Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Ρέων ὁ χρόνος άκαθεκτα καἰ ἀεὶ τι κινούμενος παρασύρει Par. καἰ παραφέρει πάντα τὰ ἐν γενέσει καὶ ἐς βαθὺ ἀφα- Ven. νείας καταποντοῖ, ὅπου μὶν οὐκ ἄξια . . . . . πράγματα, ὅπου

[*](*) llnnc titulum habet A, quo omisso, Possinus novnin sibi finxit inscripsitque ΠΡΟΛΟΓΟΣ. 2. τὰ add. Fr. ἐς βυθὸν ἀπωλείας Vr. 3. ἄξια λι eiou nnrlr Ilocsrlicl. coni. λιθου, ego λόγου. Fr. ὅσα μὶν οὐκ ἄξια μνήμης, ὅσα δὲ καὶ ἄξια καὶ τά τε. vid. annotat.)
4

δὲ μεγάλα τε καὶ ἄξια μνήμης , καὶ τά τε ἄδηλα φύων κάτα τὴν τραγῳδίαν καὶ τὰ φανέντα κρυπτόμενος. ἀλλ’ ὅ γε λόγος τῆς ἱστορίας ἔρυμα καρτερώτατον γίνεται τῷ τοῦ χρόνου ῥεύματι καὶ ἵστησι τρόπον τινὰ τὴν ἀκάθεκτον τούτου ῥοήν, καὶ τὰ ἐν αὐτῷ γενόμενα πάντα, ὁπόσα ὑπερείληφε, ξυνέχει καὶ περισφίγγει καἰ οὐκ ἐᾷ διολισθαίνειν εἰς λήθης βυθούς. ταῦτα δὲ διεγνωκυῖα πὼ ἐγὼ Ἄννα, θυγάτηρ μὲν τῶν βασιλέων Ἀλεξίου καὶ Εἰρήνης, πορφύρας τιθήνημά τε καὶ γέννημα, οὐ γραμμάτων οὐκ ἄμοιρος, ἀλλὰ καὶ τὸ ἑλληνιζειν ἐς ἄκρον ἐσπουδακυῖα, καὶ ῥητορικῆς οὐκ ἀμελετήτως ἔχουσα καὶ τὰς Ἀριστοτελικὰς τέχνας εὖ ἀναλεξαμένη καὶ τοὺς Πλάτωνος διαλόγους, καὶ τὸν νοῦν ἀπὸ τῆς τετρακτύος τῶν μαθημάτων πυκάσασα, (δεῖ γὰρ ἐξορχεῖσθαι ταῦτα, καὶ οὐ περιαυτολογία τὸ πρᾶγμα, ὅσα ἡ φύσις καὶ ἡ περὶ τὰς ἐπιστήμας σπουδὴ δέδωκε, καὶ ὁ θεὸς ἄνωθεν ἐπεβράβευσε, καὶ ὁ καιρὸς συνεισήνεγκε,) βούλομαι διὰ τῆσδέ μου τῆς [*](Ρ. 2) γραφῆς τὰς πράξεις ἀφηγήσασθαι τοὐμοῦ πατρός, οὐκ ἀξίας σιγῇ παραδοθῆναι, οὐδὲ τῷ ῥεύματι τοῦ χρόνου παρασυρῆναι καθάπερ εἰς πέλαγος ἀμνημοσύνης, ὅσας τε τῶν σκήπτρων ἐπειλημμένος κατεπράξατο καὶ ὅσας πρὸ τοῦ διαδήματος ἔδρασεν, ἑτέροις βασιλεῦσιν ὑπηρετούμενος.

[*](2. ἀποκρυπτόμενος Fr. 6. ξυνέχει Fr. ξυνέχει Fr., ξυνάχει Α, unde lloeschel. ξυνάγει iledit. 5. δὲ add. Fr. τῶν add. Fr. 9. οὐ add. Fr. 11. καὶ τοὺς Πλάτωνος διαλόγους oin. Fr. 13. καίπερ ταὐτολογία Α, lloeschel. coui. εἰ καὶ περιαυτολογία, lacobs. ad Achill. ’lat. p-Jio κἀν περιαυτολογία. quod ego dedi, habet Fr.)
5

Ταύτας δὲ λέξουσα ἔρχομαι , οὐχ ὡς ἐπίσειξίν τινα τῆς πέρι λῴους ποιουμένη ἀσκήσεως, ἀλλ᾿ ὡς ἂν μὴ πρᾶγμα τηλικοῦτο τοῖς ἔπειτα γενησομένοις καταλειφθείη ἀμάρτυρον· ἐπεὶ καὶ τὰ μέγιστα τῶν ἔργων, εἰ μή πως ἄρα διὰ τῶν φυλαχθείη καὶ τῇ μνήμῃ παραδοθείη, τῷ τῆς σιωπῆς ἀποσβέννυται σκότῳ. ἦν γὰρ ὁ ἐμὸς πατήρ, ὡς αὐτὰ τὰ πράγματα ἔδει·ξεν, ἐπιστάμενος ἄρχειν καἰ ὑπείκειν, ἐς ὅσον χρή τοῖς τοῖς ἄρχουσιν. ἀλλὰ καὶ τὰς ἐκείνου πράξεις προελομένη συγγράφειν, δέδοικα τὸ ὑφορμοῦν τε καὶ ὑποτρέχον, μή ποτε λογίσαιτό τις τὰ τοῦ ἐμοῦ πατρὸς συγγράφουσαν τὰ ἑαυτῆς ἐπαινεῖν, καὶ ψεῦδος ἅπαν δόξῃ τὸ τῆς ἱστορίας πρᾶγμα καὶ ἐγκώμιον ἄντικρυς, εἴ τι τῶν ἐκείνου θαυμάζοιμι· εἰ δέ που αὐτὸς ἐνέγκοι καὶ τὸ πρᾶγμα βιάζοιτο, ὥστε καθάπτεσθαι τι καὶ τῶν ἐκείνου, οὐ δι’ ἐκεῖνον, ἀλλὰ διὰ τὴν τῶν πραγμάτων φύσιν, δέδοικα πάλιν τοὺς φιλοσκώμμονας, μή μοι τὸν τοῦ Νῶε Χὰμ ἐπενέγκοιεν ἔπος . . αλμι . . . ἅπαντες πρὸς ἅπαντα, καὶ οὐ καθορῶντες τὸ καλῶς ἔχον ὑπὸ βασκανίας καὶ φθόνου, καὶ τὸν ἀναίτιον καθ’ Ὅμηρον αἰτιόωνται. ὅταν γάρ τις τὸ τῆς ἱστορίας ἦθος ἀναλαμβάνῃ, ἐπιλαθέσθαι [*](P. 3) χρὴ εὐνοίας καὶ μίσους καὶ πολλάκις κοσμεῖν τοὺς

[*](1. λε . . . σὰ Α, λέξουσα suppl. Crusius, λέξασα male ἵκειν . . . . . διὰ τὴν Α, suppl. Hoeschel. 17 Ita Α, non αλμοι ut Hoeschel. cdidit. fortasse leg. ἐποφθαλμιάσαντες πρὸς ἅπαντα. 18. ἅπαντα Α, nou ἅπαντας, ut apud Hoeschel. ἔχον . . . . . νίας καὶ φθόνου Α, suppl. Hoeschel. ao. γὰρ εἰς τὸ Α, ein. Hoescbel. totus locus ὅταν — ἐγὼ δὲ desumtus est ad verbum e Polyb. I, 14.)
6

ἐχθροὺς τοῖς μεγίστοις ἐπαίνοις, ὅταν αἱ πράξεις ἀπαιτῶσι τοῦτο, πολλάκις δὲ ἐλέγχειν τοὺς ἀναγκαιοτάτους, ὅταν αἱ τῶν ἐπιτηδευμάτων ἁμαρτίαι τοῦθ’ ὑποδεικνύωσι. διόπερ [*](V. 2) οὔτε τῶν φίλων καθάπτεσθαι, οὔτε τοὺς ἐχθροὺς ἐπαινεῖν ὀκνητέον. ἐγὼ δὲ καὶ τούτους κἀκείνους, καἰ τοὺς πληττομένους ὑφ’ ἡμῶν καὶ τοὺς ἀποδεχομένους ἡμᾶς, παραμυθησαίμην ἂν ἀπὸ τῶν πραγμάτων αὐτῶν καὶ τῶν ἑωρακότων τὰ πράγματα, αὐτούς τε καὶ τὰ πράγματα μαρτυραμένη. ἐνίων γὰρ τῶν νῦν ὄντων ἀνθρώπων οἱ μὲν πατέρες, οἱ δὲ πάπποι ἐγένοντο οἱ τούτων συνίστορες.

Μάλιστα δὲ εἰς τὴν ἱστορίαν ἐλήλυθα τῶν τοῦ πατρὸς πράξεων ἐκ. τοιᾶσδε αἰτίας. ἐμοὶ ἀνὴρ ἐγένετο κατὰ νόμους συναφθεὶς ὁ Καῖσαρ Νικηφόρος, εἰς τὴν τῶν Βρυεννίων σειρὰν ἀναγόμενος, ἀνὴρ καὶ κάλλους ὑπερβολῇ καὶ συνέσεως ἀκρότητι καὶ λόγων ἀκριβείᾳ μακρῷ τοὺς κατ’ αὐτὸν ἡ ὑπερβάλλων. θαῦμα γὰρ ἦν ἄντικρυς καὶ ὁρώμενος καὶ ἀκροώμενος. καὶ ἶνα μὴ ὁ λόγος τῆς λεωφόρου ἐκτρέποιτο, τὸ παρὸν τῶν ἐφεξῆς ἐχώμεθα. ἦν μὲν οἶν ἐν πᾶσιν ἐπιφανέστατος, συνεστράτευσε δ’ Ἰωάννη τῷ αὐτοκράτορι ἐμῶ [*](Ρ. 4) ἀδελφῷ καὶ κατ’ ἄλλων μὲν βαρβάρων . . . . . . . . ἔχοντι τὴν Ἀντιόχου πόλιν. ἀλλ᾿ ὅ γε Καῖσαρ οὐκ εἰδὼς ἀμελεῖν

[*](2. δὲ ἐλέγχειν Α cum Polybio δ᾿ (T ἐλέγχειν Hoeschel. 3. τοῦ καθ’ ὑποδεικν. A, unde lacobsius 1. 1. τοῦτο καθυποδεικν., rectius Hoeschel. τοῦθ’ ὑποδεικν. quod Polybii est. 6. ἐφ’ ἡμῖν Α, em. Hoeschel. 8. μαρτυρουμένη Hoeschel., μαρτυραμένη A. 17. καὶ : an ἀλλ᾿ ? 20. indicavi lacunam.)
7

τοῦ λόγου καὶ ἐν κόποις καὶ πόνοις, συνέγραφε καὶ ἄλλ᾿ ἄττα συγγράμματα μνήμης καὶ λόγου ἄξια, προείλετο δὲ μάλιστα τὰ κατὰ τὸν Ἀλέξιον τὸν αὐτοκράτορα Ῥωμαίων καὶ ἐμὸν πατέρα συγγράψαι ἐξ ἐπιταγῆς τῆς βασιλίδος, καἰ ἐν βίβλοις ἐνθεῖναι τὰς πράξεις τῆς βασιλείας αὐτοῦ, ἐν ᾧπερ ὁ καιρὸς ἐδίδου τούτῳ, τῶν ὅπλων καὶ τοῦ πολέμου βραχύ τι ἀπαλλαγέντι, ἐπιβλέψαι πρὸς ἐπιβλέψαι πρὸς συγγραφὰς καὶ λογικούς τινας πόνους. καὶ δὴ καὶ ἤρξατο τῆς συγγραφῆς, εἰς τοὺς ἀνέκαθεν ἀνενέγκας χρόνους τὸν λόγον, τῷ τῆς δεσποίνης ἡμῶν κἀν τούτῳ ὑπείκων προστάγματι, ἀπὸ Διογένους τοῦ αὐτοκράτορος Ῥωμαίων ἀρξάμενος καὶ καταβαίνων εἰς αὐτὸν ἐκεῖνον, περὶ οὑ τὴν πρόθεσιν ἐποιήσατο. τότε γὰρ καὶ ἀνθοῦν εἶχεν ὁ χρόνος τὸν ἐμὸν πατέρα μειράκον παραγγείλαντα. τὰ γὰρ πρὸ τοῦδε οὐδὲ μειράκιον ἦν καὶ οὐδὲν ὅ τι καὶ ἄξιον συγγραφῆς αὐτῷ πέπρακτο, εἰ μή τις ἐγκωμίου λόγον τὰ παιδικὰ αὐτῷ θήσοιτο. ὁ οὖν σκοπὸς τῷ Καίσαρι τοιοῦτος, ὡς ἡ τούτου συγγραφὴ βούλεται· οὐ μὴν τὰ τῆς ἐλπίδος ἐβέβηκεν, οὐδὲ τὴν ἱστορίαν πᾶσαν ἐτελεώσατο, ἀλλὰ μέχρι τῶν χρόνων τοῦ αὐτοκράτορος Νικηφόρου τοῦ Βοτανειάτου τὸν λόγον ἐφελκυσάμενος, ἐκεῖσε τοῦ συγγράφειν

[*](1. ἄλλα τὰ συγγράμματα A, corr. Crusius. 5. lege ἐκθεῖναι. 6. βρα . . τι Α, suppl. Hoeschel., praeeunte Crusio. 10. ἀπὸ διο . . . . τοῦ αὐτοκρ. Α, nomen suppl. Crusius. 11. ἐκεῖνοις Α, corr. Hoeschel. la. πρόθεσιν Α, non quoJ Iloe- scliel. dcilit πρότασιν. lege ὑπόθεσιν. 13. τὸ γὰρ Hoeschel., τὰ γὰρ Α. 15 ἐγκωμίου λόγον Α, quod Hoeschel. male mutavit in ἐγκώμιον λόγου. 16. θήσαιτο Α, corr. Hoeschel. 19. Βοτανιάτου A, correxi.)
8
[*](P, 5)

ἐπαύσατο, περαιτέρω τοῦ καιροῦ μὴ διδόντος προκόψαι τὴν συγγραφήν, ζημίαν μὲν τοῖς ὑπὸ τὴν συγγραφὴν πράγμασιν περιποιησαμένου, ἡδονὴν δὲ ἀποστερήσαντος τοῖς ἀναγινώσκουσι. διὰ τοῦτο αὐτή, ὅσα τῷ ἐμῷ πατρὶ πέπρακτο, συγγράψασθαι προειλόμην, ἕνα μὴ τοιαῦτα ἔργα τοὺς ἐς ὕστερον παραδράμῃ. οἵαν μὲν γὰρ εἶχον τὴν ἁρμονίαν, ὁπόσην δὲ τὴν χάριν οἱ τοῦ Καίσαρος λόγοι, ἴσασιν ἅπαντες οἱ τοῖς ἐκείνου ἐντετυχηκότες συγγράμμασιν. ἀλλὰ μέχρι τούτου ἐλθών, καθάπερ εἶπον, καὶ τὸ σύγγραμμα σχεδιάσας καὶ [*](V. 3) ἡμιτελὲς ἐκ τῆς ὑπερορίας κομίσας ἡμῖν, συναπεκόμισεν, ὢ οἴμοι, καὶ θανάσιμον νόσημα, τάχα ἐκ τῆς ἄπειρον κακοπαθείας, θείας, τάχα ἐκ τῶν συχνοτέρων στρατηγημάτων, τάχα ἐκ τῆς ὑπὲρ ἀφάτου ἀφάτου μερίμνης· μέριμνα γὰρ καὶ πόνοι ἀνένδοτοι· πρὸς δὲ καὶ ἀέρων ἀνωμαλίαι τε καὶ κακότητες ποτήριον αὐτῷ θανάσιμον ἐκεράσαντο. ἔνθεν μὲν γὰρ εἰς Σύρους καὶ Κίλικας δεινῶς νοσῶν ἐξεστράτευεν· εἶτα κἀκεῖθεν Σύρια τοῦτον μὲν ἀπέδωκεν ἀρρωστοῦντα Κίλιξι, Κίλικες δὲ Παμφυλίοις, Παμφύλιοι δὲ τοῖς Λυδοῖς καί ἥ Λυδία τῇ Βιθυνίᾳ καὶ ἡ Βιθυνία τῇ βασιλίδι τῶν πόλεων καὶ ἡμῖν, ἐξῳδηκότα ἤδη τὸ σπλάγχνον ἐκ τῆς πολλῆς κακοπαθείας [*](P. 6) καίπερ δὲ οὕτως ἔχων ἀσθενείας καἰ θέλων τὰ συμπεσόντα οἱ ἐκτραγῳδεῖν, τὸ μὲν ὅτι νοσῶν οὐκ ἠδύνατο,

[*](14. ἀνένδητοι Α, em. Crusius. 16. ἐξεστράτευον Α, em. Hoe- schel. 17. Κίλιξι add. Hoeschel. 22. ὅτι: lege ἅτε.)
9

ὁ δὲ ὅτι καὶ παρ’ ἡμῶν ἐκωλύετο ὡς μὴ τὸ τραῦμα ἀνοίξοι διηγούμενος.

Ἐγὼ δ’ ἐνταῦθα . . . . μένη , σκοτοδίνης ἐμπίπλαμαι τὴν ψυχὴν καὶ ῥείθροις δακρύων περιτέγγω τοὺς ὀφθαλμούς. ὢ οἶον Ῥωμαίων ἀπόλωλε βούλευμα· ὢ πείρας μὲν ἀκριβεστάτης Νηὶ τὰ πράγματα καὶ ὅση ἐκεῖνος συνείλοχε· λόγων δὲ ἐπιστήμης, ποικίλης δὲ σοφίας, λέγω δὴ τῆς θυραίας καὶ τῆς ἡμετέρας αὐλῆς· ὢ καὶ χάριτος ἐπιτρεχούσης τοῖς μέλεσι καὶ εἴδους οὐκ ἀξίου τυραννίδος, ὥς τινες λέγουσιν, ἀλλὰ θειοτέρας καὶ κρείττονος. ἔγωγ’ οὖν πολλοῖς ἄλλοις προσωμιλήκειν δεινοῖς ἐκ μέσων τῶν πορφυρόθεν σπαργάνων, ὡς οὕτως εἰπεῖν, κω τύχαις ἐχρησάμην οὐκ ἀγαθαῖς, εἰ μή τις θεῖτο τύχην οὐκ ἀγαθὴν καὶ προσμειδιῶσάν μοι τήν τε γειναμένην αὐτὴν καἰ τὸν τεκόντα τοὺς αὐτοκράτορας, καὶ τὴν πορφύραν ἐφ’ ἧς ἐβλάστησα· τὰ γὰρ ἄλλα φεῦ τῶν κυμάτων, φεῦ τῶν ἐπαναστάσεων. Ὀρφεὺς μὲν οὖν ᾄδων καἰ λίθους ἐκίνει καὶ ξύλα καὶ τὴν ἄψυχον ἁπλῶς φύσιν, Τιμόθεος δὲ ὁ αὐλητὴς τὸν ὄρθιόν ποτε Ἀλεξάνδρῳ αὐλήσας, εἰς τὰ ὅπλα παραχρῆμα καὶ τὸ ξίφος ἐκίνει τὸν Μακεδόνα· τὰ δέ γε κατ’ ἐμὲ διηγήματα οὐ τοπικήν τινα κίνησιν, οὐδὲ [*](Ρ. 7) πρὸς ὅπλα καὶ μάχην, ἀλλ’ ἐς δάκρυα τὸν ἀκροατὴν συγκιἀνήξοι

[*](1. Α, ἂν ῥήξοι coni. HoescLel., ego ἀναρρήξοι, lenissime Naekius ἀνοίξοι, quod restitui. 3. supple γενομένη vid. aunotationes. Hoeschel. coni. τούτων μεμνημένη. ἀφ’ ἧς coni. Hoeschel.)
10

νήσειε, καὶ οὐκ αἰσθητικὴν μόνον, ἀλλὰ καὶ ἄψυχον φύων εἰς πάθος καταναγκάσῃ. τὸ μέντοι πάθος τὸ περὶ τὸν Καίσαρα καὶ ὁ κατ’ αὐτὸν ἀνέλπιστος θάνατος αὐτῆς μου καθίκετο τῆς ψυχῆς καἰ ἐς βάθος τὸ τραῦμα εἰργάσατο. καί ἡγοῦμαι τὰς προειληφυίας συμφορὰς πρὸς ταύτην τὴν ἄπληστον συμφορὰν ψεκάδα ὡς ὄντως πρὸς ὅλον Ἀτλαντικὸν πέ- λαγος ἥ τοῦ Ἀδριατικοῦ πελάγους τὰ κύματα· μᾶλλον δέ, ὡς ἔοικεν, ἦσαν ἐκεῖναι τούτων προοίμια, καί με προκατελάμβανεν ὁ καπνὸς τοῦ καμινιαίου τούτου πυρὸς καὶ ὁ καύσων ἐκεῖνος τῆς ἀρρήτου ταύτης φλογώσεως καὶ τὰ καθ᾿ ἡμέραν πυρὸς τῆς ἀφάτου πυρκαιᾶς. ὢ πυρὸς ἄνευ ὕλης ἀποτεφροῦντος, πυρὸς έν ἀπορρήτοις δᾳδουχουμένου καὶ [*](V. 4) καίοντος μέν, μὴ καταφλέγοντος δέ, καὶ τὴν καρδίαν μὲν περιφρύγοντος, δόξαν δὲ παρέχοντος, ὅτι οὐ συνεφρύγημεν, καίτοι μέχρις ὀστέων καὶ μυελῶν καὶ μερισμοῦ ψυχῆς τὰς πυρακτώσεις δεξάμενοι. ἀλλὰ γὰρ ἐμαυτῆς αἰσθάνομαι διὰ ταῦτα παρενηνεγμένης τοῦ προκειμένου, καὶ ὁ Καῖσάρ μοι ἐπιστὰς καὶ τὸ τοῦ Καίσαρος πένθος πένθος μοι ἐπέσταξε διωλύγιον. ἀποψήσασα οὖν τὸ δάκρυον τῶν ὀμμάτων καὶ [*](P. 8) ἐμαυτὴν ἀναλεξαμένη τοῦ πάθους, τῶν ἔζης ἵξομαι, διπλᾶ κατὰ τὴν τραγῳδίαν κερδαίνουσα δάκρυα, οἷον ἐπὶ συμφορᾷ

[*](2. καταναγκάσαι? 6. ὄντας A, em. Hoeschel. 13. καρδία . . . . . περιφρ. A, suppi. Hoeschel. 18. τὸ : τῇ Α, corr. Hoeschel. 19. ἀποψ . . . ἄσα Α, suppl. Crusius.)
11

συμφορᾶς μεμνημένη. τὸ γὰρ εἰς μέσον προθεῖναι τοιούτου ξασιλέως ὑπόθεσιν καὶ τοσούτου πρὸς ἀρετὴν ἀνάμνησις ἐστι καὶ τῶν κατ’ ἐκεῖνον θαυμάτων, ἅπερ κἀμὲ πρὸς δάκρυα θερμότατα καταφέρει, μετὰ πάσης τῆς οἰκουμένης δακρύουταν. τὸ γὰρ ἐκείνου μεμνῆσθαι κω τὴν αὐτοῦ βασίλειαν εἰς μέσον ἄγειν ἐμοὶ μὲν θρήνων ὑπόθεσις , τοῖς ἄλλοις δὲ ζημίας ἀνάμνησις. ἀρκτέον τοίνυν ἐνθένδε τῆς ἱστορίας τοὐμοῦ πατρός, ὅθεν καἰ ἄρχεσθαι ἄμεινον· ἄμεινον δὲ ὅθεν σαφέστερός τε καὶ ἱστορικώτερος ὁ λόγος γενήσεται.