Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

ἐμαθηκὼς ὁ αὐτοκράτωρ, ὡς ἀπόμοιράν τινα οἱ [*](V. 175) τῶν Σκυθῶν ἡγεμόνες ἀπολεξάμενοι κατὰ τῶν Χοιροβάκχων ἐξέπεμψαν, καὶ προσδόκιμος ἡ τούτων ἄφιξις ἦν, ὁποῖος ἐκεῖνος θερμουργὸς πέρι τὰς ἐγχειρήσεις κἀν τοῖς αἰφνιδίοις ἄε

[*](ΑΛΕΞΙΑΔΟΣ βιβλίον ἦι AG. 1. Μεμαθηκὼς : Ἔνθα (leg. μαθὼν) πάλιν τοὺς σκύθας εἰς χοιροβάκχους σκηνώσαντας, καὶ ἀπειροπληθεῖς ὄντας, ὡς καὶ μέχρι τοῦ δεκάτου φθάσαντας, καὶ πάντα ληισαμένους· ἐξελθὼν τῆς πόλεως κάτα τὴν παρασκευὴν τῆς ἀπόκρεω καὶ ὡσεὶ πεντακοσίους μόνους τῶν οἰκείων μεθ’ ἑαυτοῦ ἐκλεξάμενος, (excidit ὁπλίσας) ἑαυτὸν ὁ βασιλεὺς σὺν τοῖς ἀμφ’ αὐτόν ἐντὸς τοῦ κάστρου τῶν χοιροβάκχων εἰσεληλύθειν (leg. εἰσεληλύθει) νυκτός. καὶ κλείσας τὰς πύλας A.)
385

ὡς προπαρεσκευασμένος δεικνύμενος, μήπω ἑβδόμην ἡμέραν ἐν τοῖς βασιλείοις διαναπαυσάμενος μηδὲ βαλανείου τυχών, μηδὲ τὸν ἐκ τοῦ πολέμου κονιορτὸν ἀποτιναξάμενος, παραχρῆμα τοὺς ἐπὶ τῆς φρουρᾶς τῆς πόλεως τεταγμένους καὶ [*](Β) ὁπόσοι νεόλεκτοι, ἀναλαμβάνεται ὡσεί πεντακοσίους τὸν ἀριθμόν, καὶ ὁπλίσας δι’ ὅλης νυκτός, κατὰ τὸ περιόρθρον ἔξεισι. τηνικαῦτα δὲ δήλην καθίστησι τὴν αὐτοῦ πρὸς τοὺς Σκύθας ἐξέλευσιν. τοῖς δὲ ἐξ αἵματος καὶ ἀγχιστείας προσήκουσιν αὐτῷ συγγενέσι καὶ τοῖς ἄλλοις, ὁπόσοι τῆς μείζονος τύχης ἦσαν καὶ τῷ στρατιωτικῷ συντάγματι συγκατειλεγμένοι (παρασκευὴ δὲ ἦν ἡ τῆς ἀπόκρεω) ταυτὶ διὰ τῶν ἀποστολέων παρακελευσάμενος· ὡς ἄρα γοῦν “ἐγὼ μὲν ἄπειμι τὴν τῶν [*](C) Σκυθῶν κατὰ τῶν Χοιροβάκχων ὀξεῖαν μεμαθηκὼς κίνησιν, ὑμεῖς δὲ ἀλλὰ κατὰ τὴν ἑβδομάδα τῆς τυροφάγου στρατεύσατε πρὸς ἡμᾶς. τὰς γὰρ μεταξὺ τῆς τε παρασκευῆς τίς ἀπόκρεω καὶ τῆς τυροφάγου δευτέρας ἡμέρας ὑμῖν ἐφίημι εἰς μικράν τινα ῥᾳστώνην, ὡς μὴ βαρύς τις καὶ ἀδιάκριτος δόξαιμι." ἐκεῖνος μὲν οὖν παραχρῆμα κατευθὺ Χοιροβάκχων ἤλαυνε, καὶ εἰσελθὼν κλείει τὰς πύλας· τὰς δὲ κλεῖς αὐτὸς ἀναλαμβάνεται. εἶτα τοὺς εὔνους ἅπαντας τῶν θεραπόντων ἀέρι τὰ κρήδεμνα καθίστησι τοῦ τείχους, ἐγκελευόμενος μὴ

[*](D)[*](1. post ἡμέραν add. P ἑαυτὸν, om CG. 8. lege ἐξέλευσιν τοῖς τε ἐξ. 9. συγγενέσιν P, συγγενέσι G. 10. στρατιωτικῷ συντάγματι F, Ρωμαϊκῷ στρατεύματι PG. 11. ἡ om. G. 15. τὰς: τὰ CG. τε om. G. 16. εἰς add. F. τις om. G. 21. περὶ τὰ κρήδεμνα τοῦ τείχους ἐπαγρυπνεῖν ἐγκελεύεται, μή που Α. ἐγκελευόμενος: παραγγείλας C.)
386

ἀναπεπτωκέναι, ἀλλ' ἐπαγρυπνοῦντας περιαθρεῖν τὰ τείχη, μή πού τις ἀνελθὼν καὶ προκύψας ὁμιλήσειε τοῖς Σκύθαις. ἀνίσχοντος δὲ τοῦ ἡλίου, καὶ οἱ ἐλπιζόμενοι τῶν Σκυθῶν καταλαβόντες κατὰ τὸν συγκεκολλημένον τῷ τείχει τῶν Χοιροβάκχων αὐχένα ἔστησαν. ἔξ ὧν τηνικαῦτα ἀποκριθέντες ὡσεὶ ἓξ χιλιάδες εἰς προνομὴν διεσκεδάσθησαν, ἐφθακότες μέχρις [*](Ρ. 222) αὐτοῦ τοῦ Δεκάτου ὡσεὶ δέκα σταδίους τῶν τειχῶν ἀπέχοντος τῆς βασιλίδος τῶν πόλεων· ἐξ οὗ, οἶμαι, κω τὴν ἐπωνυμίαν ἐκτήσατο. οἱ δὲ λοιποὶ αὐτοῦ που διαμεμενήκεσαν. ὁ δὲ βασιλεὺς ἀνελθὼν διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις, περιεσκόπει τὰς πεδιάδας καὶ τοὺς βουνούς, εἰ που καἰ ἑπέρα δύναμις τούτοις ἔπεισιν, ἢ εἴπου λόχους καθίσαντες μελετῶσιν τὸν τούτοις ἴσως προσβαλεῖν ἐπιχειρήσοντα κατασχεῖν. ὡς δ’ οὐδέν τι τοιοῦτον ἐθεάσατο, περὶ δευτέραν τῆς ἡμέρας [*](Β) ὥραν ὁρᾷ τούτους οὐ πρὸς μάχην ηὐτρεπισμένους, ἀλλὰ πρὸς τροφὴν καὶ ἀνάπαυσιν ἀποκλίναντας,) πλῆθος δὲ πολὺ τούτοις ὁρῶν καὶ τοῦ μετ’ αὐτῶν κατὰ συστάδην μὴ κατατολμῶν πολέμου, ἐν δεινῷ ἐποιεῖτο, εἰ τὴν ἅπασαν ληϊσάμενοι χώραν καὶ αὐτοῖς τοῖς τείχεσι τῆς βασιλευούσης τῶν πόλεων προσπελάσαιεν, καὶ ταῦτα αὐτοῦ ἐκεῖθεν ἔξεληλυθότος, ἐφ’ ᾦ τούτους ἀποσοβῆσαι τῆς χώρας. μετακαλεσάμενος οὖν τοὺς ὑπ’

[*](1. ἐπαγρυπνοῦντας C, ἀπαγρυπνοῦντας Ρ, ἀπαγρυπνεῖν καὶ ἀθρεῖν G. 5. ὡσεὶ χιλιάδες ἕξ Α. 11. ἕτεραι δυνάμεις 12. ἡ add. Α. καθίσαντες : ποιήσαντες A. 13. ἴσως τὸν τούτοις PG, recte A. ἐπιχειρήσαντα A. 14. τι om. G. περὶ — ηὐτρεπισμένους οm. A. 16. τροφὴν Α, τρυφὴν PG. ἀποκλίναντας τούτους ἑώρᾳ, παραχρῆμα διὰ τῆς ἀπονενευκυίας Α. τούτους CG. 17. lege κατασυστάδην. 20. ἐξεληλυθότος C, ἐληλυθότος PG.)
387

αὐτὸν στρατιώτας κω τὴν γνώμην ἀυτῶν δοκιμάσαι βουλόμενος, [*](V. 176) μένος, ἔφη· “oὐ χρὴ ἀποδειλιᾶν πρὸς τὸ πλῆθος τῶν Σκυθῶν [*](C) θῶν ἀφορῶντας, ἀλλ’ εἰς θεὸν ἠλπικότας τὸν μετ’ αὐτῶν συνάψαι πόλεμον, καὶ εἰ μόνον ὁμογνωμονήσαιεν, πέποιθα ὡς ἡττήσομεν αὐτοὺς κατὰ κράτος." τῶν δὲ ἀπαναινομένων πάντῃ καὶ πρὸς τὸν λόγον ἀναβαλλομένων, ἐκεῖνος εἰς φόβον ἐμβάλλων πλείονα τοὺς αὐτοῦ καί ἀνεγείρων εἰς κίνδυνον, φησιν· ‘‘έἀν οἱ εἰς προνομὴν ἐξελθόντες ἐπανέλθοιεν αὖθις καὶ μετὰ τῶν παρόντων ἑνωθεῖεν, προῦπτος ὁ κίνδυνος. ἥ γὰρ καὶ τὸ κάστρον πὰρ αὐτῶν κατασχεθήσεται καὶ ἡμεῖς παρανάλωμα φόνου γενησόμεθα, ἢ παρ’ οὐδὲν ἡμᾶς λογισάμενοι, [*](D) ἴσως τοῖς τείχεσι τῆς πόλεως προσπελάσανοεσ, οὐκ ἐγχωρήσουσιν ἡμῖν εἰς τήν βασιλίδα πόλιν εἰσελθεῖν, αὐτοῦ που περὶ τὰς πύλας αὐτῆς αὐλισάμενοι. λοιπὸν κινδυνεῦσαι ἡμᾶς χρὴ καὶ μή ἀνάνδρως ἀποθανεῖν. ἐγὼ μὲν οὖν ἤδη ἔξειμι καὶ ὁπόσοι βούλεσθε, προεκδραμόντος ἐμοῦ κω ἐς μέσον τῶν Σκυθῶν εἰσπηδήσαντος, συνέψεσθε, ὁπόσοι δὲ τοῦτο οὐ δύνασθε ἢ μὴ βούλεσθε, μηδὲ τῶν πυλῶν ἐκτὸς γένησθε." παραχρῆμα [*](Ρ. 223) γοῦν διὰ τῆς ἀπονενευκυίας ὡς πρὸς τὴν λίμνην πύλης, ὁπλισάμενος ἔξεισι. καὶ παραδραμὼν τὰ τείχη ναέ μικρὸν παρεγκλίνας, ἐξ ὀπισθιδίων τοῦ αὐχένος ἄνεισιν. οὐδὲ γὰρ συνέψεσθαι τούτῳ διέγνω τοὺς μετ' αὐτοῦ πρὸς τὸν κα-

[*](4. εἰ δὴ μόνον G. an ὁμογνωμονήσαιμεν? 7. nn τοὺς μετ' αὐτοῦ? 8. εἰσελθόντες C. 10. καὶ prius C, κατὰ PG. I I. φόνου παρανάλωμα G. γενηθησὀμεθα G. 20. καὶ alterum om. A. 23. συνέψεσθαι τούτῳ P in margine, συνάψαι τοῦτο PG.)
388

τασυστάδην μετὰ τῶν Σκυθων πόλεμον. καὶ πρῶτος αὐτὸς δόρυ σπασάμενος, ἐς μέσους Σκύθας ἑαυτὸν ὤθησε, παίσας τὸν πρώτως αὐτῷ ὑπαντιάσαντα. ἀλλ᾿ οὐδ᾿ οἱ σὺν αὐτῷ στρατιῶται τῆς μάχης ἀπελείφθησαν, κἀντεῦθεν τοὺς μὲν πλείους ἔκτειναν, τοὺς δὲ καὶ ζωγρίαν ἦγον. εἶτα ὁποῖα ἐκεῖνος [*](Β) μηχανᾶσθαι εἰώθει, τὰς τῶν Σκυθῶν ἐσθῆτας τοὺς στρατιώτας ἀμφιέννυσι ίαι τῶν Σκυθικῶν ἵππων ἐπιβῆναι κελεύει, τοὺς δὲ ἵππους τῶν στρατιωτῶν καὶ τἀς τούτων σημαίας καὶ τὰς ἀποτμηθείσας τῶν Σκυθῶν κεφαλὰς παραδούς τισι τῶν εὐνουστέρων, παραλαβόντας προσέδταξεν εἴσω τοῦ κάστρου γενέσθαι ἀπεκδεχομένους αὐτόν. ταῦτα τοίνυν οὕτως οἰκονομήσας ἐκεῖνος, μετὰ τῶν Σκυθικῶν σημαιῶν καὶ τῶν τὰ Σκυθικὰ ἀμφία περιβεβλημένων στρατιωτῶν κάτεισιν ὡς πρὸς τὸν ἀγχοῦ Χοιροβάκχων ῥέοντα ποταμόν, ὅπου καὶ τοὺς ἀπὸ τῆς προνομῆς ὑποστρέφοντας Σκύθας ἐνόμιζε διελθεῖν. οἱ δέ γε προνομεῖς ἐκεῖνοι θεασόμενοι τούτους ἱσταμένους ἐκεῖσε [*](C) καὶ νομίσαντες Σκύθας καὶ αὐτοὺς εἶναι, ἀφυλάκτως τούτοις προσπίπτοντες, οἱ μὲν ἀνῃροῦντο, ἄλλοι δὲ καὶ κατειχοντο.

Ἑσπέρας δὲ καταλαβούσης, (σάββατον δὲ ἦν,) ἐπανέρχεται μετὰ τῶν δορυαλώτων εἰς Χοιροβάκχους. καρτερή-

[*](1. κατὰ σκυθῶν G. 5. πλείονας CG. ζωγρίας AG. ὁποῖος G. 10. παραλαβόντας om. Α. non male. κάστρου χοιροβάκχου Α. 14. ὅπου : ἔνθα Α. 15. διελθεῖν ἤλπιζεν Α. 16. γε add. Α. 17. σκύθας καὶ αὐτοὺς Α, καὶ αὐτοὺς σκύθας G, καὶ Σκύθας αὐτοὺς 9. 18. προσπίπτουσε CG. ante οἱ μὲν add. PG καὶ, om. ΑC. ἄλλοι : οἱ G. καὶ om. A. 21. εἰς Χοιροβάκχους add. Α.)
389

σὰς δὲ καὶ τὴν ἐπιοῦσαν, αὐγαζούσης ἤδη τῆς δευτέρας, ἔξῆλθε τοῦ κάστρου. καὶ διελὼν τοὺς ὑπ' αὐτόν, ἔμπροσθεν μὶν εἰσήγαγε τοὺς τὰς τῶν Σκυθῶν σημαίας κατέχοντας, οπισθεν δὲ τοὺς δορυαλώτους τῶν Σκυθῶν, παρὰ χωριτῶν ἕκαστον τούτων κατεχομένους· τὰς δὲ ἀποτμηθείσας κεφαλὰς δόρασι περιπείρας, πὰρ ἑτέρων αὖθις ἐν τούτοις ἀπαιωρουμένας [*](V.177) παρεκελεύσατο οὕτω τὴν ὁδοιπορίαν ποιεῖσθαι. τούτων δὲ ὄπισθεν, ἐκ διαστήματος μετρίου ἀπέχων, μετὰ τῶν [*](D) ’π’ αὐτὸν καὶ τῶν συνήθων τοῖς Ῥωμαίοις σημαιῶν ἑπόμενος ἦν. αὐγαζούσης δὲ τῆς ἀπόκρεω κυριακῆς, ὁ Παλαιολόγος θερμουργὸς ὢν πέρι τὰς πολεμικὰς πράξεις, πρὸ τῶν ἄλλων ἐξεληλύθει τοῦ Βυζαντίου. τὸ δὲ ὀξύρροπον ὦν Σκυθῶν ἐπιστάμενος, οὐκ ἀπεριμερίμνως τὴν ὁδοιπορίαν ἐποιεῖτο. ἀλλ’ ἀποδιελὼν τῶν συνεφεπομένων αὐτῷ θεραπόντων ὀλίγους, παρεκελεύσατο αὐτοῦ προεκτρέχειν διάστημα, καὶ τὰς πεδιάδας κὼ τὰ ἄλση καὶ τὰς ὁδοὺς περιαθρεῖν, ἵν' εἴ πού τινες τῶν Σκυθῶν ἀναφανεῖεν, ταχὺ ὑποστρέψαντες ἀπαγγείλωσιν αὐτῷ [*](P. 224)> οὕτω γοῦν πορευόμενοι, ἔπει κατὰ τὴν πεδιάδα τὴν οὕτω καλουμένην Διμυλίαν τοὺς τὰ Σκυθικὰ περιβεβλημένους ἀμφία καὶ Σκυθικὰς σημαίας ἐθεάσαντο, εἰς τοὐπίσω ἀναστρέψαντες, τοὺς Σκύθας ἤδη καταλαμβάνειν ἔφασαν. ὁ δὲ παραχρῆμα ἐν τοῖς ὅπλοις ἥν. κατὰ πόδας δὲ καὶ ἕτερος ἐλθών, διενίστατο λέγων, ὡς ὄπισθεν τῶν τάγα Σκυθῶν ἐξ ἱκανοῦ

[*](3. εἰσήγαγε τὰς τῶν σκυθῶν σημαίας καὶ τοὺς ταύτας κατέχοντας A. 4. ἕκαστον τούτων om. Α. 5. παρεχομένους Α. 6. αὖθις· τούτων δὲ ὄπισθεν Α. 8. μετρίου αὐτὸς ἑπόμενος ἢν μετὰ τῶν ὑπ’ αὐτόν Α. 23. ὡς om. CG.)
390

διαστήματος ῾Ρωμαϊκαὶ ἀνεφάνησαν σημαῖαι καὶ στρατιῶται κατόπιν θέοντες. οἱ μὲν οὖν ταῦτα ἀπαγγέλλοντες τὸ μέντοι [*](B) ἐστοχάζοντο τῆς ἀληθείας, τὸ δὲ καὶ παρεστοχάζοντο. τὸ μὲν γὰρ κατόπιν ἐλαῦνον σρτάτευμα ὡς ἀληθῶς Ῥωμαϊκὸν ἦν καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασι, καὶ ὁ βασιλεὺς αὐτῶν ἡγεμόνευε, τὸ δὲ προπορευόμενον καὶ Σκυθικῶς ἐσταλμένον τῆς Ῥωμαϊλῆς μὲν ἦσαν ἅπαντες στρατιᾶς, Σκυθικὰς δὲ στόλας ἠμφιέννυντο, τοῦτο μὲν καὶ οὕτως ἐσχηκότες, ὥσπερ ἦσαν ἀμφιαςάμενοι ταύτας κατὰ τὸ τοῦ αὐτοκράτορος παράγγελμα, ὀπόταν ὡς φαινόμενοι Σκύθαι τοὺς ὄντως Σκύθας ἔξηπατήκασιν, ὡς φθάσας ὁ λόγος ἐδήλωσε· τοῦτο δὲ καὶ ἀπεχρήσατο [*](C) τηνικαῦτα ὀ βυσιλεὺς τῇ σκευῇ τῶν Σκυθῶν πρὸς τὴν τῶν ἡμεδαπῶν ἔξαπάτην τε καὶ φενάκην, ἵνα οἱ προεντυγχάνοντες αὐιτοῖς ὀρρωδοῖεν, ὥσπερ Σκύθαις τοῖς στρατιώταις ἡμῶν ἐμπίπτοντες, καὶ ἅμα παρέχοι στρατηγικόν τε καὶ ὕπτιον γέλωτα φόβῳ ξυμμεμιγμένον· πρινὴ γὰρ φοβηθῆναι σαφῶς, ἐθάρρουν τὸν βασιλέα κατόπιν θεώμενοι. οὕτως ἀφόβως ὁ αὐτοκράτωρ τοὺς ὑπαντῶντας ἐμορμολύττετο. ἀλλὰ πρὸς μὲν τοὺς ἀλλους ὁ φόβος ἦν ἐκ τῶν φαινομένων, ὁ δέ γε Παλαιολόγος πολυπειρίᾳ τοὺς ἅπαντας ὑπερβάλλων, καὶ εἰδὼς [*](D) ὁποίως ἐστὶν Ἀλέξιος περὶ τὰς μηχανὰς ποριμώτατος, ἐγνώρισεν αὐτίκα, ὅτι Ἀλεξίου τοῦτο τὸ μηχάνημα, καὶ ἑαυτὸν τε

[*](2. μέντοι καὶ G. 4. γὰρ add. C. 8. καὶ οm. G. 13. τε om. G. 15. ὕπτιον: ἢπιον C et in margine P. 18. ὑπαντιῶντας G. 22. τὸ add. CG.)
391

θαρρεῖν ἀνέπειθε κω τοὺς ἄλλους ἐκέλευεν. ἤδηδ δὲ καἰ τὸ πλῆθος ἅπαν τὸ κατόπιν συνέρρωγεν, ἐκ τῶν συγγενῶν κα. τῶν καθ᾿ αἱμῶ προσηκόντων ξυγκείμενον. ἔσπευδον γάρ, ᾤοντο, φθάσαι τὸν αὐτοκράτορα κατὰ τὰ πρὸ τούτου συγκείμενα. φθᾶσαι γὰρ τοῦτον συνέθεντο μετὰ τὴν ἀπόκρεω, καθάπερ εἴρηται πρότερον, ὲν τῇ τυροφάγῳ. οὐ μὴν ἔφθησαν ἐκεῖνοι ἐξεληλυθότες τῆς πόλεως, καὶ ὁ βασιλεὺς τροπαιοῦχος ἐπάνεισι. καὶ κατὰ τοῦτο συμμἱξαντες αὐτῷ οὐκ ἂν ἐπείσθησαν, ὅτι ὁ βασιλεὺς αὐτός ἐστι τροπαιοφορῶν, οὕτω τὴν νίκην ὀξέως ἐξεργασάμενος, εἰ μὴ τὰς κεφαλὰς τῶν Σκυθῶν ἐμπεπηγμένας ἑώρων ἐπ’ ἄκρων δοράτων καὶ τοὺς ἐπιλοίπους, οἶς τὸ ξίφος οὔπω ἔξέτεμε, δεσμώτας ἠγμένους καὶ ἔξηγκωνισμένους, [*](P. 225) καὶ ἄλλον ἐπ᾿ ἄλλῳ ἀγόμενον κὼ συρόμενον. τὸ γὰρ [*](V. 178) τάχος τῆς στρατηγίας τὸ θαῦμα ἐποίει· πλὴν τοσοῦτον μανθάνω περί Γεωργίου τοῦ Παλαιολόγου, οἱ γὰρ συμπαρόντες ἡμῖν διηγοῦντο,) ὡς ἐσχετλίαζέ τε καὶ τοῦ καθυστερῆσαι τοῦ πολέμου ἑαυτὸν ἐμέμφετο καὶ ὅτι μὴ συμπαρῆν τῷ αὐτοκράτορι κλέος τοσοῦτον ἀραμένῳ ἐπὶ τῇ ἀπροσδοκήτῳ νίκῃ τῶν βαρβάρων τούτων. συμμετασχεῖν γὰρ κἀκεῖνος εὐκλείας τοσαύτης καὶ πάνυ ἐβούλετο. πέρι δὲ τοῦ αὐτοκράτορος ἐκεῖνο ἄν τις εἴποι τὸ ᾆσμα Δευτερονομίου τότε καὶ τελούμενον καὶ ὁρώμενον “πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσυνέῤῥεεν

[*](Β)[*](2. G et in margine P. 9. οὕτω — ἑώρων om. G. 12. οὔπω om. G. ἐπέτεμε G. an ἐξέτεινε? vid. annotat. 14. τὸ om. G. 20. τὸν αὐτοκράτορα G.)
392

σουσι μυριάδας;" μονονουχὶ γὰρ κατ’ ἐκεῖνο καιροῦ ὁ βασιλεὺς Ἀλέξιος , πρὸς τοσοῦτον βαρβάρων πλῆθος ἑαυτὸν ἀντικαταστήσας, τὸ βάρος ὅλον τοῦ πολέμου μέχρι καὶ τῆς νίκης αὐτῆς καλῶς διῳκονομήσατο. εἰ γάρ τις τοὺς συνόντας λογίσαιτο, γίσαιτο, ὁπόσοι τε ἦσαν καὶ ποδαποὶ, κᾀθ᾿ οὕτως ἀντιπαραβάλλοι τὰ τοῦ αὐτοκράτορος μηχανήματα καὶ τὸ τούτου πολύτροπον ·μετὰ τῆς ῥώμης καὶ τολμῆς πρὸς τὸ βαρβαρικὸν πλῆθος καὶ τὴν ἰσχύν, μόνον ἂν ἐφεύροι τοῦτον τὰ τῆς νίκης καταπραξάμενον.

[*](C)

Οὕτω μὶν οὖν τηνικαῦτα θεὸς τὴν παράδοξον ταύτην τῷ κρατοῦντι δέδωκε νίκην. εἰσερχόμενον δὲ ὁρῶντες αὐτὸν οἱ Βυζάντιοι ἔχαιρον, ἐκπληττόμενοι τὸ τάχος, τὴν τόλμαν, τὴν περιδεξιότητα τοῦ ἐπιχειρήματος καὶ τὸ ἐξ ὑπογυίου τρόπαιον, ἐπαιάνιζον, ἐσκίρτων, θεὸν ἀνύμνουν, σωτῆρα καὶ εὐεργέτην τοιοῦτον αὐτοῖς δεδωκότα. ὁ δὲ Μελισσηνὸς Νικηφόρος δακνόμενος ἐπὶ τούτοις καὶ μὴ φέρων, ὁποῖα τὰ ἀνθρώπινα, ἔφη “ἡ νίκη αὕτη χαρὰ μὲν ἀκερδής, λύπη δὲ ἀζήμιος." οἱ μέντοι Σκύθαι ἀπειροπληθεῖς ὄντες ἀπανταχοῦ τῆς [*](D) ἐσπέρας διασπαρέντες, ἐληΐζοντο ἅπαντα, καὶ οὐδὲν τὸ παράπαν τῶν συμπεσόντων αὐτοῖς τὴν ἐκείνων ἀκάθεκτον ἀνέκοπτε τόλμαν. ἐνιαχοῦ δὲ τῆς ἑσπέρας καὶ πολίχνιά τινα κα-

[*](3. om. G. II. αὐτὸν ὁρῶντες A. 12. τὴν τόλμαν om. A. 13. τὸ: τοῦ PG, τὸ CA. 14. ἔσκαιρον, καὶ ἀνύμνουν τὸν σωτῆρα, ὁ εὐεργέτης τοιοῦτον αὐτοῖς δεδωκότα ἄνακτα Α. 18. ἀπανταχοῦ om. CG.)
393

τεῖχον, μηδὲ τῶν ἀγχοῦ τῆς βασιλίδος τῶν πόλεων κωμοπόλεων φειδόμενοι, παραγενόμενοι καὶ μέχρις αὐτοῦ τοῦ οὕτω [*](καλουμένου Βαθέος ῥύακος, έν ᾧ καὶ τὸ ἐπ’ ὀνόματι τοῦ ἐν )P. 226 μάρτυσι μεγίστου Θεοδώρου τέμενος ἵδρυται. πολλοὶ μὶν γὰρ καὶ ἐφοίτων ἐντεύξεως τοῦ ἁγίου χάριν καθεκάστην· ἥνικα δ’ ἡ κυριακὴ παρῆν, πάνδημον οἱ εὐσεβεῖς ἐποιοῦντο τὴν πρὸς τὸ ἱερὸν τούτου τέμενος ἔλευσιν, παννύχιοι καὶ πανημέριοι κύκλῳ τε καὶ κατὰ τὸν πρόδομον καὶ ὀπισθόδομον τοῦ νεὼ προσμένοντες. ἀλλὰ τοσοῦτον ὑπεσχύρισεν ἡ τῶν Σκυθῶν ἀκάθεκτος ὁρμή, ὡς μηδὲ τὰς πύλας ὑπανοῖξαι τοῦ Βυζαντίου τολμᾷν τοὺς εἰς τὸν μάρτυρα φοιτᾶν βουλομένους διὰ τὰς ἀθρόας ἐφόδους τῶν Σκυθῶν. ἀλλὰ ταῦτα μὲν τὰ ἐξ ἠπείρου τῆς ἑσπέρας προσπεσόντα τῷ αὐτοκράτορι δεινά. οὐ μέντοι γε οὐδὲ τὰ κατὰ τὴν θάλατταν ἀνέτως εἶχεν ἀλλὰ [*](B) καὶ λίαν ἐπικινδύνως τοῦ Τζαχᾶ αὖθις στόλον κτησαμένου καἰ τὰ παρὰ θάλατταν ἅπαντα κατατρέχοντος. ἐπὶ τούτοις [*](V. 179) οὖν ὁ βασιλεὺς ἠνιᾶτο καἰ ἤσχαλλεν, ἁπανταχόθεν βαλλόμενος ταῖς φρόντισιν. ἐπειδὰν δ’ ἠγγέλη τούτῳ, ὡς ἤδη καὶ πλείονα στόλον ἐκ τῶν παραλίων κτησάμενος ὁ Τζαχᾶς καὶ τὰς ἐπιλοίπους, ὧν προφθάσας κατέσχε νήσων, πορθήσας, καὶ κατὰ τῶν ἑσπερίων χωρῶν διανοεῖσθαι ἐπικεχείρηκε, καὶ

[*](1. post ἀγχοῦ add. PG ἀγρῶν, om. C. κωμοπόλεων om. G. 3. 10 om. G. 5. καὶ om. G. (5. παρῆν C, ἦν PG. 7. τούτου C, τοῦτο PG. 8. πρόδρομον P, πρόδομον G. ὀπισθόδρομον G. 9. lege ὑπερίσχυσεν. 12. ἀθρόους G. 14. οὐδὲ om. G. 15. κτισαμένου CG. 16. ἐπεὶ P, ἰπὶ G. 19. κτισάμενος G.)
394

πρὸς τοὺς Σκύθας διαπεμπόμενος συνεβούλευε τὴν Χερρόνησον καταλαβεῖν· οὐ μὴν οὐδὲ τὸ ἐκ τῆς ἑῴας προσεληλυθὸς τῷ αὐτο- [*](C) κράτορι μισθοφορικόν, τῶν Τούρκων συνεχώρει τὰς πρὸς αὐτὸν σπονδὰς ἀρραγεῖς τηρεῖν, ὑποσχέσεσι χρησταῖς ὑποσαίνων, εἰ τὸν αὐτοκράτορα καταλιπόντες αὐτῷ προσχωρήσαιεν, ὁπηνίκα τὰς κριθὰς καταλάβοι· ταῦτα γνοὺς ὁ βασιλεύς, ἐπεὶ τὰ τε κατὰ θάλατταν τά τε κατὰ τὴν ἤπειρον λίαν κακῶς αὐτῷ διετίθετο, ναί ὁ χειμὼν σφοδρῶς ἐπικείμενος τὰς ἔξόδους παντάπασιν ἔκλειεν ὥστε μηδὲ ἀποζυγοῦσθαι τὰς τῶν οἰκημάτων μάτων θύρας διὰ τὸ τῆς χιόνος ἐπιβριθές, συνέβη γὰρ τότε πολλὴν ἐπιφορηθῆναι καὶ ὅσην οὐδείς πω πρότερον ἔγνωκεν,) [*](D) ὡς ἐνὸν διὰ γραμμάτων ἁπανταχόθεν ἔσπευδε μισθοφορικὸν μετακαλέσασθαι, τοῦ ἡλίου δὲ τὴν ἐαρινὴν τροπὴν ἀπαρτὶ καταλαμβάνοντος, ἔπει καὶ ὁ ἐκ τῶν νεφῶν ἀπειλούμενος πό- λεμος ᾤχετο καὶ ἡ θάλαττα τοῦ θυμοῦ μετεβέβλητο δεῖν ἐλογίσατο, [*](P. 227) γίσατο, ἑκατέρωθεν τῶν ἐναντίων ἐπικειμένων, τὰ κατὰ μᾶλλον καταλαβεῖν, ἵνα ὁμοῦ καὶ τοῖς νατυσιπόροις ἐχθροῖς ῥᾳδίως ἔχοι ἀντικαθίστασθαι καὶ πρὸς τοὺς ἐξ ἠπείρου εὐχερῶς μάχεσθαι. παραχρῆμα τοίνυν τὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν ἀποστείλας μετεκαλεῖτο θᾶττον ἢ λόγος τὴν Αἶνον καταλαβεῖν. ἔφθασε γὰρ διὰ γραμμάτων δηλώσας συλλέξασθαι, ὁπόσους ἂν δυνηθείη, οὐκ ἀπὸ τῶν ἤδη ἐστρατευμένων, (ἐκείνους γὰρ φθάσας εἰς τὰς

[*](. ἐκ om. G. 6. ὁπηνίκα τὰς κριθὰς καταλάβοι om. P, add. CG et in margine P. 8. σφοδρὸς C. 15. μετεβάλλετο G, μετεβάλετο C. 18. ἔχοι C, ἔχῃ PG. 19. τὸν Νικηφόρον G. 23. ἐκεῖνοι G.)
395

τυχῆ τῆς ἑσπέρας διέσπειρεν, ἐφ’ ἥ φρουρεῖν τὰ κυριώτερα τῶν πολιχνίων,) ἀλλὰ κατὰ μέρος νεολέκτοις καταλέγων, ὁπό- B σοι τε ἐκ Βουλγάρων καἰ ὁπόσοι τὸν νομάδα βιόν εἵλοντο, βλάχους τούτους ἡ κοινὴ καλεῖν οἶδε διάλεκτος,) καὶ τοὺς ἄλλοθεν ἐξ ἁπασῶν τῶν χωρῶν ἐρχομένους ἱππέας τε καὶ πεζούς. αὐτὸς δὲ τοὺς τοῦ Φλάντρα πεντακοσίους Κελτοὺς ἐκ Νικομηδείας μεταπεμψάμενος, μετὰ τῶν συγγενῶν αὐτοῦ ἐξεληλυθὼς τῆς Βυζαντίδος, θᾶττον τὴν Αἶνον καταλαμβάνει. καὶ· τηνικαῦτα έν ἀμφιρύκῳ εἰσελθὼν καὶ παραδραμών, τὴν τοῦ ὅλου ποταμοῦ θέσιν κὼ τὴν ἴλην αὐτοῦ κοίτην κατα- σκεψάμενος ἑκατέρωθεν, καὶ διαγνούς, ὅποι τὸ στρατιωτικὸν [*](C) καταθεῖναι βέλτιον, ὑπέστρεψε. καὶ διὰ τῆς νυκτὸς τοὺς λογάδας συναγαγὼν τοῦ στρατεύματος, τὰ ἰατὰ τὸν ποταμὸν ίαι τὰ τούτου παρ’ ἑκάτερα διηγεῖτο, καὶ ὡς “χρὴ τὴν αὔριον διαπεράσαντας καὶ ὑμᾶς τὴν ὅλην περιαθρῆσαι πεδιάδα. καὶ ἴσως οὐκ ἀδόκιμος ὑμῖν ὂν αὐτὸς ὑποδείξω τόπον φανεῖται, οὖ χρὴ τὰς σκηνὰς πήξασθαι." τοῦτο δὲ πᾶσι συνδόξαντος, αὐγαζούσης ἡμέρας πρῶτος αὐτὸς τὴν περαίαν κατέλαβε κᾆθ᾿ οὕτως ἅπαν αὐτῷ συνείπετο τὸ στρατιωτικὸν. καὶ μετὰ τῶν λογάδων αὖθις κατασκοπήσας τὰς ὄχθας τοῦ ποταμοῦ. [*](V. 180) καὶ τὴν ὑπερκειμένην πεδιάδα καὶ τὸν ἀρέσκοντα τόπον αὐτῷ [*](D) ὑποδείξας αὐτοῖς, ἀγχοῦ δὲ ἦν πολιχνίου τινὸς τοῦ οὑ-

[*](2. lege καταλέγειν. 10. ὅλου: exspectabam Εὔρου. vid. p. 450 A. κοίτην om. G. 13. κατὰ: καὶ G. 16 ὑποδείξω ὂν αὐτὸς P, altero ordine G. 17. lege τούτου, ut supra 153, 17. 228, 8. 323, 10. 18. τὴν add. CG, om. P. 19. συνείπετο αὐτῷ G.)
396

τωσὶ Χοιρηνοὺς ἐγχωρίως ἐπονομαζομένου, ἔξ ἑνὸς μὲν μέρους ἔχοντος τὸν ποταμόν, ἐξ ἑτέρου δὲ βαλτώδης ὤν,) ἐπεὶ ἱκανὸν ὀχύρωμα καὶ πᾶσι ὁμοῦ τοῖς στρατιώταις ἐφαίνετο, θᾶττον τάφρον διορύξας, ἅπαν ἐκεῖ τὸ στράτευμα κατατίθησιν. αὐτὸς δὲ αὖθις μεθ’ ἱκανῶν πελταστῶν πρὸς τὴν Αἶνον ἐπάνεισιν, ἐφ᾿ ᾦ τὰς τῶν Σκυθῶν ὁρμὰς ἐς ἡμᾶς ἐκεῖθεν ἐρχομένων ἀναστέλλειν.

Πυθόμενοι δὲ οἱ κατὰ τὴν γενομένην εἰς Χοιρηνοὺς ταφρείαν ἀμυθήτων Σκυθικῶν στρατευμάτων ἔλευσιν δηλοῦσι πέρι τούτων τῷ αὐτοκράτορι περὶ τὴν Λίνον ἔτι ἐνδιατρίβον- [*](P. 228) τι ὁ δὲ παραχρῆμα ἐν ἀμφιρύκῳ πλοίῳ εἰσελθὼν νᾶι παραπλεύσας, τὸν ποταμὸν διὰ τοῦ στομίου διελθών ἡνώθη μετὰ παντὸς τοῦ στρατεύματος. τὰς δὲ ἰδίας ὁρῶν δυνάμεις μηδὲ τὸ πολλοστημόριον τοῦ Σκυθικοῦ σωζούσας στρατεύματος, ἐν ἀμηχανίᾳ καὶ φόβῳ ἢν, μὴ ἔχων τὸν ἐπαρήγοντα κατὰ ἄνθρωπον. οὐκ ἀνέπιπτε δὲ ὅμως, οὐδὲ ἐμαλακίζετο, ἀλλὰ πολλοὺς τοὺς παρ’ ἑαυτῷ κυμαινομένους εἶχε λογισμούς. ὦτά γοῦν τετάρτην ἡμέραν ἐκ τοῦ ἑτέρου μέρους πόρρωθεν ὁρᾶ Κομανικὸν στράτευμα, ὡσεὶ τεσσαράκοντα χιλιάδας, ἐπικαταλαμ- [*](B) βάνον ἤδη. σκεψάμενος δὲ μὴ καὶ αὐτοὶ τοῖς Σκύθαις προστεθέντες δεινὸν τὸν κὰτ αὐτοῦ ποιήσωνται πόλεμον, (καὶ

[*](2. lege ἔχων. 3. ὁμοῦ add. C, om. PG. 6. τὰ τῶν Σκυθῶν πλήθη G. 10. malim τούτου. περὶ om. PG. add. C. 11. παραπλεύσας G, περιπλεύσας P. 12. διὰ τοῦ στομίου om. G. 16. ὅλως CG. 18. Κομμανικὸν G hic et infra. 20. σκεψάμενος: δεδιὼς A. δὲ : lege γὰρ. 21. τὸν om. CG. ποιήσονται A.)
397

οὐδὲν ἄλλο ἐντεῦθεν τὸ ἐλπιζόμενον ἥ πανωλεθρία,) δεῖν ἐλογίσατο ὑποποιήσασθαι αὐτούς · καὶ γὰρ προέφθη τούτους μετακαλέσασθαι. τοῦ δὲ Κομανικοῦ στρατεύματος πολλοὶ μὲν νᾷ ἄλλοι ἡγεμόνες κατέστησαν, προάγοι δὲ πάντων ὁ Τογορτάκ, ὁ Μανιὰκ καὶ ἕτεροι ἄνδρες μαχιμώτατοι. τὴν δὲ πληθὺν τῶν ἐπικαταλαμβανόντων ἤδη Κομάνων ὁρῶν, ἐδεδίει, τὸ εὐάγωγον πάλαι γινώσκων τῆς αὐτῶν γνώμης, μὴ οἱ σύμμαχοι ἐχθροὶ ναί πολέμιοι γεγονότες μεγίστην βλάβην αὐτῷ [*](C) προξενίσειαν. ἀσφαλέστερον δὲ λογισάμενος ἐκεῖθεν ἀπάραντα μετὰ τοῦ ὁπλιτικοῦ παντὸς διαπερᾶσαι αὐθις τὸν ποταμόν, δεῖν ἐλογίσατο πρότερον τοὺς ἡγεμόνας τῶν Κομάνωνμετακαλέσασθαι. οἱ δὲ παραχρῆμα προσέρχονται τῷ βασιλεῖ, καὶ αὐτὸς ὁ Μανιάκ, κἂω ὀψιαίτερον τῶν ἄλλων, πρότερον ἀναβαλλόμενος. δαψιλῆ τοίνυν τράπεζαν αὐτοῖς παρατεθῆναι τοῖς ὀψοποιοῖς ἐπέταξε. καλῶς οὐν εὐωχηθέντας μετὰ ταῦτα φιλοφρονησάμενος αὐτοὺς καὶ παντοίων δωρεῶν ἀξιώσας, ὅρκον καὶ ὁμήρους ἐξ αὐτῶν ᾐτεῖτο, ὑποπτεύων τὸ τῆς αὐτῶν γνώμης εὐεξαπάτητον. οἱ δὲ ἑτοίμως τὸ προσταχθὲν ἐπλήρουν τὰς πίστεις παρασχόμενοι, αἰτησάμενοι [*](D) παραχωρηθῆναι τὸν μετὰ τῶν Πατζινακῶν πόλεμον συνάψασθαι ἐπὶ τρισὶν ἡμέραις· καὶ εἰ τὴν νίκην αὐ-

[*](1. ἡ G. 4. προαγωγοὶ CG. Τογορτᾶς CG. 8. γεγονότες καὶ πολέμιοι G. 9. lege προξενήσειαν. 12. μετακαλέσασθαι C, μετακαλέσεσθαι PG. 15. ἔταξε Α. εὖωχηθέντας μετὰ ταῦτα om. A. 18. δ᾿ A. 19. τὰς πίστεις παρασχόμενοι om. A. 20. Πατζινακῶν: Σκυθῶν Α.)
398

τοῖς δοίη ὁ θεός, διχῆ τὴν ἐπιλαχοῦσαν αὐτοῖς ἅπασαν λείαν διελόντας, θάτερον μέρος ἀφόρισαι τῷ βασιλεῖ ὑπισχνοῦντο. ὁ δὲ οὐκ ἐπὶ τρισὶ μόναις ἡμέραις ἀλλ’ ἔπι ὅλαις δέκα μετελεύσεσθαι τοὺς Σκύθας κατὰ τὸ αὐτοῖς βουλητὸν ἄδειαν [*](V. 181) ἐδεδώκει, καὶ τὴν ἐκεῖθεν ἅπασαν ἀφαιρεθησομένην λείαν, [*](P. 229) εἴ γε τέως τὴν νίκην αὐτοῖς παράσχοι θεός, ἀποχ̣αρισάμενος. ἦσαν μὲν οὖν ἔπι ταυτοῦ τέως μένοντα τὰ Σκυθικὰ καὶ Κομάνων στρατεύματα, τῶν Κομάνων δι’ ἀκροβολισμῶν πειρωμένων τῆς Σκυθικῆς στρατιᾶς. τριῶν δὲ ἡμερῶν οὔπω διελ θουσῶν, μεταπεμψάμενος ὁ βασιλεὺς τὸν Ἀντίοχον, ἀνὴρ δὲ οἶτος τῶν εὐγενῶν καὶ δραστηριότητι γνώμης τῶν πολλῶν διαφέρων,) ἐπισκήπτει αὐτῷ γέφυραν κατασκευάσαι. θᾶττον δὲ διὰ πλοίων ἐπιζευχθέντων μακροτάτοις ξύλοις κατασκευασθείσης γεφύρας, μεταπεμψάμενος τόν τε πρωτοστράτορα Μιχαὴν τὸν Δούκαν καὶ γυναικάδελφον αὐτοῦ, καὶ τὸν ἴδιον [*](B) ἀδελφὸν Ἀδριανὸν καὶ μέγαν δομέστικον, παρεκελεύσατο παρὰ τῷ χείλει τοῦ ποταμοῦ ἑστάναι καὶ μὴ συγχωρεῖν συμμίγδην διαπερᾶν πεζούς τε καὶ ἱππότας, ἀλλὰ τοὺς πεζοῖς τῶν ἰππέων πρότερον διακρινομένους καὶ τὰς ἁμάξας μέτα τῶν σκευῶν καὶ τὰς φορταγωγοὺς ἡμιόνους. διαπερασάντων οὖν τῶν πεζῶν, δεδιὼς τὰς Σκυθῶν καὶ Κομάνων δυνάμεις καὶ τὰς λαθραίας τούτων ὑποπτεύων ἐφόδους, θᾶττον ἢ λό-

[*](1. δώῃ αὐτοῖς G. 4. βουλητὸν Α, βουλευτὸν PG. 5. ἀφαιρεθησομένους CG. 6. ὁ θεός PG, θεός C. 11. δραστηριώτατος CG. γνώμῳ G. 14. καὶ Μιχαὴλ G. 16. Ἀδριανὸν C, Ἀνδριανὸν PG.)
399

γος τάφρον πεποιηκώς, ἔντος τούτου εἰσήγαγεν ἅπαντας, εἶτα καὶ τοὺς ἱππότας παρεκελεύσατο διαπερᾷν. καὶ αὐτὸς δὲ παρὰ τῷ χείλει τοῦ ποταμοῦ ἱστάμενος τοὺς διαπερῶντας [*](C) ἑώρα. ὁ δὲ Μελισσηνὸς κὰν ἣν φθάσας ἐδέ·ξατο γραφὴν τοῦ αὐτοκράτορος πεποιηκὼς καὶ συλλέξας δυνάμεις ἁπανταχόθεν ἀπὸ δὲ τῶν ἐγγὺς καὶ πεζοὺς ἐξελάσας ἐπεισάξαντας ἐν ἁμάξαις ὑπὸ βοῶν ἑλκομέναις τὰς ἰδίας σκευὰς καὶ τὰ πρὸς χρείαν ἃπαντα, σπουδαίως πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψεν. οἱ δὲ φθάσαντες ἤδη ἐκ διαστήματος, καθόσον ὀφθαλμὸς ἐξικνεῖται περιαθρεῖν τὸ ὁρώμενον, ἀποσπὰς Σκυθῶν ἐδόκει τοῖς πλείστοις κατὰ τοῦ αὐτοκράτορος ἰέναι. ἤδη δὲ καὶ τις τεθαρρηκὼς καἰ τῷ δακτύλῳ ὑποδεικνὺς τῷ αὐτοκράτορι, Σκύθας διενίστατο εἶναι. ὁ δ’ ἀληθὲς τὸ ῥηθὲν οἰθεὶς καὶ [*](D) πρὸς τοσούτους μὴ ἐξισχύων, ὲν ἀμηχανίᾳ καθειστήκει. μεταπεμψάμενος οὖν τὸν Ῥοδομηρòν τηνικαῦτα ἀνὴρ δὲ οὗτος ἐκ Βουλγάρων ὁρμώμενος εὐγενὴς κὼ μητρόθεν συγγενὴς τῆς Αὐγούστης καἰ μητρὸς ἡμετέρας,) τοῦτον ἀποστείλας ἐπέσκηψε κατασκοπῆσαι τοὺς ἐρχομένους. ὁ δὲ ταχὺ τὸ κελευ- [*](P.230) σθὲν διηνυκώς, ὑποστρέψας τοὺς ἐκ τοῦ Μελισσηνοῦ πεμφθέντας εἶναι ἔλεγεν. ὁ δέ γε αὐτοκράτωρ περιχαρὴς γεγονὼς καὶ μικρὸν ἐγκαρτερήσας φθασάντων, διαπερᾷ σὺν αὐτοῖς, καἰ

[*](1. εἶτα om. CG. 6. lege ἀπό τε. τὸν P. lege ἐπισάξαντας. ἐπεισάξαντας — αὐτοκράτορα om. CG. 7. σκευὰς, καὶ τὰ πρὸς χρείαν ἅπαντα σπουδαίως libri. interpunctionem mutavi. 10. ἀποσπορὰς CG. lege ἀποσπάδας. vid. 209, 19. δὲ τῶν G. 11. τοὺς πλείστους G. 16. τῆς Αὐγούστης P in margine, αὐτῆς PG. 17. ἐπέσκηψε P in margine, ἔπεμψε PG. 19. Μελισηνοῦ C.)
400

παραχρῆμα τὴν γενομένην ταφρείαν ἐπιπλέον ἐπαυξήσας, ἥνωσε τούτους μετὰ τοῦ λοιποῦ στρατεύματος. οἱ δὲ Κομάνοι παραχρῆμα τὴν τάφρον καταλαμβάνουσιν, ὅθεν ὁ βασιλεὺς μετὰ τοῦ ὁπλιτικοῦ παντὸς ἀπάρας διεπέρασεν, αὐτοῦ που κατασκηνώσαντες. τῇ γοῦν μετ’ αὐτὴν ἐκεῖθεν ἀπών ὁ αὐτοκράτωρ, καταλαμβάνειν [*](B) ἔμελλε τὸν κάτωθεν τοῦ ποταμοῦ πόρον τοῦ Φιλοκά- [*](V. 182) λου ἐγχωρίως καλούμενον· ἱκανοῖς δὲ τῶν Σκυθῶν ἐντυχών καὶ τηνικαῦτα προσβαλὼν αὐτοῖς, καρτερὸν συνῆψε πόλεμον. καὶ κτείνονται μὲν οὖν ἐν τῷ μάχεσθαι ἐξ ἑκατέρων πολλοί· ὅμως δὲ τὴν νικῶσαν εἶχεν ὁ βασιλεύς ἡττησας τοὺς Σκύθας κατὰ κράτος. οὕτω γοῦν τῆς μάχης διαλυθείσης καὶ τῶν στρατευμάτων διακριθέντων πρὸς τὰς οἰκείας παρεμβολάς, αὐτοῦ που τὸ ῾Ρωμαϊκὸν προσέμεινε στράτευμα δι’ ὅλης τῷ τότε νυκτὸς. αὐγαζούσης δὲ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες, καταλαμβάνουσι τόπον τινὰ καλούμενον τοῦ Λεβούνη· βου- [*](C) νὸς δὲ τῆς πεδιάδος ὑπερκείμενος. ἄνεισι μὶν οὖν ἐκεῖσε ὁ αὐτοκράτωρ. ἐπεὶ δὲ μὴ τὸ πᾶν τοῦ στρατεύματος ὁ ὑπερκείμενος ἐχώρει τόπος, περὶ τοὺς πρόποδας αὐτοῦ διώρυχα ποιήσας καὶ τάφρον ἀποχρῶσαν τῷ παντὶ στρατεύματι, ἐκεῖ τούτους κατατίθησι. πρόσεισι δὲ τηνικαῦτα τῷ αὐτοκράτορι αὖθις αὐτόμολος ὁ Νεάντζης καἰ σὺν αὐτῷ ὀλιγοῖ Σκύθαι. ὄιν θεασάμενος ὁ βασιλεὺς καὶ τῆς προτέρας αὐτοῦ ἀγνωμο-

[*](1. γεγενημένην G. 4. διεπέρασεν CG, διεπέρασαν P. 9. καὶ add. A. οὖκ add. C. ἑκατέρων τῶν στρατευμάτων A. ὅμως: τέως Α. 12. τὰς om. G. 13. τῆς om. G. 22. αὐτοῦ add. AG.)
401

σύνης ἀναμνήσας καὶ ἄλλ᾿ ἄττα προσθέμενος, ἔμφρουρον αὐτὸν μετὰ τῶν ἄλλων καὶ σιδηρόδετον εἶχεν.

Οὕτω μὲν οὖν ὁ βασιλεύς οἱ δέ γε Σκύθαι κατὰ [*](D) τὸν ῥύακα τοῦ καλουμένου Μαυροποτάμου κείμενοι ὑπεποιοῦντο λαθραίως τοὺς Κομάνους, συμμάχους προσκαλούμενοι. ἀλλ᾿ οὐδὲ πρὸς τὸν βασιλέα πέμποντες ἠρέμουν, τὰ περὶ εἰρήνης ἐρωτῶντες. ὁ δὲ τοῦ δολεροῦ τῆς γνώμης αὐτῶν στοχαζόμενος, προσηκούσας καἰ τὰς ἀποκρίσεις αὐτοῖς ἐπεποίητο, ἀπαιωρεῖν ἐθέλων τοὺς αὐτῶν λογισμούς, εἴ που καὶ τὸ ἐκ τῆς ῾Ρώμης προσδοκώμενον μισθοφορικὸν καταλάβοι. οἱ δὲ Κομάνοι ἀμφιβόλους ἔχοντες τὰς τῶν Πατζινακῶν ὑποσχέσεις, οὐ πάνυ τι αὐτοῖς προσετίθεντο, ἀλλ᾿ ἐσπέρας μηνύουσι τῷ βασιλεῖ ‘‘μέχρι πόσου τὴν μάχην ἀναβαλλώμεθα; ἴσθι τοίνυν, ὡς ἰπὶ πλέον οὐκ ἐγκαρτερήσομεν, ἀλλ’ ἡλίου ἀνατέλλοντος λύκου ἢ ἀρνίου κρέας ἐδόμεθα." ταῦτα ὁ βασιλεὺς [*](P. 231) ἀκούσας καὶ τὸ ὀξὺ τῆς τῶν Κομάνων γνώμης διαγνοὺς οὐκέτι ἐν ἀναβολαῖς τοῦ μάχεσθαι ἦν. ἀλλὰ τὴν ἡμέραν ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ θέμενος, ἐκείνοις μὶν κατὰ τὴν ἐπιοῦσαν τόν μετὰ τῶν Σκυθῶν ὑπέσχετο πόλεμον, αὐτὸς δὲ παραχρῆμα μετακαλεσάμενος τοὺς ἡγεμόνας καὶ πεντηκον-

[*](1. καὶ add. CG. 2. σιδηρόδετον Α, σιδηροδέτην PG. 4. τὸν om. G. 6. ἀλλά καὶ πρὸς τὸν βασιλέα ἔπεμπον A. ἠρέμουν πέμποντες G. τὰ om. G. 7. τὸ δολερὸν αὐτῶν στοχαζόμενος A. 8. προσηκούσας ἐποιήσατο τὰς ἀποκρίσεις A. 11. ἀμφιβόλως A. τὰς om. G, τἀς μετὰ τῶν A. 13. ἀναβαλλόμεθα G. 14. ἐπιπλέον A. 15. ἀρνειοῦ C. 16. ἀκούσας ὁ βασιλεὺς A. καὶ om. G. 20. τοὺς ἡγεμόνας C, ἡγεμόνας P, τοὺς ἡγεμόνας μετακαλεσάμενος G.)
402

τάρχας καὶ λοιποὺς προσέταξε διὰ παντὸς τοῦ φοσσάτου διακηρυκεῦσαι τὸν ἐς τὴν αὔριον ταμιευθέντα πόλεμοι ἀλλὰ κἀν τοιαῦτα ἐσκέπτετο, ἐδεδίει ὅμως τὰ ἄπειρα πλήθη τῶν [*](B) Πατζινακῶν καὶ Κομάνων, ὑποπτεύων τὴν ἀμφοτέρων σύμβασιν. ταῦτα γοῦν διασκοπουμένου τοῦ βασιλέως, κατέλαβον πρὸς αὐτὸν τῶν ὀρεινοτέρων μερῶν ἄνδρες τολμητίαι καὶ Ἀρειμάνιοι αὐτόμολοι πρὸς συνασπισμὸν αὐτοῦ, εἰς χιλιάδας ποσούμενοι πέντε. ἔπει ὁ ἀναβολὴν ἔτι τὰ τῆς μάχης οὐκ εἶχε, θεὸν ἀρωγὸν ἐπεκαλεῖτο. δύνοντος δὲ τοῦ ἡλίου, πρῶτος αὐτὸς κατῆρχε τῆς πρὸς θεὸν παρακλήσεως, λαμπράν τε δᾳδουχίαν ποιούμενος καὶ προσήκοντας ὕμνους ᾄδων αὐτῷ. οὐ μὴν οὐδὲ τὸ ἅπαν φόσσατον ἠρεμεῖν συνεχώρει, ἀλλὰ τὰ [*](C) αὐτὰ ἑκάστῳ μὲν τῶν συνετωτέρων πράττειν συνεβούλευε [*](V. 183) τοῖς δὲ ἀγροικοτέροις ἐπέσκηπτε. τηνικαῦτα γοῦν τὸν μὲν ἥλιον ἦν ὁρᾷν τοῦ ὁρίζοντος δύνοντα, τὸν δὲ ἀέρα πεφωτισμένον, οὐχ ἑνὸς ὥσπερ ἡλίου λάμποντος, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀστέρων λαμπρὰν τὴν φαῦσιν παρεχομένων. ἅπαντες γὰρ τοῖς ἰδίοις δόρασι πήξαντες λαμπάδας καὶ κηροὺς, ὡς ἕκαστος δυνάμεως εἶχεν, ἀνῆψαν. αἱ δέ γε παρὰ τοῦ στρατεύματος ἀναπεμπόμεναι φωνᾶι μέχρις οἶμαι τῶν οὐρανίων ἀντύγων

[*](1. διακηρυκτεῦσαι P, recte CA. 2. ταμιευθέντα om. Α. 6. τολματίαι PG, recte C. 7. ἀρεμάνειοι G. 11. ποιησάμενος G. 12. ἀλλὰ τὰ αὐτὰ πάντας πράττειν ἐβούλευε. τὸν ἥλιον ἦν ὁρᾷν τοῦ ὁρίζοντος ἤδη δύνοντα · τὸν δὲ αὐτοκράτορα δεόμενον πανστρατί. καὶ οὐχ ἰνὸς ηὔχετο λείποντος, ἄλλα πάντων λαμπρὰν τὶν δέησιν παρεχομένων Α. 15. ἦν om. G, 18. τοῖς om. G. πήξαντες add. Α. 19. δυνάμενος εἶχε P, εἶχε δυνάμεως G, δυνάμεως εἶχεν Α. ἀνῆψαν Α, ἀνῆψεν PG.)
403

ἔφθανον, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἰς αὐτὸν τὸν δεσπότην θεὸν ἀνεφέροντο. ἐκ τούτου δ’ οἴμαι τεκμαίρεσθαι χρὴ τὴν τοῦ βασιλέως εὐσέβειαν, ὡς ἄρα τὰς πρὸς ἐχθροὺς [*](D) προσβολὰς οὐκ ἐδόκει ποιεῖν ἄνευ τῆς ἐκεῖθεν ἐπαρωγῆς. οὐ γὰρ ἐν ἀνδράσι καὶ ἵπποις καὶ στρατηγικαῖς μηχαναῖς καὶ οὗτος ἐθάρρει, ἀλλὰ τὸ πᾶν τῇ ἄνω ῥοπῇ ἐδίδου καὶ ταῦτα μὶν μέχρι μέσης ἐτελεῖτο νυκτός· μικρὸν δὲ τοῦ λοιποῦ τὸ σῶμα διαναπαύσας, ἀνέθορε τοῦ ὕπνου, καὶ τοὺς ψιλοὺς τῶν στρατιωτῶν ὥπλιζε καρτερῶς, ἐστιν οὖ καί τινας ἀμφία καὶ [*](P. 232) περικεφαλαίας ἐκ σηρικῶν πέπλων ὁμοχρόων κατασκευάσας περιέβαλεν, ἔπει μὴ ἀπέχρη τούτῳ πρὸς πάντας ὁ σίδηρος. ἡμέρας δὲ διαγελώσης, διαγελώσης, καρτερῶς ὁπλισάμενος τῆς φάραγγος ἔξεισι, τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας. καὶ κάτωθεν τοῦ λεγομένου Λεβουνίου (τόπος δὲ οὗτος * * *) τὸ στράτευμα διελών, τὰς φάλαγγας ἰλαδὸν ἵστησιν. αὐτὸς δὲ ὁ αὐτοκράτωρ προμετώπιος ἕστατο, δριμὺ μένος πνέων. τοῦ μέντοι δεξιοῦ καὶ εὐωνύμου μέρους καὶ κέρως ὁ Παλαιολόγος Γεώργιος καὶ Κωνσταντῖνος κατῆρχον ὁ Δαλασσηνός. ἐξ ὑπερδεξιῶν δὲ τῶν Κομάνων ὁ Μοναστρᾶς ὁπλισάμενος μετὰ [*](B) τῶν ὑπ’ αὐτὸν ἵστατο · ἤδη γὰρ κἀκεῖνοι τἀς Ῥωμαϊκὰς φάλαγγας καθιστῶντα τὸν αὐτοκράτορα ὁρῶντες, τὰς σφῶν ὥπλιζον δυνάμεις, καὶ κατὰ τὸ δοκοῦν πολέμου διετύπουν σχῆμα·

[*](2. θεόν τὸν δεσπότην G. 13. φάραγγος PG. in margine, φάλαγγος PGA. 14. καλουμένου C. 18. ὁ Δαλασσηνὸς κατῆρχον G, Δαλασηνὸς C. 21. ὁρῶντες τὸν αὐτοκράτορα A.)
404

ἐξ εὐωνύμου δὲ τούτων ὁ Οὐζᾶς καλούμενος, τὸ δέ γε πρὸς δύσιν ὁρῶν, ὁ Οὐμπερτόπουλος μετὰ τῶν Κελτῶν. οὕτω γοῦν ὁ αὐτοκράτωρ ταῖς φάλαγξι πυργώσας οἷον τὸ στράτευμα καὶ ταῖς ἴλαις περισφίγξας, τὴν ἐνυάλιον αὖθις ἐκέλευσεν ἠχῆσαι σάλπιγγα. οἱ δὲ Ῥωμαῖοι δεδιότες τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὰς ἀμυθήτους ἁρμαμάξας, τειχῶν [*](C) ὥσπερ παρεχομένας αὐτοῖς χρείαν, τὸν ὅλων κύριον εἰς ἔλεον μιᾷ φωνῇ ἐπικαλεσάμενοι, ὅλας ἡνίας χαλάσαντες τὴν μετὰ τῶν Σκυθῶν μάχην ἐπέσπευδον, τοῦ αὐτοκράτορος ἁπάντων προπάροιθεν θέοντος. μηνοειδοῦς δὲ τῆς Παρατάξεως γεγονυίας, ἐν ταὐτῷ καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος παντὸς τοῦ στρατοῦ καὶ αὐτῶν δὴ τῶν Κομάνων τὴν κατ’ αὐτῶν ποιησαμένων ὁρμήν, στοχασάμενος τοῦ μέλλοντος Σκύθης τις τῶν ἐκκρίτων ἡγεμὼν τηνικαῦτα καθεστώς, προηρπάκει τὴν σωτηρίαν, καὶ ὀλίγους συμπαραλαβὼν πρόσεισι τοῖς Κομάνοις ὡς ὁμογλώττοις. κἂν γὰρ κατὰ Σκυθῶν ἐκθύμως καὶ οὔτοι ἐμάχοντο, ἀλλὰ θαρρήσας μᾶλλον ἡ τοῖς ῾Ρωμαίοις, αὐτοῖς προσεληλύθει, ἐφ᾿ ᾧ [*](D) μεσίταις τούτοις πρὸς τὸν αὐτοκράτορα χρήσασθαι. τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος, καὶ πτοηθεὶς μὴ τούτοις καὶ ἕτεροι τῶν [*](V. 184) Σκυθῶν προσχωρήσαντες ἀναπείσωσι Κομάνους τὰ ὑπὲρ αὐτῶν φρονήσαντας κατὰ τῆς ῾Ρωμαϊκῆς φάλαγγος στρέψαι

[*](1. οὐτζᾶς A. 3. γοῦν: γὰρ οὖν G. 8. ὅλως A. 19. ἔσπευδον G. 10. ἐν ταὐτῷ om. Α. 12. τὴν κατὰ τῶν σκυθῶν Α. 13. Σκύθης: συνήθης C 20. παραχωρήσαντες G. ἀναπείσουσι A. 21. αὐτῶν Α et in margine G, αὐτὸν PG. φρονῆσαι G, φρονεῖν· τῷ τὴν βασιλικὴν A.)
405

μετὰ τῆς γνώμης καὶ τὰς ἡνίας, παραχρῆμα, ὁποῖος ἐκεῖνος δραστήριος ἐν ὀξείᾳ ῥοπῇ τοῦ συνοίσοντος καταστοχάσασθαι, [*](P. 233) τῷ τὴν βασιλικὴν σημαίαν κατέχοντι ἐπέταξε ταύτην ἐν χεροῖν φέροντι μετὰ τῆς τῶν Κομάνων στῆναι παρεμβολῆς. τῆς Σκυθικῆς δὲ ὁμαιχμίας διασπασθείσης ἤδη, καὶ παραχαωρησάντων ἀλλήλοιν τοῖν στρατοπέδοιν, ἀνδροκτασίαν ἠν θεάσασθαι τηνικαῦτα, ὁποίαν οὐδεὶς πώποτε ἐθεάσατο. τῶν δὲ Σκυθῶν δεινῶς ἀποσφαττομένων, ὡς ἐγκαταλειφθέντων ἤδη ὑπὸ τῆς θείας δυνάμεως, κεκοπιακότες οἱ σφάττοντες τῇ σφοδρᾷ καὶ πυρῇ κινήσει τῶν ξιφῶν , λειποθυμοῦντες ἀνεκόπτοντο τῆς ὁρμῆς. ὁ δὲ ἀὐτοκράτωρ ἔν μέσοις τοῖς πολεμίοις [*](Β) οις ἔξιππαζόμενος, ὅλας συνετάραττε φάλαγγας, πλήττων μὲν τοὺς ἀντικαθισταμένους, καταπτήσσων δὲ καὶ τοὺς πόρρω τοῖς ἑμβοήμασιν. ἔπει δὲ τὸν ἥλιον ὑπὲρ κεφαλῆς τὰς ἀκτῖνας βάλλοντα ἑώρα, μεσημβρίας ἀπάρτι οὔσης, προμηθεύεται τι τοιοῦτον. μεταπεμψάμενός τινας ἀποστέλλει, ἐφ᾿ ᾧ ἀγρότας ἀσκοὺς πλήσαντας ὕδατος καὶ ταῖς ἰδίαις ἐπεισάξαντας ἠμιόνοις ἐξελάσαντας ἀγαγεῖν. τούτους δὲ ἤδη θεασόμενοι καὶ οἱ μὴ προκληθέντες τῶν πλησιοχώρων, τὸ αὐτὸ τοῦτ' ἐποίουν, τοὺς τῆς δεινῆς τῶν Σκυθῶν χειρὸς αὐτοὺς ἀπαλλάττοντας ὁ μὲν δι᾿ ἀμφορέως, ὁ δὲ ὄι ἀσκοῦ, ὁ δὲ δι᾿ ὁποίου τύ χοιεν ἄγγους

[*](C)[*](2. καταστοχάζασθαι PG, recte C. 4. μετὰ : an κατὰ? 5. lege προσχωρησάντων. 6. θεάσασθαι AG, θεᾶσθαι V. Ρ. 14. ὑπὲρ. AG, πέρι P. 16. καὶ μεταπεμψάμενος Α. ἀγρώτας ἀσκοὺς πληρεῖς ὑδάτων ἀγαγεῖν. τοῦτο οὑν ἐποίουν. καὶ ὁ μὲν δι’ ἀμφορέως A. 17. lege ἐπισάξαντας. 21. τύχοιον ΡG, τύχοιεν CA.)
406

ἀναψύχοντες ὕδατι. οἱ δὲ μικρὸν τοῦ ὕδατος σπώμενοι, αὖθις τῆς μάχης ἀντείχοντο. καὶ ἦν ἰδεῖν θέαμα καινόν, ἔθνος ὅλον, οὐ μυριάνθρωπον, ἀλλ᾿ ἀριθμὸν ἅπαντα ὑπερβαῖνον, σὺν γυναιξὶ καὶ τέκνοις ἄρδην κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀπολωλός. ἦν δὲ μηνὸς Ἀπριλίου εἰκοστὴ πρὸς τῇ ἐννάτῃ ἡμέρᾳ, τρίτη δὲ τῆς ἑβδομάδος. ἔνθεν τοι καὶ παρῴδιόν τι οἱ Βυζάντιοι ἐπῇδον, φάσκοντες “διὰ μίαν ἡμέραν οἱ Σκύθαι τὸν Μάϊον οὐκ εἶδον.” ἐπεὶ δὲ ὁ ἥλιος πρὸς δυσμαῖς ἤδη ἦν, καἰ ἅπαντες [*](D) μὲν ξιφῶν ἔργον γεγόνασι, καὶ τὰ τέκνα φημὶ καἰ αἱ μητέρες, πολλοὶ δὲ καὶ ζωγρίαν ἐλήφθησαν, τὸ ἀνακλητικὸν κελεύσας ὁ αὐτοκράτωρ ἠχῆσαι, πρὸς τὴν ἰδίαν ἐπάνεισι πα ρεμβολήν. καὶ ἦν τῷ κατανοοῦντι θαῦμα ἰδέσθαι, πῶς οἱ πάλαι κατὰ τῶν Σκυθῶν ἐξερχόμενοι καλώδια τοῦ Βυζαντίου ἐξωνούμενοι καὶ ἱμάντας, δι᾿ ὧν δεσμώτας ἄγοιεν τοὺς τῶν Σκυθῶν ἑαλωκότας, τοὐναντίον πεπόνθασιν, αὐτοί τε παρὰ [*](P. 234) τῶν Σκυθῶν ἑαλωκότες καὶ δεσμῶται γενόμενοι. ἀλλὰ ταῦτα μὲν τότε, ὁπηνίκα κατὰ τὴν Δρίστραν ὁ μετὰ τῶν Σκυθῶν γέγονε πόλεμος· καἰ γὰρ τὸ φρύαγμα τότε τῶν ῾Ρωμαίων καθεῖλε θεός. ἐν ὑστέροις δέ, καθ᾿ ἃν ὑφηγοῦμαι καιρόν, ὁπηνίκα περιδεεῖς τούτους ἔγνω καὶ τὰς σωζούσας ἀπολελωκότας ἐλπίδας, πρὸς τοσαῦτα πλήθη μὴ ἐξισχύοντας, τὴν νί-

[*](1. ὕδατι ἦσαν τοὺς τῆς δεινῆς σκυθῶν χειρος αὐτοὺς ἀπαλλάττοντας Α. οἱ δὲ στρατιῶται ἄκος τὸ ἀπὸ τοῦ ὕδατος ἐπισπάμενοι, πάλιν τῆς μάχης Α. 5. μὴν ἀπρίλλιος εἰκοστῇ A. 7. ἡμέραν τὸν μάϊον οἱ σκύθαι τὸν μάϊον AG. 10. ζωγρίαν Α , ζωγρία PG. ἐλείφθησαν G. 11. τὴν om. P, add. CAG. 13. scribe τοῦ Βυζαντίου καλώδια. καλώδια C, κάλως διὰ PG. 14. ἄχθιεν G.)
407

κην παραδόξως ἐχαρίσατο τούτοις, ὡς καὶ δεσμεῖν καὶ σφάττειν καὶ ζωγρίαν ἄγειν τοὺς Σκύθας, οὐ τοῦτο δὲ μόνον, (τάχα γάρ τι τοιοῦτον κἀν τοῖς μερικοῖς τῶν πολέμων πολλάκις εἴωθε γίνεσθαι,) ἀλλὰ καὶ ὅλον ἔθνος μυρίανδρον κατὰ μίαν καὶ μόνην ἀφανίσαι ἡμέραν.

Τῶν ταγμάτων δὲ τοῦ τε Κομανικοῦ καὶ ῾Ρωμαϊκοῦ [*](V. 185) ἀπ᾿ ἀλλήλων διακριθέντων, καὶ τοῦ αὐτοκράτορος περὶ λύχων [*](B) ἁφὰς πρὸς δεῖπνον ἀπιδόντος, δυσχεραίνων εἱστήκει ὁ καλούμενος Συνέσιος, “τί τὸ γινόμενον καὶ· τίς αὕτη ἡ καινὴ οἰκονομία;” λέγων πρὸς τὸν αὐτοκράτορα. “ἕκαστος τῶν στρατιωτῶν ἀνὰ τριάκοντα καὶ πλείω δεσμώτας ἔχει Σκύθας. ἡ τῶν Κομάνων πληθὺς ἐγγὺς ἡμῶν ἐστιν. εἰ γοῦν ὑπνώσαιεν οἱ στρατιῶται, καθάγε καὶ δεῖ, τοσοῦτον κεκοπιακότες, καὶ οἱ Σκύθαι ἄλλος ἄλλον λύσαντες καὶ τοὺς ἀκινάκεις σπασάμενοι ἀναιρήσουσιν αὐτούς, τί τὸ λοιπὸν ἔσται; ἀλλὰ κέλευσον [*](C) ἀναιρεθῆναι θᾶττον τοὺς πλειιονας.” ὁ δὲ βασιλεὺς δριμὺ πρὸς αὐτὸν ἐνιδών. ἔφη “κἂν Σκύθαι, ἀλλὰ πάντως ἄνθρωποι, κἀν ἐχθροὶ, ἀλλ᾿ ἐλέους ἄξιοι. αὐτὸς δ᾿, οὐκ οἶδα, τί φρονήσας ταῦτα ληρεῖς;” τὸν δ᾿ ἐνιστάμενον μετ᾿ ὀργῆς ἀπεπέμψατο. προσέταξε δὲ τηνικαῦτα διαλαλιὰν εἰς ἃπαν τὸ στρατευμα γενέσθαι, ἅπαντα τὰ τῶν Σκυθῶν ἀναλαβομένους

[*](3. τι add. C. 6. τῶν δὲ Α. ῥωμαϊκοῦ καὶ κομμανικοῦ Α, καὶ τοῦ ῥωμαϊκοῦ G. 8. ἐπιδόντος G. 9. συνέσιός τις καλούμενος δυσχεραίνων εἱστήκει Α. καινὴ om. AG. 11. πλείους CG. ἔχει Σκύθας δεσμώτας G. 11. ἐστιν ἡμῶν G. 14. ἀκινάκεις Α, ἀκινάκας PG. 17. ἰδὼν Α. 18. δὲ AG. 19. ἀνιστάμενον A. ὀργῆς αὐτὸν Α. 21. ἅπαντας G.)
408

ὅπλα εἰς ἵνα καταθέσθαι τόπον , τοὺς δὲ δεσμώτας παραφυλάττειν. ταῦτα κελεύσας ὲν ἀμεριμνίᾳ τὸ λοιπὸν τῆς νυκτὸς ἦν. πέρι μέσην δὲ φυλακὴν τῆς νυκτός, εἴτε ἐκ θεώς ὀμφῆς, [*](D) εἴτε κίκι ὅπως οὐκ οἰδα, ὁμῶς δ’ οὖν ὡς ὁ ἰνὸς συνθήματος μικροῦ πάντας οἱ στρατιῶται ἀπέκτειναν. τοῦτο ὁ βασιλεὺς αὐγαζούσης ἡμέρας ἀκηκοώς, ὕποπτον εὐθὺς τὸν Συνέσιον εἶχέ. μετακαλεῖται τοίνυν παραχρῆμα τοῦτον. καὶ αἰτιώμενος σφοδρῶς ἠπειλεῖτο λέγων “τοῦτο τὸ ἔργον σόν." τοῦ δὲ ἐπομνυμένου μὴ εἰδέναι, ἐπέταξε δεσμηθέντα τοῦτον κατασχεθῆναι, “γνώτω" λέγων “οποῖυν καὶ μόνον ὁ δεσμὸς κακόν ἐστιν , ὡς μηκέτι κατὰ ἀνθρώπων τοιαύτας ἀποφάσεις ποιεἴσθαι.’’ τάχα δὲ ἂν καἰ ἐκόλασε τοῦτον, εἰ μὴ προσελθόντες [*](Ρ. 235) οὶ καθ' αἷμα καὶ ἐξ ἀγχιστείας προσήκοντες τῷ αὐτοκράτορι μεγιστᾶνες κοινὴν τὴν ὑπὲρ τοῦ Συνεσίου ἰκετηρίαν ἐποιοῦντο. τῶν δὲ Κομάνων οἱ πλείους πτοηθέντες, μὴ τι δεινὸν καὶ κατ’ ἀυτῶν ὁ αὐτοκράτωρ νυκτὸς μελετήσειε, τὴν λείαν πᾶσαν ἀναλαβόμενοι, νυκτὸς ᾤχοντο, τὴν πρὸς τὸν Δάνουβιν φέρουσαν ὁδεύοντες. αὐτὸς δὲ αὐγαζούσης ἡμέρας, φεὐγων τὴν τῶν νεκρῶν σωμάτων δυσωδίαν, ἀπάρας ἐκεῖθεν ἔρχεται ἐπί

[*](1. τόπον καταθέσθαι G. 3. εἴτ' ἐκ Α. 4. ὁμῶς correxi , ὅμως codlces. ὡς oni. G. 5. βασιλεὺς κατὰ τὴν πρωίαν ἀκηκοὼς Α. 8. τὸ: γὰρ A. ii. τοιαῦτα G. 15. καὶ acld. A. 16. αὐτῶν CAG , αὐτὸν Ρ. 18. φεύγων oni. G. ly. σωμάτων oni. Α. ἀΠάρας τῶν χοιρηνῶν ἐκεῖσε γὰρ ὁ πόλεμος ἐγεγόνει) ἐπὶ τὸν τόπον τὸν καλὰ δ. καλούμενον ἔρχεται Α.)

ανφαψινορις

409

τινα τόπον Καλὰ δένδρα καλούμενον, σταδίους δέκα πρὸς τοῖς ὀκτὼ ἀπέχοντα τῶν Χοιρηνῶν. ἀπερχόμενον δὲ ἐκεῖσε κατέλαβεν ὁ Μελισσηνός, οὐ γὰρ ἔφθασε παραγενέσθαι ἐν τῷ καιρῷ τῆς μάχης, ἀσχολούμενος τὴν πληθὺν ἐκείνην τῶν [*](Β) νεολέκτων ἀποστεῖλαι πρὸς τὸν αὐτοκράτορα. ἀλλήλους τοίνυν ἀσπασάμενοι κὼ συγχαρέντες, ὡς εἰκός, τὸ λοιπὸν τῆς ὁδοιπορίας περὶ τῶν συμπεσόντων ἐπὶ τῇ τῶν Σκυθῶν ἥττῃ ὡμίλουν. μεμαθηκὼς δὲ ὁ αὐτοκράτωρ, ὁπηνίκα τὰ Καλὰ δένδρα κατέλαβε, τὸν δρασμὸν τῶν Κομάνων, ὁπόσα τούτοις ἀνῆκε πρὸς λόγον τῶν συμφωνηθέντων αὐτοῖς, ἐπισάξας έν ἡμιόνοις, ἀπέστειλε πρὸς αὐτούς, ἐντειλάμενος σπεῦσαι καταλαβεῖν αὐτοὺς καὶ πέραθεν, εἰ δυνηθεῖεν, Δανούβεως καὶ [*](V. 186) δοῦναι τὰ ἀποσταλέντα. βαρὺ μὶν αὐτῷ ἦν διὰ παντός, μὴ [*](C) μόνον ψεύδεσθαι, ἀλλὰ καὶ τὸ δόξαι ψεύδεσθαι, ὁμιλίαν ἱκανὴν πρὸς ἅπαντας περὶ ψεύδους ποιουμένῳ. ἀλλὰ ταῦτα μὲν περὶ τῶν φευγόντων· τοὺς δέ γε λοιποὺς ἐφεπομένους αὐτῷ εἱστία τὸ λοιπὸν τῆς ἡμέρας δαψιλῶς. δέον δὲ ἐλογίσατο, μὴ τηνικαῦτα τοὺς ἀνήκοντας δοῦναι μισθούς ἀλλὰ μεθεῖναι τοὺς εἰς ὕπνον τραπέντας καταπέψαι τὸν οἶνον, καὶ οὕτω τὸ φρονοῦν τῆς ψυχῆς συλλεξαμένους ἐν ἐπιγνώσει γενέσθαι τοῦ πραττομένου. τῇ μετ᾿ αὐτὴν οὖν μετακαλεσάμενος ἅπαντας, οὐ τὰ προϋπεσχημένα δίδωσι μόνον, ἀλλὰ καὶ

[*](2. ἀπερχόμενον C, ἀπερχόμενος PG. 4. τὴν τῶν CG. 9. ὁπόσα: πάντα τούτοις ἀνῆκε, πρὸς τὴν τῶν συμφωνηθέντων αὖτοῖς ὁλκὴν Α. 11. ἡμιόνους ἐπισάξας Α. posterius recepi, ἐπεισάξας PG. 16. πεφευγότων P in margine. δέ γε καταλειφθέντας εἱστία Α.)
410
[*](D)

πολλῷ πλείονα. σκεψάμενος δέ, ἐπεὶ ἀπολύειν τούτους οἴκαδε ἐβούλετο, μὴ ἐν τῷ ἀπιέναι εἰς προνομὴν σκεδασθέντες οὐ μικρὰν ταῖς κατὰ τὴν ὁδὸν παρακειμέναις κωμοπόλεσι τὴν βλάβην ἐπάξωσιν, ὁμήρους ἐξ αὐτῶν λαμβάνει. αἰτησαμένων δὲ καὶ αὐτῶν τὰ κατὰ τὴν ὁδὸν αὐτοῖς ἀσφαλίσασθαι, δίδωσιν αὐτοῖς τὸν Ἰωαννάκην, ἀνὴρ δὲ οὑτος ἀνδρείᾳ καὶ φρονήσει διαφέρων,) τὴν τῶν ἁπάντων οἰκονομίαν διαθέμενος καὶ τὴν μέχρις αὐτοῦ τοῦ Ζυγοῦ τῶν Κομάνων εὐθέτησιν. τοιαῦτα μὶν οὖν τὰ τοῦ αὐτοκράτορος θείᾳ πάντως προνοίᾳ. πάντα γουν [*](Ρ. 236) κατὰ τὸ πλῆρες τελέσας, τροπαιοφόρος αὐτὸς νικητὴς πρὸς τὸ Βυζάντιον ἐπανέρχεται, Μαΐου παριππεύοντος μηνός. ἀλλὰ τὰ μὲν τῶν Σκυθῶν ὧδέ πη πέρας ἐχέτω, κἂν ἐκ πολλῶν ὀλίγα μοι εἴρηται, ἄκρῳ δακτύλῳ τοῦ Ἀδριατικοῦ ἁψαμένῃ πελάγους. τὰς γὰρ λαμπρὰς τοῦ αὐτοκράτορος νίκας, τὰς μερικὰς τῶν πολεμίων ἥττας, τὰς καθ᾿ ἕνα τούτου ἀνδραγαθίας, τὰ ἐν τῷ μεταξὺ συμπίπτοντα τοῖς τότε καιροῖς, καἰ ὅπως πρὸς ἅπαντας ἐποικίλλετο τε καὶ διὰ παντοίας μεθόδου διέλυε τὰ συμπίπτοντα δεινά, οὐδ᾿ ἂν Δημοσθένης ἄλλος ἥ καὶ ὁ ἅπας τῶν ῥητόρων χορός, οὐδ᾿ ἂν ἡ Ἀκαδημία πᾶσα καὶ ἡ

[*](3. κατὰ CA et in margine Ρ, παρὰ PG. τὴν alterum om. Α. 4. αἰτησαμένων: καὶ τὸν ἰωαννάκην δοὺς διασῶσαι τούτους μέχρις αὐτοῦ ζυγοῦ, οἴκαδε τούτους ἀπέλυσεν A. 5. τὰ om. G. 6. Ιωανάκην C. τῇ ἀνδρείᾳ καὶ τῇ G. 8. Ζυγοῦ scripsi. vid. p. 345 Α. libri ζυγοῦ. 9. post προνοίᾳ punctum posui; libri uno tenore προνοίᾳ πάντα. 10. τελέσαι τὸ alternm om. G. 12. σκυθῶν οὕτω· κἂν Α. 17. an ἅπαντα? 18. ὁ om. G. 19. ἡ prius om. G.)
411

Στος εἰς ταὐτὸν συνεληλυθέτην καὶ προὔργου παντὸς τὰς [*](Β) Ἀλεξίου πράξεις ἐποιήσαντο, τούτων ἐφικέσθαι ἐξίσχυσαν.

Οὐ πολλαὶ διῆλθον ἡμέραι τῆς τοῦ Βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως, καὶ ὁ Ἀρισέβης Ἀρμένιος καὶ ὁ Κελτὸς Οὐμπερτόπουλος (λογάδες οὗτοι ἄνδρες τῶν ἐπιφανῶν Αρειμάνιοι) κατὰ τοῦ αὐτοκράτορος μελετήσαντες ἐφωράθη σαν, πλῆθος οὐκ ἀγεννὲς πρὸς ταυτηνὶ τὴν βουλὴν ἐπισυρόμενοι. καὶ οἱ ἔλεγχοι παρῆσαν, καὶ ἡ ἀλήθεια ἐπαρρησιάζετο. κατάκριτοι δὲ ἤδη καταστάντες οἱ ἐπίβουλοι, δήμευσιν καὶ ὑπερορίαν τηνικαῦτα κατεκρίθησαν, τῶν ἐκ τῶν νόμων ποινῶν τοῦ αὐτοκράτορος σχολὴν παντελῆ καταψηφισαμένου, μηδενὸς [*](C) τὸ σῶμα λωβηθέντος. λογοποιουμένην δὲ Κομάνων ἔφοδον μανθάνων ὁ αὐτοκράτωρ, ἐκεῖθεν δὲ καὶ τὸν Βοδῖνον καὶ αὐτοὺς Δαλμάτας παρασπονδῆσαί τε καὶ κατὰ τῆς ἡμεδαπῆς χωρῆσαι βουλομένους, ἐμερίζετο τοῖς λογισμοῖς πρὸς ὁπότεροι ἂν ἀπονεύσειε τῶν ἐχθρῶν. δέον οὖν αὐτῷ ἐδόκει κατὰ τῶν Δαλματῶν πρώτως ἐξοπλίσασθαι καὶ προκαταλαβεῖν τὸ ἀναμεταξὺ τῆς ἡμεδαπῆς καὶ αὐτῶν διακείμενα τέμπη καί, ὡς ἐνόν, ἀσφαλίσασθαι. συναγαγὼν τοίνυν ἅπαντας καὶ ἀνακοινωσάμενος τὸ σκοπούμενον, ἐπει συνοῖσον ἅπασι τοῦτ᾿ ἐδόκει, [*](V. 187) ἔξεισι τῆς μεγαλοπόλεως, τὰ κατὰ τὴν ἑσπέραν προμηθευσόμενος. [*](D) καὶ ταχὺ τὴν Φιλιππούπολιν καταλαβών, καὶ

[*](3. οὐ πολλαὶ: τότε καὶ ὁ ἀριέβης A. 4. Ἀρχιέβης G. 6. ἀρεμάνειοι G. 7. ταυτηνὶ om. Α. 10. ἐκρίθησαν CG. 13. ὁ αὐτοκράτωρ μανθάνων G. 14. αὐτοὺς: lege τοὺς. 14. ἡμετέρας G. 19. ἅπαντας: excidit fortasse τοὺς λογάδας. 21. μεγαλουπόλεως C. προμηθευσάμενος G.)
412

γράμματα δεξάμενος τοῦ τηνικαῦτα ἀρχιεπισκόπου Βουλγαρίας χρηματίζοντος περὶ τοῦ δουκὸς Δυρραχίου Ἰωάννου τοῦ υἱοῦ τοῦ σεβαστοκράτορος, διαβεβαιούμενα ἀποστασίαν ἐκεῖνον ὠδίνειν, ἀθυμῶν διὰ πάσης ἡμέρας καὶ νυκτὸς ἦν, πὴ μὲν διὰ τὸν ἐκείνου πατέρα ἀναβαλλόμενος τὴν τῆς ὑποθέσεως [*](P. 237) ἐξέτασιν, πὴ δὲ καὶ δεδιώς, μὴ ἅπερ ἡ φήμη λέγει οὐ ψεύσεται. καὶ ἐπεὶ μειράκιον ἦν ὁ Ἰωάννης, ὡς ἐπίπαν τάς τῶν τοιούτων ὁρμὰς ἀκαθέκτους γινώσκων, ἐδεδίει, μή τι νεωτερίσειε καὶ λύπης ἀφορήτου ἀμφοῖν τῷ τε πατρὶ καὶ θείῳ πρόξενος γένοιτο. δεῖν οὖν ἐλογίσατο διὰ πάσης μεθόδου σπεῦσαι τὴν ἐκείνου σφῆλαι βουλήν. ἐκήδετο γὰρ τούτω, ὁπόσον ἄν τις εἴποι. μεταπεμψάμενος οὖν τὸν τότε μέγαν ἑταιρειάρχην Ἀργυρὸν τὸν Καρατζάν, Σκύθην μὲν ὄντα, φρονιμώτατον δὲ καὶ ἀρετῆς καἰ ἀληθείας ἐπιμελούμενον, διττὰς ἐπιδίδωσιν αὐτῷ γραφάς, τὴν μὲν πρὸς τὸν Ἰωάννην τοιαῦτα [*](B) διαλαμβάνουσαν· “ἡ μὲν βασιλεία μου βαρβαρικὴν διὰ τῶν κλεισουρῶν ἔλευσιν κατ’ αὐτῆς μεμαθηκυῖα, ἐξεληλύθει τῆς Κωνσταντινουπόλεως, ἐφ᾿ ᾧ τὰ μεσαίχμια τῆς ῾Ρωμαίων ἀρχῆς ἀσφαλίσασθαι. δέον οὖν ἐστι καὶ αὐτόν σε παραγενέσθαι, τὰ κατὰ τὴν ὑπό σε ἀρχὴν ἀναδιδάξοντα· (δέδια γὰρ καὶ τὸν Βολκάνον, μὴ καὶ αὐτὸς ἐναντία καθ᾿ ἡμῶν φρονήσας μελετήσῃ,) πρὸς δὲ καὶ τὰ κατὰ τὴν Δαλματίαν ἀναγγελεῖν

[*](3. διαβεβαιούμενος CG. 14. ἐπιμελόμενον C. 15. τοιαῦτα C, ταῦτα PG. 18. ἐφ᾿ ᾧ — ἀσφαλίσασθαι om. CG. 20. ἀναδιδάξαντα G. 21. Βουλκάνον G hic et infra.)
413

πρὸς ἡμᾶς καὶ περὶ αὐτοῦ τοῦ Βολκάνου, εἰ ταῖς εἰρηνικαῖς ἐμμένει σπονδαῖς, (καὶ γὰρ οὐκ ἀγαθαί μοι περὶ αὐτοῦ ἀγγελίαι καθ᾿ ἑκάστην κομίζονται,) ἵνα σαφέστερόν τι μεμαθηκότες καὶ πρὸς τὰς αὐτοῦ ἐπιπλέον παρασκευασώμεθα μηχανάς, [*](C) καί σοι τὸ δέον ὑποθέμενοι, αὖθις πρὸς τὸ Ἰλλυρικὸν ἐκπέμψωμεν, ὅπως ἐξ ἑκατέρου μέρους τοῖς ἐχθροῖς μαχόμενοι, τὴν νικῶσαν, θεοῦ ὑπαρήγοντος, σχοίημεν.” ταῦτα μὲν ἡ πρὸς τὸν Ἰωάννην γραφὴ διελάμβανεν. ἡ δέ γε πρὸς τοὺς λογάδας τῶν ἐποίκων Δυρραχίου τοιαῦθ᾿ ὑπηγόρευεν· “ἐπεὶ καθ᾿ ἡμῶν μελετᾷν τὸν Βολκάνον αὖθις μεμαθηκότες, τῆς Βυζαντίδος ἐξεληλύθειμεν, κατασφαλισόμενοί τε τὰ ἐν μεσαιχμίῳ τῆς τε ἡμεδαπῆς καὶ τῶν Δαλματῶν διακείμενα τέμπη, ἅμα δὲ καὶ τὰ κατ᾿ αὐτὸν καὶ τοὺς Δαλμάτας ἀκριβώσασθαι· διά τοι ταῦτα δέον κρίναντες μετακαλέσασθαι τὸν [*](D) ὑμέτερον δοῦκα καὶ ποθούμενον ἀνεψιὸν τοῦ κράτους ἡμῶν, τουτονὶ τὸν τὴν ἡμετέραν ἐγχειρίζοντα ὑμῖν γραφὴν ἐξαπεστείλαμεν, δοῦκα τοῦτον προχειρισάμενοι. δέξασθε αὐτὸν καἰ ὑμεῖς, καὶ εἰς πᾶν τὸ παρ᾿ αὐτοῦ προσταττόμενον ὑπείκετε." ταύτας οὖν τὰς γραφὰς ἐγχειρίσας τῷ Καρατζᾷ, ἐνετείλατο ἀπελθόντα πρῶτα μὶν ἐγχειρίσαι τῷ Ἰωάννη τὴν πρὸς αὐτὸν [*](P.238) γραφήν. καὶ εἰ μὶν αὐθαιρέτως ἕπεται, ἐκεῖνον μὶν ἐκεῖθεν μετ᾿ εἰρήνης προπέμψαι, αὐτὸν δὲ τὴν φρουρὰν τῆς χώρας ἀναδέξα-

[*](7. lege ἐπαρήγοντος. μὲν οὖν G. 8. διελάμβανε γραφὴ G. 11. ἐξεληλύθαμεν G. μεταιχμίῳ G. 20. ἀπελθόντα om. G.)
414

σθαι, μέχρις ἂν ἐκεῖνος αὖθις ἐπανέλθοι· εἰ δὲ ἀντιτείνει καὶ μὴ πείθεται, μεταπέμψασθαι τοὺς ὑπερέχοντας τῶν Δυρραχιτῶν καὶ τὴν ἑτέραν ὑπαναγνῶναι γραφήν, ἐφ᾿ ᾧ συνάρασθαι αὐτῷ ἐπὶ τῷ τὸν Ἰωάννην κατασχεῖν.

Ταῦτα ἐνωτισθεὶς ὁ σεβαστοκράτωρ ἐν Κωνσταντινουπόλει διατρίβων, σπουδαίως ἐξῄει καὶ ἐπὶ δυσὶ νυχθημέροις καταλαμβάνει τὴν Φιλιππούπολιν. ὑπνώττοντος δὲ τοῦ [*](B) βασιλέως εἴσω τῆς βασιλικῆς σκηνῆς ἀψοφητὶ εἰσελθών, εἰς τὴν ἑτέραν κλίνην τοῦ βασιλέως καὶ ἀδελφοῦ κατακλιθεὶς καὶ αὐτὸς ὕπνωττε, τοὺς κατευνάζοντας τὸν αὐτοκράτορα διὰ τῆς χειρὸς ἡσυχάζειν ἐπιτάξας. ὡς γοῦν ὁ βασιλεὺς τοῦ ὕπνου ἀνέθορε καὶ τὸν ἀδελφὸν παρ᾿ ἐλπίδας ἐθεάσατο ἡσυχάζων τέως ἦν καὶ τοὺς παρατυχόντας αὐτὸ τοῦτο ποιεῖν καὶ αὐτὸς ἐκέλευεν. ἐπεὶ δὲ καὶ ὁ σεβαστοκράτωρ ἔξυπνος γενόμενος τὸν ἀδελφὸν καὶ βασιλέα γρηγοροῦντα ἐθεάσατο, κἀκεῖνος ἐνιδὼν αὐτόν, προσελθόντες ἀμφότεροι ἀλλήλους κατησπάζοντο. εἶτα ὁ μὲν βασιλεὺς ἐπυνθάνετο, τι ἄρα καὶ βούλοιτο κὼ τίς [*](C) ἡ αἰτία τῆς αὐτοῦ ἐλεύσεως. ἐκεῖνος δὲ “σοῦ ἕνεκα” ἔφη. καὶ ὃς “μάτην σεαυτὸν συντείνας τοσοῦτον κεκοπίακας.” ὁ δὲ σεβαστοκράτωρ τέως οὐκ ἀντεφθέγξατο, ἀλλ᾿ ὀνειρώττων ἦν τὰ ἀπὸ τοῦ Δυρραχίου μετὰ τοῦ προπεμφθέντος παρ᾿ αὐτοῦ κομισθησόμενα μηνύματα. καὶ γὰρ ἅμα τῷ ἐνωτισθῆναι τὰ θρυλλούμενα περὶ τοῦ υἱοῦ οὐτοῦ, δισύλλαβον ἐγχαράξας

[*](1. αὖθις om. G. ἀντιτείνῃ et πείθηται PG, alterum C. 11. ἐπιτάξας ἡσυχάζειν G. 17. μὲν ὁ G.)
415

πρὸς αὐτὸν γράμμα, παρεκελεύσατο θᾶττον πρὸς τὸν αὐτοκράτορα φοιτῆσαι. ὡς καὶ αὐτὸν ἐπ᾿ αὐτῷ τούτῳ τοῦ Βυζαντίου ἐξεληλυθότα πρὸς Φιλιππούπολιν ἐπείγεσθαι, ἐφ᾿ ᾧ τὰ κατ᾿ αὐτοῦ πρὸς τὸν αὐτοκράτορα εἰσηγηθέντα κατασεῖσαι. τὰ εἰκότα πρὸς τὸν ἀδελφὸν καὶ βασιλέα ὁμιλήσαντα· ἅμα [*](D) δὲ καὶ τὴν αὐτοῦ πρὸς αὐτὸν ἐγκαρτερῆσαι ἄφιξιν. ὑποχωρήσας δὲ ἀπὸ τοῦ βασιλέως, εἰς τὴν ἀποτεταγμένην αὐτῷ σκήνην ἄπεισιν. παραχρῆμα δὲ καὶ ὁ πρὸς τὸν Ἰωάννην ἀποσταλεὶς γραμματοκομιστὴς δρομαῖος εἴσεισιν ἐκεῖθεν ἐπανελθών, τὴν τοῦ Ἰωάννου ἀπαγγέλλων ἔλευσιν τῆς ὑποψίας οὖν τηνικαῦτα ὁ σεβαστοκράτωρ ἀπαλλαγεὶς καὶ κρείττοσιν ἀναρρώσας ἑαυτὸν λογισμοῖς, θυμοῦ πλησθεὶς κατὰ τῶν πρώτως [*](P. 239) εἰσηγησαμένων τὰ κατὰ τοῦ υἱοῦ αὐτοῦ, τεταραγμένος πρὸς τὸν βασιλέα εἰσῄει. ὁ δὲ βασιλεὺς τοῦτον θεασάμενος, ἐγνώκει μὲν παρευθὺ τὴν αἰτίαν, ἠρώτα δ᾿ ὅμως, ὅπως ἔχοι. ὁ δὲ “κακῶς" ἔφη “ἐξ αἰτίας σῆς.” οὐδὲ γὰρ ὅλως τὸν θυμὸν περιυλακτοῦντα χαλιναγωγεῖν ἠπίστατο, παρεφέρετο δὲ καὶ ὑπὸ ψιλοῦ, εἰ ἔτυχε, ῥήματος. ἔπι τούτοις δὲ καὶ ἄλλο τι προσέθετο λέγων, “οὐ τοσοῦτον κατὰ τῆς σῆς λελύπημαι βασιλείας, ὅσον κατὰ τουτουὶ’ (τὸν Ἀδριανὸν τῷ δακτύλῳ ὑποδείξας) “καταψευδομένου.” πρὸς ταῦτα δὲ ὁ πραῢς ἐκεῖνος καὶ ἡδὺς βασιλεὺς οὐδ᾿ ὁτιοῦν ἐφθέγξατο. ἐγίνωσκε γάρ, ὅπως ζέοντα τὸν θυμὸν τἀδελφοῦ καταπαύσει. συγκαθεσθέντες οὖν

[*](B)[*](8. σκηνὴν G, σκηνῇ P. 15. ἔχῃ G. 20. Ἀνδριανὸν G hic et infra. 21. δὲ om. C.)
416

ἄμφω, μετὰ τοῦ Μελισσηνοῦ Νικηφόρου τοῦ καίσαρος καὶ τινων τῶν ἔξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτοῖς μόνοι πρὸς ἀλλήλους ὡμίλουν πέρι· τῶν κατὰ τοῦ Ἰωάννου ῥηθέντων. ὡς δὲ τὸν Μελισσηνὸν καὶ τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν κατατρέχοντας ἐσχηματισμένως ἰδίου υἱοῦ ἑώρα, [*](V. 189) αὖθις τὸν θυμὸν παφλάζοντα μὴ δυνηθεὶς κατασχεῖν, δριμὺ πρὸς τὸν Ἀδριανὸν ἀτενίσας, ψιλῶσαι τὸν αὐτοῦ πώγωνα ἠπειλήσατο καὶ διδάξαι μὴ προφανῶς ψευδόμενον τοιούτων συγγενῶν ἀποστερῆσαι τὸν βασιλέα ἐπιχειρεῖν. ἐν τούτοις ὁ [*](C) Ἰωάννης κατέλαβε, καὶ παραχρῆμα εἴσω τῆς βασιλικῆς σκηνῆς εἰσάγεται, καὶ πάντων τῶν κατ᾿ αὐτοῦ λαληθέντων ἀκούει. οὐ μέντοι γε εἰς ἐξέτασιν ὅλως ἄγεται, ἀλλ᾿ ὁ κατάκριτος ἐλεύθερος ἵσταται, τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντος· “πρὸς τὸν σὸν πατέρα καὶ ἀδελφὸν ἐμὸν ἀφορῶν, οὐδ’ ἀκοῦσαι τῶν κατὰ σοῦ λαληθέντων ἀνέχομαι. ἔσο τοίνυν ἀμερίμνως διάγων, ὡς τὸ πρότερον.” ταῦτα μὶν οὖν ἅπαντα ἐντὸς τῆς βασιλικῆς ἐρρήθη σκηνῆς, μόνων τῶν συγγενῶν, ὀθνείου δὲ οὐδενὸς παρόντος. οὕτω γοῦν τῶν λαληθέντων ἢ μελετηθέντων ἴσως κατευνασθέντων, τὸν ἴδιον ἀδελφόν, τὸν σεβαστοκράτορά [*](D) φημι Ἰσαάκιον, μετακαλεσάμενος σὺν αὐτῷ τῷ Ἰωάννῃ τῷ υἱῷ αὐτοῦ, πολλὰ ὁμιλήσας πρότερον, ἔφη πρὸς τὸν σεβαστοκράτορα “σὺ μὲν χαίρων ἄπιθι πρὸς τὴν βασιλεύουσαν,

[*](1. κατὰ CG. 2. αὐτοῖς C, αὐτοὺς Ρ, αὐτοὺς προσηκόντων G. 9. ὁ om. G. 12. ἐλεύθερον G. 14. ἐμὸν ἀδελφὸν G. 17. ἐρρέθη C, εἰρήθη G. 19. ἴσον CG. κατευνασθέντα G. 21. τῷ G, καὶ P. πρότερον ὁμιλήσας πολλὰ G.)
417

τὰ καθ᾿ ἡμᾶς τῇ μητρὶ ἀνακοινωσόμενος. ἐγὼ δὲ τουτονὶ” (τὸν Ἰωάννην φησιν ὑποδείξας) “αὖθις, ὡς ὁρᾷς, ἐκπέμπω πρὸς τὸ Δυρράχιον, ἐφ᾿ ᾧ τὰ τῆς ἰδίας ἀρχῆς ἐπιμελῶς ἐνεργεῖν.” οὕτως οὖν ἀπ’ ἀλλήλων διακριθέντες, ὁ μὲν τῆς πρὸς τὰ Βυζάντιον τῇ μετ’ αὐτὴν εἴχετο, ὁ δὲ πρὸς τὸ Δυρράχιον στέλλεται.

οὐ μέχρι δὲ τούτου τὰ κατὰ τὸν αὐτοκράτορα ἔστη. ἀλλ’ ἐπεὶ Θεόδωρος ὁ Γαβρᾶς ἐνδημήσας ἦν ἐν τῇ βασιλευούσῃ, γινώσκων τὸ τούτου ὀβριμοεργὸν καὶ περὶ τὰς πράξεις [*](P.240) ὀξύ, βουλόμενος τοῦτον ἀπελάσαι τῆς πόλεως, δοῦκα Τραπεζοῦντος προὐβάλλετο, πάλαι ταύτην ἀπὸ τῶν Τούρκων ἀφελόμενον. ὥρμητο μὲν γὰρ οὗτος ἐκ Χαλδαίας καὶ τῶν ἀνωτέρω μερῶν, στρατιώτης δὲ περιφανὴς γενόμενος, ἐπί τε φρονήσει καὶ ἀνδρείᾳ ὑπερέχων ἁπάντων, μικροῦ καί μηδέποτε ἔργου ἁψάμενος καὶ ἀτυχήσας, ἀλλὰ πάντων ἀεὶ τῶν πολεμίων κρατῶν, καὶ αὐτὴν δὴ τὴν Τραπεζοῦντα ἑλὼν καὶ ὡς ἴδιον λάχος ἑαυτῷ ἀποκληρωσάμενος, ἄμαχος ἦν. τούτου τὸν υἱὸν Γρηγόριον ὁ σεβαστοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς εἰς μίαν τῶν θυγατέρων αὐτοῦ εἰσῳκίσατο. ἀνήβων δὲ ἄμφω τῶν [*](B) παίδων ὄντων, γαμήλια μόνα σύμφωνα ἀναμεταξὺ προέβησαν. εἶτα τὸν υἱὸν αὐτοῦ Γρηγόριον εἰς χεῖρας τοῦ σεβαστοκράτορος παραθέμενος, ἵν᾿ ὁπηνίκα νομίμου ἅψωνται οἱ παῖδες

[*](1. ἀνακοινωσάμενος G. 2. φησὶν om. G. 5. τὸ prius om. G. τῇ om. G. 9. ὀμβριμοεργὸν P, ὀβριμοεργὸν CG. 17. ἑαυτοῦ G.)
418

ἡλικίας, καὶ ἡ μνηστεία τελεσθῇ, αὐτὸς συνταξάμενος τῷ βασιλεῖ εἰς τὴν ἰδίαν ἐπανῄει χώραν. τῆς δὲ ὁμευνέτιδος αὐτοῦ μετ’ οὐ πολὺ τὸ κοινὸν ἀποδεδωκυίας χρέος, ἄλλην αὖθις ἐξ Ἀλανῶν ἠγάγετο εὐγενεστάτην. ἔτυχε δὲ τήν τε τοῦ σεβαστοκράτορος ὁμευνέτιν καὶ ἣν ὁ Γαβρᾶς ἔλαβε, δυοῖν ἀδελφοῖν θυγατέρας εἶναι. τούτου δήλου γεγονότος ἐπεὶ ἀπό τε [*](C) τῶν νόμων ἀπό τε τῶν κανόνων ἡ τῶν παίδων ἐκωλύετο συνάφεια, διεσπάσθη τὸ τοιοῦτον συνάλλαγμα. γινώσκων δὲ ὁ βασιλεύς, ὁποῖος ὁ Γαβρᾶς στρατιώτης ἐστι καὶ ὁπόσα πράγματα συνταράττειν δύναται οὐκ ἤθελε τὸν υἱὸν αὐτοῦ Γρηγόριον, διασπασθέντος τοῦ τοιούτου συναλλάγματος, παλινδρομῆσαι πρὸς αὐτόν, ἀλλὰ κατέχειν τοῦτον εἰς τὴν βασιλεύουσαν δυεῖν ἕνεκα, ἵν᾿ ἅμα μὲν ὡς ὅμηρον αὐτὸν παρακατέχοι, ἅμα δὲ καὶ τὴν τοῦ Γαβρᾶ εὔνοιαν ἐπισπάσαιτο· κἀντεῦθεν, [*](V. 190) ἐὸν πονηρόν τι βούληται, ἀπόσχηται τοῦ τοιούτον [*](D) μιᾷ γοῦν τῶν ἐμῶν ἀδελφῶν Γρηγόριον συνάψαι ἐβούλετο. διά τοι ταῦτα ὑπερετίθετο τὴν τοῦ παιδὸς ἀποστολήν. καταλαβὼν δὲ αὖθις ὁ Γαβρᾶς τὴν βασιλίδα τῶν πόλεων καὶ μηδὲν τῶν παρὰ τοῦ αὐτοκράτορος μελετωμένων συνείς ἐσκόπει τὸν ἴδιον υἱὸν λεληθότως ἀναλαβέσθαι. εἶχε δὲ τέως τὸ βεβουλευμένον ἀνέκφορον, κἂν ὁ αὐτοκράτωρ παρῃνίσσετό τι καὶ παρενέφαινε αὐτῷ περὶ τοῦ σκοπουμένου. ὁ δὲ εἴτε μὴ γνούς, εἴτε καὶ ἀκηδιάσας διὰ τὴν πρὸ μικροῦ γεγονυῖαν τοῦ

[*](13. δυεῖν C, δυοῖν PG. 14. Γαυρᾶ G. 15. an βουλεύηται? 17. τοι om. G. 20. δὲ om. G. 21. κἂν — σκοπουμένου om. CG.)
419

τοιούτου κήδους διάζευξιν, οὐκ οἶδ᾿ ὅπως, ᾐτεῖτο τὸν υἱὸν δοθῆναί οἱ ἐπαναστρέφοντι. ὁ δὲ αὐτοκράτωρ ἀνένευε πρὸς τοῦτο. σχηματιζόμενος δὲ ὁ Γαβρᾶς ἑκοντὶ τοῦτον καταλιμπάνειν [*](P.241) καὶ τῇ τοῦ αὐτοκράτορας τὰ κατὰ τὸ παίδιον ἀναθέσθαι γνώμῃ, ἔπει συνταξόμενος αὐτῷ ἀπαρτὶ τοῦ Βυζαντίου ἐξιέναι ἔμελλεν, ὑπεδέχθη παρὰ τοῦ σεβαστοκράτορος διὰ τὸ παρακολουθῆσαν κῆδος καὶ ἢν πρὸς αὐτὸν ἐκ ταυτησὶ τῆς αἰτίας ἔσχε συνήθειαν, ἔνθα τὸ τοῦ μεγαλομάρτυρος Φωκᾶ τέμενος ἵδρυται· προάστειόν τι τοῦτο περὶ τὴν Προποντίδα διακείμενον περικαλλές. δαψιλῶς οὖν αὐτοῦ που εὐωχηθέντες, ὁ μὲν σεβαστοκράτωρ πρὸς τὸ Βυζάντιον ἐπανῄει, ὁ δὲ τὸν υἱὸν αὐτοῦ ᾐτεῖτο παραχωρηθῆναί οἱ καὶ τῇ μετ’ αὐτὴν συνεῖναι αὐτῷ. ὁ δ’ εὐθὺς κατένευεν. ὁ δὲ πολλάκις ῥηθεὶς [*](B) Γαβρᾶς, ἔπεὶ τῇ μετ᾿ αὐτὴν χωρίζεσθαι ἤδη τοῦ παιδὸς ἔμελλε, τοὺς παιδαγωγοὺς ἠξίου συνέψεσθαί οἱ μέχρι τοῦ Σωσθενίου· κεῖθι γὰρ ἔμελλε κατασκηνοῦν. οἱ δὲ κατανεύσαντες συναπῄεσαν μετ’ αὐτοῦ, κᾆθ᾿ οὕτως καὶ ἐν τῷ μέλλειν αὖθις ἐκεῖθεν ἀπαίρειν τὸ αὐτὸ τοὺς παιδαγωγοὺς ᾐτεῖτο, συνέψεσθαι τούτῳ τὸν υἱὸν καὶ μέχρι τοῦ Φάρου. οἱ δὲ ἀνένευον. ὁ δὲ σπλάγχνα τε πατρικὰ προεβάλλετο καὶ ἀποδημίαν μακρὰν καὶ ἀλλάττα συνείρων τούτοις, κατέκλασε τὰς τῶν παιδαγωγῶν καρδίας, καὶ πεισθέντες τοῖς αὐτοῦ λόγοις

[*](5. αὐτῶ τοῦ ἀπαρτὶ Βυζαντίου P, αὐτῷ τοῦ om. C, ἀπαρτὶ τοῦ Βυζαντίου G, omissis itidem αὐτῷ τοῦ. 13. συνιέναι CG. 15. τοῦ add. G. 19. καὶ om. G.)
420
[*](C)

συνείποντο αὐτῷ. τὸν Φάρον τοίνυν καταλαβών, εἰς φῶς τὴν σκῆψιν προήγαγε. ίαι ἀναλαβόμενος τὸ παιδίον καὶ ἐμβαλὼν εἰς ὁλκάδα, τῷ τοῦ Πόντου ῥοθίῳ ἑαυτόν τε καἰ τὸν υἱὸν ἐπαφῆκε. μεμαθηκὼς δὲ τοῦτο ὁ αὐτοκράτωρ, θᾶττον ἡ λόγος δρομάδας νῆας κατ’ αὐτοῦ ἐξέπεμψεν, ἐντειλάμενος τοῖς ἀπερχομένοις τῷ μὶν Γαβρᾷ τὰς πρὸς αὐτὸν ἐγχειρίσαι γραφάς, τὸ δὲ παίδιον σπεῦσαι μετὰ τῆς· ἐκείνου γνώμης ἀναλαβέσθαι, εἰ μὴ ἄρα ἐχθρὸν τὸν αὐτοκράτορα βούλοιτο ἐσχηκέναι. καταλαμβάνουσι τοίνυν αὐτοὺς οἱ ἀπελθόντες ἔνθεν [*](D) τῆς Αἰγίνου πόλεως κατὰ τὴν πόλιν τὴν οὑτωσὶ Κάραμβιν καλουμένην. καὶ δὴ τὰς βασιλικὰς ἐγχειρίσαντες γραφὰς, δι’ ὧν ὁ αὐτοκράτωρ ἐνέφαινε, μιᾷ τῶν ἐμῶν ἀδελ- φῶν τὸ παιδίον βούλεσθαι συναρμόσαι, καὶ πολλὰ ἄττα πρὸς αὐτὸν ὡμιληκότες πείθουσιν ἐκπέμψαι τὸν υἱόν. ὅνπερ θεασάμενος ὁ αὐτοκράτωρ καὶ διὰ τῶν συνήθων ἐγγράφων μόνων τάχα τὸ συνάλλαγμα ἐμπεδώσας, παιδαγωγῷ παραδέδωκεν ἑνὶ τῶν τῆς βασιλίΔος θεραπόντων, Μιχαὴλ τῷ ἐκτομίᾳ, κᾆθ᾿ οὕτω περὶ τὰ ἀνάκτορα ἐνδιατρίβοντα πολλῆς ἐπιμελείας [*](V. 191) ἠξίου, τά τε ἤθη διορθούμενος καἰ πᾶσαν παιδείαν στρατιωτικὴν ἐκδιδάσκων. ὁποῖα δὲ τὰ τῶν νέων, μὴ βουλόμε- [*](P. 242) νος ὅλως ὑποτάσσεσθαι τινι, ἠνιᾶτο, ὡς μὴ προσηκούσης δῆἐξέπεμψεν

[*](5. CG, ἐξέπεμπεν P. 6. ἐπαρχομένοις P, ἐπερχομένοις G, recte C. Γαθρᾷ G hic et infra. 9. αὐτοὶ C. 11. Κάραβιν CG. 17. τῶν add. C. 19. ἤθη CG, ἤδη P. 21. δῆθεν add. C.)
421

θεν ἀξιούμενος τιμῆς. δυσαρεστῶν δὲ ἅμα καὶ πρὸς τὸν παιδαγωγόν, ἐσκέπτετο πρὸς τὸν ἴδιον φοιτῆσαι πατέρα, δέον μᾶλλον εὐχαριστεῖν ἐπιμελείας τοσαύτης ἀξιούμενον. οὐ μέχρι δὲ τούτου περιίστατο τούτῳ τὸ βούλευμα, ἀλλὰ καὶ ἔργου ἥπτετο. προσελθὼν οὑν ἀνακοινοῦταί τωι τὸ ἀπόρρητον. ἦσαν δὲ ὅ τε Γεώργιος τοῦ Δεκανοῦ, Εὐστάθιος ὁ Καμύτζης καὶ Μιχαὴλ ὁ οἰνοχόος, ὃν καὶ πιγκέρνην συνήθως οἱ τῆς βασιλικῆς αὐλῆς οὀνμάζουσιν. ἄνδρες δὲ οὑτοι μαχιμώτατοί τε καὶ τῶν λίαν προσωκειωμένων τῷ βασιλεῖ. τούτων ὁ Μιχαὴλ προσελθὼν ἀπαγγέλλει πάντα πρὸς τὸν αὐτοκράτορα. ὁ [*](Β) δὲ οὐ πάνυ πιστεύειν ἔχων, ἀνένευε πρὸς τὰ ῥήματα. ἐπικειμένου δὲ τοῦ Γαβρὰ καὶ τὸν δρασμὸν ἐπείγοντος, οἱ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι ἔφασαν, “εἰ μὴ δι’ ὅρκου ἡμῖν τὸ βεβουλευμένον πιστώσειας, οὐ συνεψόμεθά σοι." τοῦ δὲ κατανεύσαντος, τὸν ἅγιον ἧλον, δι᾿ οὖ τὴν τοῦ ἐμοῦ σωτῆρος πλευρὰν οἱ ἄνομοι ἔνυξαν, ὑπεδείκνυον οὖ ἔκειτο, βουλευσάμενοι ἀναλαβέσθαι καἰ ἐξαγαγεῖν, ὥστε εἰς τὸν δι’ αὐτοῦ τρωθέντα ἐπωμόσασθαι. πείθεται τούτοις ὁ Γαβρᾶς, καί εἰσελθὼν ἀναλαμβάνεται λαθραίως τὸν ἅγιον ἧλον. εἶς δέ τις τῶν προκαταγγειλάντων τῷ αὐτοκράτορι τὴν [*](C) βουλὴν δρομαῖος εἰσελθὼν ἔφη, ὥς “ἴδε καὶ ὁ Γαβρᾶς, καὶ ὁ ἧλος ἐγκόλπιος αὐτῷ." καὶ παραχρῆμα, ἐπισκήψαντος τοῦ αὐτοκράτορος, καὶ ὁ Γαβρᾶς εἰσήγετο, καὶ ὁ ἧλος τοῦ κόλπου

[*](4. περιΐσταται G. 6. au Καμίτζη? 11. ποστεύων PG, recte C. 16. ὑπεδείκνυτο CG 19. ἀναλαμβάνει CG. 22. αὐτοῦ G.)
422

εὐθὺς ἐξήγετο. ἐρωτηθεὶς δέ, ἀπήγγειλε πάντα ἐκ ψιλῆς ἐπερωτήσεως, τούς τε συνίστορας ὁμολογήσας καὶ τὰ βεβουλευμένα ἅπαντα. αὐτοῦ μὲν οὖν καταψηφισάμενος, παραδίδωσι πρὸς τὸν δοῦκα Φιλιππουπόλεως Γεώργιον τὸν Μεσοποταμίτην, ὥστε ἔμφρουρον τοῦτον τηρεῖν δεσμώτην ἐν τῇ ἀκροπόλει. Γεώργιον δὲ τὸν τοῦ Δεκανοῦ μετὰ γραμμάτων πρὸς Λέοντα τὸν Νικερίτην δοῦκα τῷ τότε τοῦ περὶ Δουνάβου τυγχάνοντα πέπομφεν, ὡς δῆθεν καὶ αὐτὸν σὺν ἐκείνῳ τὰ περὶ τὸν Δάνουβιν φυλάττειν· τὸ δὲ πᾶν, ἵνα μᾶλλον ἐκεῖνος παρὰ τοῦ Νικερίτου ἐπιτηροῖτο. ἐμφρούρους δὲ καὶ αὐτὸν Εὐστάθιον τὸν τοῦ Καμύτζη καὶ τοὺς λοιποὺς περιορισας εἶχεν.

[*](1. πάντα: ταῦτα CG. 6. τοῦ om. G. 7. τὸν add. CG. τῷ om. CG. τοῦ om. G. lege τῶν. παρὰ G. Δαννούβου C, Αανούβου G, Δανουβίου Ducangius, Δάνουβιν ego, ex consuetudine scribeutis. 9. Δάννουβιν PG, recte C.)