Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Ἐξεπλάγημεν οὖν ἃπας τότε τὸ τῆς ψυχῆς τοῦ [*](V. 298)αύτοκράτορος ἀνάστημα. ὁ δέ,κἂν καταφρονητικῶς πρὸς τὴν ἀγγελίαν ἐκείνην διὰ τοὺς τηνικαῦτα παρόντας τῷ φαινοἅπαντες

[*](1. C, τοῖ αὐτοκράτορος F, τοῦ oni. P. 2. F post ἀνάυτημα haec habet: κατανο͂ τὸ ἄτρεστόν τε καὶ ἀκατάπληκτον, sed eadem manus ea induxit.)

177
μένω ἐδόκει διατεθείς, ἀλλ’ ἐντὸς πολλὰ περὶ τούτου ἐκυμαίνετο τὸν λογισμόν καὶ δὴ δεῖν ἐλογίσατο αὖθις τοῦ Βυζαντίου ἐξεληλυθέναι· μηδὲ τὰ κατ’ οἶκον αὐτοῦ καλῶς [*](P. 376) πρὸς αὐτὸν ἔχοντα πάλιν διαγνούς, ὅμως τὰ κατὰ τὰ ἀνάκτορα καὶ τὴν βασιλίδα τῶν πόλεων εὖ διαθέμενος καὶ φύλακας ἐπιστήσας τόν τε μέγαν δρουγγάριον τοῦ στόλου καὶ ἐκτομίαν Εὐστάθιον τὸν Κυμινειανὸν καὶ Νικηφόρον τὸν τοῖ Δεκανοῦ καλούμενον, οὕτως ἐκεῖνος ἔξεισι τοῦ Βυζαντίου μετ’ ὀλίγων καὶ τῶν καθ’ αἷμα τούτῳ προσηκόντων πρώτην ἄγοντος μηνὸς Νοεμβρίου ἐπινεμήσεως πρώτης κατὰ τὸ ἔξω Γεράνιον τὴν ἐρυθροβαφῆ καὶ βασιλικὴν καταλαβὼν σκηνήν. ἐδεδίει δέ, ὅτι ἐξερχομένῳ τὸ σύνηθες θαῦμα ἡ Θεομήτωρ ἐν Βλαχέρναις οὐκ ἐπεδείξατο. διὰ τοῦτο ἐπὶ [*](B) τέσσαρσιν αὐτοῦ που ἐμβραδύνας ἡμέραις ἡλίου δύνοντος σὺν αὐτῇ δεσΠοίνῃ παλίντροπον τὴν πορείαν ποιησάμενος εἴσεισιν εἰς τὸ ἱερὸν τῆς Θεθμήτορος τέμενος μετ’ ὀλίγων λεληθότως καὶ τὴν συνήθη τελέσας ὑμνῳδίαν καὶ ἐκτενεστέρας τὰς δεήσεις ποιησάμενος, τηνικαῦτα τελεσθέντος τοῦ συνήθους θαύματος, οὕτως μετὰ χρηστῶν ἔξεισιν ἐκεῖθεν τῶν ἐλπίδων. τῇ δὲ μετ’ αὐτὴν τῆς πρὸς Θεσσαλονίκην ἥψατο. καταλαβὼν δέ τοὺς χοιροβάκχους ἔπαρχον Ἰωάννην τὸν Ταρωνίτην προὐβάλετο. ἀνὴρ δὲ οἶτος τῶν εὐγενῶν, νηπόθεν πρὸς αὐτοῦ προσληφθεὶς καὶ ὑπογραμματεύσας C [*](12 sq. τὸ σύνηθες θαῦμα ἡ θεομήτωρ έν βλαχέρναις F, ἡ Θεομήτωρ έν Βλαχέρναις τὸ σύνηθες θαῦμα P. 14. δύναντος C. 17. ἐκτενεστέρας FC, ἐκτενεεστέρας P. 19. ἔξεισιν ἐκεῖθεν F, ἐκεῖθεν ἔξεισι P. 22. προὐβάλετο F, προὐβάλλετο P.)
178
αὐτῷ ἐπὶ πολύ, φρονήματος μέν ὢν δραστικωτάτου καὶ νόμων ῾Ρωμαϊκῶν ἐπιστήμων καὶ τὰ βασιλέως προστάγματα μεγαληγορῶν, ὁπηνίκα προστάττοιτο βασιλικῆς μεγαλοφροσύνης ἐπάξια, ἐλευθέραν ἔχων τὴν γλῶτταν καὶ οὐκ ἐπὶ ψόγῳ ἀναισχυντίαις στομούμενος, ἀλλ’ ὁποῖον ὁ Σταγειρίτης τὸν διαλεκτικὸν εἶναι παρακελεύεται. ἐκεῖθεν δέ ὑποχωρῶν συνεχῆ τὰ γράμματα πρός τε τὸν δοῦκα τοῦ στόλου Ἰσαάκιον καὶ τοῖς σὺν αὐτῷ, Δούκαν φημὶ Ἐξαζηνὸν καὶ ῾Υαλέαν, ἐγρηγορέναι τούτους διὰ παντὸς καὶ ἀπείργειν τοὺς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλωϊζομένους ἐξέ- [*](D) πέμπεν. ἐπὰν δέ τὸν Μέστον κατειλήφει, ἡ μὲν Αὔγουστα πρὸς τὰ βασίλεια ἐπαναστρέψαι ἠβούλετο, ὁ δὲ αὐτοκράτωρ προσωτέρω ταύτην βαδίζειν παρεβιάζετο. καὶ δὴ περάσαντες ἄμφω τὸν Εὐρον καλούμενον ποταμὸν κατὰ Ψύλλον τὰς σκηνὰς ἐπήξαντο. ὁ δέ ἄλλον φόνον ἑτέρῳ μικροῦ περιπέπτωκεν ἄν, εἰ μή τις θεία χεὶρ τοὺς μιαφόνους ἐκείνους ἀπεῖρξε τοῦ δράματος. ἀνὴρ γάρ τις ἐς Ἀρωνίους ἐκρίνους ἀπὸ μέρους ἀνέλκων τὸ γένος, κἂν [*](Ρ. 377) ἐκ νόθων κατήγετο, πρὸς φόνον τὸ στασιάζον [τοῦ αὐτοκράτορος] [*](V. 299) μέρος παρέθηγε. κεκοινώνηκε δὲ τοῦ ἀπορρήτου καὶ πρὸς τὸν ἴδιον ἀδελφὸν Θεόδωρον. εἰ δὲ καὶ ἕτεροι τῶν στασιαζόντων συνίστορες τοῦ τοιούτου δράματος ἤσαν, [*](1. δραξυτάτου F. 5. ἀναισχυντίαις scripsi: ἀναισχυντίας P. 7. δοῦκα τοῦστόλου F τοῦ στόλου om. P. 8. Δούκαν scripsi: Δοῦκα P. ὑαλέαν F, Τελέαν P. 12. ἐπαναστρέφειν C. 13. προσωτέρω F, προσώτερον P. 18. ἔθνος C, 19. τοῦ αὐτοκράτορος seclndere malui quam transponere.)
179
λέγειν οὐ βούλομαι· ὅμως δὲ Σκύθην ἀργυρώνητον τὴν κλῆσιν Δημήτριον αὐτουργὸν τοῦ φόνου παρεσκευάσαντο (καὶ αὐτὸς δέ ὁ τούτου δεσπότης Ἀαρών) πέρας τοῦ σκοπουμένου τὴν τῆς βασιλίδος ὑποχώρησιν θέμενοι, ὡς ἐντεῦθεν εὐκαιρίας ὁ Σκίθης δραξάμενος κατὰ τῶν τοῦ βασιλέως λαγόνων ὠθήσει τὸ ξίφος ἢ ἐν στενῷ περιτυχὼν ἢ καὶ ὑπνώττοντι λαθών. καὶ ὁ Δημήτριος φόνιον πνέων τὸ σιδήριον [*](B) ἔθηγε καὶ τὴν μιαιφόνον δεξιὰν ηὐτρέπιστο. ἀλλά τι καινὸν κἀνταῦθα ἡ δίκη δραματουργεῖ. καὶ γὰρ ἐπεὶ οὐ ταχὺ τοῦ βασιλέως ἡ βασιλὶς ἐχωρίζετο, ἀλλὰ συνείπετο ἡμέραν ἐξ ἡμέρας τοῦ αὐτοκράτορος αὐτὴν ἐπισύροντος, οἱ μιαιφόνοι ἐκεῖνοι τὸν ἀνύστακτον τοῦ αὐτοκράτορος φύλακα, τὴν βασιλίδα φημί, ἔτι ἐμβραδύνουσαν ὁρῶντες, ἐκκακήσαντες φάμουσά τινα γράφοντες κατὰ τὴν τοῦ βασιλέως ἔρριπτον σκηνήν. οἱ δέ ταῦτα ῥίπτοντες ἔκδηλοι τέως οὐκ ἦσαν. δηλοῖ δέ [ἡ λέξις] τὰ φάμουσα λοιδορήματά τινα ἔγγραφα τῷ αὐτοκράτορι [*](C) τὴν πρόσω πορείαν ξυμβουλεύοντα, τῇ δέ γε Αὐγούτῃ τὴν πρὸς τὸ Βυζάντιον. ἅπερ καὶ ὁ νόμος τιμωρίαις βαρυτάταις κολάζει αὐτὰ μὲν ἀναλίσκων πυρί, τοὺς δέ ταῦτα τολμῶντας ποιναῖς καθυποβάλλων παλαμναιοτάταις. ἀστοχοῦντες γὰρ τοῦ σκοποῦ εἰς τὴν τῶν φαμούσων φλυαρίαν κατέπιπτον. μετὰ γὰρ τὸ ἀριστῆσαι τὸν αὐτοκράτορα τῶν [*](13. ὁρῶντες eras. F. 16. ἡ λέξις P. ἡ τάξις C: seclusi. 20. παλαμναιοτάταις scripsi: παλαμναιστάταις P.)
180
πολλῶν ὑποχωρησάντων, μόνου δέ τῷ τότε τυχόντος τοῦ τε Ῥωμανοῦ τοῦ ἐκ Μανιχαίων καὶ Βασιλείου ἐκτομίου τοῦ ψύλλου καὶ Θεοδώρου τοῦ ἀδελφοῦ Ἀαρὼν εὑρέθη αὖθις [*](D) φάμουσον ὑπερριμμένον τῇ τοῦ βασιλέως κλίνη πολλὴν τὴν κατὰ τῆς βασιλίδος περιέχον καταδρομήν, ὅτου χάριν συνέπεται τῷ βασιλεῖ καὶ μὴ τάχιον πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέφοι. τοῦτο γὰρ ἦν αὐτοῖς τὸ σκοπούμενον, ἄδειαν πᾶσαν ἐσχηκέναι. ὁ δέ αὐτοκράτωρ γνοὺς τὸν ῥέψαντα καὶ θυμοῦ πλησθεὶς ἔφη “τοῦτο ἐγὼ ἢ σύ’’ πρὸς τὴν βασιλίδα ἀπονεύσας “ἤ τις τῶν παρόντων ἔρριψε’’. κάτωθεν δὲ οὕτως ἐπεγέγραπτο “ταῦτα ὁ μοναχὸς ἐγὼ γράφω· ὃν σύ, βασιλεῖ, τὸ παρὸν οὐ γινώσκεις, ὄψει δέ με ἐν ὀνείροις’’. [*](P. 378) Κωνσταντῖνος δέ τις ἐκτομίας, ἐπὶ τραπέζης πατρῷος τοῦ βασιλέως θεράπων, τῇ δὲ βασιλίδι τηνικαῦτα ὑπηρετῶν, περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἔξω τῆς σκηνῆς ἱστάμενος καὶ τὴν συνήθη τελῶν ὑμνῳδίαν ἀκούει τινὸς βοῶντος “εἰ ἐγὼ οὐ προσελθὼν ἀπαγγείλω τὰ παρ’ ὑμῶν βεβουλευμένα ἅπαντα καὶ αὐτὰ δὴ τὰ παρ’ ὑμῶν ῥιπτόμενα φάμουσα φαυλίσω, μηδείς με μετ’ ἀνθρώπων λογιζέσθω’’. ὁ δ’ εὐθὺς τὸν ἴδιον οἰκέτην ἐπέταξε τὸν φωνοῦντα ἄνθρωπον ἀναζητῆσαι. καὶ ὃς ἀπελθὼν καὶ τὸν τοῦ Ἀαρὼν οἰκέτην γνωρίσας Στρατήγιον αὐτὸν συμπαραλαβὼν ἄγει πρὸς τὸν ἐπὶ τῆς [*](19 μηδείς... λογιζέσθω] οὐκ εἰμὶ ἄνθρωπος C. δ’ F, δὲ P. 21. ὅς] ὅ in ras. m. 2 F.)
181
τραπέζης. καὶ παραχρῆμα προσελθὼν ἀπαγγέλλει, ὅσαπερ [*](B) σύνοιδεν. οὗτος δέ συμπαραλαβὼν αὐτὸν ἀπῆλθε πρὸς τὸν αὐτοκράτορα ὕπνωττον δέ τηνικαῦτα οἱ βασιλεῖς. ἐντυχὼν δὲ Βασιλείῳ τῷ ἐκτομίᾳ κατηνάγκαζεν ἀπαγγεῖλαι τὰ περὶ τοῦ Στρατηγίου τοῦ ἀνθρώπου τοῦ Ἀαρὼν ῥηθέντα. ὁ δ’ εὐθὺς εἰσελθὼν καὶ αὐτὸν εἰσάγει τὸν Στρατήγιον. ὃς ἐπειδὴ [*](V. 300) καθάπαξ εἰς ἐρωτήσεις ἐλήλυθεν, ἅπαν τὸ δρᾶμα τῶν φλυάρων φαμούσων, τὸν τοῦ φόνου δραματουργὸν καὶ αὐτὸν ἐκεῖνον τὸν εἰς σφαγὴν τοῦ βασιλέως παρεσκευασμένον σαφῶς ἀνεκάλυψεν. “ὁ γὰρ ἐμός’’ φησι “δεσπότης Ἀαρὼν [*](C) μεθ’ ἑτέρων, οὓς οὐδέ ἡ σὴ βασιλεία παντάπασιν ἠγνόησε, κατὰ τῆς σῆς, βασιλεῦ, ζωῆς μελετήσαντες καθῆκάν σοι φονέα Δημήτριον, τὸν ἐμαυτοῦ σύνδουλον, ἄνδρα Σκύθην μὲν τὸ γένος, φονικώτατον δὲ τὴν γνώμην, τοὺς βραχίονας καρτερόν, πρὸς πρὸς πᾶν ὁτιοῦν τολμηρότατον καὶ καὶ ψυχὴν καὶ ὠμότατον. τούτῳ ξίφος ἐγχειρίσαντες ἄμφηκες παρήγγειλαν παραγγελίαν ταύτην ἀπάνθρωπον, ὡς ὁμόσε προσελθόντα μετὰ θράσους ἀκατασχέτου ἐμβάψαι τοῖς βασιλικοῖς σπλάγχνοις τὸ ξίφος.’’ ὁ δέ βασιλεύς (καὶ γὰρ οὐκ ἦν εὔκολος τοῖς τοιούτοις πιστεύειν) “μὴ διά τινά” φησιν [*](D) “ἀπέχθειαν πρὸς τοὺς σοὺς δεσπότας καὶ πρὸς τὸν σεαυτοῦ ὁμόδουλον τὴν κατηγορίαν ταύτην συμπλέκῃς, ἀλλὰ [*](2. οὗτος δὲ] τος δὲ in ras. m. 2 F. 3. ἡ βασιλίς C. 4. δὲ ὁ P, ὁ om. F, βασιλεὺς C. 4. κατηνάγκαζεν F, κατηνάγκασεν P. 5. δὲ F. 10. ὁ ἐμὸς P, ὁ om. F. 14. γένος F, ἔθνος P. 17. ταύτην F, τοιαύτην P. ἀνάνθρωπον C. 18. ἐμβάψαι] ἐμ add. m. 1. F.)
182
τἀληθῆ πάπα καὶ ὅσα σύνοιδας ἐξορχοῦ. εἰ δ᾿ οὖν ἁλοίης ψευδόμενος, οὐκ εἰς καλὸν τὰ τῆς κατηγορίας σοι ἀπαντήσεται.’’ ἐκεῖνος δέ ἐνιστάμενος ἀληθῆ λέγειν παραδίδοται πρὸς τὸν ἐκτομίαν Βασίλειον, ἵνα τέως τοὺς φλυάρους χάρτας ἐπιδοίη πρὸς αὐτόν. ὁ δέ παραλαβὼν τοῦτον καὶ ἀπελθὼν εἰσάγει εἰς τὴν σκηνὴν τοῦ Ἀαρὼν πάντων κοιμωμένων καὶ ἀναλαβόμενος ἐκεῖθεν πήραν τινὰ στρατιωτικὴν μεστὴν τοιούτων γραμμάτων δίδωσι τῷ Βασιλείῳ. αὐγαζούσης δὲ ἤδη τῆς ἡμλέρας θεασάμενος τὰ τοιαῦτα τράμματα ὁ βασιλεὺς καὶ διαγνοὺς τὸν κατ’ αὐτοῦ μελετώμενον φόνον τὴν μὲν μητέρα του Ἀαρὼν προσέταξε τοῖς τὰ τῶν κοινῶν διοικοῦσιν ἐν τῇ πόλει περιορισθῆναι εἰς Χοιρο- [*](P. 379) βάκχους, τὸν δέ Ἀαρὼντὸν δὲ Θεόδωρον τὸν αὐτάδελφον αὐτοῦ εἰς Ἀγχίαλον. ταῦτα τὸν βασιλέα τῆς πρόσω φερούσης ἐπὶ πέντε ἡμέραις ἀπεῖρξεν.

Ἐν δέ τῷ πρὸς Θεσσαλονίκην ἀπέρχεσθαι, ἐπεὶ ἁπανταχόθεν συνηλαύνετο ἐς ταὐτὸν τὰ τάγματα, δεῖν ἐλογίσατο σύνταξιν ποιῆσαι εἰς πολέμου σχῆμα διατετυπωμένην. καὶ αὐτίκα κατὰ λόχους αἰ φάλαγγες ἵσταντο καὶ οἱ λοχαγοὶ προὐβέβληντο καὶ τῶν οὐραγῶν ἡ τάξις ἐφείπετο καὶ οἱ τὸ μέσον τῆς φάλαγγος ἀναπληροῦντες εἰστήκεσαν ἅπαντες τοῖς [*](1. ἐξορχοῦ F ἐξόρκου P. οὖν scripsi: οὐ Ρ. 8. τοιούτων γραμμάτων F, τοιούτων om. P. 12. διοικοῦσιν F, διοικοῦσι P. 13. Ἀαρὼν **** P: lacunae spatium ex F cledi. 15. ἀπεῖρξεν C, ἀπῆρξεν P. 17. συνηλαύνοντο F. 21. εἱστήκεσαν F, εἱστήκεισαν P.)

183
ὅπλοις μαρμαίροντες καὶ ἢν φοβερὸν θέαμα ἐκεῖνο τὸ σύν- [*](Β) τάγμα) καὶ καθάπερ τι τεῖχος πόλεως ἀλλήλοις συνηρμοσμένοι· εἶπες ἂν χαλκοῦς ἀνδριάντας ὁρᾶν καὶ αὐτοχύτους τινὰς στρατιώτας ἐπὶ τοῦ πεδίου σύμπαντας ἀτρεμεῖν μόνον τῶν δπράτων δοράτων κραδαινομένων καὶ ὥσπερ ἐπιθυμούντων ἅψασθαι. ταύτην τὴν σύνταξιν ὁ βασιλεὺς ποιησάμενος καὶ κινήσας αὐτὴν καὶ ὑποτυπωσάμενος, πῶς μὲν ἐπὶ δόρυ, πῶς δὲ ἐπ’ ἀσπίδα κινοῖντο, τὴν νέηλυν στρατιὰν ἐκ τῆς συντάξεως πάσης ἀπολεξάμενος καὶ οὓς μᾶλλον αὐτὸς ἀνεθρέψατο καὶ τὰ στρατιωτικὰ ἐξεπαίδευσεν, ἀρχηγοὺς στρατευμάτων [*](C) κατέστησεν. ἦσαν δ’ οὗτοι ξύμπαντες τριακόσιοι, πάντες νέοι καὶ εὐμήκεις, σφριγῶντες τὸ σῶμα καὶ ἓκαστος [*](V. 301) τούτων ἀρτίχνους τὸ γένειον, πάντες δὲ καὶ τόξον ἐντεῖναι δεξιώτατοι καὶ ἀφεῖναι δόρυ στερρότατοι. ἐκ διαφόρου μὲν γένους συνηθροισμένοι, ἐξ ἁπάσης δέ τῖς Ῥωμαïκῆς στρατιᾶς στρατιά τις ἦσαν ἔκκριτος ὑπὸ στρατηγῷ τῷ βασιλεῖ ταττόμενοι· τῷ αὐτῷ γὰρ καὶ βασιλεῖ καὶ στρατηγῷ καὶ διδασκάλῳ ἐχρῶντο. τούτων οὖν ἀπολεξάμενος αὖθις τοὺς δεξιωτέροις καὶ ξυνταγματάρχας χειροτονήσας ἐπὶ [*](D) τέμπη πέμπει, δι’ ὧν ἔμελλε τὸ βαρβαρικὸν στράτευμα διελθεῖν. ἐκεῖνος δέ ἐν Θεσσαλονίκῃ τὴν παραχειμασίαν ἐποιεῖτο. ἐπεὶ δέ, καθάπερ ἔφημεν, ὁ τύραννος Βαïμοῦντος [*](3 sq. τινὰς στρατιώτας ἐπὶ τοῦ πεδίου F, ἐπὶ τοῦ πεδίου τινὰς στρατιώτας P. 8, έπ’ F, ἐπὶ P. 14. ἀφεῖναι F, κραδαί- νειν P. 16. στρατηγῶν C. 22. ἔφημεν] cf. 186, 7. 188, 14.)
184
μετὰ βαρυτάτου στόλου διεπεραιώσατο ἐκεῖθεν ἐνθάδε πρὸς [*](P. 380) τὰ ἡμέτερα καὶ τὸ Φραγγικὸν ἅπαν στράτευμα κατὰ τῶν ἡμετέρων πεδιάδων ἐξέχεε, συνταξάμενος ἐκεῖθεν ἔρχεται κατὰ τῆς Ἐπιδάμνου, εἰ μὲν δύναιτο, καὶ αὐτοβοεὶ αἱρήσων αὐτήν, εἰ δ᾿ οὖν, ἀλλὰ τειχομάχοις μηχανήμασι καὶ πετροβόλοις ὀργάνοις τὴν ὅλην πόλιν παραστησόμενος. ὁ μὲν οὖν σκοπὸς αὐτῷ οὗτος ’ ηὐλίσατο δέ ἀντικρὺ τῆς πύλης τῆς κατὰ τὰς ἀνατολὰς ἀνεῳγυίας, ἦς ὕπερθεν ἱππότης ἐστὶ χαλκοῦς, καὶ κατασκοπήσας τοῦ πολιορκεῖν ἤρξατο. χειμῶνα μὲν οὖν ὅλον ἐπινοούμενος καὶ πανταχόθεν ἐπιβλέπων, οὖ- [*](B) περ ἁλώσιμόν ἐστι τὸ Δυρράχιον, ἔαρος δὲ διαγελῶντος, ἐπειδήπερ καθάπαξ παραυτίκα διαπεράσας πυρὶ παραδέδωκε τάς τε φορταγωγοὺς αὐτοῦ νῆας καὶ τὰς ἱππαγωγοὺς καὶ ὡς οὕτως εἰπεῖν στρατιώτιδας, τοῦτο μὲν καὶ στρατηγικόν τι μηχανώμενος, ἵνα μὴ ὁρῷεν πρὸς θάλατταν τὸ στράτευμα τούτου, τοῦτο δέ τι καὶ καταναγκάζοντος αὐτὸν τοῦ ῾Ρωμαϊκοῦ στόλου, ὅλος πρὸς πολιορκίαν ἀπέβλεψε. κύκλῳ περιχεάμενος τὸ βαρβαρικὸν στράτευμα τὰ πρῶτα καὶ ἐν ἀκροβολισμοῖς ὤν (ἐπετοξάζοντο δὲ τούτοις καὶ οἱ ἀπὸ τοῦ [*](C) ῾Ρωμαϊκοῦ στρατεύματος ποτὲ μέν καὶ πυργόθεν ἀπὸ τοῦ Δυρραχίου, ποτέ δὲ καὶ πόρρωθεν), ἀποστέλλων τινὰς ἀποσπάδας τοῦ Φραγγικοῦ στρατεύματος ἐπολέμει τε καὶ ἐπο- [*](4. αἱρήσων] ων in ras. F. 13. φορτηγοὺς . 15. μηχανώμενος FA, μηχανώμενον Ρ. 16. δέ τι scripsi: δ᾿ ὅτι P. 19. τούτοις F, τούτους Ρ. οἱ] ἡ C. 2Ο. στρατεύματος φάλαγξ C. μὲν addidi.)
185
λεμεῖτο. τήν τε γὰρ Πέτροτλαν ἐχειρώσατο καὶ τὸ λεγόμενον Μύλου Πόλισμα ὑπερκείμενον ποταμοῦ Διαβόλεως καὶ ἄλλα τὰ τοιαῦτα πέριξ τῆς πόλεως Δυρραχίου τυγχάνοντα πάντα πολέμου νόμῳ κατεκληρώσατο. ταῦτα μὲν οὖν ἐποίει πολεμικῇ δεξιᾷ· ἠρχιτεκτόνει δέ ἐν τοσούτῳ καιρῷ τὰ πολεμικὰ μηχανήματα, χελώνας κατασκευάζων πυργοφόρους καὶ κριοφόρους καί τινας ὁρυκτίδας καὶ ἄλλας χωστρίδας ὅλον χει- μῶνα καὶ θέρος ἐργαζόμενος καὶ καταπλήττων καὶ ἀπειλῇ [*](D) καὶ τοῖς πράγμασι καταπλῆγας ὄντας ἀνθρώπους. ἀλλ’ οὔτι γε καὶ Ρωμαïκὴν ἀνδρείαν ἠδύνατο καταπαλαίειν. δτσττχῶς [*](V. 302) δέ αὐτῷ ἀπηντήκει καὶ τὰ πρὸς ἀποτροφήν. ὅσα μὲν γὰρ προυφηρπάκει ἀπὸ τῶν πέριξ τοῦ Δυρραχίου, τούτῳ ἀνή- [*](P. 381) λωτο, τὰ δ’ ἀφ’ ὦν ἤλπικε κομισθῆναί οἱ, προκατασχόντες τὰ τέμπη καὶ τὰς ἐξόδους καὶ αὐτὴν δὴ τὴν θάλατταν οἱ τοῦ Ρωμαïοῦ στρατεύματος ἀπεκώλυον. κἀντεῦθεν λιμὸς ἀθρόως ἐπιφοιτίσας τούς τε ἵππους καὶ τοὺς ἀνθρώπους ὁμοῦ διέφθειρε μὴ ἐχόντων μήτε τῶν ἵππων χιλὴν μήτε τῶν ἀνθρώπων τροφήν. προσεπετέθη δὲ τῷ βαρβαρικῷ τούτῳ στρατεύματι καὶ κοιλιακή τις διάθεσις τῷ μέν δοκεῖν ἀπό τινος ἀπροσφόρου σιτήσεως, φημὶ δέ τῆς κέγχρου· τὸ δ’ ἀληθὲς μήνιμα Θεοῦ κατὰ τοσούτου ἀναριθμήτου [*](B) [*](2. διαβόλεως P, correxi. 4. οὑν C, γὰρ P. 8. καὶ καταπλήττων] καὶ om. C. 9. τοῖς F, τοὺς P. 12. τῶν πέριξ] τοῦ μέρους C. 13. κομισθῆναι AC, κομιχθῆναι Ρ. 14. δὴ om. A. 18. προσετέθη C. 19. τῷ] τὸ Α. 20. δὲ scripsi: δὴ P.)
186
στρατεύματος καὶ ἀνυποίστου κατασκῆψαν ἐπαλλήλους θα- νάτους εἰργάσατο.

Ἀλλὰ τοῦτο μέν τὸ συστύχημα κοῦφον ἐδόκει πρὸς ἄνδρα τυραννικὸν ἔχοντα φρόνημα καὶ ἀπολεῖν ἀπειλοῦντα ἅπασαν γῆν. ὅμως μέντοι καὶ δυστυχῶν διεμηχανᾶτο καὶ καθάπερ θηρίον τιτρωσκόμενον πρὸς ἑαυτὸν συνεστρέφετο καὶ ὥσπερ ἔφημεν πρὸς τὰς πολιορκίας ὅλῳ βλέμματι ἀπετείνετο. καὶ τὰ πρῶτα μὲν κριοφόρον χελάνην ἐξ- εργασάμενος, ἀπεριήγητόν τι θαῦμα, προσῆγε πρὸς τὸ ἀνα- τολικώτερον μέρος τῆς πόλεως. καὶ αὐτῇ τιὴ ὄψει φοβερὸν [*](C) θέαμα· κατεσκεύαστο γὰρ ὧδε. μικράν τινα χελώνην ποιη- σάμενοι καὶ ἐν παραλληλογράμμῳ σχήματι ταύτην κατασκευ- άσαντες καὶ τροχοὺς ὑποθέντες καὶ πανταχόθεν, ἄνωθέν τε καὶ ἑκατέρωθεν, τὰς πλευρὰς διαστεγάσαντες βύρσαις βοείαις καὶ συνερραφότες πανταχόθεν καὶ τοῦτο δὴ τὸ παρ’ Ὁμήρου λεγόμενον ἑπταβόειον τὸν ὄροφον καὶ τοὺς τοίχους τοῦ μηχανήματος ποιησάμενοι κᾆθ’ οὕτως ἔνδον τοὺς κριοὺς ἀπῃώρησαν. ἐπεὶ δέ οὕτως εἶχεν αὐτῷ τὸ μηχάνημα, τοῦτο καὶ προσήγγισε τῷ τείχει, μυριάνδρου πλήθους ἔνδοθεν [*](D) μετά τινων κοντῶν προωθούντων αὐτὸ καὶ ἐγγύθεν ποιουμένων τῶν τοῦ Δυρραχίου τειχῶν. ἐπειδὴ ἀποχρώντως εἶχεν αὐτῷ ἡ ἐγγύτης καὶ συμμέτρως τὰ πρὸς ἀπόστασιν, ὑφεῖλον μὲν τὰς τροχίας, περιπήγμασι δέ πανταχόθεν ἀσφαλισάμενοι [*](10. φοβερὸν C, φοβετρὸν Ρ. 15. τὸ τοῦ P, τοῦ om. F. 16. τοίχους F, τείχους P. 17. ποιησάμενοι F, ποιησάμενος P.)

187
τὸ μηχάνημα, ἵνα μὴ ταῖς ὠθήσεσι τὸ στέγος διασαλεύοιτο, ἐνταῦθά τινες ἄνδρες ῥωμαλεώτατοι ἑκατέρωθεν τοῦ κριοῦ σφοδρῶς ὠθοῦντες ἐπὶ τὸ τεῖχος εἴχοντο τῆς ὁμοταγοῦς τοιαύτης κινήσεως. καὶ οἱ μὲν καθάπαξ ὤθησαν σφοδρῶς [*](P. 382) τὸν κριόν, ὁ δέ καθάπαξ παρενεχθεὶς ἐσπάραττέ τε τὸ τεῖχος καὶ ἐκεῖθεν ἀποκρουόμενος καὶ παλιμπόρευτον τὴν φορὰν ποιούμενος ἀντεσπαράττετο. καὶ τοῦτο πολλάκις ἐποίει τέως πολλάκις περιφερόμενος ἑκατέρωθεν καὶ διατιτραίνων τὸ τεῖχος οὐκ ἔληγε. κριὸν δὲ εἰκότως οἱ ἀρχαῖοι μηχανικοὶ καὶ περὶ τὰ Γάδειρα τοῦτο ἐφευρηκότες προσωνομάκασιν ἐκ μεταφορᾶς τῶν καθ’ ἡμᾶς κριῶν, οἱ κατ’ ἀλλή- λων ἀντεπερζόμενοι μένοι διαγυμνάζονται. ἀλλ’ οἱ ἔνδον κατα- γελῶντες τῆς τραγικῆς ταυτησὶ τειχομαχίας τῶν βαρβάρων τούτων καὶ κριοφόρων ἀνδρῶν καὶ ὅτι εἰς οὐδέν αὐτοῖς περατοῦται [*](V. 303) τὰ τῆς πολιορκίας, ἀναπετάσαντες τὰς πύλας ἐκέλευον [*](Β) εἰσιέναι καταγελῶντες τῶν ἀπὸ τοῦ κριοῦ προσκρου- μάτων ἐγγινομένων. “οὐ γὰρ ἂν ” ἔφασαν “ ἐργάσαιτο κριὸς τοιοῦτον χάσμα ἐκ τῆς κατ’ αὐτὸν τειχομαχίας, οἶον ἡ πύλη παρέχεται.” τοῦτο μὲν οὖν αὐτίκα τῇ τῶν ἔνδοθεν ἀνδρείᾳ καὶ τῷ θαρραλέῳ τοῦ στρατηγοῦντος Ἀλεξίου καὶ ἀδελφιδοῦ τοῦ αὐτοκράτορος Ἀλεξίου εἰς κενὸν ἀποδέδεικται, ἐρραθυμηκότων καὶ αἰτῶν τῶν πολεμίων ὅσον γε πρὸς τοῦτο [*](8. τέως scripsi: ἕως P. 11. καὶ κατ’ P, καὶ om. F. 12. ἀντανερχόμενοι C. 14. αὐτοῖς περατοῦται F, αὐτοῖς om. P. 20. ἀδελφιδοῦ FA, ἀδελφιδοῦς Ρ.)
188
καὶ ἀπειπαμένων τὴν πολιορκίαν. τὸ γὰρ ἀνδρεῖον τῶν ἔν- δοθεν καὶ τὸ ἀνεῷξαι τὰς πύλας τοῖς βαρβάροις καὶ θαρρεῖν κατ’ αὐτῶν εἰς δειλίαν ἐνέβαλε καὶ τοῖν μηχανήματος ἀπαγόρευσιν. [*](C) ρευσιν. μὲν οὖν ἤργει τὰ παρὰ τῆς κριοφόρου χελώνης· οὐδέν δέ ἧττον καὶ τὸ πῦρ ἄνωθεν ἐπιρριφέν κατὰ τοῦ μηχανήματος ἀργοῦντος ἤδη καὶ ἀκινήτου μένοντος διὰ τὰς προειρημένας αἰτίας εἰς τέφραν μετήμειψεν. ἀπὸ τοίνυν τούτων τὸ Φραγγικὸν ἀπειπάμενον πλῆθος πρὸς ἄλλο μη- χάνημα φοβερώτερον μετελήλυθεν ἐπὶ τὰ βορειότερα μετα- στρέψαν ἀντικρὺ τῆς δουκικῆς καθέδρας, ὅπερ πραιτώριον προσωνόμαστο. ἦν δέ τὰ τῆς θέσεως τοῦ τόπου τοιάδε. εἰς λόφον ὁ τόπος ἀνίστατο, λέγω δὲ οὐ πετρώδη τόν λό- φον, ἀλλὰ γεώδη · ἐφ’ οὑπερ λόφου τὸ τεῖχος τῆς πόλεως ἵδρυτο. τούτου καταντικρύ, καθάπερ ἔφημεν, εὐστοχώτατα [*](D) ὀρύττειν οἱ περὶ τὸν Βαïμοῦντον ἀπήρξαντο. ἄλλο τοῦτο κακὸν ταῖς πόλεσι μεμηχανημένον παρὰ τοῖς πολιορκηταῖς καὶ ἄλλο πολιορκητὸν ὄργανον κατὰ τῆς πόλεως τούτοις πανουργευόμενον ὀρύττοντες γὰρ ἐπῄεσαν ὑπὸ γῆν καθάπερ [*](P. 383) τινές ἀσπάλακες τὸν ὑπόγειον χοῦν διατιτραίνοντες καὶ ποῦ μὲν χελώναις ἀκροστέγοις περιφρουροῦντες τὰ ἄνω μέρη διὰ τὰς ἄνωθεν βαλλομένας βολὰς πετρῶν τε καὶ τόξων, ποῦ δὲ καὶ τὸ μετέωρον τῆς γῆς στύλοις τισὶν ὑπερείδοντες ὑπώρυττον ἐξ εὐθείας φερόμενοι, πλατύτατόν τε καὶ εὐμη- [*](4. μὲν οὐν om. P. 20. nov F, πῆ P. 21. βολὰς πετρῶν τε καὶ τόξων F, πετρῶν τὶ καὶ τόξων βολάς P.)
189
κέστατον τάφρον ποιούμενοι καὶ δι’ ἁμαξῶν ἀεὶ ἐκφερόμενοι τὸν ἀπὸ τοῦ ὀρύγματος χοῦν. ἐπεὶ δὲ εἶχον ἀρκούντως τῆς διατρήσεως, ἔχαιρον ὥσπερ τι μέγα κατειργασμένοι. ἀλλ’ οὐκ ἠμέλησαν οἱ ἐντός, ἀλλὰ κατὰ διάστημα τὴν γῆν ἀνορύξαντες καὶ τάφρον ἀξιόλογον ποιησάμενοι κατὰ τὸ διατεῖνον τῆς τά- φροι· ἐκάθηντο προσέχοντες, ὅπου δῆτα τὸ πολιθρκοῦν μέρος [*](Β) τὴν ἐκεῖθεν ἐνθάδε διάτρησιν μέλλει ποιήσασθαι. καὶ εὐθὺς κατά τινα τόπον ἐφευρηκότες αὐτοὶς κρούοντάς τε καὶ ἀνασκάπ- τοντας καὶ τὰς ῥίζας τοῦ τείχους ὀρύττοντας ᾔσθοντό τε αὐτοὺς καὶ μᾶλλον τὴν ἀπ’ ἐκείνων * * ὀπὴν ἀνερρωγότες καταντικρὺ καὶ θεασάμενοι τὸ πλῆθος ἀπὸ τῆς ἐντὸς γινομένης τρυμαλιᾶς πυρὶ τὰ τούτων πρόσωπα κατῃθάλωσαν. τοῦτο δέ τὸ πῦρ ἀπὸ τοιούτων μηχανημάτων αὐτοῖς διεσκεύαστο. ἀπὸ τῆς πεύκης καὶ ἄλλων τινῶν τοιούτων δένδρων ἀειθαλῶν συνάγεται δάκρυον εὔκαυστον. τοῦτο μετὰ θείου τριβόμενον [*](C) ἐμβάλλεταί τε εἰς αὐλίσκους καλάμων καὶ ἐμφυσᾶται παρὰ τοῦ παίζοντος λάβρῳ καὶ συνεχεῖ πνεύματι κᾆθ’ οὕτως [*](V. 304) ὁμιλεῖ τῷ πρὸς ἄκραν πυρὶ καὶ ἐξάπτεται καὶ ὡσπερ πρησ- τὴρ ἐμπίπτει ταῖς ἀντιπρόσωπον ὄψεσι. τούτῳ τῷ πυρὶ κεχρημένοι οἱ τἄνδον τοῦ Δυρραχίου κατέχοντες, ἐπείπερ ἀντιπρόσωποι ἦσαν τοῖς πολεμίοις, τάς τε γενειάδας αὐτῶν κατέφλεξαν καὶ τὰ πρόσωπα. καὶ ἦν ἰδεῖν τούτους καθάἀπ' [*](10. F, ὑπ’ Ρ. lacunam signavi. 13. διεσκεύαστο F, διεσκέδαστο Ρ. 15. εὔκαυστον scripsi : ἄκαυστον libri. 16. ἐμβάλλεταί τε V, τε om. P. 22. κατέφλεξαν καὶ τὰ πρόσωπα F, καὶ τὰ πρόσωπα κατέφλεξαν C. καὶ τὰ κατέφλεξαν πρόσωΠα Ρ.)
190
περ σμῆνος μελισσῶν ὑπὸ καπνοῦ διωκόμενον ἐξαγομένους [*](D) ἀτάκτως, ὅθεν εὐτάκτως εἰσήεσαν. ἐπεὶ δέ καὶ τοῦτο αὐ- τοῖς εἰς μάτην ἐπεπόνητο καὶ ἡ βαρβαρικὴ φροντὶς αὕτη εἰς οὐδέν δέον ἀπετελεύτησε, τρίτον αὐτοῖς ἐπινοεῖται μηχάνημα πύργος ξύλινος, ὅπερ, ὡς ἡ φήμη φησι, πολιορκητὸν ὄργανον οὐ μετὰ τὴν ἀστοχίαν τῶν προεσκευασμένων ὀργάνων κατῆρκτο γίνεσθαι, ἀλλὰ πρὸ τούτων εἰς ἐνιαυτὸν ὅλον. τοῦτο μὲν ἔργον εἶχε, τὰ δέ προειρημένα ὄργανα πάρεργον. ἀλλὰ δεῖ με πρότερον ὀλίγα περὶ τοῦ σχήματος τῆς πόλεως Δυρραχίου [*](P. 384) ἀφηγήσασθαι. τὸ μέν τεῖχος ταύτης ὑποχαλᾶται τοῖς πύρ- γοις · οἱ δὲ πύργοι κυκλόθεν ταύτης ἐξυπανίστανται, ὅσον εἰς ἕνδεκα πόδας ὑψούμενοι, διὰ κοχλίου τινὸς τὴν ἄνοδον ἔχοντες ἐπάλξεσί τε ἠσφαλισμένοι. οὕτως ἔχει σχήματός τε καὶ ἀσφαλείας ἡ πόλις. τὸ δὲ πάχος τοῦ τείχους εἰς ἀξιόλογον πάχος ἐκτέταται καὶ τοσοῦτον, ὥστε ἱππότας ἄνδρας δρᾶς καὶ πλείους τῶν τεσσάρων τοὺς ὤμους συμμίξαντας διïππάσασθαι ἀσφαλῶς. οὕτω μέν οὑν ἐκπεφράσθω μοι τὰ περὶ τοῦ τείχους ὡς ἐν παραδρομῇ τινα σαφήνειαν τῶν [*](Β) μελλόντων ῥηθῆναι προαφηγησαμένῃ. τὰ δὲ τῆς πυργοποΐας τοῦ μηχανήματος τούτου, ὅπερ καθάπερ χελώνης πύργον ἐμηχανήσαντο οἱ περὶ τὸν Βαϊμοῦντον βάρβαροι, καὶ ἀφηγήσασθαι χαλεπὸν καὶ ἰδεῖν φοβερόν, ὡς οἱ αἱ ἑωραἐπινενόητο [*](3. Α. 8. προειρημένα FC, πρειρημένα P. 9. τῆς πόλεως Δυρραχίου F, τῆς πόλεως om. P. 12. δέκα C. 18, τῶν om. F. 19. προαφηγησαμένῃ Ρ, correxi. 20. ὅπερ καθάπερ F, ἅπερ καθάπερ 0, ὅπερ P. χελώνης C, χαλάνης P.)
191
κότες ἔλεγον, μὴ ὅτι γε οἶς προσεπέλασε φρικωδέστατον θέαμα. εἶχε δὲ τοιώσδε. πύργος ξύλινος κατεσκεύαστο ἐκ τετραγώνου βάσεως εἰς ἀξιόλογον μῆκος ἠρμένος καὶ τοσο~τον, ὥστε τῶν τῆς πόλεως πύργων ὑπερανέχειν εἰς πέντε που καὶ ἕξ πήχεις τὸ ὕψος. ἔδει γὰρ οὕτως κατεσκευάσθαι τὸν μόσυνα τοῦτον, ἵνα διά τινων ὑποβαθρῶν μετεώρων πρὸς τὸ χθαμαλώτερον καταχαλωμένων τὸ τεῖχος τῆς πόλεως [*](C) ἐκεῖθεν εὐκόλως καταθραμεῖται. οὕτω γὰρ ἂν τὸ σφοδρὸν τῆς ῥύμης οὐκ ἂν ὑπενέγκοιεν οἱ ἐγχώριοι ἀεὶ πρὸς τὸ κατόπιν ὠθούμενοι. ὀπτικὴν δέ ἄρα τὴν ἐπιστήμην ἐπλούτουν, ὡς ἔοικεν, οἱ τὸ Δυρράχιον πολιορκοῦντες βάρβαροι. οἱ· γὰρ ἄνει τοιαύτης δυνάμεως τὰ ὕψη τῶν τειχῶν κατελάμβανον· εἰ δὲ μὴ ὁπτικῆς, ἀλλά γε τῆς ἀπὸ τῶν διοπτρῶν καταλήψεως. ὁ γοῦν πύργος ἐκεῖνος φοβερὸς μέν ἰδεῖν, φοβερώτερος δὲ κινούμενος κατεφαίνετο. τροχοὶ γὰρ πολλοὶ τὴν βάσιν αὐτῷ μετεώριζον· ἀναμοχλευόμενος δέ ὑπὸ τῶν ἔνδον [*](V. 305) δὸν στρατιωτῶν τοῖς μοχλοῖς θάμβος ἐποίει μὴ φαινομένης [*](D) τῆς ἀρχῆς τῆς κινήσεως, ἀλλ’ ὥσπερ τις γίγας ὑπερνεφὴς ἀφ' ἑαυτοῦ ἐδόκει κινούμενος. ἐστέγαστο γὰρ ἁπανταχόθεν ἐκ βάσεως ἄχρι κορυφῆς καὶ εἰς στέγας πολλὰς διῄρητο καὶ θυρίσι κύκλῳ παντοδαπαῖς ἠνέῳκτο, ἀφ’ ὧν ἐξέπιπτε βέλη συχνά· πρὸς δὲ τὸ ἀνωτάτω μέρος ἄνδρες ἤσαν ἐξωὑποβαθρῶν [*](P. 385) [*](6. F, ὑποβάθρων P. 8. * * * * * * * * * * * * * * οὕτω F. 20. καὶ κορυφῆς P, καὶ om. FA.)
192
πλισμένοι θυμοειδεῖς καὶ ἐπὶ τῶν χειρῶν τὰ ξίφη φέροντες καὶ πρὸς ἄμυναν διηυτρεπισμένοι. ἐΠεὶ δέ τῷ τείχει προσήγγισε τὸ φρικτὸν τουτὶ θέαμα, οὐκ ἀμελῶς ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον καὶ στρατηγὸν τῆς Πόλεως Δυρραχίου, ἀλλ’ ἅμα τε τοῦτο τὸ μηχάνημα ἔξωθεν τῷ Βαϊμουντῳ κατεσκευάζετο ἄζετο ὡσπερ τις ἑλέπολις ἄφυκτος καὶ ἄλλο τι ἔνδοθεν τοῦ τείχους αὐτοῖς ἀντεμηχανᾶτο. ἑωρακότες γὰρ εἰς ὅσον ὕψος ὁ αὐτοκίνητος οὗτος πύργος ἐκτέταται καὶ ὅπου τοῦτον [*](Β) ἐστήριξαν ὑφελόμενοι τοὺς τροχούς, τέτταρα ξύλα μακρότατα καταντικρὺ τοῦ μόσυνος πήξαντες ὡσπερ ἀπὸ τετραγώνου βάσεως εἰς πήγματος σχῆμα διανιστάμενα κᾆθ’ οὕτως βάσεις τινὰς διειληφότες μεταξὺ τῶν ἀντιεταγμένων ξύλων εἰς πῆχυν ἵνα τὸν ἔξωθεν ξύλινον πύργον ἐποίησαν ἀνατρέχειν. ἀστεγὲς δὲ ἦν ἁπανταχόθεν ὅλον τοῦτο τὸ διάστημα· οὐ γὰρ ἐδεῖτο προφυλακῆς, εἰ μὴ μόνον κατὰ τὴν κορυφὴν ἐξωρόφωτο. ἐνταῦθα δὴ ἀναγαγόντες οἱ ἀμφὶ τὸν Ἀλέξιον στρατιῶται τὸ ἔνυγρον πῦρ περὶ τὰ ἀκρόστεγα τοῦ άνεπιφράκτου [*](C) ξυλοπύργου ἔμελλον ἐξακοντίζειν πρὸς τὸν ἀντίθετον μόσυνα. ἀλλ’ ἐδόκει καὶ ἡ βουλὴ καὶ τὸ πρᾶγμα οὐ πρὸς πανωλεθρίαν τοῦ μηχανήματος ἀρκεῖν. ἀκροθιγῶς γὰρ ἔμελλε τὸ πῦρ τὸ ἐντεῦθεν ἐκεῖσε πεμπόμενον τοῦ μόσυνος ἅπτεσ- θαι. ἀλλὰ τί μηχανῶνται; πληροῦσι τὸν μεταξὺ τόπον τοῦ [*](4. τὸν στρατηγὸν τῆς πόλεως Ἀλέξιον Α. 7. ἑωρακότες γὰρ F, γὰρ om. P. 10. ἀπὸ scripsi : ὑπὸ P. 11. πήγματος scripsi: πείσματος libri. 20. ἀρκεῖν addidi.)
193
τε ξυλίνου καὶ τοῦ τῷ πόλεως πύργου εὐκαταπρήστου παντοίας ὕλης καὶ ἐλαόυ πολλοοῖ κατὰ ποταμοὺς κενουμένου· τούτοις ἐπενήνεκτο πῦρ, δαλοὶ καὶ φλόγες, ὅ κατὰ μικρὸν ὑποτυφόμενον κᾀθ' οὕτως βραχείας ἀναπνοῆς ἐπιδραξάμενον ἔπειτα εἰς περιφανῆ φλόγα διαρθὲν συνεπιλαμβανομένων [*](D) καὶ τῶν ἀπὸ τοῖ· πυρὸς τοῦ ὑγροὶ πρηστήρων ἅπαν ἀνῆψε τὸ φρικτὸν ἐκεῖνο καὶ πολυϋλότατον μηχάνημα ἐμποιοῦν ἦχον καὶ. φοβερὰν θέαν ταῖς ὄψεσιν. αἴσθησις [*](P. 886) δὲ τοῦ πολλοῦ πυρὸς ἦν κυκλόθεν μέχρι σταδίων τρισκαίδεκα· θόρυβος δὲ καὶ ταραχὴ τοῖς ἔνδον βαρβάροις πολλὴ καὶ ἀμήχανος τῶν μέν ἐναπειλημμένων τῷ πυρὶ καὶ άποτεφρουμένων, τῶν δέ ἀπὸ μετεώρου ῥιπτούντων ἑαυτοὺς πρὸς [*](V. 306) τὴν γῆν· βοὴ δέ πολλὴ καὶ ἀμήχανος ταραχὴ ἀντηχούντων ναὶ τῶν ἐκτός.

Τοσαῦτα μὲν οὖν περὶ τοῖ ὑπερνεφοῦς μόσυνος καὶ τῆς παρὰ τῶν βαρβάρων τειχομαχίας · ἀλλ’ ἐπὶ τὸν βασιλέα κὼ αὐθις τὸν λόγον ἐπανακτέον. ἔαρος τοίνυν Β ἐφισταμένου ἡ μὲν Αὔγουστα ἐκ τῆς Θεσσαλονίκης ὡς πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεφεν, ὁ δὲ αὐτοκράτωρ τῆς πρόσω πορείας εἴχετο καὶ τὴν Διάβολιν διὰ τῆς Πελαγονίας καταλαμβάνει ἔνθεν περὶ τοὺς πρόποδας τῶν ἤδη ῥηθέντων δυσβάτων ἀτραπῶν οὐσαν. καὶ καινήν [*](2. κενουμένου F, κενωμένου P. 7. ἀνῆψε ΑΡ, ἀνῆπτο C. 11. ἀποτεφρουμένων Α ἀποτρεφουμένων F, ἀποστρεφομένων P. 20. Διάβολιν F, Δεάβολιν P.)

194
τινα στρατηγίαν κατὰ τῶν βαρβάρων μεμελετηκὼς δεῖν ἐλογίσατο τοῦ μέν δημοσίου πολέμου σχολὴν παντελῶς κα- ταψηφίσασθαι καὶ ἀγχέμαχον διὰ ταῦτα τὴν μάχην οὐκ ἤθε- λεν, ἀλλὰ τὰ δύσβατα τέμπη καὶ τὰς ἀδιεξοδεύτους ὁδοὺς [*](C) μεταίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν καταλιπὼν τοὺς εὔνους ἅπαντας κατὰ τὰς ἀκρολοφίας μετὰ ἀποχρώσης δυνάμεως καταστήσας τὴν καινὴν ἐκείνην στρατηγίαν ἐμηχανήσατο, ὡς μήτε τοὺς ἔνθεν πρὸς τίν Βαϊμοῦντον ῥᾷστα προσχωρεῖν δύνασθαι μήτ' ἐκεῖθεν πρὸς τούτοις αύθις γράμματα φοι- τᾶν ἢ προσηγορίας διαπέμπεσθαι, ὑφ’ ὧν ὡς τὰ πολλὰ τὰ τῆς ἀγάπης ἑδράζεσθαι εἴωθε. σπάνις γὰρ προσηγορίας κατὰ τὸν Σταγειρίτην πολλὰς φιλίας διέλυσε. γινώσκων δὲ τὸν Βαϊμοῦντον ἄνδρα πονηρίας καὶ δραστηριότητος ἀνάπλεων [*](D) ἤθελε μὲν καὶ τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μά- χην ἀναδέξασθαι, καθά γε καὶ εἴρηται, ἀλλὰ καὶ δι’ ἑτέρου παντὸς τρόπου καὶ μηχανῆς κατ’ αἰτοῦ μελετῶν οὐδαμῶς ἐνεδίδου. διὰ δὲ τὰς ἤδη ῥηθείσας αἰτίας, καίτοι πολλὰ σφαδάζων πρὸς τοῦτο, φιλοκίνδυνός τε καὶ πυκνοκίνδυνος πάλαι ὢν οὑτοσὶ ὁ αὐτοκράτωρ καὶ ἐμὸς πατήρ, ἐπεὶ τὸν λόγον εἶχεν ἐν πᾶσι κρατοῦντα, δι’ πέρας μεθόδου καταγωνισασθαι [*](P. 387) τοῦτον ἔσπευδε. δεῖ γάρ, οἶμαι, τὸν στρατηγὸν οὐκ ἀεὶ διὰ ξιφουλκίας τὴν νίκην ἑαυτῷ σπεύδειν περιποιεῖσθαι, ἀλλὰ καὶ πρὸς πανουργίαν ἔστιν οὖ εὐτρεπίζεσθαι, [*](8. ῥᾷστα προσχωρεῖν F. προσχωρεῖν ῥᾷστα P. 10. ὧν] ὧς F. 11. ante ἀγάπης in F verba δυνάμεως καταστήσας . . . πρὸς του· τοὺς falso repetita manus eadem delevit. εἴωθε F, εἴωθεν P.)
195
ἐπὰν ὁ καιρὸς καὶ τὰ συμπίπτοντα τοῦτο διδόασι, τὴν νίκην ἑαυτῷ πάντοσε περιποιούμενον. καὶ τοῦτο γὰρ στρατηγῶν ἰδιώτατον, ὅσαπερ ἴσμεν, μὴ μετὰ ξιφῶν καὶ μάχης μόνον, ἀλλὰ καὶ πρὸς σπονδὰς τρεπομένων· καὶ ἄλλως ἔστιν οὑ ῥαδιουργοῦντα τὸν ἐχθρὸν καταγωνίζεσθαι, ὁπηνίκα καὶ τοιούτου καιρὸς παρῇ. ὁποῖον καὶ τότε ὁ αὐτοκράτωρ φαίνεται σκευωρήσας. θέλων γὰρ διχόνοιαν ἐμβαλεῖν με- ταξὺ τῶν τε κομήτων καὶ τοῦ Βαϊμούντου καὶ κατασεῖσαι [*](B) οἶον τὸν πρὸς ἀλλήλους συνασπισμὸν ἢ διαρρῆξαι τοιοῦτόν τι δραματουργεῖ. μεταπεμψάμενος οὖν τὸν ἐκ Νεαπόλεως Μαρῖνον τὸν Σεβαστόν τῶν Μαϊστρομιλίων οὗτος ὑπῆρχε τὸ γένος · κἂν μὴ πάνυ τὸν πρὸς αὐτὸν ὅρκον ἀνόθευτον τότε ἐτήρει ἀπατηλοῖς ἐξαπατηθεὶς λόγοις καὶ ὑποσχέσεσιν, ἀλλ’ ὅσον γε τὰ πρὸς τὸν Βαϊμοῦντον ἀποκαλύψαι αὐτῷ τὸ ἀπόρρητον τεθάρρηκεν), ἅμα δὲ καὶ τὸν Ῥογέρην τῶν ἐπιφανῶν [*](V. 307) δέ οὗτος Φράγγων) καὶ τὸν Πέτρον Ἀλίφαν, ἄνδρα κατὰ πόλεμον περιβόητον καὶ τὴν ὡς πρὸς τὸν αὐτοκράτορα [*](C) πίστιν ἀκράδαντον δι’ ὅλου τηρήσαντα. τούτους μετακαλεσάμενος βουλὴν ἐζήτει, ὅπως τὰ κατὰ τὸν Βαϊμοῦντον εὖ διαθέμενος καταγωνιεῖται αὐτόν, ἀλλὰ καὶ περὶ τῶν εὐνουσέρων τῷ Βαϊμούντῳ καὶ ὁπόσους ἐκεῖνος ἰσοψύχοις ἔχει διηρώτα. καὶ περὶ τούτων μαθὼν ἐξ αὐτῶν δεῖν ἔλεγεν [*](1. τοῦτο F, τούτω sic P. 13. λόγοις FC, λόγους P. 14. ὅσῳ P, correxi. 15. ῥοδέρην C. 16. φράγγων F, Φράγκων P.)
196
ὑποποιήσασθαι τούτους διὰ παντοίας μηχανῆς· “καὶ εἰ τοῦτο γένοιτο, δι’ ἐκείνων καὶ τὸ κοινὸν τοῦ Κελτικοῦ στρατεύμα- τος διαρραγήσεται εἰς διψυχίαν ἐμπεσόν”. ἀνακοινοῦται [*](D) τοῦτο τοῖς ἤδη ῥηθεῖσι. καὶ ἐξ ἑκάστου τούτων ἴνα αἰτεῖται τῶν εὐνουστέρων θεραπόντων καὶ ἐχεμυθεῖν ἐπισταμένων. οἱ δέ ἑτοίμως τοὺς κρείττονας τῶν ὑπηκόων αὐτῷ ἔφησαν δοῦναι. καὶ ἐπειδὴ παρῆσαν οἱ ἄνθρωποι, δραμα- τουργεῖ τι τοιοῦτον. γράμματα συνθέμενος ὡσπερ ἀμοιβαῖα πρός τινας τῶν ἀμφὶ τὸν Βαἱμοῦντον οἰκειοράτους, ὡς δῆθεν ἐκείνων γεγραφότων πρὸς τοῦτον καὶ οἰκειότητά τινα μνηστευομένων [*](P. 388) καὶ τὰ ἀπόρρητα τῆς τοῦ τυράννου γνώμης ὲξαγορευόντων, πέμπει πρὸς αὐτοὺς ὡσπερ εὐχαριστηρίους λόγους συντάξας καὶ ἀποδεξάμενος τάχα τὴν τῶν ἀνδρῶν εὔνοιαν. ἦσαν δὲ οὑτοι ὅ τε Ιἴδος ὁ τοῦ Βαἱμούντου αύτάδελφος καί τις τῶν ἐνδοξοτάτων ἀνδρῶν Κοπρισιανος καλούμενος καὶ πρὸς τούτοις ὁ Ῥικάρδος καὶ τέταρτος ὁ Πριγκιπάτος, ἀνὴρ γενναῖος καὶ τὰ πρῶτα φέρων έν τῇ στρατιᾷ τοῦ Βαϊμούντου, καὶ ἕτεροι πλείοις τούτων. πρὸς οὕς τὰ ἐπίπλαστα γράμματα ἐξεπέμπετο. ἐκεῖθεν μέν γὰρ [*](B) οὐδὲν ἐδέδεκτο τοιοῖτον ὁ βασιλεὺς οὔτε παρὰ Ῥικάρδου οὔτε παρὰ ἄλλου τινὸς τοιούτου εὔνοιαν καὶ πίστιν ὺπαγορεῦον γραμμάτιον· αὐτὸς δὲ ἀφ’ ἑαυτοῦ τὰ τοιαῦτα τῶν [*](5. ἐφισταμένων P, correxi. 19. ἐκεῖθεν F. ἐκεῖσε P. 20. 21. παρὰ scripsi: περὶ P. 22. τῶν γραμμάτων F, τῶν om. P.)
197
γραμμάτων ἐπλάττετο. εἶχε δὲ νοῦν τοιοῦτον τὸ δραματούργημα, ὡς εἰπερ εἰς ἀκοὰς εἰσέλθῃ Βαϊμούντου ἡ τῶν ἀνδρῶν τοιούτων προδοσία καὶ ὡς ἐκεῖνοι ἐκεῖθεν ἀποκοπέντες τῇ γνώμη τῷ μέρει τῷ βασιλικῷ πρωεχώρησαν, αὐτὸς μὲν εὐθὺς ταραχθήσεται καὶ πρὸς τὴν βαρβαρικὴν φύσιν ἐπανελεύσεται, κακώσας δὲ τοὺς ἄνδρας ἀπορραγῆναι τούτου καταναγκάσειε, καὶ, ὅπερ εἰς νοῦν οὐκ ἦλθεν αἰτοῖς, ἐκ τῆς κατασἰευῆς Ἀλεξίου ποιήσειαν πρὸς αὐτὸν στασι- [*](C) άσαντες. ᾔδει γάρ, οἶμαι, ὁ στραιηγός ὡς τὸ ἀντίπαλον ἅπαν φῦλον ξιγκροτούμενον μὲν καὶ ·ἀλλυλουχούμενον ἔρρωται, στασιάζον δὲ καὶ εἰς πολλὰ μεριζόμενον ἀδρανέστερον γίνεται καὶ οὕτω τοῖς πολεμοῦσιν εὐχείρωτον. ὅπερ καὶ βαθέως ἐπραγματεύετο καὶ τὸν δόλον ὑποβρύχιον εἶχε τὰ γράμματα μεταχειρίζεται δὲ τὸ πρᾶγμα οὑτωσί πως ὁ Ἀλέξιος. πέμπει μὲν γὰρ τὰ πεπλασμένα γράμματα πρὸς ἐκκείνους παραγγείλας ἐπιδοῦναι ἑκάστῳ ἕκαστον. εἶχε δὲ πεμπόμενα βιβλία ἐκεῖνα οὐ μόνον εὐχαριστίαν, ἀλλὰ καὶ δόσεις κατεπηγγέλλετο καὶ βασιλικὰς δωρεὰς καὶ ὑποσχέσεις ὑπερ- [*](D) φυεῖς· ἐφεῖλκε δὲ τούτοις καὶ εἰς τὸ μετέπειτα εἶναί τε [*](V. 308) εὔνους καὶ φαίνεσθαι καὶ μηδὲν ἀποκρύπτειν τῶν ἀπορρήτων. κατόπιν δὲ τῶν πιστοτάτων αὐτῷ ἄνθρωπον ἀποστέλλει ἀνεπιφωράτως τούτοις παρέπεσθαι, καὶ ἐπειδὰν πλτσιάσαντας ἴδοι, παρελάσαντα προφθῆναι τούτων τὴν ἔφοδον [*](3. ἀνδρῶν τοιούτων C, τοιούτων om. P. 6. ἀπορραγῆναι F, ἀποραγῆναι P. 21. δὲ FC, καὶ P.)
198
[*](P. 389) καὶ καταλαβόντα τὸν Baϊμοῦντον τόν τε αὐτόμολον καὶ εἰπεῖν, ὡς αὐτῷ προσχωρήσειε μισήσας τὴν τοῦ βασιλέως διατριβήν, φιλίαν δὲ πρὸς τὸν τύραννον προσποιουμενον καὶ ὡς δή τινα εὔνοιαν κατειπεῖν ἀριδήλως τῶν ἀνδρῶν ἐκείνων, ἐφ’ οὕς τὰ γράμματα, ὡς ἄρα ὁ δεῖνα καὶ ὁ δεῖνα, ὀνομαστὶ τούτους καταριθμήσας, ἐξομοσάμενοι τὴν πρὸς ἐκεῖνον πίστιν βασιλεῖ φίλοι καὶ εὖνοι γεγόνασι καὶ τὰ ἐκείνου φρονοῦσι καὶ ὁρᾶν δεῖ, μή τι κατ’ αὐτοῦ δεινὸν μελε- τήσειαν ἐξ ὑπογύου καὶ πάλαι προεσκεμμενον· ἀλλὰ δὴ καὶ τοῦτο πεπραγματεῦσθαι, ἵνα μή τι δεινὸν τοῖς γραμματοκομισταῖς [*](Β) τούτοις ὁ Βαϊμοῦντος ἐργάσηται. ἐμέλησε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, ὅπως τοὺς μέν καθέτους τούτους ἄνδρας ἀβλαβεῖς διατηρήσειε, τὰ δὲ κατὰ τὸν Βαϊμοῦντον πράγματα συνταράξειε. καὶ οὐκ εἶπε μὲν ταῦτα καὶ συμβεβούλευκεν, οὐ γέγονε δέ; ἀλλὰ προσελθὼν καὶ δι’ ὅρκου λαβὼν τὸ ἀφρόντιστον τῶν γραμματοκομιστῶν ὁ εἰρημένος ἀνὴρ ἀπαγ- γέλλει πάντα κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος. ἐρωτηθεὶς δὲ ὅπη τούτους στοχάζεται ἐφθακέναι, τὴν Πέτρουλαν αὐτοὺς ἔλεγε διελθεῖν. καὶ ἀποστείλας κατέσχε τοὺς γραμματοκομιστὰς καὶ τὰ γράμματα ἀναπτύξας ἰλίγγου τε πλήρης γεγονὼς μικροῦ κατέπιπτε πιστὰ λογισάμενος [*](C) εἶναι. ἐκείνους μέν οὖν παραφυλάττεσθαι ᾠκονόμησεν, αὐτὸς δὲ ἀπρόσιτος ταῖς σκηναῖς ἐν ἲξ ἡμέραις ἦν γνωσιμαχῶν τὸ [*](18. ὅπη F, ὅπου P. 23. ἀπρόσιτος scripsi: ἀπρόϊτος P.) rere, ut Βο
199
τί ἂν χρῆ ποιῆσαι, πολλοὺς παρ’ ἑαυτῷ ἀνελίττων λογισμούς, εἰ χρὴ παραστῆναι τοὺς κονοσταύλους καὶ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Ιΐδον ἐξειπεῖν τὴν κατ’ αὐτοῦ δοθεῖσαν πρόληψιν καὶ εἰ μετὰ τὸν ἔλεγχον παραστῆναι χρὴ ἢ ἄτερ ἐλέγχοι; πρὸς τούτοις δέ καὶ τὸ τινας ἀντ’ αὐτῶν κονοσταύλους ποιήσειε. γενναίους δέ ὄντας τοῖς τοιούτοις κἀντεῦθεν πολλὴν τὴν βλάβην ἐσομένην παρασταλέντων ὑπονοῶν, κατὰ τὸ ἐγχωροῦν τὰ κατ’ αὐτοῖς οἰκονομήσας, οἶμαι δὲ καὶ τὸν κρυπτόμενον νοῦν τῶν γραμμάτων ὑποτοπάσας, μετεληλυθὼς εὐφυῶς τούτους καὶ θαρσήσας ἐπὶ ταὐτοῦ μεμενηκέναι τούτους ξυνεχώρησεν.

[*](D)

Ὁ δέ αὐτοκράτωρ, ἐπεὶ προφθάσας ἀξιόμαχον δύ- ναμιν ἐν πάσαις ταῖς κλεισούραις κατέθετο μετ’ ἐκκρίτων ἡγεμόνων, πᾶσαν τὴν ἀτραπὸν διὰ τῶν καλουμένων ευλοκλασιῶν αὖθις τοῖς Κελτοῖς ἀπετάφρευσεν. εἶχε μὲν γὰρ εὐθὺς ὁ Αὐλών, ἡ Ἱεριχὼ καὶ τὰ Κάνινα ἀνύστακτον φύλακα Μιχαὴλ τὸν κεκαυμένον, ἡ δέ Πέτρουλα Ἀλέξανδρον τὸν Καβάσιλαν μετὰ συμμίκτων πεζῶν στρατιωτῶν, ἄνδρα ἐκθυμότατον καὶ [*](P. 390) πολλοὺς τῶν κατὰ τὴν Ἀσίαν ύρκων κατατροπωσάμενον· τὴν Δεύρην δέ Λέων ὁ Νικερίτης μετὰ ἀποχρώσης ἐφρούρει [*](V. 309) δυνάμεως · τῷ δέ γε Εὐσταθίῳ τῷ Καμύτζῃ τὰς περὶ τὸ Ἄρβανον ἀνατεθείκει κλεισούρας. ὁ δέ γε Βαϊμοῦντος ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας κατὰ τοῦ Καβασίλα τὸν ἀδελχρὴ [*](1. P, correxi. 10. ἐξεχώρησεν C. 13. τὴν scripsi: τὶ P. 15. ἱερι χὼ F, Ιερηχῶ P. 21. ἀνατεθείκει F, ἀνετεθείκει C, ἀνετηθήκει P.)

200
φὸν αὐτοῦ Γίδον καὶ κόμητά τινα Σαρακηνὸν καλούμενον καὶ τὸν Κοντοπαγάνον ἐξέπεμψεν. ἐπεὶ δέ τινα τῶν ὁμορούντων τῳ Ἀρβάνῳ πολίχνια προέφθασαν τῷ Βαϊμούντῳ προσχωρῆσαι, οἱ τούτων ἔποικοι τὰς του Ἀρβάνου ἀτραποὺς ἀκρι- [*](B) βῶς ἐπιστάμενοι προσελθόντες πᾶσαν, ὡς εἶχε, τῆς Δεύρης τὴν θέσιν ἐξηγήσατντο καὶ τὸς λανθανούσας ἀτραποῖς ὑπέδειξαν. τηνικαῦτα ὁ Ιἵδος διχῆ διελὼν τὸ στράτευμα αὐτὸς μὲν τὴν κατὰ πρόσωπον μετὰ τοῦ Καμώζη μάχην ἀνεδέξατο, τὸν δέ γε Κοιτοπαγάνον καὶ τὸν Σαραύτζη καλούμενον κό- μητα παρὰ τῶν Δευριωιῶν ὁδηγουμένους ἐξ ὀπισθίων τῷ Καμύιζῃ ἐπεισπεσεῖν ἐπέταξε. τούτου γοῦν συνδόξαντος ἀμφοῖν, ἐπεὶ ὁ μὲν Γἵδος κατὰ πρόσωπον ἐμάχετο, οἱ δέ γε λοιποὶ κόμητες τῇ παρεμβολῇ τοῦ Καμύτζη ἐπεισπεσόντες ἀπὸ τῶν μεταφρένων δεινὸν τὸν φόνον κατ᾿ αὐτῶν ἀπειργάσαντο, ὡς οὐκ ἐνῆν αὐτῷ πρὸς πάντας μάχεσθαι, [*](C) τραπέντας τοὴς ὑφ᾿ ἑαυτὸν θεασάμενος συνείπετο τούτοις καὶ αὐτός. καὶ πίπτουσι μέν τηνικαῦτα τῶν ῾Ρωμαίων πολλοὶ καὶ αὐτὸς. ὁ Καράς νηπιόθεν τοῖς γνησίοις παρὰ τοῦ αὐτοκράιτορος προσληφθεὶς καὶ καταλεγεὶς καὶ ὁ Σκαλιάριος Τουρκος τῶν ὀνομαστῶν πάλαι κατὰ τὴν ἕω ἡγεμόνων γεγονώς, αὐτομολήσας τῷ βασιλεῖ καὶ τοῦ ἁγίου βαπτίσματος τετυχηκώς. ἀλλὰ ταῦλα μὲν τὰ κατὰ τὸν Καμύζην· ὁ δέ γε Ἀλυάτης μετὰ καὶ ἑτέρων λογάδων τὴν Γλαβινίτζαν φυ- [*](9. Κοντοπαγάνον C, Κοντοπαγάνων P. 14. αὐτοῦ ? 19. Σκαλιάρης C. 20, πάλαι F, πάλιν P. 23. γλαβινίτζαν F, Γλαβηνίτζαν P, Γλαβηνίτλαν C.)
201
λάττων πρὸς τὴν πεδιάδα κατῆλθεν· εἴτε πρὸς πόλεμον εἴτε καὶ κατασκοπήσων τινὰ τόπου θέσιν, Θεὸς ἂν εἰδείη. τυχαίως δ᾿ οὖν συναντῶσι τούτῳ παραχρῆμα κατάφρακτοι [*](D) Κελτοὶ ἄνδρες γενναῖοι καὶ τηνικαῦτα διχῆ διαιρεθέντες οἱ μὲν (πεντήκοντα δέ τὸν ἀριθμὸν ἦσαν) κατὰ πρόσωπον αὐτοῦ σφοδρᾷ τῇ ῥύμῃ ἴενιαι ὅλους χαλάσαντες χαλινούς, οἱ δέ γε λοιποὶ ἐξ ὀπισθίων ἀψοφητὶ τούτῳ παρείποντο. ἢν γὰρ ἑλώδης ὁ τόπος. ὁ δέ Ἀλυάτης τῆς τῶν ὄπισθεν μὴ αἰσθόμενος ἐλεύσεως, ἀλλὰ κατὰ τῶν ἔμπροσθεν ὅλῃ γνώμῃ ἀγωνιζόμενος καὶ χειρὶ λέληθεν ἑαυτὸν, εἰς κίνδυνον συνελάσας. ἐπεισπεσόντες γὰρ τούτῳ οἱ ἐξ ὀπισθίων ἐρχόμενοι καρτερῶς κατ᾿ αὐτοῦ ἐμάχοντο. σιναντήσας δὲ τούτῳ κόμης τις Kovτοπαγάνος καλούμενος βάλλει τοῦτον διὰ τοῦ δόρατος καὶ [*](P. 139) παραχρῆμα ἄπνους κατὰ γῆς ἔκειτο. πίπτουσι δὲ καὶ τῶν σὺν αὐτῷ οὐκ ὀλίγοι. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ τὸν Καντακουζηνὸν μετεπέμψατο, ἄνδρα τοῦτον γινώσκων περὶ τὰς στρατιωτικὰς ἐγχειρήσεις ἱκανώτατον. ἔφθασε γάρ, ὡς ἔφην, καταλαβεῖν τὸν αὐτοκράτορα εἰς τόπον μετακληθεὶς ἀπὸ Λαοδικείας. ἐπεὶ δ᾿ ἀναβολὴν τὰ κατὰ τὸν Βαϊμοῖντον οὐκ εἶχεν, ἀξιόμαχον στρατὸν μετ᾿ αὐτοῦ συνεκπέμπει καὶ τῆς παρεμβολῆς ἔξεισι προεκπέμπων οἶον καὶ πρὸς μάχας ὀτρύνων αὐτόν. ἐφθπκὼς δὲ τὴν κλεισούραν τὴν ἐγχωρίως [*](16. κατακουζηνὸν F; sic semper. 2Ο. εἶχεν F, εἶχε P. 21. οἶον FC, αὐτὸν P.)
202
[*](B)οὕτω καλουμένην Πέτραν καὶ αὐτοῦ που ἐγκαρτερήσας πολλοῖς τε λογισμοῖς καὶ στρατηγικοῖς ἐπιχειρήμασιν ἐφοδιάσας αὐτὸν καὶ τὰ λῴονα ὑποθέμενος· πρὸς Ιλαβινίτζαν χρησταῖς ἐλπίσι θαρσύνας ἐκπέμπει, ἐκεῖνος δέ πρὸς Διάβολιν ἐπανέστρεψεν. ὁ δὲ Καντακουζηνὸς προςπτλάσας ἐν τῷ ἀπέρ- [*](V. 310)χεσθαι πολιχνίῳ τινί τῷ τοῦ Mύλου καλουμένῳ, παραχρῆμα παντοίας κατασκευάσας ἑλεπóλεις ἐπολιόρκει τὸ πολίχνιον. καὶ οἱ ῾Ρωμαῖοι ἀναισχύτως τοῖς τείχεσι προσεπέλαζον καὶ οἱ μὲν πῦρ ἐνιέντες τὰς πύλας ἐνεπίπρων, οἱ δὲ καὶ διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις θᾶττον ἀνῄεσαν. αἰσθόμενοι δ᾿ οἱ πέραθεν τοῦ ποταμοῦ, τοῦ οὑτωσὶ καλουμένου Βούση [*](C) αὐλιζόμενοι Κελτοὶ ὡς πρὸς τὸ τοῦ Μύλου καστέλλιον ἔθεον. οὕς θεασάμενοι οἱ τοῦ Καντακουζηνοῦ σκοποί (βάρβαροι δὲ ἦσαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν) ἐπανατρέχουσιν ἀσυντάκτως πρὸς αὐτὸν καὶ οἰ μυστηριωδῶς περὶ τῶν φανέντων κατήγγελον, ἀλλὰ πόρρω που φωνοῦντες τὴν τούτων ἔφοδον ἔλεγον. ἀκοίσαντες δέ οἱ στρατιῶται τὴν τῶν Κελτῶν ἔφοδον, κἂν τῶν τειχῶν ὑπερέβησαν, κἂν τὰς πύλας ἐνέπρησαν, κἂν ἐν χερσὶ τοῦτο κατέχοντες ἦσαν ἤδη, ἀλλ᾿ ἐκδειματωθέντες ἕκαστος πρὸς τὸν ἴδιον ἀπέτρεχεν ἵππον · [*](1. πολλοῖς FC, παλλοῖς P. 2. στρατηγικοῖς F, στρατιωτικοῖς P. 3. γλαβινίηζαν F, Γλαβηνίτζαν P. 4. ἀνέστρεψεν C. 5 sq. ἐν τῷ ἀπέρχεσθαι πολιχνίῳ τινὶ F, πολιχνίῳ τινὶ ἐν τῷ ἀπέρχεσθαι P. 9. ἐνεπίπρων F, ἐνέπιπρον P. 12. ὡς πρὸς F, πρὸς om. P. μώλου C. 14. ὡς ὁ F, ὡς om. P. ἐδήλωσεν F, ἐδήλωσε P. 16. πόρρω που F, ποῤῥωθεν P. 17. ἔλεγον] ἔλευσιν C. 20. ἀπέτρεχεν F, ἔτρεχεν P.)
203
ἔμφοβοι δὲ ὄντις καὶ συγγυθέντες τὸν νοῦν θάτερος θατέρου ἵππου ἐπέβαινε. πολλὰ γοῦν ὁ Καντακουζηνὸς ἀγωνισάμενος καὶ πολλὰς ἱππασίας κατὰ τῶν ἐκδειματωθέντων ποιήσας “ἀνέρες”, ὡς οὐκ ἔπειθεν, εὐφυῶς τούτους τῆς[*](D) θούριδος ἀλκῆς”, ὡς οὐκ ἔπειθεν, εὐφυῶς τούτους τῆς πτοίας ἀνήνεγκε φάμενος ὡς “οὐ χρή τὰς ἑλεπόλεις καταλιπεῖν λιπεπῖν τοῖς ἐχθροῖς καθ᾿ ἡμῶν ὄργανα, ἀλλὰ πῦρ εἰς αὐτὰς ἐμβαλεῖν κᾆθ᾿ οὕτως εὐσυντάκτως ὑποχωρεῖν”. παραχρῆμα γοῦν μάλα προθύμως ἐπλήρουν οἱ στρατιῶται τὸ προσταττόμενον καὶ οὐ τὰς ἑλεπόλεις μόνον, ἀλλὰ καὶ τὰ [*](Ρ. 392) κατὰ τὸν ποταμὸν Βούσην ἱστάμενα πλοῖα ἐνέπρησαν, ὡς μὴ ῥᾳδίως οἱ Κελτοὶ διαπερᾶν ἔνθεν ἔχοιεν. αὐτὸς δὲ ἀναποδίσας μικρὸν καὶ πεδιάδι τινὶ ἐντυχὼν δεξιόθεν μὲν τὸν καλούμενον Χαρζάνην ποταμὸν ἐχούσῃ, ἐξ εὐωνύμου δὲ ἑλώδη τινὰ τόπον καὶ βαλτώδη καὶ συγχρησάμενος τούτοις ὡς ὀχυρώμασιν αὐτοῦ που τὸν χάρακα ἐπήξατο. οἱ δὲ ῥηθέντες Κελτοὶ παρὰ τῷ χείλει τοῦ ποταμοῦ γενόμενοι τῶν πλοίων ἤδη προεμπρησθέντων ἀστοχήσαντες ἀδελφὸς Γίδος κεχηνότες ὑπέστρεφον. ὁ δὲ τοῦ Βαϊμούντου ἀδελφὸς Γίδος τὰ ξυμβάντα πυθόμενος παρ᾿ αὐτῶν ἄλλην ἐτράπετο καὶ στρατιώτας γενναίους τῶν ὑπ᾿ αὐτὸν διελόμενος πρὸς ῾Ιεριχὼ καὶ τὰ Κάνινα ἐξέπεμψε. καταλαβόντες οὖν τὰ ὑπὸ τοῦ[*](B) [*](1. σηχυθέντες F, συνθέντες P. θάτερος F, ἁτέρος sic P. 2. ἵππου F, ἵππον P. ἐπέβαινε F, ἐπέβανεν P. 7. ἐχθροῖς F, ἐναντίοις P. 8. οἵτως F, οὕπως F. 15, συγχρησαμενοι P, correxi. 16. ἐπήξατο F, ἐπήξαντο P.)
204
Κεκαυμένου Μιχαὴλ τηρούμενα τέμπη (ἐκεῖνον γὰρ φύλακα τούτων ἐπέστησεν ὁ αὐτοκράτωρ) καὶ συμμάχῳ τῷ τόπῳ χρησάμενοι καὶ θαρρήσαντες τρέπουσι ξυμβαλόντες κατὰ κράτος. ἀνὴρ γὰρ Κελτός, ἐπὰν ἐν στενωπῷ τοῖς ἐχθροῖς ἐντύχοι, ἀκάθεκτος γίνεται, ὥσπερ έν πεδιάσι λίαν εὐάλωτος.

Θαρσήσαντες οὑν ὡς πρὸς τὸν Καντακουζηνὸν αὖθις ἐπανατρέχουσιν. ἐπεὶ δὲ τὸν τόπον, οὗπερ ἔφθασεν ὁ Καντακουζηνός. ὡς εἴπομεν, τὸν χάρακα πήξασθαι, μὴ προσβοηθοῦντα τούτοις ἐγνώκεσαν, δειλιάσαντες ἀνεβάλοντο τὴν μάχην. ὁ δὲ αἰτῶν αἰσθόμενος τῆς ἐφόδου δι᾿ ὅλης νυκτὸς [*](C) ξυμπάσῃ στρατιᾷ τὴν τοῦ ποταμοῦ περαίαν κατέλαβεν. ἡλίου δὲ τοῦ ὁρίζοντος μήπω ὑπερκίψαντος αὐτός τε θωρακισάμενος καὶ ἅπαν ὁπλίσας τὸ στράτευμα τὴν μέσην τῆς παρατάξεως εἶχε χώραν προμετώπιος, οἱ δὲ Τοῦρκοι ἐξ εὐωνύμου· ὁ δέ γε Ἀλανός ῾Ρωσμίκης τὸ δεξιὸν διεῖπε κέρας μετὰ [*](V. 3l1) τῶν ὑπ᾿ αὐτὸν ὁμοχθόνων. τοῦς δὲ Σκύθας προέπεμψε κατὰ τῶν Κελτῶν ἐντειλάμενος δι᾿ ἀκροβολισμοῦ ἐπισπᾶσθαι τούτους καὶ βάλλειν μὲν συχνῶς, ὑπεκφεύγειν δὲ αὖθις καὶ παλιμπορεύτῶς, γίνεσθαι. καὶ οἱ μὲν προθύμως ἀπῄεσαν, ἤνυσαν δὲ οὐδαμῶς, ἐπείπερ οἱ Κελτοὶ συνησπικότες οὐδ᾿ ὅλως τῆν [*](D) παράταξιν ἔλυον, ἀλλὰ βραδεῖ ποδὶ συντεταγμένοι λίαν ἤεσαν. ὡς δὲ κατὰ τὰ προσήκοντα μέτρα τῆς μάχης ἄμφω τὰ στρα- [*](2. ἔστησεν C. 3. ξυμβαλόντες om. C. 4. ἐν addidi. ἐντύχοι F, ἔτυχεν P. 5. πεδιάσι F, πεδιάδι P. 9. ἐγνώκεσαν P, ἐγνώκεισαν P. ἀνεβάλοντο F, ἀνεβάλλοντο P. 12. δὲ τοῦ F, τοῦ om. P. 15. ῾Ρωσμίκης] infra (205, 7) ῾Ρωμίσκην. 17. ἐπισπᾶσθαι F, ἐπισπάσασθαι P.)

205
τεύματα ἐλήλυθεσαν, οἱ μέν Σκύθαι οὐκέτι βάλλειν ὀϊστοὺς ήσύναντο σφοδρᾷ τῇ ῥὑμῃ τῶν Κελτῶν αἰτῶν ἐξιππασαμένων, ἀλλ’ ἐδίδουν εὐθὺς τοῖς Κελτοῖς τὰ μετάφρενα. τούτοις ἐπαμύνειν οἱ Τοῦρκοι προθυμηθέντες προσέβαλον· καὶ οἶδέ τούτων λόγον ὅλως ποιησάμενοι οἱ Κελτοὶ ἐκθυμότερον [*](Ρ. 393) ἐμάχοντο. ὁ δὲ Καντακουζηνὸς ἡττωμένοις ἀπαρτὶ τούτους ὀρῶν τὸν ἐξουσιοκράτορα Ῥωμίσκην τὸ δεξιὸν ἐπέχοντα κέρας μετὰ τῶν ὑπ᾿ αὐτόν Ἀλανοὶ δέ ἴσαν ἄνδρες μαχιμώτατοι) τὴν μετὰ τῶν Κελτῶν μάχην ἐπέτρεψεν. ἀλλὰ καὶ οὑτος προσβαλὼν ὀπισθόπους ἐφαίνετο καίπερ ὡς λέων δεινὸς κατ’ αὐτῶν βρυχώμενος. ὡς δὲ καὶ τοῦτον ἡτττώμενον ὁ Καντακουζηνὸς ἐθεάσατο ἐπιρρώσας ἑαυτὸν ὥσπερ ἐξ ὁρμητηρίου τινὸς κατὰ μέτωπον τῆς τῶν Κελτῶν παρατάξεως ἴεται καὶ καὶ εἰς μέρη πολλὰ διαλύσας τὸ στράτευμα τρέπει τοῖς Κελτοὺς κατὰ κράτος διώξας ἄχρι πολιχνίου [*](B) τοῦ καλουμένου Μύλου πολλοὺς μὲν τῆς δευτέρας τύχης καὶ τῶν μειζόνων ἀνελών, τινὰς δὲ καὶ τῶν ἐπιφανῶν κομήτων ζωγρήσας, τόν τε Οὐβον * ἀδελφὸν Ῥιτζάρδον καλούμενον καὶ τὸν Κοντοπαγάνον νικητὴς ὑπέστρεψεν. ἀκριβεστέραν τοίνυν τὴν νίκην τῷ βασιλεῖ παραστῆναι βουλόμενος πολλῶν Κελτῶν κεφαλὰς τοῖς δόρασι περιπείρας καὶ τοὺς μείζονας [*](4. ἐπαμύνειν F, ἐπαμοίβειν P. προσέβαλον f, 8. δὲ scripsi: κὼ P. 18. Οὐβον C, Οὔβου Ρ. καὶ ἀδελφὸν P, καὶ om. FC: lacunam signavi; fortasse talia καὶ τὸν αὐτοῦ post Οὖβον interciderunt. 20. τὴν C, τὸν P.)
206
τῶν κατασχεθέντων, Οὐβον καὶ τὸν Κοντοπαγάνον καλούμενον, παραχρῆμα ἐξέπεμψεν. ἐνταῦθα δὲ γενομένη καὶ πρὸς λύχνων ἁφὰς τὸν κάλαμον ἐπισύρουσα μικρὸν πρὸς [*](C) τὴν γραφὴν ἐπινυστάζουσα ἐπαισθάνομαι τοῦ λῴου ἀπορ- ρέοντος. ὅπου γὰρ βαρβαρικῶν ὀνομάτων ἐξ ἀνάγκης ἀπαιτεῖται χρῆσις καὶ ἀλλεπαλλήλων ὑποθέσεων διήγησις, τὸ σῶμα τῆς ἱστορίας καὶ τὸ συνεχές τῆς γραφῆς κατ’ ἄρθρα ἔοικε διακόπεσθαι· καὶ οὐ νέμεσις τοῖς γε εὔνως ἐντυγχάνουσι τῇ γραφῆ. ὡς δὲ ὁ μαχιμώτατος Βαϊμοῦντος ἱν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἑώρα ἔκ τε θαλάσσης ἔκ τ' ἠπείρου βαλλόμενος, ὡς καὶ τῶν χρειωδῶν αὐτῷ ἐπιλειπόντων ἤδη πάντοθεν ἐξαπορούμενος, ἱκανὸν ἀποδιελὼν στράτευμα [*](D) πρὸς τὰς κατὰ τὸν Αὐλῶνα καὶ τὴν Ἱεριχὼ καὶ τὰ Κάνινα διακειμένας πόλεις πέπομφεν ἁπάσας ληΐσασθαι. ἀλλ’ οὐδ’ ὁ Καντακουζηνὸς ἠμέλει οὔτε νήδυμος ὕπνος ἔσχε τὸν ἄνδρα κατὰ τὸν ποιητήν, ἀλλὰ γοργῶς τὸν Βεροΐτην μετὰ ἀξιομάχου στρατιᾶς ἀντίπαλον τοῖς Κελτοῖς ἐξέπεμψεν. [*](P. 394) ἡττᾷ μὲν οὑν αἰτοὺς καταλαβὼν παραυτίκα καὶ οἷόν τι πόρισμα [*](V. 321) τὰς τοῦ Βαϊμούντου ναῦς ἐν τῷ ἐπανέρχεσθαι πυρπολήσας διεληλύθει. ὡς ᾔσθητο δέ ὁ τυραννικώτατος Βαϊμοῦντος τῆς τῶν πεμφθέντων ἥττης, ὡσπερ μηδένα τοῦ στρατεύματος ἀπολωλεκὼς κατέπιπτεν οὐδαμῶς· μᾶλλον μέν [*](3. λύχνων F, λίχνων P. 4. ἀπορρέοντος F. ἀπορέοντος P, ὑπορέοντος C. 10. τ’ A, τε P. 12. πάντοθεν F, παντα- χόθεν P. 22. μᾶλλον . . . (p. 208, 20) οὐδαμῶς om. C.)
207
οὖν καὶ θαρραλεώτερος ἐφαίνετο κὼ ἀποδιελόμενος αὖθις πεζοὺς καὶ ἱππεῖς πρὸς μάχας ἐκθυμοτάτους εἰς χιλιάδας ἲξ ποσουμένους κατὰ τοῦ Καντακουζηνοῦ ἐξαπέστειλεν οὶόμενος αὐτοβοεὶ αἰρήσειν σὺν τῷ Ῥωμαϊκῷ στρατεύματι καὶ αὐτὸν τὸν Καντακουζηνόν. ἀλλ’ ἐκεῖνος σκοποὺς ἀεὶ τοῖς ἐφεδρεύοντας τὰ Κελτικὰ πλήθη ἔχων μεμαθηκῶς τὴν αὐτῶν τῶν ἐπέλευσιν ωθκτὸς τὴν στρατιωτικὴν ὡπλίζετο πανοπλίαν [*](Β) καὶ ὥπλιζε τοὺς στρατιώτας σφαδάζων ἐπεισπεσεῖν αὐτοὺς κατὰ τὸ περίορθρον. ὡς δ' οἱ Κελτοὶ κεκοπιακότες παρὰ τῷ χείλει Βούσῃ τοῖ ποταμοῦ ῥᾳστώνης μικρᾶς ἕνεκα κατεκλίθησαν, αἰτοῦ που καταλαμβάνει τουτους μειδιώσης ἀπαρτὶ τῆς ὴμέρας καὶ παραχρῆμα ἐπιθέμενος Πολλοῖς μέν ζωγρίαν ἄγει, πλείονας δὲ κτείνει· οἱ δέ γε λοιποὶ ταῖς δίναις τοῦ ποταμοῦ παρασυρέντες ἀπεπνίηγσαν καὶ φεύγοντες λύκον περιέτυχον λέοντι. τοὺς μὲν οἶν κόμητας ἅπαντας πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψε κᾆθ’ οὕτως ἀνέρχεται πρὸς τὸν Τίμορον. τόπος δὲ οὑτος ἑλώδης καὶ δύσβατος. κεῖθι γοῦν ἑβδόμην ἡμέραν ἐγκαρτερησας μετρητοῖς σκοποῖς ἐν διαφόροις [*](C) ἐξέπεμπε τόποις περιαθρεῖν τὰ περὶ τὸν αϊμοῦντον καὶ γλῶτταν αἰτῶ ἐκεῖθεν κομίσαι, ὡς τὰ κατὰ τὸν βαϊμοῦντον πυθόμενος ἀκριβέστερον ἐγνωκέναι. ἐντυγχάνουσι δέ τυχαίως οἱ πεμφθέντες Κελτοῖς ἑκατὸν σχεδίας εὐτρεπίζουσι, δι’ ὧν τὸν ποταμὶν διανηξάμενοι τὸ πρὸς τὴν περαίαν διασκοποὺς [*](5. F, σκοπὸς P.)
208
κείμενον πολίχνιον αἱρήσειν ἠβούλοντο. τούτως ἀθρόον ἐπεισπεσόντες ζωγροῦσι μικροῦ ἅπαντας καὶ αὐτὸν τὸν τοῦ Βαϊμούντου ἐξάδελφον εἰς δέκατον πόδα ἀνέλκοντα τὸ μέγεθος, εὺρὺν δὲ καθάπερ τινὰ ἄλλον Ἡρακλῆν. καὶ ἦν ἰδεῖν καινόν τι, τὸν μέγαν ἐκεῖνον γίγαντα καὶ τῷ ὄπι πελώριον ὑπὸ πυγμαίου κατασχεθέντα Σκυθιδίου. παρεκελεύσατο δέ [*](D) ὁ Καντακουζηνὸς τοὺς κατασχεθέντας ἀποστέλλων τὸν πυγμαῖον Σκύθην δέσμιον τὸν πελώριον ἐκεῖνον εἰσάξαι τῷ αὐτοκράτορι άστεϊζόμενος τάχα πρὸς τὸν αὐτοκράτορα. ὡς [*](P. 395) δὲ φθάσαντας τούτους ὁ βασιλεῖς μεμαθήκει, ἰπὶ τοῦ βασιλικοῦ προκαθίσας θρόνοι· ἐκέλευσεν εἰσάγεσθαι τοὺς δεσμώτας· εἴσεισι δὲ καὶ ὁ Σκύθης μηδ’ ἄχρι γλουτοῦ φθάνων τοῦ γιγαντιαίου ἐκείνου Κελτοῦ δέσμιον τοῦτον ἐπαγόμενος. εὐ- θὺς οἷν γέλως πάντων ὦρτο πολύς. καὶ τοὺς μέν λοιποὺς κόμητας φρουρὰ διεδέξατο · * *

Οὔπω μικρὰν ἐπιμειδιάσαντος τοῦ αύτοκρατορος ἐπὶ τῷ τοῦ Καντακουζηνοῦ κατορθώματι ἑτέρα τις ἀπόφημος κατέλαβεν ἀγγελία φόνον ἀμύθητον τῶν μετὰ τοῦ Καμύτζη καὶ τοῦ Καβασίλα Ῥωμαϊκῶν ταγμάτων μηνύουσα. κατέπιπτε μὲν οὖν οὐδαμῶς ὁ αὐτοκράτωρ, καίτοι σφόδρα δηχθεὶς τὴν [*](Β) καρδίαν καὶ ἀνιώμενος ἐπιστενάζων τε τοῖς πεσοῦσιν, ἔστιν οὗ καὶ δακρύων τὰ καθ’ ἕκαστον, ἀλλὰ Κωνσταντῖνον τὸν [*](1. πολίχνιον F. πολύχνιον P. 2. ζωγροῦσι F, ζωγροῦς P. 4. εὔρην ἑ, correxi. 14. λοιποὺς] τοιούτους A. 15. lacunam signavi. 16. οὔπω δὲ Α. 20. δηχθεὶς F (corr. m. 1.) 22. τὰ scripsi: τὸν P, καθ’ F, κατ’ P.)

209
Γαβρᾶν, ἄνδρα ἀρηίφιλον καὶ πῦρ κατὰ τῶν ἐναντίων πνέοντα, μεταπεμψάμενος εἰς τὴν οὕτω καλουμένην Πέτρουλαν [*](V. 313) ἀπέστειλε κατασκεψόμενον, ὅθεν οἱ Κελτοὶ εἰς τὰ τέμπη ἐμπεσόντες τὸν τοσοῦτον φόνον εἰργάσαντο καὶ ἀποταφρεῦσαι τοῦ λοιποῦ τούτοις τὴν δίοδον. δυσχεραίνοντος δέ τοῖ Γαβρᾶ καὶ πρὸς τὴν ἐπιχείρησιν οἶον ἀποκναίοντος (οἰηματίας γὰρ ὁ ἀνὴρ καὶ μεγάλοις ἐγχειρεῖν ἐφιέμενος πράγμασι) Μαριανὸν τὸν Μαυροκατακαλὼν παραχρῆμα, τὸν ἔτι ἀδελφῇ γαμβρὸν τοὐμοῦ Καίσαρος, ἄνδρα ἀρειμάνιον καὶ διὰ πολλῶν ἀνδραγαθημάτων τοῦτο παραστησάμενον φιλούμενόν τε λίαν [*](C) παρὰ τοῦ αὐτοκράτορος μετὰ χιλίων γενναιοτάτων ἀνδρῶν ἐκπέμπει. οἶς καὶ πολλοὺς τῶν τοῖς Πορφυρογεννήτου καὶ τὠμῷ Καίσαρι ἐξυπηρετουμένων σφαδάζοντας πρὸς μάχην συγκαταλέξας ἐξέπεμψεν. ἐδεδίει μέντοι πρὸς τοῦτο καὶ οὐτος, ἀλλ’ ὅμως σκοπήσων εἰς τὴν ἰδίαν ἀπῄει σκηνήν. περὶ μέσας δὲ φυλακὰς τῆς νυκτὸς γράμματα τοῦ Λαντούλφου κατέλαβε ξυνόντος τῷ τότε μετὰ Ἰσαακίου τοῦ Κοντοστεφάνου θαλασσοκράτορος τυγχάνοντος κατατρέχοντα αἰτῶν τε τῶν Κοντοστεφάνων τοῦ τε Ἰσαακίου καὶ τοῦ αὐταδέλφου αὐτοῦ Στεφάνου καὶ τοῦ Εὐφορβηνοῦ ὡς καταρραθυμούντων τοῦ πορθμοῦ Λογγιβαρδίας καὶ ἐξερχομένων ἐνίοτε πρὸς [*](D) τὴν ἤπειρον χάριν ῥᾳστώνης, προκειμένου τοῖς γράμμαἐναντίνω] [*](1. Ῥωμαίων C. 3. τὰ τέμπη F, τὴν τέμπην P. 9. τοῦ μοῦ P, correxi. 12. τοῖς F, τῆς P. πορφυρογεννήτου F, Πορφυρογενήτου P. 13. τῷ μῷ P, correxi. 14. ἐξέπεμψεν F, ἐξέπεμψε P. 16. φυλακὰς τῆς F, τῆς φυλάκὰς Ρ. 21. περὶ F.)
210
σιν ὅτι “κἂν σύ, βασιλεῦ, τὰς προνομὰς καὶ ἐκδρομὰς τῶν Κελτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ κωλύων ἦσθα, ἀλλὰ τούτων ἀναπεπτωκότων καὶ ἐπινυσταζόντων ἔτι περὶ τὴν φυλακὴν τοῦ πορθμοῦ Λογγιβαρδίας σχολὴν ἐξ ἀνάγκης οἱ πρὸς τὸν Βαϊμοῦντον διαπλωϊζόμενοι καὶ τὰ πρὸς χρείαν κομίζοντες ἔχουσιν. οἱ γὰρ ἀπὸ Λογγιβαφδίας πρὸ μικροῦ πρὸς τὸν Βαϊμοῦντον τὸν ἀπόπλουν ποιησάμενοι τὸν ἐπιπνέοντα τούτοις εὔθετον [*](P. 396) ἐπιτηρήσαντες ἄνεμον (καὶ γὰρ νότοι μέν εὐρεῖς εὔθετοι τοῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸ Ἰλλυρικὸν διαπλέουσίν εἰσιν, οἱ δέ γε βορεῖς ἀνάπαλιν), πτερώσαντες τὰς ναῦς τοῖς λαίφεσι τὸν πρὸς τὸ Ἰλλυρικὸν ἀπόπλουν τότε ἐθάρρησαν. σφοδρῶς δέ ὁ νότος ἐπιπνέων προσορμίσαι μέν εἰς τὸ Δυρράχιον οὐδαμᾶς παρεχώρει, παραπλεῦσαι δὲ τὴν ἠιόνα Δυρραχίου καὶ τὸν Αὐλῶνα καταλαβεῖν ἠνάγκασε. κεῖθι δέ τὰς μυριοφόροτς ὁλκάδας προσορμίσαντες δυνάμεις τε πολλὰς ἐξ ἱππέων καὶ πεζῶν συνεπαγόμενοι καὶ τὰ ζωαρκῆ ἅπαντα τῷ Βαϊμούντηῳ προσαγηόχασι. κἀντεῦθεν πανηγύρεις πολλὰς συνεστήσαντο, [*](Β) ὡς ἀφθονώτερον ἐκεῖθεν οἱ Κελτοὶ τὰ πὼς διοίκησιν ἐμπορεύωνται.” ὁ δέ βασιλεὶς θυμοῦ πλησθεὶς τὸν Ἰσαάκιον πολλὰ κατεμέμψατο καὶ ἀπειλησάμενος, εἰ μὴ διορθώσοιτο, ἀνυστάκτως ἐγρηγορέναι ἀνέπεισεν. ἐπεὶ δέ μὴ κατὰ γνώμην τῷ Κοντοστεφάνῳ ἐπεραίνετο (καὶ γὰρ ἅπαξ καὶ δὶς ἐπιπροσηγηόχασι [*](17. F. 18. ἐκεῖθεν οἱ F, ἐκεῖθεν om. Ρ. 19. * τὸν F, 20. διορθώσοιτο F, διορθώσατο P. 21. ἀνέπεισεν F, ἀνέπεισε Ρ. 22. ἐπιχειρήσας F, ἐπιχειρίσας P.)
211
χειρήσας τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας ἀπεῖρξαι ἡμάρτανε τοῦ σκοποῦ · μέσον γὰρ τοῦ πορθμοῦ καταλαμβάνων, ἐπεὶ τοὺς Κελτοὺς ἐξ οὐρίας πλέοντας ἑώρα τά θ᾿ ἱστία ἀναπετάσαντας καὶ σφοδρὸν τὸν ἀπόπλουν ποιουμένους, οὐχ οἶός τε ἦν πρὸς τοὺς Κελτοὺς ἅμα καὶ τοὺς ἀνέμοις ἀπομάχεσθαι κατὰ πρώραν τοῦ πνεύματος τσταμένου· ούδὲ γὰρ τὸν ῾Ηρακλέα πρὸς δύο φασί· τῇ βίᾳ τοίνυν [*](C) τοῦ πνεύματος παλίνορσος ἐγίνετο), ἐπὶ τούτοις ὁ αὐτοκράτωρ διεπρίετο· διαγνοὺς δέ, ὅτι οὐχ ὅπη προσήκει τὸν ῾Ρωμαϊκὸν στόλον ὁ Κοντοστέφανος προσώμισε καὶ διὰ [*](V. 314) τοῦτο αὐτὸν οἱ νότοι ἀπείργουσιν εὔθετον τοῖς Κελτοῖς μᾶλλον τὸν πλοῦν παρεχόμενοι, διαγράψας τὴν τῆς Λογγιβασρίας ἠϊόνα καὶ τοῦ Ἰλλυρικοῦ καὶ τοὺς παρ᾿ ἑκάτερα διακειμένους λιμένας ἀπέστειλε τῷ Κοντοστεφάνῳ ὑποδείξας ἐν γράμμασι, καὶ ὅπη δεῖ προσορμίσαι τὰς ναῦς καὶ ὅθεν οὐρίου τύχοι τοῦ πνεύματος κατὰ τῶν διαπλωϊζουένων Κελτῶν ἐξορμῶν. ἀνέρρωσέ τε αὖθις τὸν Κοντοστέφανον καὶ ἔργου ἅψασθαι ἀνέπεισεν. ἀνακτησάμενος οὖν ἑαυτὸν ὁ Ἰσαάκιος καὶ καταλαβὼν οὗπερ ὁ αὐτοκράτωρ αὐτῷ παρεκελεύσατο [*](D) τὰς ναῦς προσώκειλε. καὶ καιρὸν ἐπιτηρήσας, ὁπηνίκα οἱ ἄπο Λογγιβαρδίας μετὰ πολλῆς παδσκευῆς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ἐποιοῦντο, ἀνέμου δεξιοῦ τηνικαῦτα [*](2. μέσου F. 9. ὅπη F, ὅπου P. προσήκει F, προσήκοι P. 15. ὅπη F, ὅποι P. 16. τύχοι F, τύχῃ P. 17. ανέρρωσε F, ἀνέρωσέ P.)
212
ἐπιπνέοντος δέχεται τούτους τοῦ πορθμοῦ μέσον καἰ τινα μὲν τῶν λῃστρικῶν πλοίων πυρίκαυστα πεποίηκε, πλείω δὲ καὶ αὔτανδρα τῷ βυθῷ παρέπεμψεν. οὔπω ταῦτα μεμαθηκὼς ὁ βασιλεύς, ἀλλὰ πρὸς τὰ παρὰ τοῦ Λαντούλφου γραφέντα καὶ αὐτοῦ δουκὸς Δυρραχίου ἐγκείμενον ἔχων τὸν [*](P. 397) νοῦν, ἑτέρου λογισμοῦ γεγονὼς παραχρῆμα τὸν ἤδη ῥηθέντα Μαριανὸν τὸν Μαυροκατακαλὼν μεταπεμψάμενος ἐκεῖθεν δοῦκα τοῦ στόλου προχειρίζεται, τὰ δέ τῆς Πετρούλας ἑτέρῳ ἀνατίθησιν. οὗτος οὑν ἀπελθὼν καὶ κατά τινα συντυχίαν εὐθὺς ἐντυχῶν ταῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλωϊζομέναις λῃστρικαῖς καὶ φορτηγοῖς ναυσὶ κατέσχεν ἁπάσας πλήρεις παντοίων ἐδωδίμων. καὶ τοῦ λοιποῦ ἄγρυπνος φύλαξ τοῦ ἀναμεταξὺ Λογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τυγχάνων οὐ συνεχώρει τὸ παράπαν τοῖς Κελτοῖς τὸν πρὸς τὸ Δυρράχιον ἀπόπλουν.

Ὁ δέ γε αὐτοκράτωρ περὶ τοὺς πρόποδας τ,ῶν κλεισουρῶν [*](Β) καὶ κατὰ τὴν Διάβολιν αὐλιζόμενος ἀπεῖργε μὲν τοὺς προχωρῆσαι τῷ Βαϊμούντῳ ὠδίνοντας, ὡσεὶ νιφετοὺς δέ πρὸς τοὺς τὰς κλεισούρας τηροῦντας ἐξέπεμπεν ἑκάστῳ ὑποτιθέμενος, ὁπόσοις εἰς τὴν πεδιάδα Δυρραχίου ἐξαποστέλλειν κατὰ τοῦ Βαϊμούντου καὶ ὁποῖον τὸ τοῦ πολέμου σχῆμα διατυποῦν τοὺς κατερχομένους χρὴ ἐν τῷ μάχεσθαι, τὰ πλεῖστά τε προτρέχειν τοῖς ἵπποις καὶ αὖθις ἀνθυπονοσἐπιπνέοντος [*](1. F, ἐπιπεσόντος P. 7. μαυροκατακαλὼν F, μαυροκατακαζὼν Α, Μαυροκατακαλὸν P. 17. Δίαβολιν F, Δεάβολιν P. ἀπεῖργε Possinus in mg.: ἀπῆγχε FP.)

213
τεὶν καὶ οὕτω πάλιν καὶ πάλιν ποιοῦντας διὰ τῆς τοξείας μάχεσθαι τοὺς δέ τὰ δόρατα φέροντας ὄπισθεν αὐτῶν βραδεῖ ποδὶ στείχειν, ἵν’ εἴ που γένηται τοῖς τοξόταις πλέον τοῦ δέοντος πρὸς τὰ ὄπισθεν παρασυρῆναι, δέχωνται τούτους, ἅμα δέ καὶ τὸν εἰς χεῖρας τούτων ἴσως ἐλθόντα Κελτὸν πλήττοιεν. ἐπεχορήγει δὲ δαψιλῆ τούτοις τὰ βέλη παρακελευόμενος [*](C) μὴ φείδεσθαι τούτων ὅλως, ἀλλὰ κατὰ τῶν ἵππων μᾶλλον ἢ τῶν Κελτῶν ἐπιτοξάζεσθαι, τοῦτο μὲν εἰδὼς ὅτι ὅσον ἐπὶ τοῖς θώραξι καὶ τοῖς σιδηροῖς χιτῶσι δλτστρωτοι ἦσαν ἢ καὶ παντάπασιν ἄτρωτοι. βάλλειν οὖν μάτην καὶ πάντη ἀνόητον ᾤετο. ὅπλον γὰρ Κελτικὸν χιτών ἐστι σιδηροῦς κρίκος ἐπὶ κρίκῳ περιπεπλεγμένος καὶ τὸ [*](V. 315) σιδήριον ἀγαθοῦ σίδηροι; ὥστε καὶ βέλος ἀπώσασθαι ἱκανὸν καὶ τὸν χρῶτα φυλάξαι τοῦ στρατιώτου. προσθήκη δέ τῆς [*](D) φυλακῆς καὶ ἀσπὶς οὐ περιφερής, ἀλλὰ θυρεὸς ἀπὸ ἀρξάμενος καὶ εἰς ὀξὺ καταλήγων καὶ τἄνδον ἠρέμα ὑποκοιλαινόμενος, λεῖος δὲ καὶ στίλβων κατὰ τὴν ἔξωθεν [*](Ρ. 398) ἐπιφάνειαν καὶ ἐπ’ ὀμφαλῷ χαλκοχύτῳ μαρμαίρων. βέλος τοίνυν, κἂν Σκυθικὸν εἴη, κἂν Περσικόν, κἂν ἀπὸ βραχιόνων ἀπορριφείη γιγαντικῶν, ἐκεῖθεν ἀποκρουσθὲν πρὸς τὸν πέμψαντα. διὰ ταῦτα τοίνυν ἔμπειρος ὢν, οἶμαι, ὁ βασιλεὺς τῶν Κελτικῶν ὅπλων καὶ τῶν ἡμετέρων τοξευμάτων [*](4. τὰ F, τὰς P. 18, ὀμφαλῷ F, ὀφθαλμῷ P. 20. παλινδρομήσειε F, παλινδρομήσειεν P. 21. ὢν F, ὢν P.)
214
ἀφεμένους τῶν ἀνδρῶν τοῖς ἵπποις μᾶλλον ἐπιθέσθαι παρεκελεύετο καὶ καταπερᾶν αὐτοὺς τοῖς τοξεύμασι παρῄνει, ἅμα δὲ καὶ ἵνα τῶν ἵππων ἀποβεβηκότες εὐχείρωτοι γένοιντο. Κελτὸς γὰρ ἀνήρ ἔποχος μὲν ἀκατάσχετος καὶ κἂν τεῖχος [*](B) διατετρήνειε Βαβυλώνιον, ἀποβεβηκὼς δὲ τοῦ ἵππου ἄθυρμα τοῖς ἐθέλουσι γίνεται. γινώσκων γὰρ τὸ διάστροφον τῶν συνεφεπομένων αὐτῷ οὐκ ἤθελε τὰς κλεισούρας ὑπερβῆναι, καίτοι πολλὰ σφαδάζων δημοσίαν τὴν τοῦ Βαϊμούντου μάχην αὐτὸς ἀναδέξασθαι, καθά γε καὶ πάλαι πολλάκις ἡμῖν δεδιήγητο. ἦν γὰρ πρὸς τὰς μάχας παντὸς ξίφους τομώτερος, ἄτρεπτος τὴν γνώμην καὶ παντάπασιν ἀκατάπληκτος· ἀλλὰ τὰ συμπεσόντα οἱ ἀπεῖργε τοῦ ἐγχειρήματος δεινῶς αὐτοῦ τὴν ψυχὴν ἐκπιέζοντα. στενοχωρούιιενος οὖν ὁ Βαϊμοῦντος ἀπό τε ἠπείρου καὶ θαλάσσης (καὶ γὰρ ὁ μὲν αὐτοκράτωρ οἶον θεατὴς τῶν κατὰ τὴν πεδιάδα τοῦ Ἰλλυρικοῦ πραττο- [*](C) μένων καθῆστο, κἂν ὅλῃ ψυχῇ καὶ γνώμῃ καὶ συμπαρῆν τοῖς μαχομένοις καὶ τῶν αὐτῶν ἐκείνοις ἱδρώτων καὶ πόνων μετεῖχεν, εἰ μή που καὶ πλείω τις φαίη, ἐρεθίζων πρὸς μάχας καὶ πολέμους τοῦς κατὰ τὰς ἀκρολοφίας τῶν κλεισουρῶν κατατεθέντας ἡγεμόνας καὶ ὑποτιθέμενος, ὅπως χρὴ προσβάλλειν τοῖς Κελτοῖς · ὁ δέ γε Μαριανὸς τοῦ ἀναμεταξὺ Αογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τὰς κελεύθους ἐπιτη- [*](2. καταπερᾶν Elbcrlingius : καταπεροῦν P. 5. διατερήνειε ἑ F, διατετρήνεις P. 9. πάλαι F, πάλιν P. 14. θαλάσσης F, θαλάττης P. 16. καὶ συμπαρῆν F, καὶ om. P. 17. ἐκεῖωνω F. 20. ὅπως C, ὅπερ P.)
215
ρῶν ἀπεῖργε παντάπασι τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντα, οὐ τριάρμενον οὐδὲ μυριοφόρον ὁλκάδα οὐδὲ μυοπάρωνα δίκωπον τὸ παράπαν ξυγχωρῶν πρὸς τὸν Βαϊμοῦντον διαπερᾶν) καὶ αὐτῶν γοῦν τῶν διὰ θαλάττης κομιζομένων τροφίμων ἐκλειπόντων αὐτῷ καὶ τῶν διὰ ξηρᾶς [*](D) ἐπιτιθεμένων σὺν ἐμπειρίᾳ πολιὴ τὸν πόλεμον ἑώρα προβαίνοντα (ὁπηνίκα γὰρ τοῦ χάρακος χορταγωηίας χάριν ἐξᾐει [*](P. 399) τις ἢ καί τινων συγκομιδῶν ἄλλων ἢ καὶ τοὺς ἵπποις εἰς ποτὸν ἐξήλαυνον, ἐπετίθεντο τούτοις οἱ Ῥωμαῖοι καὶ τοὺς πλείονας ἀνᾐρουν, ὡς κατὰ μικρὸν τὸ αὐτοῦ δαπανᾶσθαι στράτευμα) ἀποστείλας πρὸς τὸν δοῦκα Δυρραχίου Ἀλέξιον τὰ περὶ εἰρήνης ἐπερωτᾷ. ἐπεὶ δέ καὶ εἶς τις εὐγενὴς τῶν τοῦ Βαϊμούντου κομήτων Γελίελμος ὁ Κλαρέλης ἑώρα τὸ ἅπαν στράτευμα τῶν Κελτῶν ὑπό τε λιμοῦ καὶ νόσου (δεινὴ [*](V. 316) γάρ τις τούτους ἐπέσκηψεν ἄνωθεν) διαφθειρόμενον, τὴν ἑαυτοῦ σωτηρίαν πραγματεθόμενος μεθ’ ἵππων πεντήκοντα αὐτομολεῖ πρὸς τὸν αὐτοκράτορα. ὁ δέ βασιλεὺς τὸν τοιοῦτον [*](B) ἁποδεξάμενος πιθόμενός τε τὰ κατὰ τὸν Βαϊμοῦντον καὶ τήν τε ὑπὸ λιμοῦ τοῦ στρατεύματος πτῶσιν βεβαιωθεὶς καὶ ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτοὺς ἐληλάκει, αὐτὸν μὲν τῷ τοῦ νωβελλισίμου τηνικαῦτα τιμᾷ ἀξιώματι πολλαῖς δωρεαῖς κὼ χάρισιν ἀμειψάμενος, μεμαθηκὼς δὲ διὰ τῶν τοῦ Ἀλεξίου γραμμάτων, ὅτι ὁ Βαϊμοῦντος τὰ περὶ εἰρήνης [*](18. δεξάμενος Α. 19. τοῦ λιμοῦ P, τοῦ om. F. 22. δὲ καὶ Α.)Ι
216
πρὸς αὐτὸν διαxρεσβεύεται, κατανοῶν δέ καὶ τοὺς ἀμφ᾿ αὐτὸν ἀεί τι κακὸν κατ᾿ αὐτοῦ διανοουμένους καὶ ὅσαι ὧραι ἐπανισταμένουλ ὁρῶν καὶ βαλλόμενος μᾶλλον ὑπὸ τῶν [*](C) ἐγκολπίων ἢ τῶν ὀθνείων ἐχθρῶν, ἐπεὶ ἐδόκει αὐτῷ μὴ ἐπὶ πλέον πρὸς ἑκατέρους ἀμφοτέραις χερσὶ μάχεσθαι, τὴν ἀνάγκην φιλοτιμίαν ποιησάμενος, ὥς πού τις ἔφη, βέλτιον ἔγνωκεν εἶναι τὴν μετὰ τῶν Κελτῶν εἰρήνην ἀσπάσασθαι καὶ μὴ τὰς τοῦ Βαϊμούντου ἀπώσασθαι αἰτήσεις, ἐπτοεῖτο δὲ ἐπὶ τὰ προσωτέρω χωρῆσαι δι᾿ ἣν ἄνωθεν ὁ λόγος ἐνέφηνεν αἰτίαν. διὰ ταῦτα αὐτὸς μὲν αὐτοῦ που προσέμενεν ἀντικαθιστάμενος πρὸς ἄμφω τὰ μέρη, τῷ δὲ δουκὶ Δυρραχίου τοιαῦτα πρὸς τὸν Bαϊμοῦντον εἰπεῖν διὰ γραμμάτων ἐπέσκηψεν “οἶσθα πάντως, ὁσάκις ἠπάτημαι πιστεύων τοῖς [*](D)σοῖς ὅρκοις καὶ ρήμασιν. καὶ εἰ μὴ ὁ τοῦ εὐαγγελίου θεῖος νόμος Αριστιανοῖς ἅπαντα συγχωρεῖν ἀλλήλοις παρεκελε ετο, οὐκ ἂν πρὸς τοὺς σοὺς λόγοις τὰ ὦτα ἀνέῳξα. βέλτιον δὲ ὅμως ἀπατᾶσθαι ἢ προσκεκρουκέναι Θεῷ καὶ θείους παραβαίνειν νόμους. διά τοι τοῦτο οὐκ ἀποπέμπομαί σου τὴν αἴτησιν. εἰ μέν οὖν ἐν ἀληθείᾳ τὴν εἰρήνην καὶ αὐτὸς βούλει μυσαχθεὶς τὸ ἄτοπον οὗπερ ἐπεχείρησας ἔργου καὶ [*](P. 400) ἀτέλεστον καὶ οὐκέτι αἵμασι Χριστιανῶν ἐκχεομένοις χαίρειν [*](3. ὑπὸ F, ἀπὸ P. 9. ἄνωθεν F, ἄνω P. 20. ἐπεχείρησας F, ἐπεχείρισας P. 22. sq. οὔθ᾿ ὑπὲρ . . . θελήματος om. C.)
217
τιανῶν, ἀλλὰ σοῦ γε καὶ μόνου χάριν θελήματος, ἐπεὶ βραχὺ τὸ ἀναμεταξὺ ἡμῶν διάστημά ἐστιν, αὐτὸς παραγενοῦ μεθ᾿ ὅσων ἂν βούλῃ. καὶ εἴτε τὰ σφῶν ἡμῶν θελήματα ἐς ταὐτὸν συμβαῖεν, ὡς ἡ σἰ μβασις ἕξει τῶν πραγμάτων, εἴτε καὶ μή, καὶ οὕτως, ὡς εἴρηται, ἀβλαβὴς πρὸς τὴν ἰδίαν ἐπαναστρέψεις παρεμβολήν.”

Ταῦτα ἀκούσας ὁ Βαϊμοῦντος ὁμήρους τῶν ἐπιφανῶν ᾐτήσατο δοθῆναί οἱ, ἐφ᾿ ᾧ τούτους παρὰ τῶν κομήτων ἐλευθέρους ἐν τῇ ἰδίᾳ κατέχεσθαι παρεμβολῇ, μέχρις [*](Β) ἂν αὐτὸς ἐπαναστρέψῃ· ἄλλως γὰ μὴ ἀποθαρρεῖν τὴν πρὸς τὸν αὂτπλρἀτπρα ἔλευσιν. μεταπεμψάμενος τοίνυν ὁ βασιλεὺς τὸν Νεαπολίτην Μαρῖνον καὶ τὸν ἐπ᾿ ἀνδρείᾳ Φράγγον Ῥογέρην, ἄνδρας φρενήρεις καὶ τῶν Λατινικῶν ἐθῶν ἐν πείρᾳ καθεστηκότας πολλῇ, καὶ Κωνσταντῖνον τὸν Εὐφορβηνόν (γενναῖος δὲ οὗτος καὶ χεῖρα καὶ γνώμην καὶ μηδέποτε κατά τι τῶν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτεταγμένων διημαρτηκώς) καὶ Ἀδράλεστόν τινα τῆς Κελτικῆς. γλώττης εἰδήμονα, τούτους, ὡς εἴρηται, πρὸς τὸν [*](C) αϊμοῦντον ἀπέστειλεν ἐπισκήψας παντοίως αὐτὸν μετελθεῖν καὶ πεῖσαι αὐτόμολον ἀφικέσθαι πρὸς τὸν αὐτοκρατορα, ἐφ’ ᾧ ἀπαγγεῖλαι ἅπερ ἂν βούλοιτο καὶ ζητοίη ἐξ αὐτοῦ· [*](V. 317) κἂν μέν ἀρεστὰ δόξη τῷ αὐτοκράτορι, ἐξ ἀνάγκης αὐτῶν [*](3. ἐς F. εἰς P. 5. πρὸς τὴν F, τὴν om. P. 14. ἐθνῶν C. 18. γλώττης F, γνώμης P.)

218
ἐπιτεύξεσθαι, εἰ δὲ μὴ, ἀβλαβῆ αὖθις εἰς τὴν οἰκείαν παλινοστῆσαι παρεμβολήν. καὶ ταῦτα μὲν πρὸς ἐκείνους ὁμιλήσας ὁ βασιλεὺς ἐκεῖθεν ἀπέλυσεν· οἱ δὲ τὴν πρὸς τὸν Βαϊμοῦντον φέρουσαν ὥδευον. ὅς τὴν τούτων πυθόμενος [*](D) ἔλευσιν καὶ δεδιώς, μὴ τοῦ τοῦ στρατεύματος αὐτοῦ πτῶσιν κατανοήαντες τῷ βασιλεῖ τὰ περὶ τούτωι ἀπαγγείλαιεν, ἔποχος πόρρω τῆς παρεμβολῆς αἰτοῖς ὑπήντησεν. οἱ δὲ τὰ τοῦ αὐτοκρατορος πρὸς αὐτὸν ἀπεστομάτισαν ὡς “ούκ ἐπιλέλησται πάντως ὁ βασιλεύς, φησι, τῶν ὑποσχέσεων καὶ τῶν ὅρκων, ὡν ἐποιήσω οὐ σὺ μόνον, ἀλλὰ καὶ πάντες οἱ τότε διεληλυθότες κόμητες. καὶ ὁρᾷς πάντως, ὡς οὐκ εἰς καλὸν τὰ τῆς παραβάσεως τῶν ὅρκων ἐκείνων ἀπέβη σοι. τούτων ὁ Βαϊμοῦντος ἀκούσας “ἅλις” ἔφη “τῶν τοιούτων λόγων. εἰ δέ τι ἕτερον παρὰ τοῦ βασιλέως διεμηνύθη μοι, τοῦτο μαθεῖν ἐθελω.” καὶ οἱ πρέσβεις πρὸς αὐτόν “ο βασιλεὺς τὴν σήν τε καὶ του ὑπὸ σὲ στρατεύματος σωτηρίαν [*](P. 401) βουλόμενος ταῦτά σοι δι’ ἡμῶν ἀποφθέγγεται οἶσθα πάντως, ὅτι πολλὰ μογήσας οὔτε τὴν Πόλιν Δυρραχίου κατασχεῖν οἷός τε γέγονας οὔτε σαυτῷ καὶ τοῖς ὑπὸ σὲ ἀγαθόν τι προσενήνοχας. εἰ γοῦν μὴ παντελῆ ἀπώλειαν ἑαυτοῦ τε καὶ τοῦ ὑπὸ σέ λαοῦ βούλει πραγματεύσασθαι, ἴθι προς τὴν βασιλείαν μου ἀδεῶς ἀποκαλύψας ἅπαν τὸ σοὶ βουληἀπαγγείλαιεν [*](6. scripsi: ἀπαγγείλοιεν F, ἀπαγγέλοιεν P. 7. ὑπήντησεν F, ἀπήντησεν P. 9. φησὶ F, φησὶν P. 18. τὴν πόλιν FC, πόλιν om. P, 22. πρὸς τὴν F, τὴν om. P.)
219
τὸν καὶ ἀκουσόμενος αὖθις τὰ ἡμῖν δοκοῦντα. καὶ εἰ μὲν ἐς ταὐτὸν αἱ ἀμφοτέρων γνῶμαι ξυνδράμοιεν, Θεῷ χάρις· εἰ δ’ οἶν, ἀσινῆ σε αὖθις πρὸς τὴν οἰκείαν ἐκπέμψω παρεμβολήν. ἀλλὰ καὶ ὅσοι τῶν ὑπὸ σὲ πρὸς τὴν τοῖ ἁγίου τάφου προσκύνησιν ἀπιέναι βουλήσονται, διασωθήσονται πὰρ ἐμοῦ· ὅσοι δὲ τὴν πρὸς τὴν χώραν αύτῶν [*](Β) ἀναχώρησιν ἕλωνται δαψιλῶν τῶν ἐξ ἐμοῦ δωρεῶν ἀπολαύσαντες πρὸς τὰ οἴκοι ἀπολυθήσονται." καὶ ὅς πρὸς αὐτούς “νῦν ἔγνων ὄντως, παρὰ του βασιλέως σταλῆναι ἄνδρας ἱκανοὺς εἰπεῖν τε λόγον καὶ δέξασθαι. αἰτῶ γοῦν ἀφ’ ὑμᾶν πληροφορίαν λαβεῖν εἰς τὸ παντελές, μὴ ἀτίμως ὑποδεχθῆναι παρὰ τοῦ αὐτοκράτορος, ἀλλὰ πρὸ ἕξ σταδίων τοὺς γνησιωτάτους τῶν καθ᾿ αἷμα προσῳκειωμένων τὴν ἐμὴν ποιᾐσασθαι προϋπάντησιν, περὶ δὲ τὴν βασιλικὴν σκηνὴν πελάσαντα ἅμα τῷ τὰς πύλας εἰσιέναι καὶ αὐτὸν τῆς βασιλικῆς ἐξαναστάντα περιωπῆς ἐντίμως με ὑποδέξασθαι [*](C) καὶ μηδ’ ἡντιναοῦν ἀνάφορόν τῶν προγεγορθιῶν συμφωνιῶν γεγονέναι μοι ἢ ὅλως εἰς κρίσιν ἀγαγέσθαι με, ἀλλ’ ἐλεύθερον ἄδειαν σχόντα κατὰ τὸ ἐμοὶ βουλητὸν εἰπεῖν ὁπόσα καὶ βούλομαι· δὲ τούτοις καὶ τὸν βασιλέα τῆς ἐμῆς κρατῆσαι χειρὸς καὶ πρὸς τῇ κεφαλῇ τῆς κλίνης αὐτοῦ παραστῆσαί με κὼ μετὰ δύο χλαμύδων τὴν εἴσοδον ποιησάοὖν [*](3. F, οὐ P. ἐκπέμψω F, πέμψω P. 5. διασωθήσονται F, δισωθήσονται P, διασωθήσεται C. 10. αἰτῶ F, αὐτῷ P. ἀφ’ F, παρ’ P. 17. οἱαντιναοῦν C. 19. σχόντα F, ἔχοντα P, ἔχοντα C.)
220
μενον μηδ᾿ ὅλως εἰς προσκύνησιν κάμψαι γόνυ ἢ τράχηλον τῷ αὐτοκράτορι.” τούτων ἀκούσαντες οἱ ἀνωτέρω δηλωθέντες πρέσβεις τὸ μὲν ἐξαναστῆναι τοῦ βασιλικοῦ θρόνου [*](D) αὐτὸν οὐ προσεδέξαντο, ἀλλὰ καὶ ὡς περιττὴν τὴν αἴτησιν ἀπεπέμψαντο · οὐ μόνον δέ τοῦτο ἀπεδοκίμασαν, ἀλλὰ καὶ τὸ μὴ κλῖναι γόνυ μήτε τράχηλον εἰς προσκύνησιν τῷ βα- [*](V. 318) σιλεῖ. πρὸς δὲ τὸ τινὰς τῶν πορρωτέρω συγγενῶν αὐτοῦ μεταβῆναι διάστημα ἱκανὸν καὶ οὕτως τοῦτον προσδέξασθαι πρὸς τὸν βασιλέα εὶσελευσόμενον χάριν οἰκονομίας καὶ θεραπείας τῆς πρὸς αὐτὸν καὶ πρὸς τὸ σὺν δυσὶ χλαμύσιν εἰσελθεῖν, ἀλλὰ δὴ καὶ τὸ τῆς χειρὸς τούτου τὸν βασιλέα ἐφάψασθαι καὶ στῆσαι πρὸς τῷ ἄνωθεν μέρει τοῦ βασιλικοῦ σκίμποδος οὐκ ἀπεπέμψαντο. μετὰ τὸ ταῦτα ῥηθῆναι διέστησαν οἱ πρέσβεις ἀπελθόντες, ἔνθα ἡτοίμαστο ἡ τούτων ἀνάπαυσις, φυλαττόμενοι ὑπὸ σεργεντίων ἑκατόν, ἵνα μὴ νυκτὸς ἐξεληλυθότες τὰ περὶ τὸ στράτευμα κατασκοπή- [*](P. 402) σαιεν καὶ οὕτω καταφρονητικώτερον πρὸς αὐτὸν διατεθήσονται. τῇ δὲ μετ᾿ αὐτὴν μεθ᾿ ἱππέων τριακοσίων καὶ τῶν κομήτων πάντων κατέλαβεν, οὗ τοῖς δηλωθεῖσιν ἀνδράσι τῇ προτεραίᾳ ὡμίλίσε, κᾆθ᾿ οὕτως τοὺς ἀκρίτους ἓξ τὸν ἀριθμὸν συμπαραλαβὼν ἄπεισι πρὸς τοὺς πρέσβεις τοὺς ὑπολοίπους αὐτοῦ που καταλιπὼν ἀπεκδέχεσθαι αὐτὸν ἐκεῖθεν [*](19. οὗ τοῖς FC, οὑτοῖς P. δηλωθεῖσιν F, δηλωθεῖσι P.)
221
ἐπανελθόντα περὶ γοῦν τῶν προλεχθέντων αὐθις σιασκεπτομένων, ἐπεὶ ὁ Βαϊμοῦντος ἐνίστατο, κόμης τις τῶν ὐψηλῶν Οὐβος τὴν κλῆσιν πρὸς τὸν Βαϊμοῦντον ἔφη ὡς “ούδεὶς ἀφ’ ἡμῶν τῶν μελλόντων μετὰ τοῦ βασιλέως συνάψαι τὸν πόλεμον οὔπω ἔπληξέ τινα διὰ δόρατος. ἔα τοίνυν τὰ [*](Β) πολλά· τὴν εἰρήνην τῖς μάχης ἀλλάξασθαι χρή.” λόγων οὖν πολλῶν ἐξ ἱππέρων κινηθέντων, βαρέως ὁ Βαϊμοῦντος εἶχεν ὑβριοπαθῶν, εἰ μὴ πάντα γένοιντο ὁπόσα φθάσας ἐπεζήτει τοὺς πρέσβεις. τῶν δ’ ἐπί τωι συγκατατιθεμένων, ἐφ᾿ δὲ ἀνανευόντων, πείθεται ὁ Βαϊμοῦντος καὶ τὴν ἀνάγκην, ὅ φασι, φιλοτιμίαν ποιησάμενος ὅρκον ἐξ αὐτῶν ἐζήτει, ὥστε ἐντίμως ἑποδεχθῆναι καὶ εἰ μὴ τοῖς θελήμασιν αἰτοῖ ὁ αὐτοκράτωρ ἀνανεύσειεν, ἀσινὴς πρὸς τὴν ἰδίαν ἐκπεμφθῆναι παρεμβολήν. τῶν οὖν ἁγίων εὐαγγελίων προτεθέντων ὁμήρους ἐξήτει παραδοθῆναι τῷ ἀδελφῷ αἰτοῦ Ιἴδῳ καὶ φνλάττεσθαι [*](C) παρ’ αὐτοῦ μέχρις οὗ αὐτὸς ὑποστρέψῃ. οἱ δὲ πρέσβεις πρὸς τοῦτο κατανεύσαντες Ὅρκοις αὖθις ὑπὲρ τῖς τῶν ὁμήρων ἀσφαλείας καὶ αὐτοὶ ἀντεπεζήτουν. κατανενευκὰς δὲ πρὸς τοῦτο ὁ Βαϊμοῦντος καὶ ὅρκους δοὺς καὶ λαβὼν τοὺς μὲν ὁμήροις, τόν τε Σεβασιὸν Μαρῖνον καὶ τὸν καλούμενον Ἀδράλεστον καὶ τὸν Φράγγον Ῥογέρην, παραδίἀντιλέξασθαι [*](6. ἀντιλέξασθαι C. 9. δὲ F. 16. ὑποστρέψῃ F, P. 17. πὼς F, εἰς P. αὖθις F, tiv P. ὑπὲρ τῆς τῶν ὁμήρων ἀσραλείας καὶ αὐτοὶ F, καὶ αὐτὰ ὑπὲρ τῆς τῶν ὁμήρων ἀσφαλείας P. 21. Φράγγον Ῥογέρην om. F spatio octo litterarum relicto. ῥογέριον Α.)Βο
222
δῶσι τῷ ἀδελφῷ αὐτοῦ Ιἴδω, ἵν᾿ ὁπηνίκα ἢ μετὰ του βασιλέως εἰρηνικὰς σπονδὰς ποιήσειεν ἢ εἰ μὴ τοῦτο, ἀβλαβεῖς ἐκεῖθεν κατὰ τοὺς ὅρκοις αὐτοὺς πρὸς τὸν αὐτοκράτορα ἐξαποστείλῃ.

Mέλλων τοίνυν τῆς πρὸς τὸν βασιλέα μετὰ τοῦ D Εὐφορβηνοῦ Κωνσταντίνου τοῦ Κατακαλὼν φερούσης ἁψασθαι, ἐπεὶ δυσωδία πολλὴ διὰ τὸ περὶ τὸν αὐτὸν τόπον καιρὸν ἱκανὸν τὸ ὑπ᾿ αὐτὸν στράτευμα χρονοτριβῆσαι γέγονε, βουλόμενος μεταθεῖναι τὸ στράτευμα μηδέ τοῦτ᾿ ἄνευ τῆς αὐτῶν βουλῆς ἐθέλειν γενέσθαι ἔλεγε. τοιοῦτον γὰρ τὸ Κελτῶν γένος ἀνώμαλον καὶ ἐφ᾿ ἑκάτερα ἐν ὀξείᾳ καιροῦ ῥοπῆ μεταφερόΙιενον· καὶ ἔστιν ἰδεῖν τὸν αὐτὸν καὶ ἕνα ποτέ μὲν αὐχοῦντα τήν γῆν κλονήσειν ἅπασαν, ποτὲ δὲ ὑποπεπτωκότα καὶ μέχρι κονίας αὐτῆς καταγόμενον καὶ μᾶλλον, ὁπηνίκα στερροτέροις ἐντύχοι φρονήμασιν. οἱ δὲ πλείω τῶν δύο καὶ δέκα σταδίων οὐ συνεχώροιν μετατεθῆναι τὸ στρά- [*](P. 403)τευμα καὶ “εἰ τοῦτο βούλει,” πρὸς τὸν Βαϊμοῦντον ἔλεγον “συνελευσόμεθα καὶ ἡμεῖς ὀψόμενοι τὸν τόπον”. κατανεύ- [*](V. 319) σαντος δὲ καὶ πρὸς τοῦτο τοῦ Βαϊμούντοι, παραχρῆμα διὰ γραμμάτων τοῖς τὰς κλεισούρας φυλάσσοισιν ἐδήλωσαν, ὥστε μὴ ἐκδρομὰς ποιουμένους καταβλάπτειν αὐτούς. ὁ δέ Εὐφορβηνὸς Κωνσταντῖνος ὁ Κατακαλὼνͅ ᾐτεῖτο αὖθις τὸν Bαϊ- [*](8. γέγονε F, γέγονεν P. 9. τοῦτ᾿ F, τοῦτο P. 10. αὐτοῦ C. ἔλεγε F, ἔλεγεν P. 11. Κελτῶν F, Κελτικὸν P. 15. στερροτέροις F, στεροτέροις P. 16. μετατεθεῖναι F, μεταθεῖναι P. 20. φυλάσσουσιν F, φυλάττουσιν P.)

223
μοῦντον, παωχωρηθῆναί οἱ τὴν εἰς τὸ Δυρράχιον ἀπέλευσιν. κατανεύσαντος δὲ τοῦ Βαϊμούντου, γοργῶς τὸ Δυρράχιον ὁ Κατακαλὼν καταλαμβάνει καὶ τὸν φυλάσσοντα τὴν πόλιν Ἀλέξιον τὸν υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναζητήσας ἀπήγγειλε τὰ παρὰ τοῦ αὐτοκράτορος διαμηνυθέντα πρὸς [*](B ) αὐτόν τε καὶ τοὺς συγκατελθόντας μετ᾿ αὐτοῦ λογάδας τῶν στρατιωτῶν. καὶ γὰρ οὐκ ἠδύναντο τοῦ τείχους προκύπτειν διὰ τὴν γεγενημένην ἄνωθεν παρὰ τὰ κρήδεμνα τοῦ Δυρραχίου μηχανὴν τοῦ αὐτοκράτορος./σανίδες γάρ τινες περὶ τὰς ἐπάλξεις τοῦ κάστροι εὐμηχάνως ἐτέθησαν ἐπὶ τούτῳ αὐτῷ κατασκευασθεῖσαι ἀνήλωτοι, ὥστε τοὺς ἴσως ἀπὸ τῶν Λατίνων διὰ κλιμάκων ἀναρριχᾶσθαι πειρωμένους, ἐπὰν τῶν ἐπάλξεων ἐπιβαῖεν, μὴ. ἐστηριγμένους ἵστασθαι, ἀλλὰ σὺν αὐταῖς σανίσι διολισθαίνειν τηνικαῦτα καὶ πίπτειν ἐντός, καθά γε καὶ εἴρηται. τούτοις οὖν ὁμιλήσας ὁ Εὐφορβηνὸς καὶ τὰ τοῦ βασιλέως μηνύματα ἀπαγγείλας καὶ θάρσους ἐμπλήσας πλήσας αὐτοὺς ἐρωτήσας τε τὰ περὶ τοῦ κάστρου καὶ [*](C) διαγνοὺς τὰ κατ᾿ αὐτοὺς ἀρίστης τετυχηκέναι οἰκονομίας, ὡς τῶν πρὸς χρείαν αὐτάρκως ἔχοντας καὶ παρ᾿ οὐδὲν τὰς τοῦ Βαϊμούντου λογιζομένους μηχανάς, καταλαμβάνει τὸν Βαϊμοῦντον τὴν ταφρείαν ἔνθα προεῖπε, ποιησάμενον. καὶ ἑνωθεὶς αὐτῷ τῆς πρὸς τὸν βασιλέα φερούσης εἴχετο. οἱ δ᾿ ἐπίλοιποι τῶν πρέσβεων κατὰ τὰ προϋπεσχημένα μετὰ τῶν Γἵδου κατελείφθησαν. Mανουὴλ δέ τὸν Mοδηνὸν πισ- [*](1. οἱ om. F. 23. δ᾿ F, δὲ P.)
224
τότατόν τε καὶ εὐνούστατον τῶν αὐτοῦ θεραπόντων ὺπάρχοντα προαποστέλλει πρὸς τὸν βασιλέα τὴν πρὸς αὐτὸν τοῦ Βαϊμούντου ἀπαγγέλλοντα ἔλευσιν. ἐπεὶ δέ ἀγχοῦ τῆς βασιλικῆς ἐγεγόνει σκηνῆς, παρεσκεύαστο καὶ τὰ τῆς αὐτοῦ [*](D) ὑπαντῆς, καθὼς οἱ πρέσβεις τούτῳ συνέθεντο. εἰσελθόντος δὲ τούτου, ἐντείνας τὴν χεῖρα ὁ βασιλεὺς καὶ τῆς ἐκείνου ἁψάμενος χειρὸς καὶ τὴν συνήθη τοῖς βασιλεῦσι προσαγόρευσιν ποιησάμενος ἐγγὺς τοῦ βασιλικοῦ παρεστήσατο θρόνου. ἢν δὲ τοιοῦτος ὁ ἀνὴρ οἷος, ὡς ἐν βραχεῖ μέν εἰπεῖν, οὐδεὶς κὰτ ἐκεῖνον ὤφθη ἐν τῇ τῶν Ῥωμαίων γῇ βάρβαρος βάρος οὔτε Ἕλλην (θάμβος γὰρ ἦν ὀφθαλμῶν ὁρώμενος καὶ φημιζόμενος ἔκπληξις), κατὰ μέρος δὲ ὑπογράψαι τὸ τοῦ βαρβάρου εἶδος, τοιώσδε μακρὸς ἠν τὴν ἀναδρομὴν τοῦ σώματος, [*](P. 404) ὥστε εἰς πῆχυν ἕνα μικροῦ τοὺς μακροτάτους ὑπερελαύνειν, τὴν γαστέρα συνεσταλμένος καὶ τὰς λαγόνας καὶ τοῖς ὤμους εὐρὺς καὶ τὰ στέρνα πλατὺς καὶ τοὺς βραχίονας καρτερὸς καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος οὔτε περιεπτισμένος οὔτε περιβριθόμενος ταῖς σαρξίν, ἀλλ’ ὡς ἄριστα κεκραμένος καὶ οἷον εἰπεῖν κατὰ τὸν Πολυκλείτειον κανόνα ἐνηρμοσμένος· τὰς χεῖρας ἁδρὸς καὶ τῶν ποδῶν τὰς· βάσεις στερρὸς καὶ τὸν αὐχένα καὶ τὰ μετάφρενα εὐπαγής. ὑποκεκυφὼς δέ μετρίως τῷ ἀκριβῶς αὐτὸν περιεργαζομένῳ [*](5. sq. ἐλθόντος δὲ μετὰ δύο χλαμύδων καθὼς καὶ τοῦτο ᾐτήσατο, ἐκτείνας Α. 8. ποιήσας Α. 9. ὡς ἐν F, έν om. P. 13. τοιώσδε scripsi: τοιόσδε P. 15. τὰς C, τοὺς P. 17. καρτερὸς F, κρατερός P. περιεσφγμένος sic C. 18. τῇ σαρκί C. 21. στερρός F, στερός P.)
225
ἐφαίνετο οὐ τῶν νωτιαίων σπονδύλων τι πεπονθότων τῆς ῥάχεως, ἀλλ’ οὕτω μετρίως ἐκ γενετῆς, ὡς ἔοικε, τὴν διάπλασιν [*](Β) ἔσχηκε. τὸ χρῶμα κατὰ τὸ ἄλλο μέν σῶμα λευκότατον, τὸ δὲ πρόσωπον μετὰ τοῦ λευκοῦ ἐπθρσοῦτο. καὶ ἡ κόμη ὑπόξανθος, ἀλλ’ οὐ μέν οὖν μέχρι τῶν μεταφρένων αἰωρουμένη κατὰ τοὺς ἄλλους βαρβάρους· οὐ γὰρ ἐτριχομάνει [*](V. 320) ὁ ἀνήρ, ἀλλὰ κουρίας ἦν μέχρι τῶν ὤτων. τὸ δέ γένειον εἴτε πυρσὸν εἴτε ἄλλο τι χρῶμα εἶχεν, οὐκ ἔχω λέγειν· ὁ ξυρὸς γὰρ ἐπεξῆλθεν αὐτὸ καὶ τιτάνου παντὸς ἀκριβέστερον· ἐδόκει δ’ οὑν εἶναι καὶ τοῦτο πυρσόν. τὸ γλαυκὸν καὶ ἅμα θυμὸν καὶ ἐμβρίθειαν ὑποσημαῖνον· καὶ ἡ ῥὶς αὐτῷ καὶ ὁ μυκτὴρ ἐλεύθερον ἔπνει τὸν ἀέρα· συνηγόρει δὲ τῷ μυκτῆρι διὰ τῶν στέρνων καὶ διὰ τοῦ μυκτῆρος τὴν τῶν στέρνων εὐρύτητα. ἡ γὰρ φύσις διεξόδοις ἐδεδώκει [*](C) διὰ τῶν ῥινῶν τοῦ ἀπὸ τῆς καρδίας παφλάζοντος πνεύματος. ἡδὺ δέ τι καὶ ἐνεφαίνετο τῷ ἀνδρὶ τούτῳ, ἀλλὰ τοῖς ἁπανταχόθεν φοβεροῖς ὑπεθραύετο. ὅλος γὰρ δι’ ὅλοι τοῦ σώματος ἀμείλικτος ἡν καὶ θηριώδης ὁ ἄνθρωπος ἀπὸ τοῖ μεγέθους, ἀπὸ τοῦ βλέμματος, δοκεῖ μοι, καὶ ὁ γέλως αἰτοῦ τοῖς ἄλλοις ἐμβρίμημα ἦν. οὕτως εἶχε ψυχῆς τε καὶ σώματος, ὡς κὼ τὸν θυμὸν ἐν τούτῳ κορύσσεσθαι καὶ τὸν ἔρωτα καὶ ἀμφοτέρους ὁρᾶν πρὸς πόλεμον. τὸ δὲ φρόνημα [*](3. κατὰ scripsi: καὶ P. 9. γὰρ] γοῦν C. 14. ἐδεδώκει F, ἐδεδόκει P. 18 sq. ἀπό τε μεγέθους ἀπό τε βλέμματος ?)
226
αὐτῷ παντοδαπὸν καὶ πανοῦργον καὶ πρὸς ἅπασαν λαβὴν [*](D) διαδιδράσκον. αἰ γὰρ ὁμιλίαι τούτῳ ἀκριβεῖς καὶ τὰς ἀποκρίσεις ἐδίδου πανταχόθεν ἀπεριδράκτους. καὶ τοιοῦτος ὢν καὶ τοσοῦτος μόνῳ τῷ αὐτοκράτορι ἁλώσιμος ἠν καὶ [*](Ρ. 405) τὐχῃ καὶ λόγοις καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς φύσεως πλεονεκτήμασιν.

Ἀναμνήσας οὖν ὁ αὐτοκράτωρ αὐτὸν τῶν προτέρων ἐπιτροχάδην καὶ συνεσκιασμένως πως αὐτῷ παραστήσας ἐτέραν λόγου περίοδον ἐποιήσατο. ὁ δὲ τὴν ἰδίαν συνείδησιν ἔχων ἐλέγχουσαν ἐπιτηδείως τὰς πρὸς τοὺς λόγους αὐτοῦ ἐξέφυγεν ἀνθυποφορὰς τοῦτο μόνον φάμενος ὡς “οὐχὶ περὶ τᾶν τοιούτων ἀνακρίνεσθαι ἐλήλυθα. εἶχον γὰρ ἂν καὶ αὐτὸς πολλὰ λέγειν. τοῦ Θεοῦ δέ ἐνταυθοῖ με συνελάσαντος πάντα τοῦ λοιποῦ τῷ σῷ ἀνατίθημι κράτει.” ὁ δέ [*](Β) βασιλεὺς πρὸς αὐτόν “τὰ μὲν παρεληλυθότα ἐατέον τὸ νῦν, σέ δέ, εἰ βούλει σπείσασθαι μεθ’ ἡμῶν, πρῶτον μέν ἕνα τῶν ὑπὸ τὸ ἐμὸν κράτος χρὴ γενέσθαι, εἰτα δηλῶσαι περὶ αὐτοῦ τε τούτου τῷ σῷ ἀνεψιῷ Ταγγρὲ ἐπισκῆψαί τε αὐτῷ, τοῖς ἐξ ἐμοῦ ἀποσταλεῖσι παραδοῦναι τὴν Ἀντιόχειαν κατὰ τὰς γεγονυίας ἐξ ἀρχῆς συμφωνίας ἡμῶν, εἶτα καὶ τἆλλα πάντα ὅσα τότε συμπεφώνηται ἡμῖν τη·ρῆσαί σε νῦν τε καὶ [*](1. ἅπασαν F, ἅπαντα P. 5. ἀπὸ τῆς F, τῆς om. P. 11. ἐξέφυγεν FA, ἐξέφυρεν P. 13. αὐτὸς FA, πρὸς αὐτὰ C. 16. σὲ F, σὺ PA. ἕνα σε Α. 17. τὸ FA, τὸν P. χρὴ σὲ P, σὲ om. FA. 20 ἐξ ἀρχῆς FA, ἐξαρχὴν P. ἡμῶν AC, ἡμῖν P. 21. ὅσα τότε F, τότε om. P. τηρῆσαί σε F, σε om. P.)

227
μετέπειτα”. ταῦτα τοῦ βασιλέως καὶ ἄλλα πλείω πρὸς αὐτὸν εἰπόντος τε καὶ ἀκούσαντος, ἐπεὶ ὁ αὐτὸς ἐκεῖνος ἦν Βαϊμοῦντος καὶ οὐκ ἠλλοίωτο, ἔφη “ἀδυνάτως ἔχω τὴν τοιαύτην ὑπόσχεσιν ποιήσασθαι” καὶ δι’ ἄλλα τινὰ παρὰ τοῦ βασιλέως [*](C) ἀπαιτούμενα ἠτεῖτο τὴν πρὸς τὸ ἴδιον στράτευμα ἐπανάζευξιν κατὰ τὴν γενομένην συμφωνίαν παρὰ τῶν πρέσβεων. ὁ δὲ βασιλεύς φησι πρὸς αὐτὸν ὅτι “κρείττονα ἐμοῦ οὐκ ἔχω τὸν μετὰ ἀσφαλείας σε διασώσοντα”. καὶ ἅμα τῷ λόγῳ τοῖς ἡγεμόσι παρρησίᾳ ἐπέταττε τοῦ στρατεύματος, [*](V. 321) ἑτοιμάσαι τοὺς ἵπποις αἰτῶν, ἐφ’ ᾧ τῆς πρὸς τὸ Δυρράχιον φερούσης ἅψασθαι. τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας ἐξελθὼν ἐπὶ τῷ πρὸς τὴν ἀποτεταγμένην αὐτᾷ ἀπιέναι σκηνὴν τὸν ἐμὸν Καίσαρα Νικηφόρον τὸν Βρυέννιον τῷ τοῦ πανυπερσεβάστου τότε τετιμημένον ἀξιώματι ἐζήτει [*](D) θεάσασθαι. οἱ δέ ἐξελθὼν καὶ πᾶσαν πειθὼ λόγων κινήσας, ὁποῖος ἐκεῖνος ἐν δημηγορίαις καὶ διαλέξεσιν ἀπαράμιλλος, πείθει τὸν Βαϊμοῦντον τοῖς πλείστοις συνθέσθαι τῶν παρὰ τοῦ βασιλέως ῥηθέντων. κρατήσας οὐν αὐτὸν τῆς χειρὸς εἰσάγει πρὸς τὸν βασιλέα. τῇ δὲ μετ’ αὐτὴν ἐνωμότως καὶ [*](P. 406) μετὰ τῆς οἰκείας προαιρέσεως κατὰ τὸ δοκοῦν αὐτῷ τὴν συμφωνίαν ἐπλήρωσεν. εἶχε δὲ τὰ συμπεφωνημένα οὕτως.

[*](2. ἢν ὁ P, ὁ om. FA. 3. ἰχῶ FA, ἔχειν P. τὴν τοιαύτην AP, τὴν om. F. 7. φησιν P, correxi. 8. διασώσανια Α. 13. Βρυένιον F. 17. πλείοσι Α. 21. post οὕτως versus vacuus est in F.)
228

“Ἡ μέν προτέρα συμφωνία, ἥτις δὴ καὶ κὰτ καιροῦ γέγονε πρὸς τὸ θεοστεφὲς κράτος σου, ὁπόταν μετὰ τῆς πολυπληθοῦς ἐκείνης στρατιᾶς τῶν Φράγγων εἰς τὴν βασιλίδα πόλιν ἐπιδεδήμηκα διαβαίνων ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἐλευθερίᾳ, ἐπειδὴ [*](Β) κατά τινας περιπετείας πραγμάτων ἠθέτηται, ἐκείνη μέν σχολασάτω καὶ μὴ ἐχέτω τὸ ἐνεργὸν ὡς τὸ ἄκυρον ἀποφερομένη διὰ τὴν τῶν πραγμάτων περίστασιν. καὶ ἐξ ἐκείνης οὐ χρὴ κατ’ ἐμοῦ δίκαιόν τι ἔχειν τὴν βασιλείαν σου κἀντεῦθεν ἰσχυρίζεσθαι περὶ τῶν ἐν ἐκείνῃ συμπεφωνημένων τε καὶ ἀναγεγραμμένων. πόλεμον γὰρ ἀραμένου μου κατὰ τοῦ σοῦ θεοπροβλήτου κράτους καὶ παραλύσαντος τὰ συμπεφωνημένα συμπαραλέλυται τούτοις καὶ τὰ ἀπὸ τοῦ σοῦ κράτους κατ’ ἐμοῦ αἰτιάματα. νῦν δέ αὖ ὡσπερ ἐκ μεταμελείας [*](C) ἐρχόμενος καὶ ὡσπερ ἁλιεὺς πληγεὶς καὶ ἀπενεγκάμενος νοῦν καὶ μονονουχὶ τῷ δόρατι τῷ σῷ νουνεχέστερος γεγονὼς καὶ τῆς κατ’ ἐκεῖνο καιροῦ ἥττης καὶ τῶν πολέμων ἀναμνησθεὶς εἰς ἑτέραν συμφωνίαν μετὰ τοῦ κράτους σου τρωπῶμαι ταυτηνί, ὥστε λίζιον γενέσθαι τοῦ σκήπτρου σου ἄνθρωπον καὶ ἵνα σαφέστερον εἴποιμι καὶ φανερώτερον, οἰκέτην καὶ ὑποχείριον, ἐπειδὴ καὶ σὺ ὑπὸ τὴν σὴν δεξιὰν ἕλκειν ἐμὲ βεβούλησαι καὶ ἄνθρωπον σου ἐθέλεις ποιήσασθαι λίζιον. ἔσομαι τοίνυν ἀπὸ τοῦ νῦν κατὰ τὴν δευτέραν ταυτηνὶ συμσυμφωνία

[*](1. F, σωμφωνία P. 10. περί τε F. 14. αὖ FC, οὖν P. 18. τρωπῶμαι scripsi: τράπωμαι P. 21. ἕλκειν ἐμὲ F, ἐμὲ ἕλκειν P.)

229
φωνίαν, ἢν καὶ φυλάττειν εἰς ἀεὶ βούλομαι καὶ ἐπόμνυμι [*](D) Θεόν τε καὶ πάντας τοὺς ἁγίους αὐτοῦ, ἐπεὶ καὶ ἐπὶ μάρτυσι τούτοις τὸ συμπεφωνημένα [καὶ] γράφεταί τε καὶ λέγεται, ἄνθρωπος πιστὸς τῆς σῆς βασιλείας καὶ τοῦ περιποθήτου σου υἱοῦ καὶ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου, καὶ ὁπλίσομαι τὴν δεξιὰν κατὰ παντὸς ἀνθισταμένου τῷ κράτει σου, εἴτε τοῦ Χριστιανικοῦ γένους [*](V. 322) ἐστὶν ὁ χεῖρας ἀνταράμενος εἴτε καὶ ἀλλοτρίων ἐστὶ τῆς ἡμετέρας αὐλῆς, οὕς παγανοὺς ἡμεῖς ὁνομάζομεν· ὥστε, ὅπερ καὶ τῷ προμνημονευθέντι συμφώνῳ περιείχετο καὶ ἀμφοῖν τοῖν μεροῖν συνήρεσε, τιὴ τε βασιλείᾳ ὑμῶν καὶ ἐμοί, τῶν ἄλλων ἀνῃρημένων τοῦτο μόνον ἐκεῖθεν ἕλκω καὶ ἰσχυρίζομαι [*](P. 407) καὶ ἀπρὶξ ἔχομαι τὸ δοῦλον τῆς βασιλείας καὶ ἀμφοτέρων εἶναι καὶ. λίζιον ἄνθρωπον ὥσπερ καταλυθὲν ἀνανεούμενος. καὶ οὐδ᾿ ἂν εἴ τι γένοιτο, εἰς ἀθέτησιν τούτου οὐδέ τις αἰτία ἔσται ἢ τρόπος φανερός τε καὶ ἀφανής, καθ’ ὅν ἐγὼ παραβάτης τῶν συνθηκῶν καὶ τῶν νῦν συμπεφωνημένων φανήσομαι. ἀλλ’ ἐπειδὴ λαμβάνω τὰ νῦν τὴν ῥητῶς ἐνταυθοῖ [τὴν] δηλωθησομένην χώραν ἐν τοῖς μέρεσι τῆς ἀνατολῆς διὰ χρυσοβούλλου λόγου τῆς βασιλείας σου, ὲν ᾧ καὶ τὸ κράτος τὸ σὸν ὑποσημαίνεται δι’ ἐρυθροβαφοῦς ὑπογραφῆς, [*](Β) ὅς δὴ χρυσόβουλλος λόγος καὶ ἀμοιβαῖος γεγονὼς [*](2. ἐπιμάρτυσι P, correxi. 3. καὶ seclusi. 5. κυροῦ P. correxi. 8. ἀλλοτρίων ἐστὶ scripsi : ἀλλότριον ἐστὶ F, ἀλλότριον P. 9. ἡμετέρης P, correxi. 14. λίζιον καὶ P, καὶ om. F. 15. εἴ τι F, εἴτε P. 19. τὴν seciusi. 20 ἀνοτολῆς P, correxi. 22. χρυσόβουλλος FC, χρυσόβουλος P.)
230
ἐπεδόθη μοι, δεχόμενος τὰς δοθείσας χώρας ὡς ἀπὸ τῆς βασιλείας ὑμῶν δεδωρημένας καὶ τὸ ἐνδύναμον ἔχων τῆς δωρεᾶς ἐκ τῆς χρυσοβούλλου γραφῆς ἀντίδοσιν τῶν τοσούτων χωρῶν καὶ πόλεων δίδωμι τὴν πίστιν τὴν ἐμαυτοῦ πρὸς τὴν ὑμῶν βασιλείαν, σοῦ τε, τοῦ μεγάλου αὐτοκράτορος κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ τοῦ τριποθήτου υἱοῦ σου τοῦ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου, ἣν ἀμετακίνητον καὶ ἀσάλευτον καθέξειν ὑπισχνοῦμαι καθάπερ ἄγκυραν ἀσφαλῆ. καὶ ἵνα ἐπαναλάβω τὸν λόγον σαφέστερον [*](C) καὶ τὴν ἰδιότητα φυλάξαιμι τῶν ἐγγράφως συμφωνούντων, ἰδοὺ ἐγὼ Βαϊμοῦντος υἱὸς Ῥομπέρτου Γισκάφδου συμφωνῶ μετὰ τοῦ κράτους ὑμῶν καὶ τὴν συμφωνίαν ἀρραγῆ τίθημι φυλάττειν πρὸς τὴν βασιλείαν ὑμῶν, τοῦτ’ σέ τε, τὸν αὐτοκράτορα Ῥωμαίων κύριον Ἀλέξιον, καὶ τὸν βασιλέα καὶ υἱὸν σου τὸν πορφυρογέννητον, καὶ τὸ λίζιον ἄνθρωπον ἀνόθευτόν τε καὶ ἀπαραποίητον, ἕως ἂν ἐμπνέω καὶ μετὰ τῶν ζώντων συναριθμῶμαι. καὶ ἐξοπλισαίμην τὴν χεῖρα κατὰ τῶν ἐντεῦθεν ἀναφανησομένων ἐχθρῶν ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων [*](D) τῆς τῶν Ῥωμαίων ἡγεμονίας. καὶ ἔνθα ἂν καὶ προσταχθείην ὑφ' ὑμῶν, μετὰ πάσης τῆς περὶ ἐμὲ στρατιᾶς ἀπροφασίστως ἐκδουλεύσω κατὰ τὴν παρισταμένην [*](1. δεχόμενος scripsi: δέχομαι μὶν Ρ. 2. ὑμῶν F, ἡμῶν P. 6.7. κυροῦ P, correxi. 8. ὑπισχνοῦμαι scripsi: ἐπισχνούμενος Ρ. 11. ὁ Βαιμοῦνδος C. 14. κύριον F, κῦρ P, om. C. 15. ἀνθρώπων Ρ, correxi.)
231
χρείαν. καὶ οἵτινες ἂν καὶ εἰεν δυσμενῶς ἔχοντες πρὸς τὸ ὑμέτερον ὤατος, εἰ μή που τοῖς ἀθανάτοις ἀγγέλοις ἰσάζοιντ᾿ ἂν καί εἰσι τοῖς ἡμετέροις δόρασιν ἄτρωτοι ἢ τινα περίκεινται σώματα, κατὰ τούτων πάντων ὑπεραγωνισαίμην τῖς βασιλείας ὑμῶν. καὶ εἰ μὲν ὑγιῶς ἔχω τοῖ σώματος καὶ ἐλευθεριάζω Πόλεμοι· τινὸς βαρβαρικοῦ τε καὶ Τουρκικοῦ, αὐτὸς ἐγὼ τῷ ἐμῷ σώματι ἀγωνιοῦμαι τὸν ὑπὲρ ὑμῶν πόλεμον μετὰ τοῦ ξυνεπομένου στρατεύματος. [*](P. 408) εἰ δὲ ἢ νόσῳ βαρείᾳ πεδοῦμαι, οἶα πολλὰ τὰ ἀνθρώπινα, ἤ πόλεμος ἐπικείμενος πρὸς ἑαυτὸν ἕλκει με, τότε δὴ τότε ὑπισχνοῦμαι διὰ τῶν περὶ ἐμὲ γενναίων ἀνθρώπων μου τὴν δυνατὴν ἐξαποστέλλειν βοήθειαν ὡς ἐπανασῳζόντων ἐκείνων τὸ ἐμὸν ἔλλειμμα. ἡ γὰρ ὀρθὴ πίστις, ἥν σήμερον πρὸς τὴν βασιλείαν ὑμῶν δίδωμι, τοῦτο ἔστι τὸ ἢ δι’ ἐμαυτοῦ ἢ δι᾿ καθάπερ εἴρηται, ἀνακρωτηρίαστα διατηρεῖν τί τῆς συμφωνίας. [*](V. 323) ὀρθήν τε πίστιν φυλάττειν διόμνυμι καὶ καθόλου [*](Β) καὶ κατὰ μέρος ὑπὲρ τοῦ ὑμετέρου κράτους καὶ τῆς ζωῆς, ταυτησὶ λέγω τῆς κάτω τε καὶ γηΐνης. ὑπὲρ γὰρ τῆς τοιαύτης ὑμῶν ζωῆς σιδηροῦς τις ἀνδριὰς καὶ σφυρήλατος γενοίμην τοῖς ὅπλοις. ἀλλὰ μέχρι καὶ τῆς τιμῆς ὑμετέρας καὶ μέχρι βασιλικῶν ὑμῶν μελῶν ἐκτείνω τὸν ὅρκον, εἴ τις ἐαὐτοῖς ἐπιβουλεύεται κάκωσις παρά τινων ἀλιτηοἵτινες [*](1. scripsi: εἴ τινες P. 3. ἰσάζοιντ' scripsi: ἰστάζοιντ' F, ἰστάζοιντο P. 7. καὶ τὸν P, καὶ om. F. 14. ὑμῶν δίδωμι F, δίδωμι om. P. 15. διατηρεῖν F, τηρεῖν P.)
232
ῥίων ἐχθρῶν, οὕς δυνατόν ἐστιν ἐμὲ καταλύειν καὶ ἀπείργειν τοῦ κακοῦ ἐγχειρήματος. ἀλλὰ καὶ ὑπὲρ πάσης χώρας τῆς [*](C) ὑμετέρας καὶ πόλεως μικρᾶς τε καὶ μείζονος καὶ νήσων αὐτῶν καὶ ἁπαξαπλῶς, ὁπόση τίς ἐστι γῆ τε καὶ θάλασσα ὑπὸ τὰ ὑμέτερα σκῆΠτρα ἐξ αὐτοῦ δήπουθεν τοῖ Ἀδριαντικοῦ πελάγους καὶ ἄχρι πάσης ἀνατολῆς καὶ κατὰ μῆκος τῆς μεγάλης Ἀσίας, ἔνθα τὰ τῶν Ῥωμαίων ὁρίσματα ἦν. ἔτι συμφωνῶ, καὶ ἔσται τῶν συμπεφωνημένων μάρτθς καὶ ἐπήκοος ὁ Θεός μηδεμίαν μηδέποτε χώραν τεταγμένην ὑπὸ τὰ ὑμέτερα σκῆπτρα εἴτε νῦν εἴτε πρότερον μήτε πόλιν ἤ νῆσον κρατεῖν τε καὶ ἔχειν, καὶ ἁπλῶς, ὁπόσα ἡ βασιλεία Κωνσταντινουπόλεως περιεῖχεν ἢ νῦν κατέχει κατά τε τὴν [*](D) ἀνατολὴν καὶ τὴν δύσιν, ἐκτὸς τῶν ῥητῶς δεδωρημένων μοι παρὰ τοῦ θεοπροβλήτου κράτους ὑμῶν, ἃ καὶ κατ’ ὄνομα δηλωθήσεται ἐν τῷ παρόντι ἐγγράφῳ. ἀλλ’ ὁπόσην ἂν δυνηθείην χειρώσασθαι χώραν τελοῦσάν ποτε ὑπὸ τὴν βασιλείαν ταύτην ἀπωσάμενος τοὺς τὴν χώραν ἐκείνην κατέχοντας, εἰς τὴν γνώμην τὴν ὑμετέραν ἀναρτᾶν ὀφείλω τὴν περὶ ταύτης οἰκονομίαν. καὶ εἰ μέν ἐμὲ βούλεσθε ἐπιτροπεύειν τῆς κυριευθείσης χώρας ὡς ἄνθρωπον ὑμέτερον λίζιον καὶ δοῦλον πιστὸν, ἔσται τοῦτο· εἰ δ’ οὖν, ἀλλὰ παραδοίην ἄν, [*](P. 409) ᾦ ἂν ἀνδρὶ ἡ βασιλεία ὑμῶν βουληθείη, μὴ ἀμφιβάλλων [*](3. μείζονος F, μεγάλης Ρ. 5. δήπουθεν F, δήπουθε P. 6. ἄχρι F, μέχρι P. 8. τῶν] τοῦ F. 9. ἐπήκοος F, ὑπήκοος P. 10. μήτε πόλιν F, εἶτε πόλιν P. 13. ἄνα τολήν τε F. τὴν om. F.)
233
κατά τι τὸ σύνολον. χώραν δὲ οὐ δέξομαι ὑφ᾿ ἑτέρου τροδιδομένην ἐμοὶ ἢ πόλιν τινὰ ἢ πολίχνιον, ἅπερ ποτὲ ὑπὸ τὴν τῆς βασιλείας ἐξουσίαν ἐτύγχανον, ὡς ἐμοὶ διαφέροντα· ἀλλὰ καὶ τὰ πολιορκίᾳ κρατούμενα καὶ τὰ ἄνευ ὑμέτερα δ’ ἦσαν καὶ πάλιν ὑμέτερα ἔσονται μηδ’ ὁπωστιοῦν δικαιολογουμένου μου περὶ τούτων. ἀλλ’ οὐδὲ ὅρκον δέξομαι παρά τινος Χριστιανοῦ ἢ δώσω πρὸς ἢ συμφωνίαν ἡντιναοῦν πρὸς βλάβην ὑμετέραν ὁρωσαν πρὸς ζημίαν καὶ ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας. ἀλλ᾿ [*](Β) οὐδὲ ἄνθρωπος ἑτέρου γενήσομαι ἢ πέρας ἀρχῆς μείζονος ἢ ἐλάσσονος ἄνευ τοῦ κράτους τοῦ ὑμετέρου· ἀλλὰ μία κυριότης ἐμοί, ᾑ ὑπισχνοῦμαι δουλεύειν, ἡ βασιλεία σοῖ, τε καὶ τριποθήτου υἱοῦ σου. τοῖς δὲ προσερχομένους μοι ἀνθρώπους τῆς βασιλείῳ σοι ὡς κατεξαναστάντας τοῦ κράτους τοῦ σοῦ καὶ ἐμοὶ ἐκδουλεύειν ἐθέλοντας καὶ μισήσω καὶ ἀποπέμψομαι, μᾶλλον δὲ κατ’ αὐτῶν ἐξοπλίσομαι. τοὺς δὲ [*](V. 324) ἄλλοις βαρβάροις, * ἐθέλοντας δέ ὅμως ὑπὸ τὸ ἐμὸν δόρυ γίνεσθαι, δεξαίμην μέν, ἀλλ’ οὐκ ἰδίῳ προσώπῳ· ὁρκιῶ δὲ τούτους ἕνεκα σοῦ τε καὶ τοῖ περιποθήτου υἱοῦ σου καὶ τὰς ἐξ αὐτῶν χώρας παραλήψομαι δικαίῳ τῆς βασιλείας τῆς ὑμετέρας καὶ ἐντεῦθεν τὸ ὑπὲρ αἰτῶν προσταττόμενον ἀπροφασίστως ποιεῖν ἐπαγγέλλομαι. ταύτα μὲν περὶ τῶν [*](15. καὶ ἐμοὶ FC, καὶ om. P. ἐκδουλεύειν ἐθέλοντας C, ἐθέλοντας om. P. 17. lacunam signavi.)
234
πόλεων καὶ τῶν χωρῶν, ὅσαι ὑπὸ τὸ σκῆπτρον τῆς ῾Ρωμαίων ἐτύγχανον οὖσαι· περὶ δέ τῶν μηδέπω δεδουλευκότων τῇ ῾Ρωμανίᾳ, ταῦτα ἐνόρκως κατεπαγγέλλομαι, ὡς ἵνα τάς τε προσερχομένας μοι χώρας ἄνευ πολέμου ἢ καὶ μετὰ πολέμου καὶ μάγης καὶ ταύτας ἁπάσας ὡς ἀπὸ τῆς [*](D) ὑμετέρας βασιλείας λογίζωμαι, εἴτε Τουρκικαί εἰσιν, εἴτε Ἀρμενικαὶ καί, ὡς ἄν τις εἴποι τῶν τὴν ἡμετέραν ἐπισταμένων φωνήν, Παγανικαὶ ἢ Χριστιανικαί, τούς τε ἀπὸ τῶν ἐθνῶν προσιόντας μοι καὶ δουλεύειν ἐμοὶ βουλομένους, οὕτως ἵνα τούτους παραδέχωμαι, ὡς εἶναι καὶ αὐτοὺς μέλλοντας ἀνθρώπους τῆς βασιλείας ὑμῶν· καὶ διαβαίνοι καὶ πρὸς τούτους ἡ ἐμὴ συμφωνία πρὸς τὸ κράτος τῆς βασιλείας καὶ οἱ κατεμπεδωθέντες ὅρκοι. καὶ τούτων αὐτῶν, οὓς μὲν [*](P. 410) ἂν ἐθέλοιτε ὑμεῖς οἱ ἀεισέβαστοι βασιλεῖς ὑπ᾿ ἐμέ τάττεσθαι, τάττοιντ᾿ ἄν οὓς δὲ πέμπειν πρὸς τὸ ὑμέτερον κράτος βούλεσθε, βουλομένων κἀκείνων ἀποστελῶ, μὴ βουλομένων δέ, ἀλλ᾿ ἀπαναινομένων τὴν πρὸς ὑμᾶς δουλείαν, οὐδὲ ἐγὼ παραδέξομαι. πρὸς μέντοι τὸν Ταγγρὲ καὶ ἀνεψιόν μου ἀκήρυκτον ἕξω πόλεμον, εἰ μὴ ἐθελήσει καθυφεῖναί τι τῆς πρὸς τὴν βασιλείαν ὑμῶν δυσμενείας μηδὲ ὀπολύει τῆς χειρὸς αὐτοῦ τὰς πόλεις τῆς ὑμετέρας βασιλείας. ἐπὰν δὲ καὶ θέλοντος αὐτοῦ ἢ καὶ μὴ θέλοντος ἀναρρυσθῶσιν αἱ [*](1. καὶ τῶν F, τῶν om. P. 4. προσερχομένας F, ἐπερχομένας P. καὶ F, om. P. 6. λογίζωμαι F, λογίζομαι P. 7. εἴποι F, εἴπῃ P. 10. παραδέχομαι Ρ, correxi. 12. βασιλείας σου P, σου om. F. 13. καταπεμφθέντες C. 14. εὐσεβέστατοι C. 17. ἀλλ᾿ F, ἀλλὰ Ρ. 21. βασιλείας ὑμετέρας F.)
235
πόλεις, αὐτὸς μὲν ἵνα δεσπόζω τῇ ἀντιλήψει τοῦ κράτους ὑμῶν τὰ διὰ χρυσοβούλλου λόγου δεδωρημένα μοι, ἃ καὶ [*](Β) ῥητῶς ἐξαριθμηθήσεται· αἱ δέ πόλεις ἐκεῖναι μετὰ τῆς ὲν Συρίᾳ Λαοδιχείας καὶ ὅσαι εἰσὶν ἐκτὸς τῶν δεδωρημένων ἐμοὶ τῷ σκήπτρῳ ὑμῶν προσαρμόζωνται. ἀλλ’ οὐδὲ τοὺς τῆς βασιλείας ὑμῶν φυγάδας προσδέξομαί ποτε, ἀλλὰ παλιμπορεύτους ποιήσω καὶ ὑποτροπιάζειν πρὸς τὴν βασιλείαν ὑμῶν ἀναγκάσω. ἐτι καθυπισχνοῦμαι καὶ ταυτὶ πρὸς τοῖς ἄνωθεν εἰρημένοις βεβαιοτέρας τὰς συμφωνίας συμφωνῶ γάρ, ἵνα ἐλλυητὰς ἀποδοίην ἐπὶ ταύταις ταῖς συμφωνίαις, ὥστε ἀπαραβάτους καὶ ἀπαραθραύστους μένειν ἐς τὸ διηνεκές, τοὺς μέλλοντας ἀνθρώποις μου ἐμῷ δικαίῳ κατέχειν [*](C) τὴν δεδομένην μοι χώραν παρὰ τῆς βασιλείας σου καὶ τὰς πόλεις καὶ τὰ πολίχνια, ἃ καὶ πρὸς ὄνομα παρασκευάσω γὰρ καὶ τούτοις ὀμόσαι τὰ φρικωδέστατα, ὡς ἂν ναὶ οὗτοι φυλάττωσι πίστιν ὀρθὶν πρὸς τὸ ὑμέτερον κράτος καὶ ὁπόσην ὁ τῶν Ῥωμαίων κοσμεῖ θεσμὸς καὶ πάπα τὰ ὲν τῇ παρούσῃ συμφωνίᾳ ἐγγεγραμμένα στέργωσιν ἀκριβέστατα. καὶ ὁρκιῶ τούτους εἰς τὰς ἐπουρανίους δυνάμεις καὶ τὴν ἄστικτον ὀργὴν τοῦ Θεοῖ; ὡς εἴ ποτε βουλευσαίμην κατὰ τῆς βασιλείας ὑμῶν, ὃ μὴ γένοιτο, μὴ ὠ μὴ 10 δίκη Θεοῦ, πάντα τρόπον ἐκεῖνοι δπουδάζωσι πρῶτον [*](D) [*](3. ἐξαριθμηθήσεται F, ἐξαριθμήσεται. P. 7. πρὸς τὴν F, πρὸς om. P. 11. ἐς F, εις ἐς F, εἰς P. 15 — 19. ὡς ἄν καὶ... ἀκριβέστατα om. C. 19. εἰς FC, εἰ P.)
236
[*](V. 326) μὲν διὰ τεσσαρακονθημέρου τινὸς διαστήματος ἐπαναγαγεῖν με εἰς τὴν πίστιν τῆς βασιλείας ὑμῶν καθάπαξ τραχηλιάσαντα. τοῦτο δ’ ἂν γένοιτο, εἰ καὶ γενέσθαι παραχωρηθείη, μανίας ἄντικρυς καὶ λύττης καταλαβούσης ἐμέ ἢ ὅταν δηλονότι τὰς φρένας ἐλαύνωμαι. εἰ δ’ ἀνοήτως ἔχω καὶ ἀστεμφῶς πρὸς τὰς παραινέσεις ἐκείνων καὶ λάβρως ἐπαιγίζει τὰ τῆς λύττης τὴν ψυχὴν τὴν ἐμήν, ἀλλὰ τότε γε ἐξομόσονται μέν ἐμὲ καὶ πάντα τρόπον ἀποπροσποιήσονται, μεταθῶνται δὲ πρὸς τὸ ὑμέτερον κράτος καὶ χεῖρα καὶ γνώμην καὶ τὰς χώρας, ἃς [*](P. 411) ὲμῷ δικαίῳ κατέχουσιν, ἀποσπάσοντες τῆς ἐμῆς ἐξουσίας ὑμῖν καὶ τῷ μέρει τῷ ὑμετέρῳ παραδοῖεν. ταῦτα δέ ἐνωμότως ποιεῖν καταναγκασθήσονται καὶ τὴν αὐτὴν φυλάξουσι πίστιν καὶ δουλείαν καὶ εὔνοιαν πρὸς ὑμᾶς, ἣν κἀγὼ συμπεφώνηκα, καὶ ὑπὲρ τῆς ὑμετέρας ζωῆς καὶ τῆς ἐπιγείου ἀροῦνται τὰ ὅπλα, ἀλλὰ καὶ ὑπὲρ τῶν ὑμετέρων βασιλικῶν μερῶν καὶ μελῶν, ὡς μή τι πάθοιεν παρά τινος ἐχθροῦ, πολεμησείοντες οὐκ ἀνήσουσιν, εἴ γε τέως εἰς αἴσθησιν ἔλθοιεν τῶν ἐπιβούλων καὶ σφαλερῶν. ταῦτα ἐπόμνυμι καὶ διαμαρτύρομαι καὶ Θεὸν καὶ ἀνθρώπους καὶ τοὺς ὑπερτάτους ἀγγέλους, ὡς ἄρα [*](B) καταναγκάσω φρικαλέοις ὅρκοις αὐτοὺς κατειληφὼς ποιεῖν τε καὶ πράττειν εἰς δύναμιν· ὡς δέ καὶ ὑπὲρ τῶν κάστρων τῶν ὑμετέρων καὶ τῶν πόλεων καὶ χωρῶν καὶ ἁπλῶς τῶν ὅλων [*](3. μανίαν P, correxi. 6. λάβρως F, λαύρως P. 11. ἐνωμότως FC, ἐνομότως P. 17. πολεμησείοντες C, πολεμεσείοντες P. 22. καὶ τῶν πόλεων καὶ F, καὶ τῶν πόλεων om. P.)
237
μερῶν τῶν ὑπὸ τὴν βασιλείαν ὑμῶν, ὅσα ἡ δύσις ἔχει, οὔσα ἡ ἀνατολὴ περιέχει, ἐνόρκως τὰ αὐτὰ συμφωνήσουσιν ἃ κἀγὼ πρὸς ὑμᾶς συμπεφώνηκα· καὶ ταῦτα ποιήσουσι καὶ ζῶντος ἐμοῦ καὶ ἀποτεθνηκότος· καὶ ἵξει καὶ τούτους τὸ ὑμῶν ἀνθρώπους ὑποχειρίους ναὶ χρήσει τούτοις ὅσα καὶ ὑπηρέταις πιστοῖς. καὶ ὅσοι μέν ἐνταυθοῖ τυγχάνουσι συνεπιδημοῦντες ἐμοί, αὐτίκα καὶ τὰς ἐνόρκους πίστεις καὶ τὰς συμφωνίας δώσουσι πρὸς ὑμᾶς τοὺς σεβαστούς, τόν τε κύριον [*](C) Ἀλέξιον καὶ αὐτοκράτορα τῶν Ῥωμαίων καὶ τὸν πορφυρογέννητον βασιλέα καὶ σὸν υἱόν, ὅσοι δὲ ἀπῶσι τῶν ἱππέων καὶ ὁπλιτῶν, οὓς καβαλλαρίους συνήθως ἀποστειλάσης ἄνθρωπον τῆς βασιλείας σου κατὰ τὴν Ἀντιόχειαν πόλιν, ἐκεῖ τοὺς αὐτοὺς ὅρκους ἀποτελέσουσι κἀκεῖνοι, ὁρκιοῦντος μέν αὐτοὺς τοῦ ἀνθρώπου τῆς βασιλείας σου, ἐμοῦ δέ, ἐπόμνυμι τοῦτο, παρασκευάσοντος ὀμόσαι τοὺς ἄνδρας καὶ συμφωνῆσαι τὰ αὐτά τε καὶ ἀπαράλλακτα. προσέτι συμφωνῶ καὶ ἐπόμνυμι, ὡς ἄρα καθ’ ὧν μὲν ἂν βούληται [*](D) ἡ βασιλεία ὑμῶν τῶν κατεχόντων πόλεις καὶ χώρας, αἱ ποτε ὑπέκειντο τῇ βασιλείᾳ τῆς Κωνσταντινουπόλεως, ἀντάρασθαι χεῖρας καὶ ξυγκροτῆσαι πόλεμον, τοῦτο ποιήσω κἀγὼ [*](2. συμφωνήσουσιν C, σομφωνήσουσιν P. 3. ζῶντος C, ξῶντος P. 4. ἀποτεθνηκότος F, ἀποθανόντος P. ἵξει] ε prius in ras. F. 6. ὑπηρέτοις F. τυγχάνουσι συνεπιδημοῦντες ἐμοὶ F, τυγχάνουσιν ἐμοὶ συνεπιδημοῦντες P. 7. τοὺς ἐνόρκους P, correxi. 8. κύριον F, κύριν P. 11. συνήθως F, σύνηθες P. 14. ὁρκιοῦντος F, ὁρκοῦντος P. 15. παρασκευάσαντος P, correxi. 20. ξυγκροτῆσαι F, συγκροτῆσαι P.)
238
ὁπλοποιήσομαι κατ᾿ αὐτῶν. καθ᾿ ὧν δὲ οὐκ ἔστι σοι θυμῆρες στρατὸν κινῆσαι, οὐδὲ αὐτοὶ κατ᾿ ἐκείνων στρατεύσαιμεν. διὰ πάντων γὰρ βουλόμεθα θεραπεύειν τὸ ὑμέτερον κράτος καὶ πᾶσαν πρᾶξιν καὶ πᾶσαν βούλησιν τῆς σῆς βουλήσεως ἐξαρτᾶν. τῶν τε Σαρακηνῶν καὶ τῶν ἐκ τοῦ ᾿Ισμαὴλ ὁπόσοι συρρέουσιν εἰς τὴν βασιλείαν σου ηὐτομοληκότες καὶ τὰς πόλεις αὐτῶν παραδιδόντες, οὔτε ἀποκωλύσω οὔτε διὰ τοῦ σπουδῆς θείην ὑποποιήσασθαι ἐμαυτῷ, εἰ μή που ἄρα διὰ τοῦ ἐμοῦ δόρατος καταναγκασθὲν τὸ κράρος ἐκεῖνο καὶ πανταχόθεν στενοχωρηθὲν πρὸς τὸ κράτος τὸ σὸν ἀπέ- [*](P. 412) βλεψε κίνδυνον ὑφορώμενον καὶ τὴν σωτηρίαν ἑαυτῷ ἐκ [*](V. 326) τοῦ προσέρχεσθαί σοι πραγματευόμενον. ἀλλὰ τοὺς τοιούτους τε πάντας καὶ ὅσοι τὸ Φραγγικὸν πεφοβημένοι ξίφος καὶ τὸν ἐπηρτημένον θάνατον ἀποκλίναντες τοὺς σεβαστοὺς βασιλέας ἐπικαλοῦνται ὑμᾶς ** οὐ διὰ τοῦτο ἀνθέξεσθε τῶν ἡμετέρων δοριαλώτων, ἀλλὰ δηλονότι τῶν ἄνευ πόνων ἡμετέρων καὶ κόπων καὶ ἐθελουσίως εἰς τὴν ὑμετέραν δούλωσιν ἐρχομένων. πρὸς τοῖς ἄλλοις καὶ ταυτὶ συμφωνῶ, ὅτι τοι ὅσοι ἂν ἐθέλωσι διαπερᾶσαι μετ᾿ ἐμοῦ τὸν Ἀδρίαν ἀπὸ [*](B) Λογγιβαρδίας ἄνδρες στρατιῶται, ὀμοῦνται καὶ αὐτοὶ καὶ συμφωνήσουσι τῇ δουλείᾳ τῆς βασιλείας σου, ὁρκίζοντος δηλονότι τούτους ξύμπαντας ἀνθρώπου τινὸς τοῦ ὑμετέρου [*](1. καθ᾿ P, ἐφ᾿ F. 11. ἑαυτῶ F, ἑαυτῶν P. 12. τοὺς τοιούτους τε F, τούτους Ρ. 15. lacunam signavi. 16. ἄνευ πόνων ἡμετέρων καὶ κόπων F, ἄνευ κόπων ἡμετέρων καὶ πόνων P. 18. τοι om. C.)
239
κράτους, ὂν ἂν ἂν αὐτοὶ ἐπὶ τούτῳ κατὰ τὸ πέραν Ἀδρίου. εἰ δ’ ἀποπηδῶσι τὸν ὅρκον, μὴ ἄλλως ἐᾶσαι διαπερᾶν ὡς τὰ αὐτὰ φρονεῖν ἡμῖν ἀπαναινομένους. δεῖ δὲ καὶ τὰς διὰ χρυσοβούλλου λόγου δωρηθείσας μοι παρὰ τοῦ θεοπροβλήτου κράτους ὑμῶν χώρας καὶ πόλεις ἐκθεῖναι ὲν τῷ παρόντι συγγράμματι· ἡ κατὰ τὴν Συρίαν Ἀντιόχου πόλις μετὰ τῆς περιοχῆς αἰτῇς καὶ τῆς διακρατήσεως σὺν αὐτῷ Σουετίῳ, ὃ παρὰ τὴν ἥδρασται· τὸ Δοὺξ μετὰ τῆς διακρατήσεως αὐτοῦ πάσης [*](C) σὺν τῷ τοῦ Καινὰ τό τε τοῦ Λουλοῦ λεγόμενον καὶ τὸ τοῦ Θαυμαστοῦ Ὄρους καὶ τὰ Φερέσια μετὰ τῆς ὑπ᾿ πάσης χώρας· ὁ Ἅγιος Ἠλίας ἡ στρατηγὶς μετὰ τῶν ὑπ᾿ ἀίτην πολιχνίων· ἡ στρατηγὶς τὸ Βορζὲ καὶ τὰ ὑπὸ ταύτην πολίχνια· ἡ περὶ τὴν στρατηγίδα τὸ Σέζερ ἅπασα χώρα, ἥντινα Λάρισσαν Ἕλληνες ὀνομόζουσιν· ὡς δὲ καὶ τὸ Ἀρτὰχ καὶ τί Τελοὺχ αἱ στρατηγίδες μετὰ τῆς ἑκάστης περιοχῆς· σὺν τούτοις ἡ Γερμανίκεια καὶ τὰ ὑπὸ ταύτην πολίχνια· τὸ Μαῦρον Ὄρος καὶ πάντα τὰ ὑπ᾿ ἐκεῖνο τατττόμενα κάστρα καὶ ἡ ὑποκειμένη τούτῳ σύμπασα πεδιὰς ἄνευ δηλονότι τῆς τῶν Ῥουπενίων διακρατήσεως Λέοντός τε καὶ Θεοδώρου [*](D) τῶν Ἀρμενίων γεγονότων ἀνθρώπων τοῦ κρατοῖς [*](1. ἀποστείλητε F, στείλητε P. 3. τὰ om. F. ἡμῖν F, ὑμῖν P. 4. χρυσοβούλλου FC, χρυσοβούλου P. 10. τὸ posterius addidi. 11. καὶ C, τὸ P. 15. Ἀρταχόν C. 16. Τελουχόν C. 20. Ιουπελιων C. 21. ἀνθρώπων Montfaucon, ἀνθρώπον P, ἄνω C.)
240
ὑμῶν· μετὰ τῶν ἀναγεγραμμένων τὸ στρατηγάτον Παγρᾶς, τὸ στρατηγάτον Παλατζά, τὸ Θέμα τοῦ Ζοῦμε ἰπὶ τὰ ὑπὸ ταῦτα πάντα κάστρα τε καὶ πολίχνια καὶ ἡ ἑκάστῳ προσήκουσα χώρα. ταῦτα γὰρ πάντα κἀκεῖ περιέχεται ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας ὑμῶν ὡς δεδωρημένα μοι παρὰ τοῦ θείου κράτους μέχρι πέρατος τῖς ἐμῆς βιοτῆς, ὡς ὀφειλόντων μετὰ τὴν ἐνθένδε μου μετάστασιν εἰς τὴν βασιλείαν ἐπανακάμπτειν τῆς νέας Ῥώμης καὶ βασιλίδος [*](P. 413) πόλεων Κωνσταντινουπόλεως, ἐφ’ ᾡφυλάττειν πίστιν ἀκραιφνεστάτην καὶ εὔνοιαν καθαρὰν δι’ ὑμῶν τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων εἰς τὴν βασιλείαν αὐτῆς καὶ τοῦ θρόνου ταίτης καὶ τῆς βασιλικῆς ῥάβδου δοῦλον εἶναι καὶ λίζιον ὑποχείριον. συμφωνῶ δέ καὶ ὄμνυμι τὸν ἐν τῇ ἐκκλησίᾳ Ἀντιοχείας πρεσβευόμενον Θεόν, ὡς οὐκ ἐκ τοῦ γένους πατριάρχης ἔσται Ἀντιοχείας, ἀλλ' ὃν ἄν προβαλεῖται ἡ βασιλεία ὑμῶν ἐκ τῶν θρεμμάτων τυγχάνοντα τῆς κατὰ τὴν Κωνσταντινούπολιν μεγάλης ἐκκλησίας. ὁ τοιοῦτος γὰρ καὶ τοῦ θρόνου τοῦ κατὰ τὴν Ἀντιόχειαν ἐπιβαίη καὶ [*](Β) πάντα πράξει ἀρχιερατικῶς ἔν τε χειροτονίαις καὶ ταῖς λοιπαῖς ἐκκλησιαστικαῖς ὑποθέσεσι κατὰ τὰ τοῦ θρόνου τοῦδε προνόμια. ἦσαν δὲ ἄρα καὶ αἱ ἀπὸ τῆς δουκικῆς ἀρχῆς [*](V. 327) τῆς κατὰ τὴν πόλιν Ἀντιοχείας ἀποτμηθεῖσαι μερίδες καὶ] παρὰ τῆς βασιλείας ὑμῶν ὡς ἐθελόντων ταύτας προσοικιώπαλατζά] [*](2. τὰ Πολαδερά C. 4. χρυσοβούλλῳ FC, χρυσοβούλῳ β α 7. ὀφείλοντα γοῦν? 10. καὶ addidi. 12. εἶναι δοῦλον (corr. m. 1)F. 13. ὄμνυμι F, ἐπόμνυμι P. ἐν F, ἐκ P. 14. Ἀντιοχείας F, Ἀντιόχου P. 18. Ἀντιόχειαν F, Ἀντιόχου P. 22. καὶ seclusi.)
241
σασθαι καθ᾿ ὁλόκληρον αὑται· τό τε αὑται· τό τε θέμα τὸ καὶ πρὸς τούτοις τὸ στρατηγάτον τῆς Ταρσοῦ πόλεως ἡ Ἄδανα πόλις καὶ αἱ τοῦ Μόψου ἱστίαι καὶ ἡ Ἀνάβαρζα καί, συνελόντα φάναι, ἡ χώρα πᾶσα τῆς Κιλικίας, ὅσην ὁ Κύδνος καὶ ὁ Ἕρμων περιορίζουσιν· ὡς δὲ καὶ ἡ Λαοδίκεια τῆς Συρίας καὶ αὐτὸ δήπουθεν τὸ στρατηγάτον Γαβάλων, ὃ καὶ Ζέβελ ὑποβαρβαρίζοντες λέγομεν, τά τε [*](C) στρατηγάτα Βαλανέως καὶ Μαρακέως καὶ ἡ Ἀντάραδος τῆς Ἀνταρτοῦς· στρατηγίδες γὰρ καὶ ἀμφότερα. ταῦτά εἰσιν ἅπερ ἀποκόψασα ἡ βασιλεία ὑμῶν τῆς ὅλης δουκικῆς ἀρχῆς Ἀντιοχείας καὶ τῷ κύκλῳ τοῦ κράτους προσένειμεν ἐκεῖθεν ἀφελομένη. καὶ στέργω καὶ τοῖς τε δεδομένοις καὶ τοῖς ἀφῃρημένοις ὡσαύτως. καὶ ἀνθέξομαι μὲν τῶν δικαίων καὶ προνομίων ὧν παρέλαβον ἀφ’ ὑμῶν, οὐκ ἀντιποιησαίμην δέ ὦν οὐ παρέλαβον. οὐδ’ ἂν ὑπερβαίην τοὺς ὅροις, ἀλλ’ τοῖς δεδωρημένοις κρατῶν αὐτὰ καὶ καρπούμενος, μέχρις ἂν τῷ βίῳ περιῶ, καθὰ προδεδήλωται. μετὰ δὲ τὴν [*](D) ἐμὴν τελευτήν, ὡς καὶ τοῦτο προγέγραπται, πρὸς τὰς οἰκείας ἀρχὰς καὶ ὅθεν εἰς ἐμὴν ἐξουσίαν ἐδόθησαν. ἐπισκήψω γὰρ τοῖς ἐμοῖς ἐπιτρόποις καὶ κατὰ τὴν τελευταίαν μου βούλησιν ἀποδώσειν τὰς χώρας ἁπάσας τὰς εἰρημένας τῷ σκήπτρῳ τῆς τῶν Ῥωμαίων ἀρχῆς μηδὲν παρὰ τὴν ἀπόδοσιν περιερηαζομένοις ἤ εἰς ἀμ- [*](1. Δανδόν C. lacunam signavi. 9. γὰρ] δὲ? 21. ἀποδώσειν F, ἀποδοῦναι P. 23. ἀμφιβολίαν C.)
242
φισβήτησίν τινα διαπίπτουσι. καὶ ὄμνυμι καὶ τοῦτο καὶ συμφωνίαν ταύτην κατεμπεδῶ, ὡς ἀνυπερθέτως τε καὶ ἀναμφιβόλως τὸ προσταττόμενον πράξουσι. πλὴν καὶ τοῦτο προσκείσθω ταῖς συμφωνίαις, ὡς ἐπειδὴ ὑπὲρ τῶν [*](P. 414) μένων παρὰ τοῦ κράτους ὑμῶν ἐκ τῆς Ἀντιοχικῆς ἀρχῆς καὶ τοῦ δουκάτου τῆς πόλεως ἐγώ τε κατελιπάρησα τὸν ὑμέτερον θρόνον ποιήσασθαι ἀντισήκωσιν καὶ οἱ περεγρῖνοι προσκατελιπάρησαν τὴν ὑμετέραν βασιλείαν, καὶ κατένευσε τὸ κράτος ὑμῶν ἀντισηκῶσαί μοι θέματα καὶ χώρας τινὰς καὶ πόλεις κατὰ τὴν ἀνατολὴν διακειμένας. δεῖ καὶ τούτων ἐνταυθοῖ μνημονεῦσαι κατ’ ὄνομα, ἵνα μήτε ἡ βασιλεία ὑμῶν ἀμφιβάλλοι κατά τι καὶ ἐγὼ ἔχω περὶ ὧν ἂν ἐπιζητοίην. ἦσαν δὲ ταῦτα· τό τε θέμα τῆς Κασιώτιδος πάσης χώρας, ἦς μητρόπολις ἐστιν ἡ Βέροια, ὃ κατὰ τὴν τῶν [*](B) φωνὴν Χάλεπ λέγεται, τὸ θέμα τῆς Λαπάρας καὶ τὰ ὑπὸ ταύτην πάντα πολίχνια, τοῦτ’ ἔστι τὰ Πλαστά, τὸ τοῦ Χωνίου κάστρον, τὰ Ῥωμαΐνα, τὸ κάστρον Ἀραμισός, τὸ τοῖ Ἀμηρᾶ πολιχνιον, τὸ κάστρον τοῦ Σαρβάνου, τὸ τοῦ Τελχαμψὼν φρούριον· σὺν οἷς καὶ τὰ τρία Τίλια, τό τε Σθλαβοτίλιν καὶ τἆλλα δύο, τὸ φρούριον τὸ Σγένιν, τὸ κάστρον τὸ Καλτζιέριν· καὶ δὴ καὶ ταυτὶ τὰ πολίχνια, τό τε Κομμερμοέρι καὶ τὸ Καθισμάτιν λεγόμενον καὶ τὸ Σαρσάπην καὶ τὸ Νεκρὰν [*](4. προσκείσθω F, προσκεῖσθαι P. 6. δουκάτου] κράτους 12. ἀμφιβάλλοι F, ἀμφιβάλοι P, 19. δθλαβοτίλιν F, Αθλαβοτίλιν P. 21. ταυτὶ F, ταυτῶν P. 22. τὸ scripsi: τὴν P.)
243
τὸ πολσμάτιον. ταῦτα μὲν τὰ ἐπὶ τόδε Συρίας κείμενα· τὰ δὲ ἀπὸ τῆς μέσης τῶν ποταμῶν θέματα, τὰ ἀγχοῦ που κείμενα τῆς πόλεως ᾿Εδέσης, τό τε θέμα τῶν Λιμνίων καὶ τὸ θέμα τοῦ ᾿Αετοῦ μετὰ πάσης τῆς ἑκάστου τούτων περιο- [*](C) χῆς. μηδὲ ταῦτα ἀμνημόνευτα κείσθω τὰ περὶ τῆς ᾿Εδέσης μηδέ τὰ παρὰ τοῦ θεοφρουρήτου κράτους ὑμῶν τετυπωμένα [*](V. 328) μοι ἐτήσια τάλαντα, λέγω δὴ τὰς διακοσίας λίτρας τῆς Μιχανλάτου χαραγῆς. προσδεδώρηται γάρ μοι διὰ τοῦ εὐσεβοῦς χρυσοβού λόγου τῆς βασιλείας ὑμῶν καὶ τὸ δου- κάτον * ἐξ ὁλοκλήρου μετὰ τῶν ὑπ᾿ αὐτὸ πάντων φρουρίων τε καὶ χωρῶν οὐκ εἰς ἐμὸν πρόσωπον μόνον περιϊσταμένης τῆς δουκικῆς ταύτης ἀρχῆς· ἀλλὰ γὰρ ἐφεῖταί μοι παραπέμπειν αὐτὴν διὰ τοῦ εὐσεβοῦς χρυσοβούλλου λόγου εἰς ὅν ἂν αὐτὸς ἐθέλοιμι, μέλλοντος δηλονότι κάκείνου ὑποκύπτειν τοῖς τῆς βασιλείας ὑμῶν προστάγμασι καὶ θελήμασι καθα- [*](D) περεὶ ἀνθρώπου λιζίου τυγχάνοντος τοῦ αὐτοῦ κράτους καὶ τῆς αὐτῆς βασιλείας καὶ τὰ αὐτα βουλομένου καὶ συμφωνοῦντος, ἅπερ κἀγὼ πρὸς ὑμᾶς. ἀλλὰ καὶ τὸ ἀπὸ τοῦδε, ἐπειδὴ καθάπαξ ἐγενόμην ὑμέτερος ἄνθρωπος καὶ τοῦ κύκλου τοῦ κράτους ὑμῶν, ὀφείλω λαμβάνειν κατ᾿ ἐτησίαν δόσιν ἀπὸ τῶν βασιλκῶν θησαυρῶν τάλαντα διακόσια τοῦ προβεβασιλευσκότος κυρίου Μιχαὴλ ποιότητά τε καὶ χαραγὴν ἀποφέροντα [*](1. τῇ Συρίᾳ C. 2. θέματα scripsi: θέματος P. 3. ἐδέσης F, Εδέσσης P, 5. τῆς ἐδέσης F, Εδέσσης P. 7. διακοσίας F, διακοσίους P. 10. lacunam siguavi: apparet olim τὸ δουκάτον τῆς Ἐδέσης vel simile quid fuisse. αὐτὸν F. 12. ἀλλὰ om. C. ἐφεῖται γὰρ C. 13. ὃν ἂν F, ἂν om. P. 15. ὑμῶν om. F. 22. κυρίου F. κυροῦ P.)
244
[*](P. 415) διά τινος ἀποστολέως ἡμετέρου Συριάθεν πεμπομένου μετὰ καὶ γραμμάτων ἐμῶν πρὸς ὑμᾶς εἰς τὴν βασιλίδα πόλιν, ἐφ’ ᾦ ταῦτα λαβεῖν εἰς ἡμέτερον πρόσωπον. καὶ ὑμεῖς μέν, οἱ ἀεισέβαστοι βασιλεῖς καὶ σεβαστοί τε καὶ αὔγουστοι τῆς τῶν Ῥωμαίων ἡγεμονίας, στέρξετε δήπουθεν τὰ ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς εὐσεβοῦς ὑμῶν βασιλείας ἐγγεγραμμένα καὶ τὰ ὑπεσχημένα διατηρήσετε. ἐγὼ δέ διὰ τοῦδε τοῦ ὅρκου τὰ πὰρ ἐμοῦ πρὸς ὑμᾶς συμπεφωνημένα κατεμπεδῶ. ὄμνυμι γὰρ εἰς τὰ πάθη τοῦ ἀπαθοῦς καὶ σωτῆρος Χριστοῦ καὶ εἰς τὸν ἀήττητον ἐκείνου σταυρόν, ὃν ὑπὲρ τῆς τῶν [*](Β) ἁπάντων σωτηρίας ὑπέμεινε, καὶ εἰς τὰ προκείμενα παναγέστατα εὐαγγέλια, ἃ τὴν οἰκουμένην ἅπασαν ταῦτα γὰρ κρατῶν ἐπόμνυμι καὶ τὸν πολύτιμον σταυρὸν τοῖ Χριστοῦ συμπαραλαμβάνω τῷ νῷ καὶ τὸν ἀκάνθινον στέφανον καὶ τοὺς ἥλους καὶ τὴν λόγχην ἐκείνου τὴν διατρήσασαν τὴν δεσποτικὴν καὶ ζωοποιὸν πλευρὰν πρὸς σέ, τὸν κράτιστον καὶ ἅγιον ἡμῶν βασιλέα κύριον Ἀλέξιον τὸν Κομνηνὸν καὶ τὸν συμβασιλεύοντά σοι τριπόθητον κύριον Ἰωαννην τὸν πορφυρογεννητον, ὡς πάντα τὰ συμπεφωνημένα καὶ εἰρημένα ἀπὸ τοῦ στόματός μου φυλάξω καὶ ἀπαράβατα [*](1. ἡμετέρου F, ὑμετέρου P. Συριάθεν F, Συρρόθεν P. P, εἰς F, πρὸς P. 5. χρυσοβούλλω F, χρυσοβούλλου P. 8. παρ’ ἐμοῦ πρὸς ὑμᾶς F, πρὸς ὑμᾶς παρ’ ἐμοῦ P. 11. παναγέστατα F, Παναγιώτατα P. 12. ἐσαγήνευσε F, ἐσαγήνευσαν P. 13. τοῦτο F. 17. κίριον F, κύριν P. συμβασιλεύοντα F, συμβασιλεύσαντα P. κύριον F, ὑιὸν κύριν P.)
245
διατηρήσω μέχρι παντὸς καὶ τὰ ὑπὲρ τοῦ κώους ὑμῶν καὶ νῦν φρονῶ καὶ εἰσέτι φρονήσω μηδ’ ἄχρι ψιλῆς ἐπινοίας [*](C) κακόηθες ἢ δολερὸν πρὸς ὑμᾶς ἐνδεξόμενος, ἀλλ’ ἐμμενῶ τοῖς ὑπ’ ἐμοῦ συμπεφωνημένοις καὶ καθ’ οἱονδήτινα τρόπον οὔτε ψευδορκήσω πρὸς ὑμᾶς οὔτε εἰς ἀθέτησιν ὑπεσχημένων χωρήσω οὔτε πρὸς ἄσπονδον τι ἐπινοήσομαι οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ σὺν ἐμοὶ πάντες καὶ ὁπόσοι τῆς ἐμῆς ἐξουσίας εἰσὶ καὶ τὸν χορὸν τῶν ἐμῶν στρατιωτῶν ἀπαρτίζουσιν· ἀλλὰ καὶ ὑπὲρ τῶν σῶν ἐχθρῶν θωρακιούμεθα καὶ ἀροῦμεν ὅπλα καὶ δόρατα καὶ τοῖς σοῖς φίλοις ἐμβαλοῦμεν τὰς δεξιάς· καὶ πάντα τὰ πρὸς ὠφέλειαν καὶ τιμὴ τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ ἐπινοήσω καὶ καταπράξομαι. οὕτως ὀναίμην τῷ τοῦ Θεοῦ βοηθείας, οὕτω τοῦ [*](D) σταυροῦ καὶ τῶν θείων εὐαγγελίων.

Ταῦτα ἐγράφη τε καὶ οἱ ὅρκοι συνετελέσθησαν τῶν ὑπογεγραμμένων μαρτύρων κατὰ μῆνα Σεπτέμβριον δευτέρας ἐπινεμήσεως ἔτους ἤδη διαρρυϊσκομένου ςχιζ'.

Οἱ μέντοι παρουσιάσαντες μάρτυρες καὶ ὑπογεγραφότες, ὧν ἐναντίον ταῦτα τετέλεστο, εἰσὶν οὑτοι· οἱ θεοφιλέστατοι [*](V. 329) ἐπίσκοποι, ὅ τε Ἀμάλφης Μαῦρος καὶ ὁ τοῦ Τερεντοῦ Ῥενάρδος καὶ οἱ σὺν αἰτῶ κληρικοί· ὁ εὐλαβέστατος καθηγούμενος τῆς ἐν Λογγιβαρδίᾳ σεβασμίας μονῆς τοῦ ἁγίου Ἀνἐνδεξόμενος [*](3. scripsi: ἐνδειξόμενος P. 4. ὑπ’ F, παρ’ P. 9. lacunam signavi. 12. καὶ ἐπινοήσω F, καὶ om. Ρ. 16. Σεπτέβριον P, correxi. 17. διαρρυϊσκομένου διαρυϊσκομένου P.)

246
δρέου, τῆς ἐν τῇ νήσῳ τοῦ Βρεντησίου, καί τινες αὐτῶν δύο [*](P. 416) μοναχοί· οἱ ἄρχοντες τῶν περεγρίνων, ὧν τὰ μέν σίγνα αὐτοὶ διεχάραξαν οἰκειοχείρως, τὰ δέ τούτων ὀνόματα διὰ χειρὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἀμάλφης τοῖς σίγνοις προσπαρεγράφησαν, ὃς καὶ πρέσβυς παρὰ τοῦ πάπα πρὸς τὸν αὐτοκράτορα ἐληλύθει. οἱ ἀπὸ τῆς βασιλείου αὐλῆς· ὁ Σεβαστὸς Μαρῖνος, Ῥογέρης ὁ τοῦ Τακουπέρτου, Πέτρος [*](B) Ἀλίφας, Γελίελμος ὁ Γανζῆ, Ῥιτζάρδος ὁ Πριντζίτας, Ἰοσφρέ Μαλής, Οὐμπέρτος ὁ υἱὸς τοῦ Γραούλ, Παῦλος ὁ Ῥωμαῖος, οἱ ἐκ τῶν Δακῶν ἥκοντες ἀποκρισιάριοι παρὰ τοῦ κρόλη καὶ συμπενθέρου τῆς βασιλείας, Ζουπάνος ὁ Πέρης Σίμων, καὶ οἱ ἀποκρισιάριοι Ῥισκάροδου Σινισκάρδου, Βασίλειος νωβελλίσιμος ὁ εὐνοῦχος καὶ Κωνσταντῖνος νοτάριος.”

Τὸν μὲν οὑν ἔγγραφον ὅρκον τοῦτον ὁ αὐτοκράτωρ παρὰ τοῦ Βαϊμούντου ἔλαβεν, ἀντιδέδωκε δέ πρὸς αὐτὸν τὸν εἰρημένον ἄνωθεν χρυσόβουλλον λόγον ἐνσεσημασμένον διὰ κινναβάρεως, ὡς ἔθος, διὰ βασιλικῆς δεξιᾶς.

[*](2. πελεγρίνων C. 6. βασιλικῆς C. 7. Τακουπέρτου Ducangius : Τακουτέρτου P, Τακοτέρτου C. 8. Ἀλίφας F. Ῥιτζάρδος FC, Ῥιντζάρδος P. Πριντζίτας FC, Πρινιζιττας P. 9. Μάλη C Ῥαούλ Ducangius. 10 ἐκ τῶν FC, τῶν om. P. ἀποκρισιάροι P, correxi. κράλη F, κράλι P. 11. συμπένθεροι C. 13. νωβελλίσιμος F. νωβελίσιμος P. 16. ἐνσεδημασμένον FAC, ἐνσημασμένον P. 17. κινναβάρεως FA, κιναβάρεως P.)