ’ r: δ’ αὺτὸ δ’ C 20 παρὰ r: περὶ C 24 δὴ r: δὲ C 31 ἔφθημεν r: ἔφημεν C με in ras m 2))
260
ἄνωθεν εἰρηκότες , κατὰ τὴν Φιλίππου γενόμενος διὰ τὰς εἰρημένας αἰτίας τῶν Κομάνων μήπω καταλαβόντων ὁδοῦ πάρεργον μεῖζον τοῦ ἔργου ἐποιεῖτο τοὺς Μανιχαίους τῆς ἁλμυρᾶς μετάγων θρησκείας καὶ τοῦ γλυκέος ἐμφορῶν δόγματος. [*](C) ἀπὸ πρωΐας οὖν μέχρι δείλης ἑῴας] ἢ καὶ ἑσπέρας, ἔστιν οὑ καὶ δευτέρας ἢ καὶ τρίτης φυλακῆς τῆς νυκτὸς μεταπεμπόμενος τούτους τὴν ὀρθότομον ἐδίδασκε πίστιν ἐξελέγχων τὸ διεστραμμένον τῆς αὐτῶν αἱρέσεως. συμπαρῆσαν δὲ τούτῳ Εὐστράτιος ὁ τῆς Νικαίας πρόεδρος, ἀνὴρ τά τε θεῖα σοφὸς καὶ τὰ θύραθεν, αὐχῶν ἐπὶ ταῖς διαλέξεσι μᾶλλον ἢ οἱ περὶ τὴν στοὰν καὶ ἀκαδημίαν ἐνδιατρίβοντες, καὶ αὐτὸς δὴ ὁ τῆς Φιλιππουπόλεως τῷ ἀρχιερατικῷ [*](D) ἐγκαθιδρυμένος θρόνῳ. ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὸν ἐμὸν Καίσαρα Νικηφόρον ὁ αὐτοκράτωρ συναιρόμενον εἶχε στομώσας τοῦτον τῇ τῶν θείων βιβλίων μελέτῃ. πολλοὶ [*](P. 4) μὲν οὖν τηνικαῦτα τῶν Μανιχαίων μηδὲ διστάζοντες ὅλως προσῄεσαν τοῖς ἱερεῦσιν ἐξομολογούμενοι τὰς σφῶν ἁμαρτίας καὶ τοῦ θείου φωτίσματος ἐπιτυγχάνοντες· πολλοὺς δὲ ἦν ἰδεῖν τηνικαῦτα ὑπὲρ τοὺς Μακαβαίους ἐκείνους τῆς ἰδίας ἀντεχομένους θρησκείας χρήσεις τε καὶ μαρτυρίας τῶν θείων προφέροντας γραφῶν ἐντεῦθεν ἰσχυροποιεῖν οἰομένους τὸ σφῶν αὐτῶν κατάπτυστον δόγμα. ἀλλὰ τῇ συνεχεῖ τοῦ αὐτοκράτορος ὁμιλίᾳ καὶ ταῖς συχναῖς παραινέσεσι καὶ τούτων [*](V.) οἱ πλείους πειθόμενοι τοῦ θείου μετέσχον βαπτίσματος. [*](B) καὶ γὰρ ἐξ ἀνατολῶν ἡλιακῶν ἀκτίνων ἐς βαθυτάτην νύκτα πολλάκις τὰ τῆς διαλέξεως παρετείνετο, καὶ τῆς τοιαύτης ὁμιλίας μὴ ἀφιστάμενος ἄσιτος τὰ πολλὰ διετέλει καὶ ταῦτα ἐν καιρῷ θέρους ἐν ὑπαίθρῳ σκηνῇ διακαρτερῶν.

Ἐν ὅσῳ δὲ ταῦτα ἐτελεῖτο καὶ ἡ λογικὴ ἐκείνη μετὰ τῶν Μανιχαίων συνεκροτεῖτο ἅμιλλα, φθάσας τις ἀπὸ τοῦ Ἴστρου τὴν τῶν Κομάνων ἀπήγγελλε διαπεραίωσιν. ὁ δὲ βασιλεὺς μὴ μελλήσας ὅλως πρὸς τὸν Δάνουβιν ἤλαυνε τοῖς [*](5 ἑῴας seclusi 9 ὁ Leo Allatius: ὅ τε C 21 οἰόμενος C 23 καὶ r: κἂν C 32 μελήσας C)

261
[*](C) περιτυχοῦσι στρατιώταις συγχρησάμενος. καὶ τὴν Βιδύνην καταλαβὼν καὶ τοὺς βαρβάρους μὴ εὑρηκώς προέφθασαν γὰρ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν μεμαθηκότες εἰς τοὐπίσω διαπερᾶσαι) παραχρῆμα στρατιώτας γενναίους ἀποδιελόμενος τὴν τῶν βαρβάρων ἐπιδίωξιν ἐπέτρεψεν. οἱ δὲ κατόπιν τούτων παραχρῆμα ἤλαυνον τὸν Ἴστρον διαπεράσαντες. καὶ ἐπὶ τρισὶ διώκοντες νυχθημέροις , ἐπεὶ τοὺς Κομάνους ἐθεάσαντο δι’ ὧν ἐπεφέροντο σχεδιῶν τὸν ἐκεῖσε τοῦ ΔανούΒεως ῥέοντα ποταμὸν διαπεράσαντες, ἄπρακτοι πρὸς τὸν [*](D) αὐτοκράτορα ἐπανέστρεψαν. ὁ δὲ βασιλεὺς ἠνιάθη μέν, ὅτι μὴ κατελήφθησαν παρὰ τῶν στρατευμάτων οἱ βάρβαροι, ὅμως μέντοι καὶ τοῦτο μέρος νίκης ἡγήσατο, ὅτι ἐξ ἀκοῆς καὶ μόνης τοὺς βαρβάρους ἀπῶσε καὶ ὅτι πολλοὺς τῶν ἀπὸ τῆς ΜανιχαΪκῆς αἱρέσεως εἰς τὴν ἡμετέραν μετήνεγκε πίστιν διπλοῦν στησάμενος τρόπαιον καὶ κατὰ βαρβάρων ἀπὸ τῶν ὅπλων καὶ κατὰ τῶν αἱρετικῶν ἀπὸ τῶν εὐσεβεστάτων λόγων. [*](P. 455) ὑποστρέψας τοίνυν καὶ αὖθις εἰς Φιλιππούπολιν καὶ μικρὸν διαναπαύσας ἑαυτὸν πάλιν ἀγώνων ἔχετο. τὸν γάρ τοι Κουλέοντα καὶ τὸν Κούσινον καὶ τὸν ἐπὶ τούτοις Φῶλον, ἄνδρας προστάτας τῆς ΜανιχαΪκῆς αἱρέσεως καὶ τὰ μὲν ἄλλα κατὰ τοὺς ἄλλους Μανιχαίους, δεινοὺς δὲ ἐνστῆναι τῇ ἑαυτῶν κακοδοξίᾳ καὶ πρὸς τὸ πεισθῆναι λόγοις ἀδαμανρτίνους, σπαράξαι δὲ τὸ θεῖον λόγιον καὶ κακοσχόλως αὐτὸ ἐκλαβεῖν εἰς ὑπερβολὴν εὐμηχάνους, τούτους μεταπεμπόμενος καθ’ ἡμέραν ἑκάστην πρὸς αὐτοὺς τὸν λογικὸν συνεκρότει [*](Β) πόλεμον. καὶ ἦν ἰδεῖν ἀγῶνα διπλοῦν , τοῦ μὲν βασιλέως, ὅπως σωθεῖεν, καὶ σφόδρα ὑπεραγωνιζομένου, τῶν δ’, ὅπως νικήσειαν τὴν λεγομένην Καδμείαν, διαφιλονεικούντων. ἑστᾶσι μὲν γὰρ καὶ οἱ τρεῖς θήξαντες ἀλλήλους καθάπερ συῶν ὀδόντες καὶ τοὺς λόγους τοῦ αὐτοκράτορος ἐν νῷ ἔχοντες [*](V. 360) διατέμνειν καὶ εἰ τις τὸν Κούσινον ἐξέφευγεν ἔνστασις, ταύτης ὁ Κουλέων ἀντελαμβάνετο καὶ ἀμηχανοῦντος Κουτὸ [*](23 addidi αὐτὸ r: αὐτῶ C 27 ὑπεραγωνιζομένου μένου r: ὑπεραγωνιζόμενον C 30 νῷ] ὠ C)
262
λέοντος ὁ Φῶλος αὖθις ἀντεξανίστατο ἢ καὶ πρὸς τὰς προτάσεις καὶ ὑποφοράς ἄλλος ἐπ’ ἄλλῳ ἠγείρετο καθάπερ μέγιστα κύματα ἐπὶ μεγάλοις καταλαμβάνοντα κύμασιν. [*](C) ὁ δὲ αὐτοκράτωρ τὰς πάσας τούτων διαλύων ὡς ἱστὸν ἀράχνης ἐνστάσεις ἐπέρραπτε μὲν εὐθὺς τῶν ἀκαθάρτων τὰ στόματα· ὡς δὲ πέπεικεν οὐδαμῶς, τέλος ἀπειρηκὼς πρὸς τὴν τῶν ἀνδρῶν τούτων ἠλιθιότητα προπέμπει τούτους εἰς τὴν βασιλίδα πόλιν ἑστίαν ἀποκληρωσάμενος αὐτοῖς τὰς περὶ τὸ μέγα παλάτιον περιδρόμους στοάς. οὐ μὴν ἄθηρος παντάπασιν ἠν, εἰ καὶ τούτους τοὺς ἀρχηγοὺς λόγοις τῷ τέως οὐκ ἐθήρασεν, ἀλλ’ ἡμέρας ἑκάστης προσῆγε Θεῷ [*](D) ὅπου μὲν ἑκατόν, ὅπου δὲ καὶ πλείους τῶν ἑκατόν, ὡς συμποσοῦσθαι τούς τε προτεθηραμένους καὶ τοὺς νῦν ὑπὸ τῆς τούτου γλώττης ἑαλωκότας εἰς μυρίας καὶ χιλιάδας ἀνδρῶν [*](P. 45) πολυαριθμήτων. καὶ τί γὰρ δεῖ λέγειν καὶ διατρίβειν περὶ ὧν ἡ σύμπασα οἰκουμένη ἐπίσταται καὶ μάρτυρές εἰσι καὶ ἀνατολὴ καὶ δύσις; πόλεις γὰρ ὅλας καὶ χώρας ταῖς παντοδαπαῖς αἱρέσεσι κεκρατημένας πολυτρόπως εἰς τὴν ἡμετέραν ὀρθόδοξον μετήνεγκε πίστιν. τοὺς μὲν τὰ πρῶτα φέροντας μεγάλων ἠξίου δωρεῶν καὶ τῶν στρατιωτῶν τοῖς λογάσι κατέλεγε · τοὺς δὲ χυδαιοτέρους συναθροίσας ἅπαντας καὶ ὅσοι σκαπανεῖς ἦσαν καὶ περὶ ἄροτρα καὶ βόας ἠσχόληντο, πάντας συναγαγὼν ἅμα καὶ τέκνοις καὶ γυναιξὶν καὶ πόλιν [*](Β) τούτοις δειμάμενος ἀγχοῦ που Φιλιππουπόλεως καὶ πέραν Εὔρου τοῦ ποταμοῦ ἐκεῖσε τούτους μετῴκισεν Ἀλεξιούποιν τὴν πόλιν κατονομάσας ἢ καὶ Νεόκαστρον, ὃ καὶ μᾶλλον ἐπεκράτησεν, ἀποδασάμενος καὶ τούτοις κἀκείνοις ἀρούρας τε καὶ οἰνόπεδα καὶ οἰκίας καὶ κτῆσιν ἀκίνητον. οὐ μὴν ἀφῆκεν αὐτοῖς ἀνίσχυρα τὰ τῶν δόσεων οὐδ’ ὥσπερ Ἀδώἄλλος [*](2 r: ἄλλο σὺν C 10 ἀρχηγοὺς r: ἀρχαίονς C λόγοις r: λόγους C 17 πόλλεις C 20 δωρεῶν r: δορεῶν (m ead superscripsit προνοιῶν) C τοῖς r: ταῖς C 22 σκαπανεῖς τ: ὅσοις καπανοῖς C 25 μετῴκησεν C 27 ἀποδασάμενος r: ἀποδνσάμενος C)
263
νιδος κήπους σήμερον ἀνθοῦντας καὶ αὔριον καταρρέοντας, ἀλλὰ καὶ χρυσοβούλλοις λόγοις τὰς πρὸς τούτους ἐνεπέδωσε δωρεὰς καὶ οὐκ εἰς τούτους μόνους περιισταμένας τὰς χάρι- [*](C) τας ἔστησεν, ἀλλὰ καὶ εἰς τοὺς ἐξ αὐτῶν καὶ τοὺς ἐξ ἐκείνων διαδοσίμους πεποίηκε· καὶ τούτων διαρρυέντων αἱ γυναῖκες αὖθις τῶν δεδωρημένων ἀντέχονται. οὕτως ἐκεῖνος ἐξήπλου τὰς χάριτας. ταῦτα μὲν οὕτω λελέχθω · τὰ γὰρ πλείω παρείθη. καὶ μή τις ἐπιμεμφέσθω τὴν ἱστορίαν, ὡς δῆθεν δωροδοκοῦσαν τὴν συγγραφήν. τῶν γὰρ νῦν ὄντων μάρτυρές [*](V. 361) εἰσι πολλοὶ τῶν ἀφηγουμένων, καὶ οὐκ ἂν ψευδηγορίας ἁλοίημεν. καὶ ὁ μὲν αὐτοκράτωρ πάνθ’ ὡς ἐχρῆν πεποιηκὼς ἀπάρας ἐκεῖθεν εἰς τὴν βασιλίδα πόλιν μετεσκηνώκει. [*](D) καὶ πάλιν οἱ αὐτοὶ ἀγῶνες καὶ διαλέξεις πρὸς τοὺς ἀμφὶ [*](P. 457) τὸν Κουλέοντά τε καὶ Κούσινον ἐγίνοντο τῷ αὐτοκράτορι συνεχεῖς. ἀλλὰ τὸν μὲν Κουλέοντα εἷλεν ὡς συνετώτερον, οἶμαι, καὶ δυνάμενον παρακολουθῆσαι λόγοις ἀληθείας καὶ τῆς ἡμετέρας μάνδρας πεποίηκε πρόβατον ἡμερώτατον. ὁ δέ γε Κούσινος καὶ ὁ Φῶλος ἐξαγριαίνοντες καὶ βαλλόμενοι μὲν καθάπερ σίδηρος ταῖς συχναῖς τοῦ αὐτοκράτορος ὁμιλίαις, [*](Β) ὅμως μέντοι σιδήρεοι μένοντες ἐξετράποντο τε καὶ οὐκ εὐαγώγως εἶχον αὐτῷ. καὶ διὰ τοῦτο ὡς πάντων Μανιχαίων βλασφημοτάτους καὶ καθαρῶς εἰς λαμπρὰν μελαγχολίαν ἐλαύνοντας εἰς τὴν οὑτωσὶ λεγομένην Ἐλεφαντίνην φρουρὰν ἐμβαλὼν καὶ τὰ πρὸς χρείαν ἅπαντα δαψιλῶς χορηγῶν μόναις ταῖς ἑαυτῶν κακοπραγίαις ἀφῆκεν ἀποθανεῖν.

[*](10 ψευδηγορίας r: ψευδηγορίαις C 11 ὡς] ὃς C 13 διαλέξεις r: διατάξεις C 23 λεγομένων C)