Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

ὰ μὲω οὖν τῆς πρωτης τοῦ Βαϊμούντου δια- [*](Ρ. 345) περαιωσεωσ ἒργα καὶ οποσα πραγματεθσαμενος κατα του [*](V. 274) αὐτοκράτορος φαίνεται τὰ σκῆπτρα τῶν Ρωμαίων ἐαυτῷ μνηστευόμενος καὶ ὂπως τὴν ἐκεῖθεν ὑποχώρησιν μετὰ ῤᾳδιουργίας προμηθευσάμενος καὶ δὴ καὶ τυχὼν τοῦ σκοποῦ καὶ τοταύτην τὴν ναυλοχίαν καθαπερεὶ νεκρὸς φερόμενος

Res in prima Βο

132
ποιησάμενος τὴν Κορυφὼ κατέλαβεν, ὧδέ πη περιγεγράφθω. [*](B) ἐχέσθω δ’ αὖθις ὁ λόγος τῶν μετ’ ἐκεῖνα τούτου πράξεων. καταλαβὼν δέ ὁ νεκρὸς ὀδωδὼς τὴν Κορυφώ καθά γε καὶ εἴρηται, καὶ ἀπειλησάμενος διὰ τοῦ ἐκεῖσε δουκὸς τῷ αὐτοκράτορι, ὁπόσα ὁ λόγος φθάσας ἐδήλωσε, πρὸς τὴν Δογγιβαρδίαν τὸν ἀπόπλουν ποιησάμενος ἔργου ἥπτετο σκεπτόμενος αὖθις τὸ Ἰλλυρικὸν καταλαβεῖν καὶ συμμάχους διὰ τοῦτο σπεύδων συναγηοχέναι πλείους τῶν πρὸ τοῦ. καὶ [*](P. 346) περὶ κἠδους τῷ ῤηγὶ Φραγγίας ὁμιλήσας τὴν μέν τῶν θυγατέρων αὐτοῦ εἰς ἰδίαν αὐτῷ γυναῖκα ἐξέδοτο, τὶν δέ γε ἐτέραν διαπόντιον πρὸς τὴν Ἀντιόχου πόλιν ἐξέπεμψεν, ἐφ’ ᾧ συναφθῆναι τῷ ἀνεψιῷ αὐτοῦ Ταγγρέ. εἶτα δυνάμεις ἁπανταχόθεν μυριοπληθεῖς συλλεξάμενος ἐκ πάσης τε Χώρας καὶ πόλεως τοὺς κόμητας μεταπεμψάμενος μετὰ Τῶν ὐπ' αὐτοὺς στρατευμάτων τὴν πρὸς τὸ Ἰλλυρικὸν διαοεραίωσιν ἐπετάχυνεν. ὁ γοῦν βασιλεὺς τὰ διὰ του Ἀλεξίου πρὸς αὐτὸν μηνυθέντα ἀκηκοὼς εὐθὺς κατὰ πάσας τὰς χώρας, [*](B) Πίσσαν τε καὶ Γένουαν καὶ Βενετίαν γράμματα ἐπέστελλε προπαρασκευάζων αὐτοὺς μὴ συναπαχθέντας τοῖς ἀπατηλοῖς λοῖς τοῦ Βαϊμούντου λόγοις ἐκείνῳ συνεφέψεσθαι. καὶ γὰρ περιϊὼν ἁπάσας τὰς χώρας καὶ πόλεις πολλὴν τὴν κατὰ τοῖ αὐτοκράτορος καταδρομὴν ἐποιεῖτο παγανὸν ὀνομάζων αὐτὸν καὶ [*](10. αὐτῷ FC, αὐτοῦ P. 18. Θνούαν C. ἀπέστειλε Α. 21. χώρας καὶ πόλεις F, πόλεις καὶ χώρας P. 22, ἐποιεῖτο F, ἐπεποίητο P. ὀνομάζων αὐτὸν Α, αὐτὸν om. P.) τῶν Χριστιανῶν πολέμιον. ἐπεὶ δὲ καὶ ὁ Βαβυλώνιος τριακοσίους φθάσας κατέσχε τότε κόμητας, ὁπότε τὰ ἄπειρα πλήθη τῶν Κελτῶν διὰ τῆς ἑσπέρας διαπεραιωσάμενα τὴν Ἀσίαν τήν τε Ἀντικόχου πόλιν καὶ τὴν Τύρον καὶ τὰς παρακειμένας ἁπάσας πόλεις καὶ χώρας ἐμάστιζον, καὶ δεσμώτας ἐμφρούρους εἶχεν, ἡ δὲ φρουρὰ δεινὴ τῶν πάλαι γεγενημένων, καὶ τὰ περὶ τῆς τούτων ἁλώσεως καὶ τὰ ἐντεῦθεν [*](C) συμπεσόντα τούτοις δεινὰ μεμαθηκὼς ὁ αὐτοκράτωρ ἐδάκνετο τὴν ψυχὴν καὶ ὅλος τῆς ἐκείνων ἀναρρύσεως ἐγεγόνει. καὶ μεταπεμψάμενος Νικήταν τὸν Πανουκωμίτην μετὰ χρημάτων πρὸς τὸν Βαβυλώνιον ἐξαπέστειλε γραφὰς πρὸς αὐτὸν ἐγχειρίσας, δι᾿ ὧν τοὺς δορυαλωτους ἐκείνους ᾐτεῖτο κόμητας πολλὰς ὑποσχόμενος αὐτῷ τὰς χάριτας, εἰ τούτους λύσας τῶν δεσμῶν ἀπολύσει. ὁ δὲ Βαβυλώνιος τὸν Πανουκωμίτην [*](V. 275) θεασάμενος καὶ ἀκούσας, ἅττα δὴ παρὰ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διεμηνύθη, ἀνελίξας δὲ καὶ τὰς γραφὰς λύει μὲν [*](D) παραχρῆμα τοὺς κόμητας τῶν δεσμῶν, ἐξάγει δὲ καὶ τῆς φρουρᾶς· οὐ μέντοι γε παντελῶς ἐλευθερίας αὐτοὺς ἀξιοῖ, ἀλλὰ τῷ Πανουκωμίτῃ παραδιδωσι πρὸς τὸν αὐτοκράτορα τούτους ἐξαποστείλας μηδ᾿ ὁτιοῦν τῶν ἀποσταλέντων χρημάτων ἀναλαβόμενος· εἴτε δὲ ὡς μὴ ἀποχρώντων πρὸς τοσούτους

[*](3. πρὸς τὴν? 5. ἐμάστιζον F, ἐμάστιζεν sententiis perperam distinctis P. 7. τὰ addidi. τὰ ἐντεῦθεν συμπεσόντα τούτοις δεινὰ F, τῶν ἐντεῦθεν συμπεσόντων τούτοις δεινῶν Ρ. 9. τε τὴν Ρ, τε om. F. 10. Πανουκομίτην C; sic semper. 17. καὶ addid. 19 παραδίδωσι F. παραδίδωσιν Ρ. 21. ἀποχρῶντα F. τοσούτους scripsi: τοσούτων Ρ.)
134

λύτρων, εἴτε καὶ δωροληψίας ἐκφεύγων ὑπόνοιαν καὶ ὡς μὴ [*](P. 347) φαίνοιτο τιμῆς τούτους ἀποδόμενος, ἀλλὰ καθαρὰν τὴν χάριν ἀπονέμων τῷ βασιλεῖ καὶ ἀκίβδηλον, εἴτε καὶ πλειόνων ἐφιέμενος, Θεὸς ἂν εἰδείη. τούτους ὁ βασιλεὺς καταλαβόντας θεασάμενος ὑπερηγάσθη μὲν τὴν τοῦ βαρβάρου γνώμην καὶ τεθαύμακεν, ἐπιπόνως δέ τούτους περὶ τῶν συμβεβηκότων αὐτοῖς ἐπερωτήσας καὶ μεμαθηκώς, ὅπως ἐπὶ τοσοῦτον χρόνον καὶ τοσούτων κύκλων περιόδους ἔμφρουροι ὄντες οὐδὲ ἅπαξ ἥλιον ἐθεάσαντο οὐδέ τῶν δεσμῶν ἐλύθησαν, ἀλλὰ καὶ τροφῶν παντοίων ἄγευστοι τὸ παράπαν ἐπὶ το- σοῦτον διαμεμενήκεσαν μόνου ἄρτου καὶ ὕδατος μεταλαμ- [*](B) βάνοντες, οἰκτείρας τοῦ πάθους καὶ θερμὸν καταστάξας δάκρυον πολλῆς παραχρῆμα ἠξίου φιλοφροσύνης χρήματά τε ἐπιδοὺς καὶ ἀμφία παντοῖα παρασχὼν ἐς βαλανεῖά τε προτρεπόμενος καὶ παντοίως τῆς τοσαύτης κακότητος ἀνακτηι- σασθαι τούτους μηχανώμενος. οἱ δέ ἔχαιρον ἐφ᾿ οἷς παρὰ τοῦ αὐτοκράτορος εὖ πεπόνθασιν, οἱ πρὶν ἐχθροὶ καὶ πολέμιοι, οἱ παραβάται τῶν πρὸς αὐτὸν ὁρκίων καὶ ὑποσχέσεων, τὴν τοσαύτην ἐς αὐτοὺς ατανοοῦντες ἀνεξικακίαν. ὁ δὲ μεθ᾿ ἡμέρας μεταπεμψάμενος τούτους ἔφη “ἄδειαν ὑτμῖυ τοῦ λοιποῦ δίδωμι, ἵνα ὁπόσον βούλεσθε κατὰ ταύτην τὴν [*](C) πόλιν ἐγκαρτερήσητε μεθ᾿ ἡμῶν. ὁπηνίκα δέ τις τῶν οἰκείων [*](1. λύιρων scripsi: λύτρον P. 2. ἀποδόμενος F, ἀποδιδόμνος P. 11. μεταλαμβάνοντος F. 14. ἐς F, εἰς P.)

135
ἐπιμνησθεὶς ἐθελήσοι ἀναχωρεῖν, ἀκωλύτως καὶ τῆς πρὸς τὰ οἴκοι φερούσης ἂψαιτο συνταξάμενος ἡμῖν καὶ οὕτω διὰ χρημάτων καὶ παντοίας ἄλλης οἰκονομίας ἐφοδιασθεὶς καλῶς διευθετηθείη. καὶ ἁπλῶς καὶ παρεῖναι καὶ ἀπεῖναι ἄδειαν ἔχειν ὑμᾶς βούλομαι καὶ τὸ βουλητὸν ὡς ἐλευθέρους κατὰ τὴν οἰκείαν γνώμην πράττειν.’’ ἠσαν μέν οἶ,ν τέως οἱ κόμητες μετὰ τοῖ αὐτοκράτορος παντοίας, ὡς εἴρηται, θεραπείας ἀξιούμενοι καὶ δυσαποσπάστως αἰτοῖ ἔχοντες. ἐπεὶ δὲ τὴν Λογγιβαρκίαν ὁ Βαϊμοῦντος καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, πλείω τῶν προτέρων στρατευμάτων σπεύδων συναγαγεῖν πολλὰ τοῦ αὐτοκράτορος κατὰ πᾶσαν πόλιν καὶ χώων περιϊὼν καὶ παγανὸν αὐτὸν λαμπρᾷ τῇ φωνῇ [*](D) ἀνακηρύττων καὶ τοῖς παγανοῖς ὅλη γνώμῃ ἐπαρήγοντα, τοῦτο ὁ αὐτοκράτωρ μεμαθηκὼς τοὺς ῥηθέντας κόμητας τὸ μέν τι καὶ αὐτῶν προθυμουμένων ἤδη πρὸς τὰς σφῶν ἀπιέναι χώρας, τὸ δέ τι καὶ πρὸς ἔλεγχον τῶν κατ᾿ αὐτοῦ παρὰ τοῦ Βαϊμούντου διακηρυκευομένων δαψιλεῖς τὰς δωρεὰς ἀπιχορηγήσας αἰτοῖς οἴκαδε ἐξαπέστειλεν. αὐτὸς δέ πρὸς τὴν [*](P. 348) Θετταλοῦ πόλιν σπουδαίως ἐξῄει, ἅμα μέν καὶ τοὺς νεήλυδας τὰ στρατιωτικὰ παιδεύειν, ἅμα δέ καὶ τὸν Βαϊμοῦντον ἐκ τῆς περὶ αὐτοῦ φήμης ἀπείργεσθαι τῆς ἀπὸ Λογγιβαρδίας πρὸς τὴν ἡμεδαπὴν διαπεραιώσεως. ἀπελθόντες τοίνυν [*](2. οὕτως F. 15. Tt FC, τοι PA.)
136
οἱ κόμητες ἐκεῖνοι ἔλεγχοι τοῦ Bαϊμούντου γεγόνασιν ἀψευσέστατοι ἀπατεῶνα ἀποκαλοῦντες αὐτὸν καὶ μηδ᾿ ἐπὶ τῷ τυχόντι ἐπαληθεύοντα κατὰ πρόσωπον αὐτὸν πολλάκις ἐλέγχοντες καὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν ἀποκηρύττοντες, μάρτυρας αὐτοπίστους ἑαυτοὺς καθιστῶντες.

Ἐπεὶ δ᾿ ἡ τοῦ Βαϊμούντου διαπεραίωσις ἁπανταχῆ [*](B) διεδίδοτο καὶ πολλῶν ἐδεῖτο ὁ αὐτοκράτωρ δυνάμεων καὶ ἀναλόγου στρατεύματος ἀντικαθισταιιένου πρὸς τὰ Κελτικὰ πλήθη, οὐκ ἔμελλεν οὐδ᾿ ἀνεδύετο, ἀλλὰ τοὺς περὶ τὴν Κοίλην Συρίαν μετεπέμπετο, τὸν Καντακουζηνόν φημι καὶ τὸν Μοναστρᾶν· ὁ μέν γὰρ τὴν Λαοδίκειαν ἐφρούρει, ὁ δέ τὴν Ταρσόν. τούτους οὖν ἐκεῖθεν μεταπεμπόιιενολ᾿ οὐκ ἐρήμους τὰς ὑπ᾿ αὐτῶν φρουρουμένας χώρας καὶ πόλεις κατέλιπεν· εἰς μέν γὰρ τὴν Λαοδίκειαν τὸν Πετζέαν μεθ᾿ ἑτέρων ἐκπέμπει δυνάμεων, ἐς δέ γε Ταρσὸν καὶ ἁπάσας τὰς ὑπὸ τὸν Mοναστρᾶν πόλεις καὶ χώρας τὸν Ἀσπιέτην. ἀνὴρ δὲ [*](C) οὗτος εὐγενὴς ἐξ Ἀρμενίων ὁρμώμενος καὶ τῶν ἐπ᾿ ἀνδρείᾳ διαβεβοημένων, ὡς ἡ φήμη τὸ τηνικαῦτα ἐκήρυττε, κἂν ὁ τότε καιρὸς οὐ πάνυ τοιοῦτον ὄντα ἐξήλεγξεν ὅσον γε τὰ εἰς στρατηγικὴν δύναμιν. ὁ μέν γὰρ τῆς Ἀντιόχου ἐπιτρο- πεύων Ταγγρέ, ὃν ὁ λόγος φθάσας καταλέλοιπεν ἐν Συρίᾳ, φήμας τε ὑπεπέμπετο πυκνάς, ὡς ἄρα ταχὺ καταλάβοι τὴν [*](2. ἀποκαλοῦντες A, καλοῦντες P. 6. ἁπανταχοῦ C. 9. ἔμελεν F.)

ω

137
Κιλικίαν, ἐφ᾿ ᾧ πολιορκήσειν αὐτὴν καὶ τῶν τοῦ βασιλέως ἀφελέσθαι χειρῶν, ἅτε ἰδίαν οὖσαν καὶ τῷ δόρατι τούτου τῶν Τούρκων ἀφαιρεθεῖσαν· καὶ οὐ μόνον φήμας τοιαύτας πανταχόσε κατέπεμπεν, ἀλλὰ καὶ διὰ γραμμάτων ἠπείλει [*](D) τὰ χείρω τούτων· ἃ καὶ τῷ Ἀσπιέτῃ καθ᾿ ἡμέραν ἑκάστην ἐνεχειρίζετο. καὶ οὐκ ἠπείλει μόνον, ἀλλὰ καὶ τῶν ἀπειλῶν πρόδρομά τινα καὶ ἐποίει καὶ καθιπισχνεῖτο ποιεῖν δυνάμεις τε σιναποχὼς ἁπανταχόθεν ἐξ Ἀρμενίων τε καὶ Κελτῶν καὶ τούτοις καθ᾿ ἑκάστην ἡμέραν γιμνάζων καὶ πρὸς παρατάξεις καὶ μάχας ἐξομαλίζων τὸ στράυειμα καὶ ἔστιν οὗ καὶ εἰς προνομὰς ἀποστέλλων καὶ τὸν καπνὸν πρὸ τοῦ πυρὸς παρεμφαίνων τά τε πολιορκητικὰ ὄργανα κατασκευαζόμενος καὶ παντοιοτρόπως πρὸς τὴν πολιορκίαν ἑαυτὸν ἀνιστῶν. ἀλλὰ [*](P. 349) ταῦτα μὲν ἐκεῖνος· ὁ δὲ Ἀμένιος Ἀσπιέτης ὥσπερ μὺδενὸς αὐτῷ ἐπικειμένου μηδὲ φοβοῦντος μιδὲ τοσοῦτον ἐπικρεμαννύντος κίνδυνον ἐκάθητο ῥᾳθυμῶν βαρυτάτους πότους νύκτωρ ἑαυτῷ συνιστῶν. καίτοι ἀνδρικώτατός τε ἦν καὶ Ἄρεως ὑπασπιστὴς γενωιóτατος· ἐπὰν δέ Κιλικίᾳ προσώκειλε, πόρρω δεσποτικῆς χειρὸς γεγονὼς καὶ ἐναυθεντήσας τοῖς πράγμασι τρυφαῖς ἑαυτὸν ἐκδεδώκει παντοίαις. οὕτως ὁ Ἀρμένιος ἐκεῖνος ἐκθηλυνόμενος καὶ διαρρέων διηνεκῶς, ἐπειδὴ καταλάβοι ὁ τῆς πολιορκίας καιρός, ἀναπεπτωκὼς [*](8. δέ C. 16. ἐπικρεμαννύτος FC, ἐπικρεμμανύντος P. 17. καθιστῶν C. τε ἦν F, τε om P. 18. Ἄρεως F, Ἄρεος P. 21. διαρρέων F, διαρέων P.)
138
ὤφθη πρὸς στρατιώτην φερεπονώτατον τὸν Ταγγρέ. καὶ [*](Β) οὔτε πρὸς τὰς βροντὰς ἐκείνου τῶν ἀπειλῶν κατεκροτήθη [*](V. 277) τὴν ἀκοὴν οὔτε κεραυνοφόρου τούτου ἐληλυθότος διὰ τῶν κατὰ Κιλικίαν πορθήσεων πρὸς τὰς ἀστραπὰς ἐνητένιζεν. ὁ μέν γὰρ ταγγρὲ ἀθρόον ἐξ Ἀντιοχείας στρατεύσας στρατὸν μυρίανδρον καὶ διχῆ τούτους διελόμενος τοὺς μέν διὰ τῆς ἠπείρου πέμπει ταῖς Μόψου πόλεσι, τοὺς δέ ναυσὶ τριήρεσιν ἐμβαλὼν διὰ τῆς θαλάττης ἄγει τῷ ποταμῷ Σάρωνι. ῥεῖ δέ ἄνωθεν οὗτος ἀπὸ τῶν τοῦ ταύρου ὀρῶν καὶ διὰ μέσου παραρρέων τῶν δυεῖν πόλεων Μόψου, τῆς τε [*](C) καταλελυμένης καὶ τῆς ἱσταμένης, ἐς τὸ Συριακὸν ἐκδίδωσι πέλαγος. ἀφ’ οὗ αἱ νῆες ἀναπλεύσασαι τοῦ Ταγγρὲ καὶ τῷ στόματι πελάσασαι τούτου τοῦ ποταμοῦ πρὸς τὰς γεφύρας ἀνήχθησαν, αἰ τὰς ἀμφοτέρας πόλεις ξυνάπτουσι. περιερρεῖτο τοίνυν ἡ πόλις ἑκατέρωθεν τῷ στρατεύματι βαλλομένη. ἔνθεν τοι καὶ ῥᾳδίως εἶχον διαναυμαχεῖν πρὸς τὴν πόλιν οὔτοι καὶ πεζομαχεῖν ἐκ θατέρου οἱ ἀπὸ τῆς γῆς αὐτὴν ἐπιθλίβοντες. ὁ δὲ ὥσπερ μηδεμιᾶς καινοτομίας ὑπούσης μηδέ τοσούτου σμήνους στρατιωτῶν περιβομβοῦντος κύκλῳ τὴν πόλιν ὀλίγα τούτων ἐφρόντιζεν οὐκ οἶδ’ ὅ παθὼν καὶ ἀναξίως τότε τῆς αὐτοῦ γενναιότητος διατεθείς. [*](D) τοῦτο εὐμισητότατον τὸν ἄνδρα τῷ βασιλικῷ στρατεύματι [*](7. πύλαισι C. 10. δυεῖν F, δύο P. 11. ἐς F, εἰς P. 12. τῷ στόματι F, τὰ στόματα P.)
139
πεποίηκε. τί οὑν ἔδει παθεῖν τὰς Κίλικας πόλεις ὑπὸ τηλικούτου καταστρατηγουμένας ἀνδρός; τά τε γὰρ ἄλλα ὁ Ταγγρὲ ῥωμαλεώτατος τῶν κατ’ αὐτὸν ἐγεγόνει καὶ εἰς ἐμπειρίαν τῶν σφόδρα θαυμαζομένων, πολιορκῆσαι δὲ πόλεις ἀφυκτότατος στρατηγός. καὶ θαυμάσειέ τις ἐνταυθοῖ γεγονώς, πῶς τὸν αὐτοκράτορα διέλαθε τὸ τοῦ Ἀσπιέτου ἀπειροπόλεμον. ἐγὼ δ᾿ ἂν ὐπεραπολογησαίμην τοὐμοῦ πατρός, ὅτι τὸ τοῦ γένους ἐπίσημον τὸν αὐτοκράτορα πέπεικεν, ὡς ἥ τε [*](P. 350) τοῦ γένους λαμπρότης καὶ τὸ τοῦ ὀνόματος περιβόητον πολλὰ συνεισενεγκεῖν ἔχοι τῇ τοῦ Ἀσπιέτου ἀρχῇ. ἦν ἠν γὰρ τῶν Ἀρσακιδῶν τὰ πρῶτα φέρων ἐκεῖνος καὶ ἐκ βασιλικοὶ καταγόμενος αἵματος. ἔνθεν τοι καὶ στρατοπεδάρχην αὐτὸν ἠξιώκει πάσης ἀνατολῆς καὶ εἰς ὑπερηφάνους βαθμίδας ἀνήνεγκεν ἄλλως τε καὶ πεῖραν τῆς ἀνδρείας ἐκείνου λαβών. καὶ γὰρ ὁπόταν τῷ Ῥομπέρτῳ συνεκρότησε πόλεμον ὁ αὐτοκράτωρ καὶ ἐμὸς γενέτης, καθάπερ ἐμνημόνευσα, κατὰ τὴν τοῦ πολέμου ἐκείνου σύρραξιν Κελτός τις ὑπερωμίας ἰθύνας τὸ δόρυ καὶ [*]() μυωπίσας τὸν ἵππον καθάπερ τις σκηπτὸς ἐμπίπτει τῷ Ἀσπιέτῃ. ὁ δέ τοῦ ξίφους ἐπιδραξάμενος δέχεται δέχεται τοῦ Κελτοῦ βιαίαν φορὰν καὶ τιτρώσκεται μὲν καιριωτάτην πληγὴν τοῦ δόρατος τὸν πνεύμονα μὲν παραμείψαντος, ἐκεῖθεν δὲ διὰ τῆς ῥάχεως διενεχθέντος · ὁ δὲ μήπω συγχθεὶς τῇ [*](3. ῥωμαλεώτατος F, ῥωμαλαιώτατος P. 7. τοῦ μοῦ P, correxi. 10. συνεισενεγκεῖν FC, συνεισενεγκεῖναι P. ἔχοι F, ἔχει P.)
140
πληγῇ μηδέ τῆς ἔδρας ἐκκυλισθείς, ἀλλ’ ἑδράσας ἑαυτὸν ἰσχυρότερον παίει τὸν βάρβαρον κατὰ τῆς κόρυθος καὶ διαιρεῖ καὶ τὴν κεφαλὴν καὶ τὴν κόρυθα. καὶ πίπτουσι καὶ [*](C) ἄμφω τῶν ἵππων, ὁ μέν νεκρὸς ὁ Κελτός, ὁ δ᾿ Ἀσπιέτης ἔτι ἐμπνέων. ὅν οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι γεγονότα [*](V. 278) τάπασιν ἔξαιμον καὶ καλῶς ἐπιμεληθέντες πρὸς τὸν αὐτοκράτορα ἤνεγκαν δεικνύντες καὶ τὸ δόρυ καὶ τὴν πληγὴν καὶ τὸν θάνατον τοῦ Κελτοῦ διηγούμενοι. ταίτης τῆς οὐκ οἰδ᾿ ὅπως ἀνδρείας καὶ τόλμης τὸ τηνικαῦτα τῷ Ἀσπιέτῃ μεμνημένος ὁ αὐτοκράτωρ καὶ τούτοις ἐπισυνάψας τὸ γένος καὶ τὴν ἀπὸ τοῦ γένους εὔκλειαν * ἀξιόμαχον στρατηγὸν ἀποστέλλει κατὰ τὴν Κιλικίαν πρὸς τὸν Ταγγρὲ στρατοπεδάρχην τοῦτον προχειρισάμενος, καθάπερ φράσασα γέγραφα.

Ἀλλὰ ταῦτα μέν περὶ τούτων· πρὸς δέ γε τοὺς [*](D) κατὰ τὴν ἑσπέραν ἐνδιατρίβοντας ἡγεμόνας ἑτέρας ἐκπέμπει γραφὰς κατευθὺς Σθλανίτζης τὴν πορείαν ἐντειλάμενος ποιεῖσθαι. τί δέ; τοὺς μὲν προμάχους μετεκαλεῖτο, αὐτὸς δέ ἀναπεπτώκει ῥᾳστώνης ἀπολαύων καὶ βαλανείοις χρώμενος, ὁποῖα εἰώθασιν οἱ τὸν βοσκηματώδη βίον προελόμενοι βασιλεῖς; οὐμενοῦν, ἀλλ’ οὐδέ περὶ τὰ ἀνάκτορα ὅλως ἐν- [*](P. 351) διατρίβειν ἔτι ἠνέσχετο. ἐξεληλυθὼς δὲ τοῦ Βυζαντίου, ὡς ἄνωθεν εἴρηται, κατὰ τὸ μέσον τῶν ἑσπερίων ἐληλύθει χωἐκκυλυσθεὶς [*](1. F. 7. τὸ addidi. 9. τῶ ἀσπιέτη F, om. P. 11. τοῦ γένους F, τοῦ om. P. τετιμηκὼς ὡς ἀξιόμαχον στρατηγὸν? 12. τοῦτον προχειρισάμε- O νος C, τετιμηκώς P. .17. Τί (ὀ m. 2) F.)

141
ρῶν τὴν Θετταλοῦ πόλιν καταλαβὼν εἰς μῆνα Σεπτέμβριον ἐπινεμήσεως τεσσαρεσκαιδεκάτης εἰκοστοῦ ἔτους ὄντος, ἐξ οὗ τὰς τῆς βασιλείας ἠνίας περιεζώσατο. καὶ τὴν Αὔγουσταν δὲ παρεβιάσατο συνεξεληλυθέναι μετ᾿ αἰτοῦ. ὁ γὰρ τρόπος ἐκείνης τοιοῦτός τις ἦν. οὐ πάνυ τι δημοσιεύεσθαι ἤθελεν, ἀλλὰ τὰ πολλὰ μὲν οἰκουροῦσα ἦν καὶ τὰ ἐκείνης ἔργα ἐποίει, λέγω δὲ βίβλων τε ἀνελίξεις τῶν μακαρίων ἀνδρῶν καὶ τὸ πρὸς ἑαυτὴν ἐπιστρέφειν καὶ εὐποιΐας καὶ χάριτας εἰς ἀνθρώπους, μάλιστα δέ εἰς ἐκείνους, οὓς οἶδεν [*](B) ἀπό τε τοῦ σχήματος ἀπό τε τοῦ βίου θεραπεύειν Θεὸν καὶ προσευχῇ προσανέχειν καὶ καταλλήλοις ᾠδαῖς. ἐπειδὰν δὲ μέλλοι δημοσιεύσειν ἑαυτὴν κατά τινα χρείαν ἀναπαιοτάτην ὡς βασιλίδα, αἰδοῦς τε ὑπεπίμπλατο καὶ ἐρύθημια εὐθὺς ἐξινθήκει ταῖς παρειαῖς. καὶ ἡ μὲν φιλόσοφος Θεανὼ τοῦ πήχεως αὐτῆς γυμνωθέντος, ἐπειδή τις παίζων εἰρήκει πρὸς ταύτην “καλὸς ὁ πῆχυς”, “ἀλλ᾿ οὐ δημόσιος” εἶπεν ἐκείνη· ἡ δέ βασιλὶς καὶ μήτηρ ἐμή, τὸ τῆς σεμνότητος ἄγαλμα, τὸ τῆς ἁγιότητος καταγώγιον, μὴ ὅτι γε πῆχυν ἢ βλέμμα δημο- [*](C) σιεύειν ἡγάπα, ἀλλ᾿ οὐδὲ φωνὴν ἐκείνης ἤθελεν εἰς ἀσυνήθεις παραπέμπεσθαι ἀκοάς. τοσοῦτον ἦν ἐκείνη χρῆμα [*](2. τεσσαρεσκαιδεκάτης εἰκοστοῦ F, ιδ΄. κ΄. P: cf. Ducang. ad h. I. ὄντος FC, οὔτος P. 4. συνεξεληλυθέναι AC, συνεξηλυθέναι P. 6. ἐκείνης] ἐγκλείστης? 12. δημοσιεύσειν F, δημοσιεύειν PA. 13. ὑπεπίμπλατο FA, ὑπεμπίπλατο P. 15. πήχεως F, πήχεος PA.)
142
θαυμάσιον εἰς αἰδῶ. ἐπεὶ δὲ ἀνάγκη οὐδὲ θεοί, φησι, μάχονται, ἀναγκάζεται πρὸς τὰς συχνὰς τοῦ αὐτοκράτορος ἐκστρατεύσεις αὐτῷ παρακολουθεῖν. κατεῖχε μέν γὰρ αὐτὴν ἡ σύμφυτος αἰδὼς ἔνδον τῶν βασιλείων, τὸ δέ πρὸς τὸν αὐτοκράτορα φίλτρον καὶ ἡ διάπυρος πρὸς ἐκεῖνον ἀγάπη ἐξῆγεν αὐτὴν καὶ μὴ βουλομένην τῶν ἀνακτόρων διὰ ταυτασὶ τὰς αἰτίας, πρῶτον μὲν ὅτι τὸ συμπεσὸν αὐτῷ νόσημα τῶν [*](D) ποδῶν ἐπιμελείας ἐδεῖτο πλείστης. καὶ γὰρ ἀλγηδόνας εἶχε [*](V. 279) δριμείας ὁ αὐτοκράτωρ ἐκ τῆς ποδαλγικῆς διαθέσεως οὐδεμίαν ἐπαφὴν οὕτω προσίετο ὡς τῆς ἐμῆς δεσποίνης καὶ μητρός. ἐμμελῶς τε γὰρ αὐτῷ προσεφέρετο καὶ προσψάουσα δεξιῶς τὰς ὀδύνας τῶν ποδῶν ὑπεκούφιζέ πως. ὁ γὰρ τοι βασιλεὺς ἐκεῖνος (καὶ μοὶ μηδεὶς τῆς περιαυτολογίας ἐπιμεμφέσθω· τὰ γὰρ οἰκεῖα θαυμάζω· μηδ’ ὡς κατα- [*](P. 352) ψευδομένην τοῦ αὐτοκράτορος ὑφοράσθω· τὰ γὰρ ἀληθῆ λέγω) πάντα τὰ ἑαθτοῦ καὶ τὰ κατ’ αὐτὸν κατόπιν ἐποιεῖτο τῆς σωτηρίας τῶν πόλεων. οὐδὲν γὰρ ἐχώριζεν αὐτὸν τῆς τῶν Χριστιανῶν ἀγάπης, οὐκ ἀλγηδόνες, οὐχ ἡδοναί, οὐ πολέμων κακώσεις, οὐκ ἄλλο οὐδέν, οὐ μικρὸν οὐ μέγα, οὐχ ἡλίου φλογώσεις, οὐ χειμώνων δριμύτητες, οὐ πτοδβολσὶ βαρβάρων παντοδαπαί· ἀλλ’ ἀκλινῶς εἶχε πρὸς ἅπαντα ταῦτα καὶ ὤκλαζε μὲν πρὸς τὴν φύρσιν τῶν νοσημάτων, ἀντσνέθορε δὲ πρὸς τὴν βοήθειαν τῶν πραγμάτων. δεύτερον [*](1. φησὶ F, φασὶ P. 11. ψαύουσα AC. 17. πολλῶν? 22. φύρσιν scripsi: φύσιν P.)
148
δέ καὶ μέγιστον αἴτιον τοῖ· τὴν βασιλίδα συνοπαδὸν εἶναι τῷ αὐτοκράτορι, ὅτι τοι πολλῶν ἐπιβούλων ἀναφυομένων [*](B) ἁπανταχόθεν πολλῆς ἐδεῖτο τῆς ἐπιβλέψεως ὡς ὄντως πολυομμάτου δυνάμεως. καὶ γὰρ καὶ νὺξ αὐτῷ ἐπίβουλος ἠν καὶ τὸ μεσαίτατον τῆς ἡμέρας, καὶ ἡ ἑσπέρα προσανέφυέ τι ναὸν καὶ ἡ πρωΐα ἐτέκταινε χείριστα· μάρτυς τούτων Θεός. ἆρ’ οὑν ἔδει τὸν βασιλέα ὑπὸ τοσοίτων κακῶν ἐπιβουλεόμενον ὑπὸ μυρίων ὀμμάτων φρουρεῖσθαι, τῶν μὲν ἐπιτοξαζόντων αὐτῷ, τῶν δέ τὸ ξίφος παραθηγόν- [*](C) τῶν, τῶν δ’ ἀφιέντων, ὁπόταν οὐκ ἐνῆν τι δρᾶσαι, λοίδορον γλῶτταν καὶ τὸ κακῶς εἰπεῖν; τίνα τοίνυν ἔδει παρεῖναι τῷ βασιλεῖ σύμμαχον παρὰ τὴν σύμφυτον σύμβουλονα; τίς μᾶλλον ἐκείνης πλέον ἐπεσκέπτετο μέν τὸν αὐτοκράτορα, ὑπεβλέπετο δέ τοὺς ἐπιβουλεύοντας, [τίς] ὀξεῖα μὲν τὸ ἐκείνῳ ἰδεῖν, ὀξυτέρα δὲ τὸ παρὰ τῶν ἐχθρῶν σκευωρούμενον κατιδεῖν; διὰ ταῦτα καὶ πάντα ἐν πᾶσιν ἦν ἡ ἐμὴ μήτηρ τῷ [*](D) δεσπότη μου καὶ πατρί, καὶ νύκτωρ ἄγρυπνον ὄμμα καὶ ἡμέρας περιφανέστατος φυλακτὴρ καὶ τραπέζης καιροῖς ἀντίδοτος ἀγαθὴ καὶ τῆς ἀπὸ τροφῶν ἀδικίας φυγαδευτήριον φάρμακον. κον. ταῦτα τοίνυν τὰ αἴτια τὴν σύμφυτον αἰδῶ τῆς γινοίατο. [*](Ρ.353) κὸς ἐκείνης παρηγκωνίζετο, καὶ ἐθάρρει τοὺς ἄρρενας ὀφθαλὡς [*](3. om. C. 5 ἡ ἑσπέρα F, ἡ om. P. ἐπεσκέπτετο F, ὑπεσκέπτετο Ρ. 14. τίς P, seclusi. 15. ὀξύτερον C. 18. ἀντίδοτος ἀγαθή F, ἀντίδοτον ἀγαθὸν P. 19. θεραπευτήριον C.)
144
μούς· καίτοι οὐδὲ τότε τῆς συνήθους εὐκοσμίας ἐπελανθάνετο, ἀλλὰ καὶ βλέμματι καὶ σιγῇ καὶ τῇ περὶ αὐτὴν θεραπείᾳ [*](V. 280) τοῖς πλείοσι μὲν ἀγνωστοτέρα ἐτύγχανε· καὶ τοῦτο μόνον, ὅτι βασιλὶς παρέπεται τῷ στρατεύματι, ὁ φερόμενος ταῖν ἡμιόνοιν οἰκίσκος ἐδείκνυ καὶ τὸ ἄνωθεν βασιλικὸν καταπέτασμα, τὰ δ’ ἄλλα ἐπηλυγάζετο τὸ θεῖον ἐκείνης σῶμα. μόνον ὅτι πρόνοιά τις ἀρίστη τὰ κατὰ τὴν νόσον τοῦ βασιλέως διεξάγοι καὶ φρουρὰ βασιλέως ἀκοίμητος παρὰ πᾶσι [*](B) διεγινώσκετο καὶ ὄμμα ἐγρηγορὸς καὶ μὴ ἐπινυστάζον τοῖς πράγμασι. καὶ ἡμεῖς δέ, ὅσοι περὶ τὸν αὐτοκράτορα εὖνοι, περὶ τὴν ἐκείνου φρουρὰν διεπονούμεθά τε καὶ συνῃρόμεθα τῇ δεσποίνῃ καὶ μητρὶ ἕκαστος ὡς εἶχεν ὅλῃ ψυχῇ καὶ γνώμη μηδ’ ἐπινυστάζοντες ὅλως. ταῦτα πρὸς τοὺς φιλοσκώμμονας καὶ τὰς φιλολοιδόροις γλώττας γεγράφαται. τόν τε γὰρ ἀναίτιον ὑπ’ αἰτίασιν ἄγουσι (καὶ τοῦτον οἶδε τὸν ἀνθρώπινον τρόπον καὶ ἡ Ὁμήρου Μοῦσα) καὶ τὰ καλῶς πεπραγμένα διαφαυλίζουσι καὶ ὑπὸ μέμψιν ποιοῦσι τὸ [*](C) ἄμεμπτον. καίτοι ἐκείνη κατὰ τὴν ἐκστρατείαν τὴν κατ’ ἐκεῖνο καιροῦ γεγονυῖαν (κατὰ γὰρ τοῦ Βαϊμούντου τὴν ὁ βασιλεὺς ἐπεποίητο) τὸ μέν τι ἄκουσα, τὸ δ’ ἑκουσίως συνείπετο. οὐ γὰρ συνεισβαλεῖν ἔδει τὴν βασιλίδα τῷ [*](1. συνήθους om. C. 3. ἀγνωστότερον C. 8. διεξάγοι F, διεξάγει P. 13. ἐπινουστάζοντες F, ἐπινυστάζοντος sententiis perperam distinctis P. 20. τι F, τοι Ρ.)
145
βαρβαρικῷ στρατεύματι. πῶς γὰρ ἄν ; Τομίριδος ταῦτα καὶ Σπαρέθρας τῆς Μασσαγέταις, ἀλλ’ οὐχὶ τῆς ἐμῆς Εἰρήνης. ἄλλοσε γὰρ ἐτρέπετο τὸ ταίτης ἀνδρεῖον καὶ ἄλλως ἐξώπλιστο, ἀλλ’ οὐ τῷ τῆς Ἀθηνᾶς δόρατι οὐδὲ τῇ κυνέῃ τοῦ Ἄϊδος· ἀλλ’ ἀσπὶς μὲν ἐκείνῃ καὶ θυρεὸς καὶ ξίφος ἐς τὸ πρὸς τὰς συμφορὰς καλῶς ἀντιπαρατάσσεσθαι καὶ τὰς τοῦ [*](D) βίου ἐπαναστάσεις, ἅς οἶδεν ἡ βασίλεια τοῖς βασιλεῦσιν ἡ περὶ τὰ πράγματα δραστηριότης καὶ τὸ κατὰ τῶν παθῶν ἐπιπληκτκώτατον καὶ ἡ ἀνυπόκριτος πίστις, ὡς Σολομῶντι δοκεῖ. οὕτως ἡ ἐμὴ μήτηρ καὶ πρὸς τοιούτους [*](P. 354) πολέμους ἐσκεύσατο, τὰ δ’ ἄλλα εἰρηνικωτάτη ἦν κατὰ τοὔνομα. ἀλλ’ ἐπειδὴ τὰ μέν τῆς συμπλοκῆς τῶν βαρβάρων ἔμελλε, πρὸς δὲ παρασκευὴν τῶν τῆς συμπλοκῆς ὁ βασιλεὺς ἀφεώρα καὶ τὰ μὲν ἀσφαλίσασθαι τῶν φρουρίων σκοπὸν εἶχε, τὰ δὲ κατοχυρῶσαι καὶ ὅλως εὔοδα πάντα τὰ κατὰ τοῦ Βαϊμούντου καταστήσασθαι ἔσπευδε, συνεξυπήγετο καὶ τὴν βασιλίδα τὸ μέν τι καὶ ἑαυτοῦ ἕνεκα καὶ δι’ ἂς αἰτίας εἰρήκειμεν, τὸ δέ τι καὶ ἐν τῷ ἀκινδύνῳ τῶν πραγμάτων ἔτι καθεστηκότων καὶ μήπω καιροῦ πολέμου ἐπιδεδημηκότος. ἀναλαβομένη τοόνυν ὁπόσον [*](B) διὰ χρυσοῦ καὶ ἄλλης ποιότητος προσῆν αὐτῇ χάραγμα καὶ ἕτερά τινα τῶν χωμάτων ἔξεισι τῆς πόλεως. καὶ τοῦ λοιποῦ ἐν τῷ διϊέναι τὰς ὁδοὺς πᾶσι τοῖς ἐπαίταις καὶ τοῖς [*](2. σᾶρἐιας C. τῆς ἐμῆς μητρὸς? 5. ἐς addidi. 9. ἐπεικτικωτατον A. 12. ἔμελε F. 17. τι F, τοι P. 18. τῷ ἀκινδύνῳ FC, τῷ om. P. 20. αὐτῇ] τῇ in ras. F.)
146
σισυροφόροις καὶ γυμνοῖς δαψιλῆ τὴν χεῖρα παρεῖχε· καὶ οὐδεὶς ὁ αἰτησάμενος καὶ κενὸς ἀπελθών. ἐπὰν δέ τὴν [*](V. 281) ἀποτεταγμένην σκηνὴν κατειλήφει, οὐ πρὸς ῥᾳστώνην εὐθὺς ἀπέκλινεν εἴσω ταύτης γεγονυῖα, ἀλλ᾿ ἀναπεταννῦσα ταύτην ἄνετον τοῖς αἰτοῦσι παρεῖχε τὴν εἴσοδον. τοῖς τοιούτοις [*](C) γὰρ καὶ μάλα εὐπρόσιτος ἦν καὶ παρεῖχεν ἑαυτὴν ὁρᾶσθαί τε καὶ ἀκούεσθαι. οὐ χρημάτων δέ μετεδίδου τοῖς πένησι μόνον, ἀλλὰ καὶ τὰ λῴονα συνεβούλευε. καὶ ὁπόσους μέν εὐρώστους τὰ σώματα κατενόει, ῥᾳθύμως δέ περὶ τὸν βίον ἔχοντας, πρὸς ἔργα ναὶ πράξεις προὐτρέπετο, ἵν᾿ ἐν- τεῦθεν τὰ πρὸς χρείαν κομίζοιντο, καὶ μὴ δι᾿ ἀμέλειαν ἀναπεπτωκότας θύραν ἐκ θύρας ἐπαιτοῦντας περινοστεῖν. καιρὸς δέ οὐδεὶς τῆς τοιαύτης ἐργασίας ἀπεῖργε τὴν βασιλίδα. ὁ μέν οὖν Δαυὶδ μετὰ κλαυθμοῦ τὸ πόμα κιρνῶν φαίνεται· ἡ δέ γε βασιλὶς αὕτη καὶ τροφὴν καὶ ποτὸν ἐλέῳ συπεραν- [*](D) νῦσα καθ᾿ εκάστην ἐδείκνυτο. καὶ πολλὰ ἂν εἶχον εἰπεῖν περὶ ταύτης τῆς βασιλίδος, εἰ μὴ τὸ θυγάτριον εἶναι ψείδους παρεῖχεν ὑπόνοιαν καὶ ὅτι μητρὶ χαριζόμεθα. πρὸς δέ τοὺς ταῦτα ὑπονοοῦντας παρέξομαι τοῖς λόγοις συνεπιμαρτυροῦντα τὰ πράγματα.

[*](P. 355)

Τὸν δέ γε αὐτοκράτορα τὴν Θεσσαλονίκην καταλαβόντα μεμαθηκότες οἱ ἐκ τῶν ἑσπερίων λήξεων, καθάπερ [*](3. ἀποτεταγμένην F, ἑπιτεταγμένην P. 4. ταύτης F, του. τῆς P. ἀλλ᾿ F, ἀλλὰ P. 22. μεμαθηκότες μεμα F; μεμα ead. m. expunxit. ἑσπερίων λήξεων καθ in ras. F.)

147
τὰ βαρέα τῶν σωμάτων ἐπὶ κέντρα φέρεται, οὕτω δὴ καὶ ἅπαντες πρὸς αὐτὸν ἐφοίτων. ἀκρὶς μὲν οὖν οὐ προηγήσατο τῶν Κελτῶν καθαπερεὶ τῶν πρότερον διελθόντων· ἐν οὐρανῷ δὲ κομήτης ἐφάνη μέγας καὶ τῶν πάλαι φανέντων ὁ μέγιστος, ὂν οἱ μὲν δοκίδα, οἱ δ’ ἀκοντίαν ἔφασαν εἶναι. ἔδει γὰρ τῶν μελλόντων καινισθῆναι ξενοπρεπῶν πραγμάτων προοίμιά τινα προκαταγγελτικὰ τούτων μηνυθῆναι ἄνωθεν. καὶ γὰρ ἠν [*](B) τοῦτον θεᾶσθαι ἐπὶ τεσσαράκοντα νυχθημέροις ὅλοις παμφαίνοντα῾ ἐφαίνετο δέ ἀπὸ τῶν δυτικῶν μερῶν ἐξιὼν καὶ πρὸς ἀνατολὰς ἡλίου διήκων. ὅν οἱ θεώμενοι ἅπαντες ἐζήτουν, τίνων ὁ ἀστὴρ ἄγγελός ἐστιν. ὁ δὲ αὐτοκράτωρ μηδὲ πάνυ τοῖς τοιούτοις προσέχων, ἀλλὰ φυσικῆς τινος ἐξηρτῆσθαι τὰ τοιαῦτα αἰτίας δοξάζων, ὅμως ἠρώτα τοὺς περὶ τὰ τοιαῦτα δεινούς· μεταπεμψάμενος δὲ καὶ τὸν τῆς ἐπαρχίας τοῦ Βυξαντίου τὴν ἀξίαν πρώην εἰληφότα Βασίλειον (ἀνὴρ δὲ οὗτος πολλὴν τὴν περὶ τὸν αὐτοκράτορα [*](C) εὔνοιαν ἐνδεικνύμενος) περὶ τοῦ φανέντος ἀστέρος ἐπυνθάνετο. ὁ δέ ἐς νέωτα φυλάξειν ἐπηγγείλατο τὴν ἀπόκρισιν καὶ ἀπελθὼν οἷ κατέλυε (τέμενος δέ τοῦτο ἐπ᾿ ὀνόματι τοῦ εὐαγγελιστοῦ Ἰωάννου πάλαι ἀνοικοδομηθέν), ἐπεὶ πρὸς δυσμὰς ὁ ἥλιος ἦν, περιεσκόπει τὸν ἀστέρα. διαπορουμένῳ δέ καὶ καμόντι τοῖς λογισμοῖς ὑπνῶσαι ξυμβεβήκει καὶ τηνικέντρῳ [*](1. κέντρῳ Α. 6. ξενοπρεπῶν F, ξενοπρεπῶς P. 8. θεᾶσθαι F, θεάσασθαι P. νιχθημέροις P, correxi. ἡμέρας καὶ νύκτας ὅλως Α. 15. τὸν C, om. P. βυζωτοῦ Α. τὴν Α. om. P. πρώην FC, πρώτην P. 20. ἀποστόλου εὐαγγελιστοῦ F. 22. ξυμβεβήκει A, ξυμβέβηκεν F, ξυμβέβηκε P.)
148
καῦτα τὸν ἅγιον θεάσασθαι τερατικῶς ἐσταλμένον. ὁ δὲ περιχαρὴς γεγονὼς οὐκέτ’ ὄναρ ἐδόκει, ἀλλ’ ὕπαρ ὁρᾶν. [*](D) ἔνθεν τοι καὶ γνωρίσας τὸν ἅγιον ἔμφοβος γενόμενος μεθ’ ὑποστολῆς ᾐτεῖτο, τίνων ἀγγελτικὸς ὁ ἀστήρ ἐστι, γνωρίσαι οἱ. ὁ δέ Κελτῶν κίνησιν προσημαίνειν τοῦτον ἔφη · “τὸ [*](V. 282) δὲ σβέννυσθαι τὴν τούτων αὐτοῦ που κατάλυσιν δηλοῖ.’’ ἀλλὰ περὶ μὲν τοῦ φανέντος ἀστέρος τοιαῦτα · ὁ δὲ βασιλεὺς τὴν Θεσσαλονίκην καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἡτοιμάζετο πρὸς τὴν τοῦ Βαϊμούντου διαπεραίω- [*](P. 356) σιν ἐκπαιδεύων μέν τοὺς νεολέκτους τόξον τε τείνειν καὶ βέλη κατὰ σκοποῦ πέμπειν καὶ περιφράττεσθαι θυρεῷ ἀλλὰ καὶ ξενικὰς ἐξ ἀλλοδαπῶν διὰ γραμμάτων παρασκευάζων δυνάμεις, ἲν᾿ ὁπηνίκα καιρὸς καλοίη, θᾶττον παραγένωνται. πολλὴν δὲ καὶ τὴν τοῖ Ἰλλυρικοῦ ἐπεποίητο πρόνοιαν τήν τε πόλιν τὸ Δυρράχιον ἀσφαλισάμενος καὶ ἡγεμόνα ταύτης τὸν δεύτερον υἱὸν Ἱσαακίου τοῦ σεβαστοκράτορος Ἀλέξιον καταστησάμενος. ἅμα δέ κἀκ τῶν Κυκλάδων νήσων καὶ τῶν παρὰ θάλασσαν τῆς Ἀσίας πόλεων καὶ αὐτῆς τῆς B Εὐρώπης στόλον παρεκελεύσατο ἀπαρτίσαι· πολλῶν δέ παρεμποδιζόντων τὴν τοῦ στόλου κτίσιν διὰ τὸ μήπω τὴν τοῦ Βαϊμούντου κατεπείγειν διαπεραίωσιν, ὁ δ’ ὅμως οὐκ ἐπείθετο λέγων δεῖν εἶναι τὸν στρατηγὸν ἀνύστακτον φύλακα [*](4. ἀγγελικὸς Α. 18. θάλασσαν F, θάλατταν P.)
149
καὶ μὴ πρὸς τὰ ἐν ποσὶ μόνον παρασκευάζεσθαι, ἀλλὰ καὶ τὰ πόρρω ὁρᾶν μήτε μὴν φειδοῖ χρημάτων καιροῖ καλοῦντος ἀνέτοιμον φαίνεσθαι καὶ μᾶλλον, ὁπηνίκα ἔφοδον ἐχθροῦ αἴσθηται. ταῦτα τοίνυν δεξιώτατα διαθέμενος ἐκεῖθεν μεταναστὰς καταλαμβάνει τὴν Στρούμπιτζαν κἀκεῖθεν αὖθις ἄχρι τοῦ Σλοπίμου. μεμαθηκὼς δέ καὶ τὴν Ἱωάννου τοῖ τἱοῦ τοῦ σεβαστοκράτορος ἧτταν κατὰ τῶν Δαλματῶν προαποσταλέντος [*](C) ἀποσταλέντος δυνάμεις ἀποχρώσας ἐκπέμπει εἰς ἀρωγήν. ὁ μὲν οὑν Βολκάνος εὐθὺς πονηρότατος ὢν ἐρωτᾷ πρὸς τὸν βασιλέα τὰ περὶ εἰρήνης καὶ τοὺς ζητηθέντας ἐκπέμπει. ἐκεῖνος δὲ ἐγκαρτερήσας ἐπὶ ἐνιαυτὸν ἴνα καὶ μῆνας δύο, ὡς τὸν Βαϊμοῦντον ἔτι ἐν τοῖς τῆς Λογγιβαρδίας μέρεσι διατρίβοντα ἐπεπληροφόρητο, τοῦ χειμῶνος ἐπικαταλαμβάνονντος ἤδη, τοὺς στρατιώτας πρὸς τὰς σφῶν οἰκίας ἐξέπεμψεν, αὐτὸς δὲ τὴν Θεσσαλονίκην καταλαμβάνει. ἐν τῷ τὴν πρὸς Θεσσαλονίκην ἀνύειν ἐτέχθη ὁ πρωτότοκος τῶν υἱῶν τοῦ πορφυρογεννήτου καὶ βασιλέως Ἰωάννου κατὰ [*](D) τὴν Βαλαβίσταν συνεπαγόμενος ἐν τῷ τίκτεσθαι καὶ ἕτερον θῆλυ. ἐκεῖσε γοῦν τὴν μνήμην τοῖ· μεγαλομάρτυρος Δημητρίου ἐκτελέσας εἰσέρχεται εἰς τὴν μεγαλόπολιν. γέγονε καί τι τοιοῦτον. περὶ τὰ μέσα τοῖ Κωνσταντινίου φόρου [*](5. Στρούμπιτζον C. 7. υἱοῦ τοῦ F, τοῦ om. Ρ. 12. ἔτι τοῖς F, τοῖς orn. P. έν addidi. 19. μνήμην τοῦ F, τοῦ om. P. 21. μέσα F, μετὰ P. Κωνσταντίνου C.)
150
χαλκοῦς τις ἀνδριὰς ἵστατο καὶ πρὸς ἀνατολὰς ἀπέστραπτο ἐπὶ πορφυροῦ κίονος περιόπτου σκῆπτρον μέν κατέχων τῇ δεξιᾷ, τῇ δὲ λαιᾷ σφαῖραν ἀπὸ χαλκοῦ κατασκευασθεῖσαν. [*](P. 357) ἐλέγετο δ᾿ οὖν εἶναι οὗτος Ἀπόλλωνος ἀνδριάς· Ἀνθήλιον δέ, οἶμαι, οἱ τῆς Κωνσταντίνου οἰκήτορες αὐτὸν προσηγόρευον. ὂν ὁ μέγας ἐν βασιλεῦσι Κωνσταντῖνος ἐκεῖνος καὶ τῆς πόλεως καὶ πατὴρ καὶ δεσπότης εἰς τὸ ἑαυτοῦ μετέθηκεν ὄνομα Κωνσταντίνου αὐτοκράτορος ἀνδριάντα αὐτὸν προσειπών. ἐπεκράτησε δέ ἡ ἀρχῆθεν τεθεῖσα προσηγορία τῷ ἀνδριάντι καὶ ἤτοι Ἀνήλιος ἢ Ἀνθήλιος ὑπὸ πάντων [*](V. 283) ἐλέγετο. τοῦτον τὸν ἀνδριάντα ἐξ αἰφνιδίου πνεύσαντες ὄνεμοι πλατύτατοι λίβες ἐκεῖθέν τε ὦσαν καὶ εἰς γῆν ἔρρι- [*](B) ψαν περὶ τὸν ταῦρον τοῦ ἡλίου τότε ὁδεύοντος. ὅπερ οὐκ ἀγαθὸς οἰωνὸς τοῖς πλείοσιν ἔδοξε καὶ μᾶλλον, ὁπόσοι μὴ καλῶς πρὸς τὸν αὐτοκράτορα εἶχον· ὑπεψιθύριζον γὰρ τὸν τοῦ βασιλέως θάνατον τὸ συμβὰν προμηνύειν. ὁ δέ “ζωῆς καὶ θανάτου ἕνα κύριον ἐπίσταμαι,” ἔλεγε “πτώσεις δέ εἰδώλων θάνατον ἐπάγειν οὐδόλως πιστεύειν ἔχω. ὁπηνίκα γὰρ Φειδίας τις, φέρε εἰπεῖν, ἤ τις τῶν λιθοξόων λίθον ἀποξέσας εἴδωλον ἀπεργάσοιτο, ἀναστήσει μέν καὶ νεκρούς, παράξει δὲ καὶ ἔμψυχα; καὶ εἰ ταῦτα, τῷ τῶν ὁπάντων δημιουργῷ τί καταλειφθήσεται; ἀποκτενῶ γὰρ καὶ [*](9. ἐπεκράτει C. 12. πλατύτερον C. 20. ἀπεργάσοιτο F, ἀπειργάσοιτο P. 21. interrogationis signum posui.)
151
ζῆν ἐγὼ ποιήσω φησὶ καὶ οὐχὶ τοῦδε ἢ τοίδε εἰδώλου [*](C) πτῶσις ἢ ἀνέγερσις.” καὶ γὰρ τὰ πάντα τῇ μεγίστη τοῦ Θεοῦ ἁνετίθει προνοίᾳ.

Κυκεὼν δὲ κατὰ τοῦ αὐτοκράτορος ἄλλος αὖθις κακῶν ἐξεγήγερτο, ὃς οὐχ ὑπὸ τῶν τυχόντων ἐξηρτί ἕτο ἤδη. ἄνδρες γάρ τινες ὲπ᾿ ἀνδρείᾳ καὶ γένους εὐκλείᾳ μεγάλα αὐχοῦντες κατὰ τοῦ βασιλικοῦ ἐμελέτησαν σώματος φόνιον πνέοντες. καὶ θαιμάζω ἐνταῦθα τῆς ἱστορίας γεγονυῖα, πόθεν τοσοῦτον πλῆθος κακῶν τὸν βασιλέα περιεστοίχισεν. οὐδὲν γάρ, οὐδέν ἦν οὐδ᾿ ὁποθενοῦν, ὃ μὴ κατ᾿ αὐτοῦ ἐκεκίνητο. τά τε γὰρ ἔνδον ἀποστασίας ἦσαν μεστὰ καὶ τὰ ἔξωθεν ἐπαναστάσεως ἔγεμε. καὶ μήπω πρὸς τὰ ἔνδον τοῦ [*](D) αὐτοκράτορος ἀντικαταστάντος τἀκτὸς πάντα περιεφλέγμανε, βαρβάρους ἅμα καὶ τοὺς ἔνδον τυράννους τῆς Τύχης αὐτῆς ὥσπερ τινὰς Γἴγαντας αὐτοφυεῖς ἀναβλαστανούσης , καίτοι τοῦ βασιλέως ἅπαντα πρὸς τὸ ἡμερώτερον καὶ φιλανθρωπότερον ἐπιτροπεύοντος καὶ διοικονουμένου τὰ πράγματα καὶ οὐκ ἔστιν ὅντινα μὴ τοῖς ἀγαθοῖς κατακλύζοντος. τοὺς μὲν γὰρ καὶ ἀξιωμάτων τιμαῖς καταύδαινε καὶ δωρεαῖς μεγάλαις καταπλουτίζων ἀεὶ οὐκ ἀνῆκε· τοὺς δὲ ὁποιδήποτε [*](P. 358) βαρβάρους, ἀφορμὰς μὴ διδοὺς πολέμων μηδ᾿ ἀνάπην ἐπάγων αἰτός, ἀνασοβοῦντας ὅμως ἀνέστελλεν, ὡς ἔστι κακὼν στρα- [*](2. τοῦ θεοῦ FC, τοῦ om. Ρ. 7. αὐχοῦντες F, εὐτυχόντες P. 9. περιεστοίχισεν F, περιεστοίχησεν P. 10. οὐδὲν ἢν F, ἦν οὐδὲν P: οὐδέποτε ἦν? 13. περιεφλέγμαινε E, περιεφλέγμηνε P.)

152
τηγῶν, τῶν πραγμάτων ἡσυχαζόντων αὐτοὺς ἐξεπίτηδες ἀνερεθίζειν τοὺς πέριξ εἰς πόλεμον. εἰρήνη μὲν γὰρ τέλος ἐστὶ πολέμου παντός, τὸ δ᾿ ἀνθελέσθαι ἀεὶ αὐτόθεν τὸ ἕνεκά του * καὶ τοῦ ἀγαθοῦ τέλους ἀεὶ ἀμελεῖν, τοῦτο ἀνοήτων ἐστὶ στρατηγῶν καὶ δημαγωγῶν καὶ ὄλεθρον πραγματευομένων τῆς πόλεως. ἀλλ᾿ ὁ βασιλεὺς Ἀλέξιος τοὐναντίον ἅπαν ἐποίει καὶ τοῦ εἰρηνεύειν ἐκτόπως ἐπεμελεῖτο καὶ * παροῦ- [*](B) σαν ἀεὶ πανταχόθεν συνεῖχε καὶ ἀποίσης ἐπηγρύπνει πολλάκις, ὅπως ἐπανέλθοι. καὶ ἦν ὁ αὐτὸς κατὰ φύσιν μὲν εἰρηνικός, ἀναγκαζόντων δὲ τῶν πραγμάτων πολεμικώτατος. καὶ ἔγωγ᾿ ἂν φαίην θαρρούντως περὶ τοῦ ἀνδρὸς ἐκείνου, ὡς [*](V. 284) ἄρα τοῦ βασιλικοῦ χαρακτῆρος πολλοῦ χρόνου καταλελοιπότος τὰ τῶν ῾Ρωμαίων βασίλεια, ἐπ᾿ αὐτοῦ καὶ μόνου ἐπανεληλυθέναι τρόπον τινὰ τότε πρώτως τῇ ῾Ρωμαίων ἡγεμονίᾳ ἐπιξενουμένου *** ἀλλ᾿ ὅπερ ἔλεγον τοῦ λόγου ἀρχομένη, ὅτι θαυμάζειν ἔχω τῆν τοσαύτην τῶν πραγμάτων τῶν πολεμικῶν ἐπίχυσιν. [*](C) τά τε γὰρ ἔξω καὶ τἄνδον πάντα ἦν ἰδεῖν κυμαινόμενα πανταχόθεν. ἀλλ᾿ ὅ γε βασιλεὺς Ἀλέξιος καὶ τὰ ἀφανῆ τῶν ἐχθρῶν καὶ κρύφια καὶ προῃσθάνετό τε καὶ παντοδαποῖς μηχανήμασι πόρρω τὰς βλάβας ἀπήλαυνε καὶ πρὸς τοὺς ἔνδοθεν τυράννους καὶ πρὸς τοὺς ἔξωθεν βαρβάρους ἀνταγωνιζόμενος [*](1. αὐτοὺς F, αὐτὸς Ρ. 4. lacuuam signavi: πολεμεῖν vel simile verbum intercidit. 7. lacunam signavi. 9. ἐπανέλθοι F, ἐπανέχθοι P. 11. ἔγωγε F. 14. πρώτως F, πρῶτος P. 15. ἐπιξενουμένου. ἀλλ᾿] inter haec verba unius fere versus rasura in F est: lacunam signavi. 17. τἄνδον FC, τὰ ἔνδον P.)
153
ἀεὶ προφθάνων ὀξύτητι νοῦ τὰς τῶν ἐπιβουλευόντων ἐπιβουλὰς καὶ ἀνακόπτων τὰς τούτων ὁρμάς. καὶ ἔγωγε στοχάζομαι ἀπὸ τῶν πραγμάτων αὐτῶν τὴν Τύχην * * τῆς βασιλείας, ὅτι πανταχόθεν συνέρρευσε τὰ δεινὰ καὶ ἐτετάρακτο αὐτό τε τὸ σῶμα τῆς πολιτείας καὶ πᾶν ἀλλότριον ἐμεμήνει κατὰ τῆς βασιλείας Ῥωμαίων, ὡς εἴ τις οὕτως ἔχοι κακῶς, ὥστε καὶ [*](D) ὑπὸ τῶν ἀλλοδαπῶν πολεμεῖσθαι καὶ ὑπὸ τῶν οἰκείων κατατρύχεσθαι τὰς σάρκας διαμασσώμενον, τοῦτον δὲ ἀνεγεῖραι [*](P. 359) τὴν πρόνοιαν, ἵνα πρὸς τὰ πανταχόθεν κακὰ ἀντιμηχανῷτο, ὡσπερ δὴ καὶ τὸ τηνικαῦτα συνιδεῖν ἔδει. ὅ τε γὰρ Βαϊμοῦντος ὁ βάρβαρος ὁ πολλάκις ἡμῖν εἰρημένος ἐξηρτύετο κατὰ τῶν σκήπτρων Ῥωμαίων βαρύτατον στράτευμα ἐπαγομένος καὶ τὸ τυραννικὸν τοῦτο πλῆθος ἑτέρωθεν ἀντεπηγείρετο, καθάπερ ἄνωθεν τοῦ λόγου πεπροοιμίασται. τέσσαρες μὲν ἦσαν οἱ ξύμπαντες οἱ τῆς βουλῆς καταρχόμενοι, Ἀνεμάδες τὴν ἐπωνυμίαν, τὰς κλήσεις ὁ μὲν Μιχαήλ, ὁ δέ Δέων, ὁ ἕτερος . . . ., ὁ ἄλλος . . . . . προσηγορεύετο. ἀδελφοὶ δ’ ἦσαν καὶ τέ σώματα πρότερον καὶ τότε τὴν γνώμην· εἰς ταὐτὸ γὰρ ἅπαντες συνεφρόνησαν, ἀποκτεῖναί τε τὸν αὐτοκράτορα καὶ τῶν βασιλικῶν ἐπιλήψεσθαι σκήπτρων. συνυπήγοντο δὲ αἰτοῖς καὶ ἒτεροι τῶν εὐγενῶν, οἵ τε Ἀντίοχοι γένους ὄντες περιφανοῦς καὶ οἱ Ἐξαζηνοὶ καλούμενοι, ὅ τε [*](3. lacunam signavi. 4. συνέρρευσε F, συνέρευσε P. 7. ὑπό τῶν οἰκείων in F m. 2 in ras. 13. τοῦτο scripsi: τούτου P. 17. ἕτερος ** ὁ ἄλλος * P: spatia lacunarum ex F dedi.)
154
Δούκας καὶ ὁ Ὑαλέας, ἄνδρες ἐκθυμότατοι τῶν πώποτε γεγενημένων πρὸς μάχας, πρὸς δέ καὶ Νικητὰς ὁ Κασταμονίτης καὶ Κουρτίκιός τις καὶ ὁ Βασιλάκιος Γεώργιος. οὗτοι μέν οὖν ἤσαν τοῦ στρατιωτικοῦ καταλόγου πρωτεύοντες, τῆς δέ γε συγκλήτου ὁ Σολομῶν Ἰωάννης. ὅν διὰ περιουσίαν καὶ γένους λαμπρότητα βασιλέα χρίσειν ὁ [*](C) Μιχαὴλ ὁ καὶ κορυφαῖος τῆς τετρακτύος τῶν Ἀνεμάδων σχηματιζόμενος ἐπηγγέλλετο. ὁ δέ Σολομῶν οὗτος τῆς συγκλήτου λογάδος τὰ πρῶτα φέρων οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν συνεξηπατημένων αὐτῷ βραχύτατος μέν ἦν τὴν ἡλικίαν, κουξότατος δέ τὴν γνώμην. Ἀριστοτελικῶν τε καὶ Πλατωνικῶν μαθημάτων ᾤετο εἰς ἄωον ἐληλυθέναι· οὐ μὴν εὖ ἧκε τῆς φιλοσόφου εἰδήσεως, ἀλλ’ ὅμως ἐτετύφωτο διὰ περιουσίαν κουφότητος. λοιπὸν πρὸς τὴν βασιλείαν ὅλοις ἱστίοις ἀπένευε καθάπερ ὑπὸ τούτων τῶν Ἀνεμάδων ἐμπνεόμενος. ἀλλ’ ἦσαν ἄρα τὰ πάντα πλάνοι. οὐ [*](V. 285) γὰρ εἶχον ἐν νῷ τοῦτον οἱ ἀμφὶ τὸν Μιχαὴλ ἐς τὸν βασιλικὸν θρόνον ἐναγαγεῖν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τῇ κουφότητι [*](D) τοῦ ἀνδρὸς καὶ τῷ πλούτῳ πρὸς τὴν ἰδίαν ἐπιχείρησιν ἀπεχρῶντο. ἀεί τι ἐκεῖθεν τοῦ χρυσοῦ ῥεύματος ἐπισπῶντες καὶ ταῖς ἐλπίσι τῆς βασιλείας ποιοῦντες ὑπότυφον ὅλω ἐαυτοῖς τιθασσὸν ἐποιήσαντο γνώμης τοιαύτης ἔχοντες, ὡς [*](1. ὑαλέας F, Υελέας P. 7. ὁ καὶ FC, ὁ om. P. 8. δὲ δὴ P δὴ om. C. 10. συνεξηπατημένων F, ξυνε. P. βραχυτάτῳ scripsi: βραχὺς libri. 11. τὴν ἡλικίαν F, τῇ ἡλικίᾳ P. δὲ ad. didi. 16. πλάνοι C, πλάνη P. 21. ποιοῦντες FC, ποιοῦντος P.)
155
εἰ εὔοδα πράξαιεν καὶ ἡ Τύχη αὐτοῦς εὐνούστερόν πως ἐνατενίσειε, τενίσειε, τὸν μέν παραγκωνίσαιντο ἀφέντες ψαίρειν ἐπὶ [*](P. 360) πελάγους, αὐτοὶ δὲ τῶν σκήπτρων ἀνθέξοιντο μικράν τινα δόξαν καὶ εὐετηρίαν αὐτῷ ἀπονείμαντες. οἱ μέντοι γε πρὸς ἐκεῖνον λόγοι τῆς ἐπιβουλῆς οὐ φόνον τοῦ αὐτοκράτορος ἐπηγγέλλοντο οὐδὲ ξιφουλκίας ἐμέμνηντο, οὐ μάχης οὐδὲ πολέμων, ἵνα μὴ καταπτοήσαιεν τὸν ἄνδρα πάλαι τοῦτον εἰδότες πὼς ἅπαν εἶδος πολέμου δειλότατον. τοῦτον τοίνυν τὸν Σολομῶντα ὥσπερ δὴ Κορυφαιότατον τῶν ἄλλων ἐνηγκαλίσαντο. συνυπήχθησαν δὲ τῇ τούτων βουλῇ καὶ ὁ Σκληρὸς καὶ ὁ τὴν ἐπαρχίαν τῆς Κωνσταντίνου τῷ τότε διηνυκὼς Ξηρός. ὁ μέντοι Σολομῶν κουφοτέρας ὢν γνώμης, [*](B) καθάπερ ἄνωθεν εἴρηται, καὶ μηδὲν τῶν παρὰ τοῦ Ἐξαζηνοῦ καὶ τοῦ Ὑαλέα καὶ αὐτῶν δὴ τῶν Ἀνεμάδων μελετωμένων συνεὶς ἐν χερσὶν ἤδη τὴν βασιλείαν Ῥωμαίων οἰόμενος προσωμίλει τισὶ καὶ ὑπεποιεῖτο ὑποσχέσεσι δωρεῶν καὶ ἀξιωμάτων τούτους ὑπαγόμενος. φοιτήσας δέ ποτε πρὸς αὐτὸν ὁ τοῦ δράματος κορυφαῖος Μιχαὴλ ὁ Ἀνεμᾶς καὶ θεασάμενος ὁμιλοῦντά τινι ἐπυνθάνετο, τί ἂν εἴη τὸ λεγόμενον. ὁ δὲ Σολομῶν μετὰ τῆς συνήθους ἁπλότητός φησιν ὡς “ἀξίωμα αἰτήσας ἡμᾶς καὶ λαβὼν τὴν ὑπόσχεσιν [*](2. ψαίρειν F, χαίρειν P. 11. τῆς Κωνσταντίνου τῷ τότε F, τῷ τότε τῆς Κωνσταντίνου P. 14. ὑαλέα F, Υελέα P. 17. δέ ποτε F, ποτε om. P. 20, Σαλομῶν P, correxi.)
156
συνέθετο κοινωνὸς ἡμῖν τῆς βουλῆς τῶν πάντων [*](C) ὁ δέ μωρίαν τούτου καταψηφισάμενος καὶ περίφοβος γεγοωώς, ὡς μηδόλως ἐχεμυθεῖν πεφυκότα διαγνούς, οὐκέθ᾿ ὡς τὸ πρότερον πρὸς αὐτὸν ἐφοίτα.

Οἱ μέν οὖν στρατιῶται, τοὺς Ἀνεμάδας φημὶ καὶ Ἀντιόχους καὶ τοὺς τούτων συνωμότας, κατὰ τοῦ βασιλικοῦ τὴν σκαιωρίαν ἐποιοῦντο σώματος, ἵν’ ὁπηνίκα καιροῦ εὐθέτου τύχοιεν, παρευθὺ τὸν μελετώμενον κατὰ τοῦ αὐτοκράτορος φόνον εἰς ἔργον προάξωσιν. ὡς δέ παρὰ τῆς προνοίας ἄδεια οὐδεμία τούτοις ἐδίδοτο καὶ ὁ καιρὸς παρερρύετο, πτοηθέντες μὴ κατάφωροι γένωνται, ὅν ἐπεζήτουν καιρὸν ἔδοξαν κέναι. ἐπεὶ γὰρ ὁ αὐτοκράτωρ μετὰ τὸ διυπνισθῆναι κατὰ δείλην ἑῴαν τὴν ἐκ τῶν πολλῶν φροντίδων· ἐγγινομένην ἅλμην καταγλυκαίνειν ἐθέλων ἐνίοτε συμπαίστορας εἶχε τῶν συγγενέων τινὰς παίζων τὸ ζατρίκιον (παιδιὰ δὲ τοῦτο ἐκ τῆς τῶν Ἀσσυρίων τρυφῆς ἐξευρημένον καὶ εἰς ἡμᾶς ἐκεῖ- [*](P. 361) θὲν ἐληλυθός), οἱ τὴν τυραννικὴν ἐξοπλίσαντες χεῖρα διὰ τοῦ βασιλικοῦ κοιτωνίσκου ἔμελλον ὡς εἰς τὸν βασιλέα Χωρῆσαι τὸν φόνον ὠδίνοντες. ὁ δέ τοι βασιλικὸς κοιτωνίσκος [*](V. 286) οὑτος, οὗπερ οἱ βασιλεῖς ἔτυχον εὐναζόμενοι, κατὰ τὴν εὐώνυμον κεῖται πλευρὰν τοῦ ἐπ’ ὀνόματι τῆς Θεομήτορος ἀνεγηγερμένου τεμένους κατὰ τὰ ἀνάκτορα, κἂν οἱ πολλοὶ [*](5. φημὶ καὶ ἀντιόχους F, καὶ ἀντιόχους om. P. 6. συνωμότας F, συνομότας P, 9. προάξωσιν F, πράξωσιν P. 10. παρερρύετο] ερ in ras. F. 14. ἤθελεν ὅτε C. 16. ἐξευρημένον C, ἐξευρημένων P. 21. ὀνόματι F, ὀνόματος P.)

157
τὸ τοῦ μεγωΒμάρτυρος Δημητρίου ὄνομα ταύτῃ ἐπέγραφον. κατὰ δέ τὴν δεξιὰν αἴθριον ἔδαφος ἦν ὑπὸ μαρμάρων κατεστρωμένον. καὶ ἡ πρὸς τοῦτο ἐξάγουσα πύλη τοῦ τεμένους ἄνετος πᾶσι τοῖς ἐθέλουσιν ἦν. ἐκεῖθεν οὖν ἐσκέψαντο εἰσελθεῖν εἴσω τοῦ τεμένους καὶ τὰς τὸν βασιλικὸν κοιτω- [*](B) νίσκον ἀποκλειούσας κατεάξαι πύλας κᾆθ᾿ οὕτως εἰσελθόντες ἀνελεῖν διὰ ξίφους τὸν αὐτοκράτορα. ἀλλὰ ταῦτα μὲν οἱ μιαιφόνοι ἐκεῖνοι ἄνδρες κατὰ τοῦ μηδὲν ἐδικηκότος διεσκοποῦντο· ἔσφηλε δὲ τὴν τούτων βουλὴν ὁ Θεός. δηλωθέντος δὲ τοῦ δράματος διά τινος τῷ αὐτοκράτορι παραχρῆμα μετεπέμποντο ἅπαντες. πρῶτον μὲν οὖν Ἰωάννην τὸν Σολομῶντα καὶ Γεώργιον τὸν Βασιλάνον εἰς τὰ ἀνάκτορα εἰσαχθῆναι ὁ βασιλεὺς ἐπέτρεψεν ἐγγυτέρω γενομένους τοῦ οἰκίσκου, ἐν ᾧπερ αὐτὸς ἐτύγχανεν ὢν μετὰ τῆς περὶ αἰτον σνγγενείας, ἵνα διά τινων ἐξερωτῴη αὐτούς, ἁπλουστέρου φρονήματος τούτους πάλαι γινώσκων κἀκ τούτου ῥᾳδίως τὰ [*](C) βεβουλευμένα μεμαθηκέναι οἰόμενος. ὡς δὲ πολλάκις ἐρωτώμενοι ἔξαρνοι ἦσαν, ἔξεισιν ὁ σεβαστοκράτωρ Ἰσαάκιος καὶ πρὸς τὸν Σολομῶντα ἀπονεύσας ἔφη “οἶσθα πάντως, Σολομῶν, τὴν τοῦ ἐμοῦ ἀδελφοῦ καὶ βασιλέως ἀγαθότητα. εἰ μὲν τὰ βεβουλευμένα πάντα ἀπαπείλῃς, συμπαθείας παραχρῆμα ἀξιωθήσῃ, εἰ δ᾿ οὖν, ἀνηκέστοις βασάνοις παραδοθήσῃ”. ὁ δὲ ἐνατενίσας καὶ τοὺς περικυκλοῦντας τὸν δε- [*](1. Δημητρίου om. C. τούτῳ ? 21. ἀπαγγείλῃς F, ἀπαγγέλῃς P.)
158
βαστοκράτορα βαρβάροις θεασάμενος ἐπὶ τῶν ὤμων τὰ ἑτε- [*](D) ρόστομα ξίφη κραδαίνοντας ἔντρομος γεγονὼς παραχρῆμα ἅπαντα ἀπαγγέλλει τούς τε συνίστορας ὁμολογήσας, μηδὲν δέ περὶ τοῦ φόνου εἰδέναι διϊσχυριζόμενος. εἶτα παραδοθέντες τοῖς τὴν φυλακὴν τούτων ἐμπεπιστευμένοις [τῶν ἀνακ- καὶ διαιρεθέντες ἔμφρουροι γεγόνασι. τοὺς δέ γε [*](P. 362) λοιποὺς αὖθις ἠρώτων περὶ τοῦ δράματος. ὁμολογήσαντες δὲ ἅπαντα καὶ μηδὲ τὸν φόνον ἐπικρύψαντες, ἐπεὶ οἱ στρατιῶται τοῦτον μεμελετηκέναι ἐγνώσθησαν καὶ μᾶλλον ὁ Ἀνεμᾶς Μιχαήλ, ὁ καὶ τῆς Βοῦλίς κορυφαῖος, ὁ καὶ κατὰ τοῦ αὐτοκράτορος φόνιον πνέων, ἅπαντας περιορίσας καὶ τὰς σφῶν ἐδήμευσε περιουσίας. ὁ μέντοι οἶκος τοῦ Σολομῶντος περιφανὴς ὢν ἐδόθη πρὸς τὴν Αὔγουσταν. ἐκείνη δέ, ὁποία περὶ τὰ τοιαῦτα, οἶκτον λαβοῦσα τῆς τοῦ Σολομῶντος ὁμευνέτιδος ἀπεχαρίσατο τοῦτον αὐτῇ μηδὲ τὸ τυχὸν ἐκεῖθεν ἀφελομένη. τὸν μέντοι Σολομῶντα ἔμφρουρον εἶχεν ἡ Σωζόπολις. [*](B) τὸν δέ Ἀνεμᾶν καὶ τοὺς σὺν αὐτῷ ὡς πρωταιτίους καὶ τὴν [*](V. 287) ἐν χρῷ κουρὰν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ψιλώσας διὰ μέσης πομπεῦσαι τῆς ἀγορᾶς παρεκελεύσατο, εἶτα ἐξορυχθῆναι τοὺς ὀφθαλμούς. παραλαβόντες οὖν τούτους οἱ σκηνικοὶ καὶ σάκκους περιβαλόντες, τὰς δέ κεφαλὰς ἐντοσθίοις βοῶν καὶ προβάτων ταινίας δίκην κοσμήσαντες ἐν βουσὶν ἀναγαγόντες καὶ ἐγκαθίσαντες οὐ περιβάδην ἀλλὰ [*](5. τῶν ἀνακτόρων seclusi. 14. Σολομῶντος C, Σαλομῶντος P. 21. περιβαλόντες FC, περιβάλλοντες sic P.)
159
κατὰ θατέραν πλευρὰν τούτοις διὰ τῆς βασιλικῆς ἦγον αὐλίσος. ῥαβδοῦχοι ἔμπροσθεν τούτων ἐφαλλόμενοι καὶ ᾀσμάτιόν τι γελοῖον καὶ κατάλληλον τῇ πομπῇ προσᾴδοντες ἀνεβόων, λέξει μέν ἰδιώτιδι διηρμοσμένον, νοῦν δὲ ἔχον τοιοῦτον. * * * ἐβούλετο γὰρ τὸ ᾆσμα πάνδημον πᾶσι παρακελεύεσθαι * [*](C) τε καὶ ἰδεῖν τοὺς τετυραννευκότας τούτους κερασξόρους ἄνδρας, οἵτινες τὰ ξίφη κατὰ τοῦ αὐτοκράτορος ἔθηξαν. ἅπασα μέν οὖν ἡλικία εἰς τὴν τοιαύτην θέαν συνέτρεχεν, ὡς καὶ ἡμᾶς, τὰς τοῦ βασιλέως θυγατέρας, ἐξελθούσας λαθραίαν τὴν θέαν ποιεῖσθαι. ὡς δέ τὸν Μιχαὴλ ὡς πρὸς τὰ ἀνάκτορα ἐθεάσαντο ἐνατενίζοντα καὶ χεῖρας ἱκέτιδας εἰς οὐρανὸν αἴροντα, αἰτουμένου ἐν σχήματι, χεῖρας ἐξ ὤμων ἀφαιρεθῆναι καὶ πόδας ἐκ γλουτῶν αὐτῶν καὶ κεφαλὴν αὐτὴν ἀποτμηθῆναι, ἅπασα φύσις πρὸς δάκρυον καὶ οἰμωγὰς κεκίνηται καὶ [*](D) μᾶλλον ἡμεῖς, αἱ τοῦ βασιλέως θυγατέρες. ἐγὼ δὲ βουλο- [*](Ρ. 363) μένη τὸν ἄνδρα τοῦ τοιούτου ῥύσασθαι κακοῦ τὴν βασιλίδα καὶ μητέρα ἅπαξ καὶ δὶς προὐκαλούμην ἐς θέαν τῶν πομπευομένων. ἐκηδόμεθα γὰρ τῶν ἀνδρῶν τοῦ αὐτοκράτορος χάριν, εἰρίσεται γὰρ τἀληθές, μὴ τοιούτων ἀποστεροῖτο στρατιωτῶν καὶ μᾶλλον τοῖ Μιχαήλ, ὅσῳ καὶ βαρυτέρα ἡ κατ’ αὐτοῦ ψῆφος ἐξενήνεκτο. ὁρῶσα, ὁπόσον αὐτὸν ἐξεταπείνου ἡ ξυμφορά, ὅπερ οὖν ἔλεγον, ἐξεβιαζόμην τὴν μητέρα [*](5. lacanas signavi. 7. ἅπασα F, πᾶσα P. 11. ἐνατενίζοντα] τα ex τὸ m. 2 F. 12. αἰτουμένου scripsi: αἰτούμενον μενον P. 13. ἐκ γλουτῶν FC, ἐκ om. P. καὶ om. C. 14. δάκρυ C. εἰσεκίνητο C, ἐκεκίνητο Montfaucon. 20. βαρύτερον C.)
160
τὴν ἐμαυτῆς, εἴ πως τοῦ κινδύνου ῥισθεῖεν οἱ ἄνδρες ἤδη τούτοις ἐγγύθεν ἐφεστηκότος. σχολαιοτέραν γὰρ τὴν πορείαν οἱ σκηνικοὶ ἐποιοῦντο χώραν πραγὶιατευόμενοι συμπα- [*](B) θείας τοῖς μιαιφόνοις. ὡς δ᾿ ἐκείνη ἀπώκνει τὴν ἔλευσιν (καθῆστο γὰρ μετὰ τοῦ αὐτοκράτορος, οὖ τὰς πρὸς Θεὸν ἐντεύξεις κοινῇ ἐποιοῦντο ἰνώπιον τῆς θεομήτορος), κατελθοῦσα καὶ ἔξω τῶν πυλῶν περίφοβος ἑστηκυῖα, ἐπεὶ μὴ ἀπεθάρρουν τὴν εἴσοδον, νεύμασι τὴν βασίλισσαν προὐκαλούμην. καὶ δὴ πεισθεῖσα εἰς τὴν θέαν ἀνέρχεται καὶ θεασαμένη τὸν Μιχαὴλ ᾤκτειρέ τε καὶ δάκρυον ἐπαφεῖσα τούτῳ θερμὸν ἐπανατρέχει πρὸς τὸν αὐτοκράτορα ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐξαιτουμένη χαρίσασθαι τῷ Μιχαὴλ τοὺς ὀφθαλμούς. καὶ παραχρῆμα πέμπεται ὁ τοῦς δημίους ἀπείρξων· [*](C) καὶ δὴ σπεύσας προφθάνει τούτους ἔνδοθεν τῶν λεγομένων χειρῶν, ἃς ὁ διαβὰς οὐκέτι ῥύεται τοῦ δεινοῦ. οἱ γὰρ τὰς χαλκᾶς ταυτασὶ χεῖρας βασιλεῖς πήξαντες ἐπί τινος ὑψηλοτάτης περιωπῆς καὶ μετεώρου λιθίνης ἁψῖδος τοῦτο κρατῆσαι ἐβούλοντο, ὡς εἰ μέν τις ἐντὸς τούτων γένουτο, ὃν ὁ νόμος θανάτῳ κατέκρινε, καὶ μεταξὺ τῆς ὁδοῦ φθάσοι τὰ τῆς αὐτοκρατορόθεν φιλανθρωπίας, ἐλεύθερος ἔσται τῆς συμφορᾶς, ὡς τῶν χειρῶν τοῦτο σημαινουσῶν, ὅτι ὁ βασι- [*](V. 288) λεὺς τούτους πάλιν ἐνηγκαλίσατο καὶ ὅλαις κατέσχε χερσὶ [*](4. δὲ F, 8. νεύμασι FC, νεύματι P. 10. ἐπαφεῖσα F, ἐπαφιεῖσα P. 19. φθάσοι F, φθάσει P. 21. τούτων F. 22. τούτους πάλιν F, πάλιν τούτους P.)
161
καὶ μήπω τῶν τῆς φιλανθρωπίας χειρῶν ἀπολέλυκεν. εἰ δ’ ὑπερβαῖεν ἐκείνας, σύμβολόν ἐστι τοῦτο, ὡς δῆθεν καὶ τὸ βασίλειον κράτος τούτους ἀπώσατο. τῆς Τύχης οὖν ἐστι τὰ [*](D) τῶν ὑπὸ τὴν τιμωρίαν ἀνθρώπων· ἥν ἐγὼ θείαν ψῆφον λογίζομαι, καὶ δεῖ καλεῖν ἐκείνην εἰς ἀρωγίν. ἢ γὰρ τὰ τῆς συμπαθείας ἐντὸς ἔφθακε τῶν χειρῶν καὶ ἐξῄρηντο τῶν κινδύνων οἱ δυστυχοῦντες ἢ τὰς χεῖρας παρωδευκότες καὶ πόρρω σωτηρίας εἰσίν. ἐγὼ δὲ τὸ πᾶν εἰς τὴν τοῦ Θεοῦ ἀνατίθημι πρόνοιαν, ἥ κὼ τότε τὸν ἄνδρα τῆς εξορύξεως τῶν ὀμμάτων τοῦτον ἐξείλετο. Θεὸς γὰρ ἱμᾶς, ὡς ἔοικε, τὸ τηνικαῦτα ἐκίνησεν εἰς τὴν τούτου συμπαθέων. ὁ γάρ [*](P. 364) τοι τῆς σωτηρίας ἄγγελος σπεύσας ἔνθεν τῆς ἁψῖδος, ἐν ᾗ αἱ χαλκαῖ χεῖρες ἤσαν ἐμπεπηγμέναι, τὸ τῆς συμπαθείας γραμμάτιον ἐπιδοὺς τοῖς τὸν Μιχαὶλ ἄγουσιν ἐκεῖθεν τοῦτον τὸν λαβὼν ὑπέστρεφε καὶ καταλαβὼν τὸν ἀποῦ τῶν ᾠκοδομημένον πύργον κεῖθι τοῦτον καθεῖρξε· τοῖτο γὰρ ποιῆσαι κεκέλευστο.

Οὔπω δ᾿ οὗτος τῖς εἰρκτῆς ἠλευθεροῦτο καὶ τὸν Γρηγόριον αὖθις ἡ του Ἀνεμᾶ εἶχεν εἰρκτή. πύργος δ’ ἦν εἱς τις τῶν ἀγχοῦ τῶν ἐν Βλαχέρναις ἀνακτόρων τειχῶν τῆς πόλεως, ὁ του Ἀνεμᾶ καλούμενος, ὥσπερ τι [*](2. συμβουλή C. 3. τὰ addidi. 10. τούτων C. 12. ἄγγελος FC, ἄλλος Ρ. 14. γραμμάτιον F, γραμμάτων P. 18. ἠλευθεροῦτο C, ἐλευθεροῦτο P.)

162
[*](B) λάχος τὴν ἐπωνυμίαν ταυτηνὶ κληρωσάμενος διὰ τὸ πρώτως τὸν Ἀνεμᾶν σιδηρόδετον δέξασθαι ἐπὶ πολὺν ἐν αὐτῷ χρονοτριβήσοντα χρόνον. καὶ γὰρ ἐπινεμήσεως παριππευούσης δωδεκάτης δοὺξ προβληθεὶς Τραπεζοῦνος ὁ ἤδη ῥηθεὶς Γρηγόριος ἀποστασίαν πόλαι ὠδίνων ἐν τῷ πρὸς Τραπε- ζοῦντα ἀπέρχεσθαι εἰς φῶς ἐξήγαγε τὸ ἀπόρρητον. ἐπανιόντι γὰρ πρὸς τὴν Κωνσταντινούπολιν τῷ Δαβατηνῷ τῆς δουκικῆς ἀρχῆς εἰς τὸν Ταρωνίτην μετατεθείσης συναντήσας δεσμώτην εὐθὺς αὐτὸν καὶ ἔμφρουρον εἰς Τήβενναν εἶχεν, [*](C) οὐ τὸν Δαβατηνὸν δὲ μόνον, ἀλλὰ καὶ τῶν ἐπιφανῶν Τραπεζουντίων ἱκανοὺς καὶ αὐτὸν δὴ τὸν τοῦ Βακχηνοῦ ἀδελφιδοῦν. ἐπεὶ δὲ τῶν δεσμῶν καὶ τῆς εἰρκτῆς οὐκ ἐλύοντο, ὁμοφρονήσαντς ἅπαντες τοὺς μὲν φρουροῦντας αὐτοὺς τοὺ ἀποστάτου αἰκίαις καθυποβαλόντες ἔξω τῶν τειχῶν ἐξαγαγόντες πόρρω που ἀπήλασαν, αὐτοὶ δὲ τὴν Τήβενναν σφετερισάμενοι ρισάμενοι κατεῖχον. ὁ δ᾿ αὐτοκράτωρ πολλάκις διὰ γραφῶν ποτέ μέν μετεπέμπετο αὐτόν, ποτέ δὲ καὶ ξυνεβούλευε τῆς κακίστης ἀποστῆναι πράξεως, εἰ βούλοιτο συμπαθείας τυχεῖν καὶ εἰς τὴν προτέραν ἀναχθῆναι κατάστασιν, ἐνίοτε δέ καὶ ἠπείλει, εἰ μὴ πείθοιτο. ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ ὑπακούειν [*](D) τοῦ αὐτοκράτορος τὰ λῴονα συμβουλεύοντος, ὡς καὶ γραφὴν πολύστιχον πρὸς αὐτὸν ἐκπεπομφέναι καθαπτομένην οὐ μό- [*](2. χρονοτριβήσοντα scripsi: χρονοτριβήσαντα P. 9. Τήβενναν F, Τήβεναν P. 10. Τραπεζούντων P correxi. Βαχαχηνου C. 14. καθυποβαλόντες C, καθυπροβαλόντες P. 15. Τήβενναν F, Τήβεναν P. 16. δὲ F.)
163
νον τῶν τῆς συγκλήτου καὶ τοῦ στρατοῦ λογάδων, ἀλλὰ καὶ αἰτῶν δὴ τῶν συγγενῶν καὶ γαμβρῶν τοῦ αὐτοκράτορος. ἐκ ταυτησὶ δέ τῆς γραφῆς διαγνοὺς αὐτὸν ὁ αὐτοκράτωρ καθ’ ἑκάστην ἐπὶ τὸ χεῖρον προβαίνοντα καὶ εἰς παντελῆ ἀπόνοιαν ἤδη συνελαυνόμενον καὶ ἀπογνοὺς αὐτοῦ παντάπασι τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως ἐφισταμένης Ἰωάννην τὸν ἴδιον ἀδελφιδοῦν τῆς πρωτοτόκου αὐταδέλφης, ἐξάδελφον δὲ πατρόθεν τοῦ ἀποστάτου πέμπει κατ᾿ αὐτοῦ κατὰ πρῶτον [*](V. 289) μὲν λόγῳ μᾶλλον συμβουλευσόμενον τὰ σωτήρια, οἰόμενος πεισθῆναι τούτῳ διὰ τὴν ἐκ τῆς συγγενείας γνησιότητα καὶ [*](Ρ. 365) τὴν ἐκ ταὐτοῦ αἵματος ἀμφοῖν κοινωνίαν· εἰ δέ μὴ βούλοιτο, ἀνδρικῶς ἀντικαταστῆναι διά τε ξηρᾶς καὶ θαλάσσης πολλὰς συνεπαγόμενον δυνάμεις. μαθὼν δέ τὴν τούτου τούτου ὁ Ταρωνίτης Γρηγόριος ἐξελθὼν ὡς πρὸς Κολώνειαν ἀπῄει (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον καὶ ἀνάλωτον), ἐφ’ ᾧ τὸν Τανισμάνην εἰς ἀρωγήν. τοῦτο ἐν τῷ ἀπιέναι μεμαθηκὼς ὁ Ἰωάννης τοὺς Κελτοὺς τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος καὶ λογάδας Ῥωμαίους κατ’ αἰτοῦ ἐξέπεμψεν. οἵ καὶ προκαταλαβόντες καρτερὰν τὴν μετ’ ἀνεδήσαντο μάχην. δύο δέ γενναῖοι ἐντυχόντες αὐτῷ κατέσχον διὰ τῶν δοράτων καταβαλόντες τοῦ ἵππου. κᾆθ’ οἵτως ἀναλαβόμενος αὐτὸν ὁ Ἰωάννης ζωγρίαν ἄγει τῷ αὐἀδελφιδοῦν] [*](7. ἀδελφόν C. 9. λόγω scripsi: λόγον libri. συμβουλευσόμενον scripsi: συμβουλευόμενον libri. 13. συνεπαγόμενος C.)
164
τοκράτορι ἐπομοσάμενος μηδέ θεάσασθαι αὐτὸν τὸ παράπαν μήτε ὁμιλίας ἀξιῶσαι κατὰ τὴν ὁδόν. πολλὰ δέ ὅμως ὑπὲρ αὐτοῦ παρεκάλει τὸν αὐτοκράτορα, ἐκείνου ὑποκρινομένου τῶν ὀμμάτων αὐτὸν βούλεσθαι ἀποστερῆσαι. μόγις οὖν ὁ αὐτοκράτωρ τὴν ὑπόκρισιν παρεγύμνωσε κατανεύσας δῆθεν ταῖς αὐτοῦ παρακλήσεσι πολλὰ παρεγγυησάμενος, μὴ ἔκφορον τὸν λόγον ποιήσασθαι. μετὰ δὲ τρίτην ἡμέραν τὴν ἐν [*](C) χρῷ κουρείαν κειράμενον τὴν κεφαλήν τε καὶ τὸν πώγωνα διὰ μέσης περιαχθῆναι τῆς ἀγορᾶς ἐκέλευσε κᾳθ᾿ οὕτως εἰς τὸν ἤδη ῥηθέντα πύργον τοῖ, Ἀνεμᾶ εἰοαχθῆναι. ἐπεὶ δὲ καὶ ἔμφρουρος ὢν ἀσύνετος ἦν ἀπονοίας δήματα πρὸς τοὺς δεσμοφύλακας ὁσημέραι ἀποφοιβάζων, πολλῆς παρὰ τοῦ αύτοκράτορος ἐπιμελείας διὰ μακρῶν ἠξιοῦτο χειρῶν, ὥστε μεταβαλεῖν καὶ μετανοίας ἐνδείξασθαι τρόπον. ὁ δὲ ὁ αὐτὸς καὶ αὖθις ἦν, μετεκαλεῖτο δὲ συχνῶς τὸν ἐμὸν Καίσαρα πάλαι πρὸς ἡμᾶς φιλίως ἔχων. καὶ παρεχώρει τούτῳ τηνικαῦτα καὶ ὁ αὐτοκράτωρ, ἐφ’ ᾦ καὶ τῆς πολλῆς αὐτὸν ἀνα- κτᾶσθαι ἀθυμίας καὶ συμβουλεύειν τὰ λῴονα. ὁ δὲ βραδὺς πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐφαίνετο. ἔνθεν τοι καὶ ἐπὶ πλείονα καιρὸν ἔμφρουρος ἦν. εἶτα συμπαθείας ἀξιωθεὶς τοσαύτης φιλοφροσύνης ἀπήλαυε καὶ δωρεῶν καὶ τιμῆς ὁπόσης οὐδὲ πρὸ τοῦ, ὁποῖος ὁ ἐμὸς βασιλεὺς περὶ τὰ τοιαῦτα.

[*](2. μήτε] μὴ ὅτι γε ? 5. παρεγύμνωσε F, παρεγύμνωσεν P. 9. ἐκέλευσε F, ἐκέλευσεν P. 14. τρόπον F, τρόπους C, τρόπου P. 21. ἀπήλαυε F, ἀπήλαυσεν P.)
165

Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς ἐπιβούλους καὶ τὸν ἀποστάτην Γρηγόριον οἰκονομήσας οὐδὲ τὰ κατὰ τὸν Βαϊμοῦντον ἐλάθετο, ἀλλὰ μεταπεμψάμενος τὸν Κοντοστέγανον Ἰσαάκιον μέγαν δοῦκα τοῦ στόλου προὐβάλετο καὶ πρὸς [*](P. 366) τὸ Δυρράχιον ἐξέπεμψεν ἐπαπειλησάμενος τὴν τῶν αὐτοῦ ἐκκοπήν, εἰ μὴ φθάσας προκαταλάβοι τὴν πρὸς τὸ Ἰλλυρικὸν τοῦ Βαϊμούντου διαπεραίωσιν. πέμπει δὲ καὶ συνεχῆ γράμματα πρὸς τὸν δοῦκα Δυρραχίου Ἀλέξιον, τὸν ἀδελφιδοῦν αὐτοῦ, ἐπαλείφων τοῦτον καὶ παρασκευάζων ἐγρηγορέναι διὰ παντὸς καὶ τοὺς κατὰ τὴν θάλασσαν ἐπισκοποῦτας αὐτὸ τοῦτο ποιεῖν παρακελεύεσθαι, ὡς μὴ λάθοι ὁ Βαϊμοπυντος διαπεράσας, ἀλλ’ εὐθὺς δηλωθῆναί οἱ διὰ γραμμάτων. ταῦτα μὲν οὖν ὁ αὐτοκράτωρ· ὁ δὲ Κοντοστέφανος ἐντεταλμένον ἔχων μηδέν ἄλλο ἢ τὸν ἀναμεταξὺ [*](V. 290) Λογγιβαρδίας * ἐπιμελῶς τηρεῖν πορθμὸν καὶ τοὺς πρὸς τὸ Δυρράχιον προπομποὺς τοὐ Βαϊμούντου καὶ πᾶσαν τὴν αὐ- [*](B) τοῦ παρασκευὴν ἐκεῖθεν ἐνθάδε κομισομένους ἀπείργειν καὶ μηδέ τὸ τυχὸν κομίζεσθαί οἱ ἐκ Λογγιβαρδίας παράπαν συγχωρεῖν ἀπελθὼν ἠγνόησε τὸν ἐπιτήδειον τόπον τῶν πεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπλωϊζομένων· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ παραβλεψάμενος τὰ προστεταγμένα εἰς Ὑδροῦντα διαπερᾷ, ὅπερ πόλις ἐστὶ κατὰ τὴν παραλίαν τῆς Λογγιβαρδίας

[*](4. δούκαν F. προὐβάλετο F, προυβάλλετο P. 10. θάλασσαν F, θάλατταν P. 15. lacunam signavi. 19. ἐκεῖθεν F, ἐκεῖσε P. 21. Ἱδροῦντα P, correxi.)

166
διακειμένη. ταύτην τὴν πόλιν γυνή τις ἐφρούρει, μήτηρ, ὡς ἐλέγετο, τοῦ Ταγγρέ, εἴτε ἀδελφὴ τοῦ ἐν πολλοῖς ἤδη ῥηθέντος Βαϊμούντου εἴτε καὶ μή, συνιδεῖν οὐκ ἔχω · οὐ γὰρ οἶδα σαφῶς, εἰ πατρόθεν ἢ μητρόθεν τὴν πρὸς [*](C) τὸν Βαϊμοῦντον ὁ Ταγγρέ συγγένειαν ἐκέκτητο. ἐκεῖσε παραγενόμενος καὶ προσορμίσας τὰς νῆας ἀπεπειρᾶτο τῶν τοῦ Βρεντησίου τειχῶν καὶ εἰς χεῖρας εἶχεν ἤδη. ὡς δὲ τοῦτο ἡ ἐντὸς οὖσα γυνὴ φρενήρης οὖσα καὶ σταθηρὰ τὴν γνώμην ἐθεάσατο, ὁπηνίκα τὰς ναῦς κεῖθι προσώρμισεν, εἰς ἵνα τῶν υἱῶν αὐτῆς ἀποστείλασα σπουδαίως τοῦτον μετεκαλεῖτο. τοῦ δέ ναυτικοῦ παντὸς θαρσήσαντος ἤδη, ὡς ἐν χερσὶ τὴν πόλιν ἔχοντος, καὶ τὴν τοῦ βασιλέως εὐφημίαν ποιουμένων ἁπάντων, καὶ αὕτη ὲν ἀμηχανίᾳ καταστᾶσα ταὐτὸ τοῦτο παρεκελεύετο ποιεῖν καὶ τοὺς ἐντός. ἅμα δὲ καὶ πρὸς τὸν Κοντοστέφανον πρέσβεις ἀποστείλασα δουλείαν ὡμολόγει τᾷ αὐτοκράτορι καὶ εἰρηνικὰς μετ’ αὐτοῦ σπονδὰς ὑπισχνεῖτο ποιήσασθαι πρὸς αὐτόν τε [*](D) ἐξελεύσεσθαι τὰ κατὰ σκοπὸν ἀνακοινωσομένη, ὡς πάντα δι’ αὐτοῦ δηλωθείη τῷ αὐτοκράτορι. τοιαῦτα δὲ ἐμηχανᾶτο ἀπαιωροῦσα τὸν τοῦ Κοντοστεφάνου λογισμόν, εἴ που ἐν τῷ μεταξὺ καταλάβοι ὁ ταύτης υἱὸς καὶ τηνικαῦτα τὶν σκηνήν, καθάπερ τοὺς τραγικούς φασι, ῥίψασα μάχης ἀνθέξοιτο. [*](1. διακειμένη τῶ ἐκεῖθεν ἱσταμένω καὶ πρὸς τὸ ἱλλυρικὸν ἀποβλέποντι δεξιόθεν διακειμένη F: verba τῷ . . . διακειμένη scholiastam redolent. 3. οὐχ Ρ, correxi. 5. ἀνεκέκτητο C. 22. τραγικούς C, τραγικὸς P.)ο
167
συμμιγοῦς ὢν τῆς εὐφημίας ἀπό τε τῶν ἐντὸς ἀπό τε τῶν ἆτός γινομένης καὶ πάντα τὰ πέριξ κατειληφυίας, ἐπεὶ τοιού- [*](P. 367) τοῖς λόγοις καὶ ἐπαγγελίαις ψευδέσι τὸν τοῖ Κοντοστεφάνου ἀπῃώρει λογισμὸν ἡ στρατιῶτις ἐκείνη γυνὴ ὡς εἴρηται, καταλαμβάνει καὶ ὁ προσδοκώμενος μεθ’ ὡν συνυπήγετο κομήτων καὶ ὁμόσε κατὰ τοῦ Κοντοστεφάναυ χωρήσας ἡττᾷ κατὰ κρατῶ. οἱ μὲν οἶν τοῖ ναυτικοῦ ἅπαντες ὡς ἄπειροι τῆς διὰ ξηρᾶς μάχης τῇ θαλάσσῃ ἑαυτοὺς προσέρριψαν· τῶν δέ γε Σκυθῶν προεκδραμόντων (παρῆσαν γὰρ ἱκανοὶ μετὰ τοῦ Ῥωμαϊκοῦ στρατεύματος) ἐν τῷ καιρῷ τῆς μάχης εἰς προνομήν, ὡς ἔθος τοῖς τοιούτοις βαρβάροις, συμβέβηκεν ἁλῶναι τούτων ἓξ τὸν ἀριθμόν, οὒς καὶ ἀποσταλέντας θεασάμενος ὁ Βαϊμοῦντος καθάπερ τι μέγιστον πόρισμα τού- [*](B) τοῖς λαβὼν εὐθὺς πρὸς Ῥώμην ἀπῄει. καὶ καταλαβὼν τὸν ἀποστολικὸν θρόνον καὶ τῷ πάπᾳ διαλεχθεὶς πρὸς ὀργὴν ὅλον κινήσας κατὰ τῶν Ῥωμαίων καὶ τὴν ἀνέκαθεν τῶν βαρβάρων τούτων μῆνιν κατὰ τοῖ ἡμεδαποῦ γένους ἀνερεθίασς, ἵνα μᾶλλον τοὺς ἀμφὶ τὸν πάπαν Ἰταλοὺς ἐκμήνειεν, ὁ Βαϊμοῦντος καὶ τοὺς ἑαλωκότας τῶν Σκυθῶν παρεστήσατο ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων ἐνδεικνύμενος, ὡς ἄρα ὁ αὐτοκράτωρ Ἀλέξιος δυσμενῶς ἔχων τὰ πρὸς Χριστιανοὺς βαρβάροις τινὰς ἀπίστοις καὶ ἀλλοκότους ἱπποεὐψημίας [*](1. F, εὐφήμης P. 2. κατειληφυίας C, κατειλειφυίας Ρ. 5. συνυπήγετο F, αυναπήγετο P. 13. ὁ βάρβαρος Βαϊμοῦντος F; m. ead. βάρβαρος expunxit. 17. γένους] σθένους C.)
168
[*](C) τοξότας ἐφίστησι κατὰ τῶν Χριστιανῶν ὅπλον κινοῦντας καὶ τόξον ἐντείνοντας. καὶ ἐφ’ ἑκάστου λόγου τοιούτου ὑπε- [*](V. 291) δείκνυ τοὺς Σκύθας ἐκείνους τῷ πάπα σκυθικῶς ἐσταλμένους καὶ κατὰ τὸ εἰωθὸς πρὸς τὸ βαρβαρικώτερον ἀποβλέποντας καὶ τούτους κατὰ τὸ ἔθος τῶν Λατίνων παγανοὺς ἄνω καὶ κάτω προσηγόρευε καταμωκώμενος καὶ τοὔνομα καὶ τὸ σχῆμα. πανούργως δέ, ὡς ἔοικε, τὸ πρᾶγμα μετεχειρίζετο τοῦ κατὰ Χριστιανῶν πολέμου, ἵνα δὴ καὶ ἀρχιερατικὴν γνώμην συμπείσειεν, ὡς εὐλόγως ἄρα κατὰ τῆς τῶν Ῥωμαίων ἔχθρας κεκίνητο, ἐν ταὐτῷ μνηστευόμενος καὶ πολλῶν ἀνδρῶν αὐτόματον συλλογὴν ἀγροικοτέρων καὶ ἀνοήτων. τίς γὰρ ἂν [*](D) οὐχὶ τῶν ἀγχοῦ καὶ πόρρω βαρβάρων αὐτόμολος ἧκεν εἰς τὸν καθ’ ἡμῶν πόλεμον ἀρχιερατικῆς γνώμης ἐπιτρεπούσης καὶ τοῦ φαινομένου εὐλόγου πᾶσαν ἵππον καὶ ἄνδρα καὶ χεῖρα στρατιωτικὴν ἐξοπλίζοντος; τοῖς τούτου λόγοις οὖν [*](P. 368) συνελαθεὶς ὁ πάπας καὶ ὁμογνωμονήσας αὐτῷ τὴν πρὸς τὸ Ἰλλυρικὸν ἐπέτρεψε διαπεραίωσιν. ἐπανιτέον δὲ αὖθις πρὸς τὸ προκείμενον. ἐκθυμότερον μέν οὖν οἱ ἠπειρῶται στρατιῶται τῆς μάχης ἀντείχοντο· τοὺς δέ γε λοιποὺς τὸ τῆς θαλάττης ῥόθιον ὑπεδέξατο. κἀντεῦθεν λαμπρὰν οἱ Κελτοὶ εἶχον εἰς χεῖρας νίκην · οἱ δέ γε γενναιότεροι τῶν στρατιωτῶν καὶ μᾶλλον οἱ τῆς μείζονος τύχης, ὦν φέριστοι [μᾶλλον] [*](4. βαρβαρικώτερον F, βαρβαρικὸν P. 17. αὖθις τὸν λόγον F. 20. ὑπεδέχετο C. 21. εἶχον FC, εἶχων P. 22. μᾶλλον seclusi.)
169
ἐκεῖνος Νικηφόρος Ἐδκζηὸς ὁ Ὑαλέας καὶ ὁ τούτου ἐξάδελφος Κωνσταντῖνος ᾿Εξαζηνὸς ὁ καλοί μένος Δούκας καὶ ὁ ἀνδρικώτατος ᾿Αλέξανδρος ὁ Εὐφορβηνὸς καὶ ἕτεροι τῆς αὐτῆς ἀξίας καὶ τ΄ χης, μνησάμενοι θούριδος ἀλκῆς ἐπιστραφέντες καὶ τοῦς ἀκινάκεις σπασάμενοι ὅλῃ χειρὶ καὶ γνώμῃ [*](B) πρὸς τοὺς Κελτοὺς ἐμάχοντο τὸν ὅλον ἀναδεξάμενοι πόhμον καὶ ἡττήσαντες αὐτοὺς λαμπρὰν τὴν αὐτῶν νίκην ἤραντο. ἀνακωχὴν οὖν ὁ Κοντοστέφανος ἐντεῦθεν λαβὼν τῆς Κελτικῆς ἐπελεύσεως λύσας ἐκεῖθεν τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ παντὸς τὸν Αὐλῶνα καταλαμβάνει. ἐπεὶ δέ, ὁπότε πρώτως τὸ Δυρράχιον καταλαβὼν τὰς ὑφ᾿ ἑαυτὸν πολεμικὰς ναῦς ἐξ αὐτοῦ τοῦ Δυρραχίοι μέχρι τοῦ Αὐλῶνος καὶ αὐτῆς τῆς καλουμένης Χιμάρας διέσπειρεν, ἀπέχοντος μέν τοῦ Δυρραχίου τοῦ Αὐλῶνος σταδίοις ἑκατόν, τῆς δὲ Χιμάρας τοῦ Αὐλῶνος αὖθις ἀπεχούσης σταδίους ἑξήκοντα, τὴν τοῦ [*](C) Βαïμούντον ἐπειγομένην ἤδη ἐμάνθανε διαπεραίωσιν, στοχασάμενος ἐνδεχόμενον εἶναι μᾶλλον εἰς τὸν Αὐλῶνα διαπερᾶσαι ρᾶσαι αὐτὸν διὰ τὸ ἥττονα εἶναι τὸν πρὸς τὸν Αὐλῶνα πλοῦν τοῦ πρὸς τὸ Δυρράχιον καὶ διὰ τοῦτο δεῖν πλείονα τὴν φυλακὴν του Αὐλῶνος ποιήσασθαι ἀπελθὼν μετὰ τῶν ἑτέρων δουκῶν ἐτήρει ἐπιμελῶς τὸν ἀναμεταξὺ πορθμὸν ἐκ τοῦ Αὐλῶνος καὶ κατὰ τὴν ἀκρολοφίαν τοῦ καλουμένου [*](1. ὑαλέας F, Υελέας P. 13. Χιμαίρας C. διέσπειρεν F, διέπειρεν P. 14. Χιμαίρας C. 15. ἀπεχούσης F, ἀπέχουσαν P. 17. τὸν F, αὐτὸν P. 21. ἐκ addidi.)Α
170
Ἰάσονος βουνοῦ σκοποὺς ἐπιστήσας, ἐφ᾿ ᾧ τὴν θάλασσαν περιαθρεῖν καὶ τὰς ναῦς ἐπισκοπεῖν. Κελτὸς δέ τις ἐκεῖθεν ἄρτι. διαπεραιωθεὶς ἐβεβαίου τούτοις τὴν τοῦ Βαϊμοίν- [*](D) του ἐπὶ ξυροῦ εἶναι διαπεραίωσιν. τοῦτο οἱ Κοντωτέφανοι [*](V. 292) μεμαθηκότες καὶ ἀποδειλιῶντες πρὸς τὴν μετὰ τοῦ Βαϊμούντου ναυμαχίαν (καὶ γὰρ καὶ φήμη μόνη τούτους κατέπληττε) νοσεῖν ἐσκήψαντο καὶ διὰ τοῦτο δεῖσθαι βαλανείων. καὶ ὁ Λαντοῦλφος καὶ τοῦ ναυτικοῦ παντὸς ἐξηγούμενος, ἐμπειρίαν πολλὴν τῆς κεκτημένος, καὶ τοῦ κατὰ θάλασσαν πολέμου ἐκ πολλοῦ κεκτημένος, πολλὰ τούτοις παρηγγυᾶτο ἐγρηγορέναι διὰ παντὸς καὶ τὴν τοῦ Βαϊμούντου καραδοκεῖν ἔφοδον. [*](P. 369) οἱ δὲ Κοντοστέφανοι ἐν τῷ πρὸς Χιμάραν ἀπιέναι βαλανείου χάριν τὸν καλούμενον δεύτερον τὸν δρουγγάριον τοῦ στόλου μετὰ τοῦ Ἐξκουσσάτου μονήρους κατ᾿ αὐτὴν τὴν Γλῶσσαν σκοπέα κατέλιπον οὐ πόρρω που του Αὐλῶνος διακειμένην. ὁ δέ γε Λαντοῦλφος κατὰ τὸν Αὐλῶνα προσέμενε μετά τινων συμμέτρων νηῶν.

Τούτων οὕτω διατεθέντων οἱ μὲν ἀπῄεσαν ἢ λουσόμενοι ἢ κατὰ σχῆμα λουσόμενοι· ὁ δέ Βαϊμοῦντος δώδεκα μὲν λῃστρικὰς νῆας τάξας ἀμφ᾿ αὐτὸν διήρεις ἁπάσας οὔσας [*](B) καὶ εἰρεσίαν πολλὴν κεκτημένας, ὡς καὶ ἠχητικόν τι καὶ [*](1. θάλασσαν F, θάλατταν P. Δ. τοῦτο FC, τοῦτον P. Κωντοστέφανοι P, correxi. 5. ἀποδειλειῶντες P, correxi. μετὰ F, om. P. 6. κατέπληττε F, καλέπληττε P. 9. θάλασσαν F, θάλατταν P. 13. δρουγγάριον F, Δρουγγάρην P. 14. κατ᾿ αὐτὴν τὴν γλῶσσαν F, κατὰ τὴν γλῶσσαν αὐτὴν C, κατ᾿ αὐτὴν γλκῶσσαν Ρ. 18. ἀπῄεισαν P, correxi. 21. ἠρεσίαν F.)

171
κατάκροτον ἐπικτυποῖσαν ταῖς τῶν κωπῶν συνεχέσιν ἐπεμβολαῖς, κύκλῳ δέ τοῦ τοιούτου στόλου συντάξας στρογγύλαςνῆας ἐξ ἑκατέρου μέρους καθάπερ περίβολον ἐντὸς τὸν πολεμικὸν συνέκλειε στόλον. καὶ εἶπες ἂν ἰδὼν καὶ πόρρωθεν ἀπὸ σκοπιᾶς θεασάμενος Πόλιν εἶναι διαπόντιον τὴν πλέουσαν ναυστολίαν. συνεπέβαλε γάρ τι καὶ τὰ τῆς τύχης αὐτῷ. καὶ γὰρ ἥ γε θάλασσα ἀκύμαντος ἦν, εἰ μὴ ὅσον κατὰ τὸν νότον ἐπέφρισσεν αἴρας λιγείας ἐπιπωεούσης ὅσον ἐξογκούσης τὰ τῶν ὁλκάδων ἱστία. ἐποίει γὰρ γὰρ μὲν [*](C) οὐριοδρομεῖν, τὰς δ᾿ ἐρεσσομένας τῶν νηῶν ταῖς πλεούσαις εὐθυδρομεῖν καὶ κρότον ἐξάκουστον καὶ ἐν μέσῳ πελάγους του Ἀδριαντικοῦ ἑκατέραις ταῖς ἠπείροις ἠχεῖν. οὕτως ᾖν θέαμα θάμβους ἄξιον ὁ βαρβαρικὸς οὗτος στόλος τοῖ Βαϊμοήυωτου, ὂν εἰ καὶ οἱ περὶ τοὺς Κοντοστεφάνους ὠρρώδησαν, οὐκ ἂν μεμψαίμην οὔτ᾿ ἂν δειλίας τοὺς ἄνδρας γραψαίμην. καὶ γὰρ ἂν τοῦτον καὶ τὸν οὕτως ἔχοντα στόλον καὶ ὁ Ἀργοναυτικὸς ἐκεῖνος ἐδεδοίκει στόλος, μὴ ὅτι γε Κοωτο- [*](D) στέφανοι καὶ Λαντοῦλφοι καὶ τοιοῦτοί τινες. ὁ γάρ τοι Λαντοῦλφος τὸν ΒαΪμοῦντον θεασάμενος οὕτω φρικτῶς διαπλωϊζόμενον μετὰ μυριοφόρων ὁλκάδων, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν ἀκριβέστερον, ἐπεὶ οὐχ οἶός τε πρὸς τοσυνέκλειε [*](4. FC, συνέκλεισε P. 6. τὰ FC, τὸ P, 7. γε scripsi: τε P. 8. ἐπεφρίασεν P, correxi. 10. δ’ F, δὲ P.)
172
σούτους μάχεσθαι ἦν, μικρὸν τοῦ Αὐλῶνος παρεκκλίνας ἄδειαν τῷ Βαëμούπῳ δίδωσι. δεξιᾷ δέ τύχῃ χρησάμενος ἐκ Βάρεως ἐπὶ τὸν Αὐλῶνα περαιωσάμενος ἅπαν τὸ διαπόν- [*](P. 370)τιον αὐτοῦ στράτευμα εἰς τὴν περαίαν ἀποβησάμενος πρῶτα μέν ἐληΐσατο τὴν παραλίαν ἅπασαν ἀμύθητον στράτευμα ἐπαγόμενος Φραγγικόν τε καὶ Κελτικὸν καὶ ὅσοι ἀπὸ τῆς Θούλης νήσου στρατευιονται ῾Ρωμαίοις τότε δὴ αὐτῷ προσχω- [*](V. 293) ρήσαντες διὰ τὴν τοῦ καιροῦ δυναστείαν καὶ δὴ καὶ πλείους τοῦ Γερμανικοῦ γένους καὶ ἀπὸ τῶν Κελτιβήρων. τούτους γὰρ ἅπαντας συλλεξάμενος ἐπὶ πόσης τῆς ἐντὸς Ἀδρίου ἐφήπλωσε γῆς καὶ τὰ ἐφεξῆς ἅπαντα ληϊσάμενος τῇ Ἐπιδάμνῳ προσέβαλεν, ἣν Δυρράχιον ὀνομάζομεν, ταύτην τὴν πόλιν σκοπὸν ἔχων ἑλεῖν κᾆθ᾿ οὕτως τὴν ἐπὶ τάδε μέχρι [*](B) τῆς Κωνσταντίνου ληΐσασθαι. δεινὸς δὲ ὢν εἴπερ ἄλλος τις εἰς πολιορκίαν ὁ Βαϊμοῦντος καὶ τὸν Πολιορκητὴν ἐκεῖνον Δημήτριον ὑπερβαλλόμενος τὴν Ἐπίδαμνον πᾶσαν ἐν νῷ βαλλόμενος πάσας ὠδῖνας μηχανικὰς κατὰ τῆς πόλεως ταύτης ἐκίνησε. πρῶτα μέν κύκλῳ περιβαλόμενος τὸ ἑαυτοῦ στράτευμα καὶ τὰ ἐγγὺς καὶ πορρωτέρω τῆς πόλεως Δυρραχίου πολιορκῶν καὶ ποτὲ μὲν ὑπαντιαζόντων αὐτῷ στρατευμάτων ῾Ρωμαϊκῶν, ποτὲ δέ καὶ ἐρημίας οὔσης τῶν ἀποκωλυόντων αὐτόν. καὶ πολέμων πολλῶν καὶ κλόνων [*](3. ἐπὶ FC, ἐπεὶ P. 10. ἐπὶ addidi. 14. ἤπερ P, correxi. 17. ὠδῖνας F, ὠδύνας P. 18. περιβαλόμενος F, περιβαλλόμενος P. 19. πορρωτέρω F, ποῤῥώτερον P. 20. αὐτῶ F, αὐτῶν C, αὐτὸν P. 21. δὲ καὶ F, καὶ om. P.)
173
ἐγγινομένων καὶ φόνων, καθάπερ ἄνωθεν εἴρηται, πρὸς τὴν πολιορκίαν αὐτὴν τῆς πόλεως Δυρραχίου ἀπέβλεψεν. [*](C) ἀλλὰ πρὶν ἥκειν εἰς αὐτὴν ἐκείνην τὴν ἐπὶ τῷ Δυρραχίῳ μάχην τοῦ τυράννου Βαϊμούντου, ἀναγκαῖόν ἐστιν εἰπεῖν, ὅπως ἔχει θέσεως ἡ πόλις. χεῖται μέν ἐπ’ αὐταῖς ἠιόσι τοῦ Ἀδριαντικοῦ πελάγους· ἐν τῷ μέσῳ δὲ ὑφήπλωται πέλαγος πολὺ καὶ μακρὸν καὶ κατὰ πλάτος μὲν παρατεῖνον εἰς τὴν περαίαν τῶν Ἰταλῶν, κατὰ μῆκος δὲ ἀνιὸν καὶ ἐπικάμπτον πρὸς ἀνατολάς τε καὶ πρὸς βορρᾶν πρὸς τοὺς Οὐέτονας βαρβάροις, ὡν καταντικρὺ κεῖται τῶν Ἀπουληΐων ἡ χώρα. καὶ καθόλου μὲν Ἀδρίας ὧδε περατοῦται· τὸ μέντοι Δυρράχιον ἢ Ἐπίδαμνος, ἀρχαία πόλις καὶ Ἑλληνίς, [*](D) κατωτέρω μέν κεῖται τοῦ Ἐλισσοῦ καὶ πρὸς τὰ εὐώνυμα μέρη τούτου, ἀνωτέρω δέ ὁ Ἐλισσὸς καὶ δεξιώτερον οὑτος [*](P. 371) δέ ὁ Ἐλισσὸς εἴτε ἀπό τινος ποταμοῦ Ἐλισσοῦ ὀνομαζομένου συμμιγνυμένου τῷ Δρυμόνι μεγίστῳ ποταμῷ εἴτε οὕτως ἁπλῶς τὸ πολίχνιον ὠνόμαστο, οὐκ ἔχω σαφῶς εἰπεῖν ὁ δέ Ἐλισσὸς μετέωρόν ἐστι πολίχνιον καὶ πάντη δυσάλωτον, κάτω καὶ περὶ τὰς πεδιάδας ὁρῶν τὸ Δυρράχιον, ὡς λέγουσι, τοιοῦτον δέ ἀσφαλές, ὥστε καὶ ἠπειρόθεν καὶ ἐκ θαλάττης πολλὴν ἀρωγὴν ποιεῖν Δυρραχίῳ. ᾁ πολιχνίῳ, τῷ Ελισσῷ, καὶ ἀποχρησάμενος ὁ αὐτοκράτωρ Ἀλέξιος εἰς βοήδὲ [*](8. δὲ C, καὶ P. 10. Οὐέτωνας P, correxi. 12. ἡ F. 14. δεξιώτερος F. 17. ὠνόμαστο FP, ὠνόμασται C.)
174
[*](B) θείαν τῆς πόλεως Ἐπιδάμνου ἀπό τε τοῦ ποταμοῦ Δρυμόνος ναυσιπόρου τυγχάνοντος καὶ ἀπὸ τῆς ἠπείρου τὴν πόλιν Δυρραχίου κατησφαλίσατο τὰ χρειώδη ἐκ γῆς καὶ θαλάττης εἰσάγων, ὅσα τε εἰς τροφὴν τῶν αὐτόθι στρατιωτῶν τε καὶ οἰκητόρων καὶ ὅσα πρὸς ὅπλα καὶ μάχας ἦν ἐπιτήδεια. ὁ [*](V. 294) δὲ Δρυμῶν οὗτος ὁ ποταμός, ἵνα τι καὶ περὶ τοῦ ῥεύματος τούτου προσιστορήσαιμι, ῥεῖ μέν ἄνωθεν ἀπὸ τῆς Λυχνίτιδος λίμνης, ἢν ἡ νῦν γλῶττα ἐκβαρβαρώσασα Ἀχρίδα προσηγόρευσεν ἀπὸ Μόκρου τοῦ Βουλγάρων βασιλέως τὰ πρῶτα [*](C) καὶ τὰ ἔσχατα Σαμουήλ, τοῦ ἐπὶ τοῖν βασιλέοιν Κωνσταντίνου καὶ Βασιλείου τῶν ποπφυρογεννήτων γεγονότος, διά τινων τάφρων ἑκατόν, ἂς γεφύρας ἐπονομάζομεν. καὶ γὰρ ἀπορ· ῥέουσιν ὡσπερ ἀπό τινων ἀρχῶν διαφόρων τῆς λίμνης διηρημένοι ποταμοὶ καὶ εἰς ἑκατὸν ἥκοντες οὐ λήγουσι κᾆθ’ οὕτως τῷ ποταμῷ τῷ κατὰ τὴν Δεύρην ἑνούμενοι, ἐξ οὑ καὶ Δρυμῶν ἐπονομάζεται, καὶ συνεχεῖς αὐτῷ γινόμενοι πλατύνουσί τε αὐτὸν καὶ μέγιστον ἐξεργάζονται. ὂς τοὺς ἐσχάτους τῶν Δαλματῶν παραμείβων καὶ πρὸς βορρᾶν ἀνιὼν ἔπειτα ἐπικάμπτει πρὸς νότον καὶ περὶ τὰς ῥίζας τοῦ Ἐλισσοῦ γινόμενος εἰς τὸν Ἀδριαντικὸν ἐκδίδωσι κόλπον. ταῦτα [*](D) μὲν περί τε τῆς θέσεως Δυρραχίου καὶ Ἐλισσοῦ καὶ τῆς ἀσφαλείας ἐκατέρων τῶν τόπων γεγράφθω· ὁ δέ βασιλεὺς ἔτι εἰς τὴν βασιλεύουσαν ἐνδιατρίβων μεμαθηκὼς διὰ γραναυσιπόρου [*](2. F, ναυσιφόρου P. 7. Λυχνίτιδος F, Λιχνίτιδος P. 8. Βουλγάρων F, Βουλγάρου P. 12. γεφύρας] στρουγὰς Ducangius, γε φόσσας? ὑπορρέουσιν C.)
175
φῶν τοῦ δουκὸς Δυρραχίου τὴν τοῦ Βαϊμούτου διαπεραίωσιν ἐπετάχυνε τὴν ἐξέλευσιν. ἀνύστακτος γὰρ ὢν ὁ δοὺξ Δυρραχίου, μὴ διδοὺς τὸ παράπαν ὕπνον τοῖς ὀφθαλμοῖς, ὁπηνίκα διέπω διαπλωϊσάμενον τὸν Βαϊμοῦντον παρὰ τὴν τοῦ Ἰλλυρικοῦ πεδιάδα καὶ τῆς νηὸς ἀποβεβηκότα κὼ αὐτόθι [*](P. 372) που πηξάμενον χάρακα, Σκύθην μεταπεμψαμενος δὴ τὸ τοῦ λόγοι πρὸς τὸν αὐτοκράτορα τὴν τούτου διαπεραίωσιν ἐδήλου. ὃς ἐπανιόντα τὸν αὐτοκράτορα τοῦ κυνηγεσίου καταλαβὼν δρομαῖος εἰσελθὼν καὶ προσουδίσας τὴν κεφαλὴν τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν τρανῶς ἐβόα. ἅπαντες μὲν οὖν οἱ τότε παρόντες ἐπάγησαν, οὗπερ ἕκαστος [*](B) ἔτυχε, καὶ πρὸς μόνην τὴν τοῦΒαϊμούντου κλῆσιν ἀποναρκήσαντες. ὁ δέ αὐτοκράτωρ πλήρης θυμοῦ καὶ φρονήματος ὢν λύων τὸν ἱμάντα τοῦ ὑποδήματος “πρὸς “ορὸς” ἔφη “τὸ παρὸν τραπώμεθα· τὰ δέ γε κατὰ τὸν Βαϊμοῦντον αὖθις κατασκεψόμεθα.”

[*](2. ὤν om. F, sed add. ead. m. 14. ὢν F, om. P. 15. κατὰ] τὰ κατὰ C. 16. κατασκεψόμεθα F, σκεψόμεθα Ρ.)