Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

῾Ο δέ γε Βαϊμοῦντος καὶ πάντες οἱ κόμητες ἑνωθέντες, [*](P. 309) οὗ διαπλωΐσασθαι πρὸς τὴν Κιβωτὸν ἔμελλον, μετὰ [*](V. 245) τοῦ Γοντοφρὲ τὴν τοῖ. ᾿Ισαγγέλη προσέμενον ἄφιξιν. πλῆθος δὲ ὄντες ἀναρίθμητον, ἐπεὶ οὐκ ἠδύναντο αὐτοῦ που

[*](3. προσέμενον FAC, προσμένειν P.)

70
προσμένειν διὰ τὴν σπάνιν τῶν βοσκημάτων, εἰ καὶ τὴν τοῦ βασιλέως μετὰ τοῦ Ἰσαγγέλη ἀνέμενον ἄφιξιν, ἵνα κεῖθι συνταξάμενοι αὐτῷ τῆς πρὸς Νίκαιαν φερούσης ἅψωνται, διχῆ διαιρεθέντες οἱ μέν διὰ τῆς Βιθυνῶν καὶ τῆς Νικομηδείας [*](B) πρὸς Νικαίαν ἤλαυνον, οἱ δὲ τὸν τῆς Κιβωτοῦ διανηξάμενοι πορθμὸν ἐς ταὐτὸν συνεληλύθεσαν. καὶ οὕτω τῇ Νικαίᾳ προσπελάσαντες τοὺς πύργους καὶ τὰς μεταξὺ κορτίνας σφίσιν αὐτοῖς διενείμαντο, κατὰ τάξεις τινὰς τὴν τειχομαχίαν ποιεῖν βουλευσάμενοι, ἵν’ ἐντεῦθεν ἕτερος πρὸς ἕτερον ἐρίζοντες καρτερωτέραν τὴν πολιορκίαν ποιοῖντο· τὸ δέ λάχος τοῦ Ἰσαγγέλη κενὸν ἐάσαντες τὴν ἐκείνου προσέμενον ἄφιξιν. [*](C) ἐν ταὐτῷ δὲ καὶ ὁ αὐτοκράτωρ τὸν Πελεκάνον κατέλαβε κατὰ νοῦν ἔχων τὴν Νικαίαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. οἱ δέ ἐντὸς Νικαίας βάρβαροι τὸν σουλτάνον πολλάκις εἰς τὴν σφῶν αὐτῶν ἀρωγὴν μετεπέμποντο. ἐκείνου δέ τι βραδύ- [*](P. 310) νοντος καὶ τῆς πολιορκίας ἐξ ἀνατολῆς ἡλίου μέχρι καταδύσεως αὐτῆς ἐν πολλαῖς ἤδη γινομένης ἡμέραις, ἐπεὶ ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτοὺς ἑώρων γνωσιμαχήσαντες Βέλτιον προσεληλυθέναι τῷ βασιλεῖ ἢ παρὰ τῶν Κελτῶν ἁλῶναι ἐγνώκεσαν. μετακαλοῦνται τοίνυν ἐπ’ αὐτὸ τοῦτο τὸν Βουτουμίτην τόσα καὶ τόσα ἀγαθὰ παρὰ τοῦ βασιλέως πείσεσθαι διὰ γραμμάτων συχνῶν πολλάκις αὐτοῖς ἐπαγγελλόμενον, εἰ [*](3. ἅψωνται FC, ἅψονται P. 4. οἱ Α, ὁ P. Βιθυνίας Α. 5. ἤλαυνον Α, ἤλαυνεν P. 12. έν ταὐτῷ AC, ἐνταῦθα P. κατέλαβε FA, κατέλαβεν T. 15. ἀρωγὴν FAC, ἀῤῥωγὴν P: sic fere semper. βραδύναντος C. 20. αὐτὸ τοῦτο scripsi: αὐτῷ P. 22. ἐπαγγελλόμενον FA, ἐπαγγελόμενον P, ἐπαγγειλάμενον C.)
71
τὴν Νικαίαν αὐτῷ παραδοῖεν. ὁ δέ τὰς τοῖ βασιλέως φιλοφροσύνας καθαρώτερον ἀπαγγείλας καὶ τὰς ἐγγράφους ὑποσχέσεις ὑποδείξας, εἰ τὸ κάστρον αὐτῷ παραδοῖεν, ἀσμένως δέχεται παρὰ τῶν Τούρκων ἀπειρηκότων ἤδη πρὸς τοσαῦτα πλήθη ἀντικαθίστασθαι καὶ βέλτιον λογιζομένων τῷ [*](B) βασιλεῖ τὴν πόλιν αὐθαιρέτως παραδοῦναι καὶ χρημάτων καὶ τιμῆς μετασχεῖν ἢ ξίφους παρανάλωμα γενέσθαι. οὔπω τρίτην ἡμέραν ὁ Βουτουμίτης ἐντὸς εἶχε, καὶ ὁ ᾿Ισαγγέλης καταλαβὼν ἀποπειρᾶσθαι τοῦ τείχους δι’ ὧν ἡτοίμαζεν ἑλεπόλεων ἔσπευδεν. ἐν τῷ μεταξὺ δὲ φήμη τις αὐτοὺς καταλαμβάνει τὴν τοῖ σουλτάνου ἔλευσιν μηνύουσα. τοῦτο οἱ Τοῦρκοι μεμαθηκότες καὶ τεθαρρηκότες τὸν Βουτουμίτην παραχρῆμα ἐξέωσαν. ὁ δὲ σουλτάνος μέρος τοῦ στρατοῦ ἀποδιελόμενος ἀπέστειλε σκεψομένους τὴν τοῦ Ἰσαγγέλη ἔφοδον Παραγγείλας ὡς, εἴ τισι τῶν Κελτῶν ἐντ΄ χοιεν, μὴ ἀναβαλέσθαι [*](C) τὴν μετ’ αὐτῶν μάχην. θεασάμενοι δέ πόρρωθεν τούτους οἱ τοῦ ᾿Ισαγγέλη ξυμμίγνυνται. ἀλλὰ καὶ οἱ λοιποὶ κόμητες καὶ αὐτὸς ὁ Βαϊμοῦντος τὴν τουτωνὶ τῶν βαρβάρων ἐνωτισθέντες ἔφοδον ἐξ ἑκάστης κομητούρας ἀνὰ διακοσίους διελόμενοι καὶ εἰς πολὺ πλῆθος ξυμποσώσαντες [*](V. 246) παραχρῆμα εἰς ἀρωγὴν τῶν τοῦ Ἰσαγγέλη πέμπουσιν· ἐφθακότες δὲ μέχρις ἐσπέρας τοῖς βαρβάροις ἐδίωκον. ὁ δὲ σουλτάνος οὐδαμῶς ἐπὶ τούτοις ἀναπεπτώκει, ἀλλ’ αὐγα- [*](5. αὐτοῖς καθίστασθαι C. 8. τρίτην FAC, τριττὴν P. 10. δὲ καὶ A. 11. καὶ οἱ A. 14. ἀπέστειλε FC, ἀπόστειλε P. 16. πόρρωθεν τούτους F, τούτοις πόρρωθεν P. 21. πέμπουσιν F, πέμπουσι P. 23. ἀναπεπτώκει F, ἀνεπεπτώκει P.)
72
ζούσης ἡμέρας ὁπλίζεται καὶ πανσυδὶ τὴν ἔξω τειχῶν Νικαίας [*](D) πεδιάδα κατειλήφει. καὶ οἱ Κελτοὶ αἰσθόμενοι τῆς τούτου παρουσίας καρτερῶς ὁπλισάμενοι καθαπερεὶ λέοντες κατ’ αὐτῶν ἵενται. καὶ συρρήγνυται τηνικαῦτα πόλεμος βαρὺς καὶ δεινός. ἐν ἴσῃ δὲ μοίρᾳ τῆς μάχης ἀμφοτέροις ἱσταμένης τοῖς μέρεσι δι᾿ ὅλης ἡμέρας, ἐπεὶ ὁ ἥλιος ἐπὶ κνέφας ἦλθε, τρέπονται οἱ Τοῦρκοι τῆς νυκτὸς αὐτοῖς διαιτησάσης τὴν μάχην. πίπτουσι μὲν οὖν ἐξ ἑκατέρων πολλοί [κτείνονται [*](P. 311) δέ οὐχ ἥττονες], τιτρώσκονται δὲ οἱ πλείους. καὶ λαμπρὰν τὴν νίκην ἀράμενοι οἱ Κελτοί, πολλῶν δέ καὶ κεφαλὰς τοῖς δόρασι περιπείραντες ἐπανέρχονται καθαπερεὶ σημαίας ταύτας φέροντες, ἳν᾿ οὕτω πόρρωθεν τὸ γεγονὸς διαγνόντες οἱ βάρβαροι καὶ τὴν ἐκ πρώτης βαλβίδος ἧτταν δειλιάσαντες τῆς συντόνου μάχης ἀποστήσονται. τοιαῦτα μὲν οὖν οἱ Λατῖνοι πεπράχασί τε καὶ διελογίσαντο. ὁ δὲ σουλτάνος τὰ ἄπειρα τούτων θεασάμενος πλήθη καὶ τὴν ἀκάθεκτον τόλμαν ἐξ αὐτῆς προσβολῆς ἐγνωκὼς τοῖς ἐντὸς Νικαίας Τούρκοις τὸ ἐνδόσιμον δίδωσι “πράσσετε τοῦ λοιποῦ” λέγων "πᾶν, ὅπερ [*](B) βέλτιον κρίνετε” ᾔδει γὰρ πρὸ καιροῦ τῷ βασιλεῖ μᾶλλον προαιρουμένους παραδοῦναι τὴν πόλιν ἢ παρὰ τῶν Κελτῶν 25 ἁλῶναι. ὁ δέ γε Ἰσαγγέλης τοῦ προκειμένου ἐχόμενος ἔργου [*](4. βαρὺς καὶ δεινός F, δεινὸς καὶ βαρύς P. 6. μέρεσι F, μέρεσιν P. δι᾿ ὅλης ἡμέρας om. C. 7. αὐτοῖς FC, αὐτῆς P. διαστησάσης C. 8. sq. κτείνονται δὲ οὐχ ἥττονες seclusi. 10. καὶ om. C. 14. ἀποστήσονται F, ἀποστήσωνται P. 18. ὅπερ FA, ὅτι P. 19. καιροῦ F, πολλοῦ P. 20. προαιρουμένους F, προσαιρουμένους P.)
73
μόσυνα κυκλοτερῆ τεκτηνάμενος καὶ ἐξ ἑκατέρου μέρους βύρσαις αὐτὸν περιστείλας, κατὰ δὲ τὸ μέσον λύγοις διαπλέξας καὶ πάντοθεν κατοχυρώσας τῇ πλευρᾷ προσεπέλασε τοῦ λεγομένου Γονάτου πύργου. ὸς τὴν ἐπωνιμίαν ἐκληρώσατο πάλαι, ὁπηνίκα Mανουὴλ ἐκεῖνος, ὁ τοῦ προβεβασιλευκότος Ἰσαακίου τοῦ Κομνηνοῦ πατὴρ καὶ τοῖ ἀδελφοῦ αὐτοῦ Ἰωάννου τοῦ πρὸς πατρὸς ἐμοῖ πάππου, στρατηγὸς αὐτοκράτορος τῆς ἑῴας ἁπάσης παρὰ τοῦ τότε βασιλεύοντος [*](C) Βασιλείου προὐβέβλητο, ἐφ᾿ ᾧ τὴν μετὰ τοῦ Σκληροὶ ἔχθραν διαλῖσαι ἢ χειρὶ πρὸς τοῦτον ἀντικαταστὰς ἢ γνώμῃ εἰς εἰρηνικὰς σπονδὰς τοῦτον σινελάσας. ἐπεὶ δ᾿ ὁ Σκληρὸς μαχιμώτατος ὢν καὶ αἵμασι χαίρων ἀεὶ τὴν μάχην τῆς εἰρήπς μᾶλλον ἠσπάσατο, πολέμων μεγάλων καθ᾿ ἑγάστην συρρημνυμένων, ὡς τοῦ Σκληροῦ μὴ μόνον τὴν εἰρήνην μὴ θέλοντος, ἀλλὰ καὶ δι᾿ ἑλεπόλεων γενναίων ἀγωνιζομένου τὴν Νίκαιαν ἑλεῖν, καταρράξαντος τὰ τείχη, τοῦ πλείονος μέρους τοῦ πίργου ποδοκοπηθέντος κάτωθεν συνέβη σόξαι τὸν πύργον, ὡς ἐπὶ γόνι· δοκεῖν ἐπικλιθῆναι κἀκ τούτου τῆς τοιαύτης μπειληχέναι προσηγορίας. οὕτω μὲν οὖν τὰ κατὰ [*](D) τόν Γονάτην παρηκολουθήκει. ὁ δὲ ᾿Ισαγγέλης τὸν ἤδη ῥηθέντα μόσυνα ἐμπείρως πάνυ κατασκευάσας, ὃν οἱ πλείονα ἐμπειρίαν τῶν μηχανικῶν κεκτημένοι χελώνην κατονομάζουσιν. [*](V. 247) ἐντὸς τούτου ἄνδρας ὁπλοφόρους τειχεσιπλήτας εἰσῆξε καὶ [*](2. βύραις P, βύρσας FC. 3. ταῖς πλευραῖς C. 6. ὁ πατὴρ P, ὁ om. FC. αὐταδέλφου C. 11. εἰς F, πρὸς P. 12. καὶ FC, om. P. 15. καὶ F, om. P. 23. ἐντὸς scripsi: ἐκτὸς P. τειχεσιπλήτας FC, τειχεσιπλήκτας P.)
74
ἑτέρους τοὺς τὸν πύργον κάτωθεν κατασείειν διὰ σιδήρων εἰδότας, ἐφ’ ᾧ τοὺς μὲν πρὸς τοὺς ἄνωθεν τοῦ τείχους [*](P. 312) μάχεσθαι, τοὺς δέ ἐκεχειρίαν ἔχειν ἐντεῦθεν τὸν πύργον διορύττειν. οἳ καὶ κορμοὺς ξύλων εἰσῆγον ἀντὶ τῶν ἐξαγομένων λίθων· μέχρι δέ τῆς ἐντὸς ἐπιφανείας ἐφθακότες, ὡς καὶ αὐγήν τινα ἐκεῖθεν εἰσιοῦσαν θεάσασθαι, πῦρ ἐμβαλόντες ἐνέπρησαν τοὺς κορμούς. τούτων δὲ ἐκτεφρωθέντων συνέβη τὸν Γονάτην ἐπὶ πλέον κλιθῆναι, ὡς μὴ ἀπολωλέναι τὴν κλῆσιν. ἐμβόλοις δέ καὶ οἰκήμασι τὸ ἐπίλοιπον περιζώσαντες τῶν τειχῶν καὶ τὸν ἐκτὸς τούτων διακείμενον τάφρον ὡς ἐν ῥιπῇ· πληρώσαντες κόνεως, ὡς εἰς μίαν ἐπιφάνειαν συναφθῆναι ταῖς ἐφ’ ἑκάτερα παρακειμέναις πεδιάσιν, ὡς ἐνὸν τῆς πολιορκίας εἴχοντό.

Ὁ δέ βασιλεὺς πολλὰ πολλάκις ἀκριβολογησάμενος καὶ [*](B) διαγνοὺς ἀμήχανον εἶναι τὴν Νικαίαν παρὰ τῶν Λατίνων ἁλῶναι, κἂν πάντα ὑπερέβαλλον ἀριθμόν, ἐν μέρει μὲν παντοῖα εἴδη ἑλεπόλεων κατασκευάσας καὶ τὰ πλείω τούτων οὐ κατὰ τοὺς τῶν μηχανικῶν τρόπους, ἀλλὰ καθ’ ἑτέρους τινὰς λόγους αὐτῷ δοκοῦντας, ὃ καὶ θαῦμα πᾶσι παρεῖχε, τοῖς κόμησιν ἐκπέπομφεν· ἐκεῖνος δὲ μετὰ τῶν παρατυχόντων διαπεράσας, ὡς [*](3. ἐντεῦθεν] ὥστε C. 5. αὐγήν scripsi: αὐτήν P. 9. ὀρύγμασι? 11. ῥιπῇ FC, ῥοπῇ P. 14. ἀκριβολογησάμενος FC, ἀκριβολογισάμενος P. 15. τὴν Νικαίαν om. C. 19. ἐκπέπομφεν F, ἐκπέπομφε P.)

75
ἤδη φθάσας ὁ λόγος ἐδήλωσε, κατὰ τὸν Πελεκάνον διέτριβεν ἀποῦ τῶν Μεσαμπέλων, οὑ καὶ τέμενος ἐπ’ ὀνόματι τοῦ μεγαλομάρτυρος Γεωργίου πάλαι ᾠκοδόμητο. ἤθελε μὲν οὖν οὕτως ὁ αὐτοκράτωρ μετὰ τῶν Λατίνων κατὰ τῶν ἀθέων συναπελθεῖν Τούρκων· ταλαντεύων δὲ τὴν ὑπόθεσιν καὶ τὸ ἀπειροπληθὲς τοῦ Φραγγικοῦ φοσσάτου ὡς πρὸς ῾Ρωμαϊκὸν [*](C) στράτευμα κατανοῶν ἀνυπέρβλητον καὶ τὴν παλίμβουλον τῶν Λατίνων γνώμην ἁ μακροῦ ἐπιστάμενος ἀπέστη τοῦ ἐγχειρήματος. οὐ διὰ τοῦτο δέ μόνον, ἀλλὰ καὶ τὸ ἀβέβαιον ἐκείνων καὶ ἄπιστον προειδὼς Εὐρίπου δίκην μεταφερομένων ἐς τἀναντία πολλάκις τάς τε γυναῖκας καὶ τὰ τέκνα ἑτοίμως ἐχόντων ὀβολοῦ ἑνὸς ἀπεμπολεῖν διὰ φιλοχρήματον γνώμην, τούτοις μὲν τοῖς λογισμοῖς ἑαυτὸν τῷ τότε ἀπεῖρξεν ὁ αὐτοκράτωρ τοῦ ἐγχειρήματος· δεῖν δέ ἔγνω μὴ συμπαρεῖναι μέν τοῖς Κελτοῖς, τοσαύτην δὲ αὐτοῖς διδόναι ῥοπήν, ὁπόσην ἂν καὶ παρών. τὸ γοῦν ἐρυμνότατον τῶν τῆς Νικαίας τειχῶν γινώσκων ἀδύνατον τὴν ταίτης κατάσχεσιν παρὰ [*](D) τῶν Λατίνων ἠπίστατο· μανθάνων δέ, ὅτι ῥᾳδίως διὰ τῆς παρακειμένης λίμνης δυνάμεις ἱκανὰς καὶ τὰ ζωαρκῆ πάντα ὁ σουλτάνος εἰς Νικαίαν εἰσάγει, τὴν τῆς λίμνης ἐμελέτα κατάσχεσιν. κατασκευάσας τοίνυν ἀκάτια, ὁποῖα τὸ ὕδωρ [*](P. 313) ἐκεῖνο ἀνέχειν ἠδύνατο, διὰ τοι μέρους τῆς Κίου ταῦτα ἐν [*](1. ἐδήλωσε F, ἐδήλωσεν P. 3. ἁγίοι μεγαλομάρτυρος P, ἁγίου om. F. 7. παλίμβολον C. 13. τότε] τέως C. 16. γοῦν F, οὑν P. 22. ἐκείνοις FC. Κιβωτοῦ Ducangius.)
76
ἁμάξαις ἐπισάξας εἰς τὴν λίμνην εἰσήλασε στρατιώτας ἐμβαλὰν ἐν αὐτοῖς ὁπλοφόρους, ἡγεμόνα τούτων Μανουὴλ τὸν Βουτουμίτην καταστησάμενος καὶ σημαίας τούτοις πλείους [*](V. 248) τῆς χρείας ἐπιδούς, ὡς ἐντεῦθεν πολλαπλασίους δοκεῖν, πρὸς δὲ καὶ κύκινά τε καὶ τύμπανα. ἀλλ’ οὕτω μέν τὰ κατὰ τὴν λίμνην ᾠκονόμηται τῷ αὐτοκράτορι· ἀπὸ δέ γε τῆς ἠπείρου μεταπεμψάμενος τὸν Τατίκιον καὶ τὸν καλούμενον Τζίταν μετὰ πελταστῶν γενναίων εἰς δισχιλίους ποσουμένων κατὰ [*](B) τῆς Νικαίας ἀπέστειλεν ἐπισκήψας ὁμὰ τῷ τῶν νεῶν ἀποβῆναι τὸ τοῦ κυροῦ Γεωργίου καστέλλιον καταλαβόντας ἐν ἡμιόνοις μέν ἐπισάξαι ὅπερ ἐπεφέροντο πλῆθος τῶν ὀϊστῶν, πόρρω δέ τῶν τειχῶν τῆς Νικαίας τῶν ἵππων ἀποβάντας καὶ βάδην πορευομένους κατευθὺ τοῦ πύργου τοῦ καλουμένου Γονάτου τὸν χάρακα πήξασθαι, εἶτα ἐξ ἑνὸς συνθήματος συνησπικότας προσβαλεῖν τοῖς τείχεσιν. ἐφθακὼς οἷν ὁ Τατίκιος μετὰ τοῦ ὑπ’ αὐτὸν στρατεύματος δίδωσιν εἴδησιν τοῖς Κελτοῖς κατὰ τὴν τοῦ βασιλέως ὑποθήκην. καὶ τηνικαῦτα ἐσιδηροφόρησαν ἅπαντες καὶ σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ προσέβαλον τοῖς τείχεσι. τῶν μέν τοῦ Τατικίου [*](C) συχνοὺς τηνικαῦτα πεμπόντων ὀιστούς, τῶν δέ Κελτῶν ὅπου μέν διατιτραινόντων τὰ τείχη, ὅπου δέ διὰ πετροβόλων ὀργάνων καταπυκνούντων τὰς τῶν λίθων βολάς, ἀπὸ δέ γε τῆς λίμνης διά τε τῶν βασιλικῶν σημαιῶν καὶ βυκίνων ἐκδειμαἐπισάξας [*](1. FC, ἐπεισάξας P. εἰσήλασε F, εἰσήλασεν P. 3. Βουτομίτην P, correxi. 4. πολλαπασίους F, πολλαπλασίω P. 11. ἐπισάξαι FC, ἐπεισάξαι P. 15. τοῖς F, τοὺς P.)
77
τούμενοι παρὰ τοῖ Βουτουμίτου ἐν ταὐτῷ καὶ περὶ τῶν βασιλικῶν ὑποσχέσεων πρὸς αὐτοῖς διαπεμπομένου ἐς τοσοῦτον συνηλάθησαν οἱ βάρβαροι, ὡς μηδέ τῶν κρηδέμνων Νικαίας προκῦψαι θαρρεῖν· ἅμα δὲ καὶ τὴν τοῦ σουλτάνου ἀπεγνωκότες ἔλευσιν βέλτιον ἐλογίσαντο τῷ αὐτοκράτορι παραδοῦναι τὴν πόλιν καὶ εἰς ὁμιλίαν περὶ τούτου μετὰ ἰοῖ [*](D) Βουτουμίτου ἐλθεῖν. ὁ δέ τὰ εἰκότα προσομιλήσας αἰτοῖς ὑποδείκνυσι τὸν χρυσόβουλλον λόγον, ὅνπερ ὁ βασιλεὺς αὐτῷ προενεχείρισεν. ἀκροασάμενοι τοίνυν τοῦ χρυσοβούλλου, δι’ οὑ ὑπισχνεῖτο ὁ βασιλεὺς οὐ μόνον ἀπάθειαν, ἀλλὰ καὶ δαψιλῆ δόσιν χρημάτων τε καὶ ἀξιωμάτων τῇ τε ἀδελφῇ καὶ τῇ γυναικὶ τοῦ σουλτάνου, ἥτις θυγάτριον ἦν, ὡς ἐλέγετο, τοῦ Τζαχᾶ, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐν Νικαίᾳ βαρβάροις, καὶ ταῖς ὑποσχέσεσι τοῦ αὐτοκράτορος τεθαρρηκότες ἐνεδίδουν τὴν εἰσέλευσιν τῷ Βουτουμίτῃ. ὁ δὲ παραχρῆμα διὰ γραμμάτων ἐδήλου τῷ Τατικίῳ ὡς “τὴν ἄγραν ἐν χερσὶν ἤδη [*](P. 314) ἔχομεν· καὶ χρὴ πρὸς τειχομαχίαν ἑτοιμάσασθαι, ταὐτὸ δέ τοῦτο καὶ τοῖς Κελτοῖς παρασκευάσαι καὶ μηδὲν πλέον αὐτοῖς τεθαρρηκέναι ἢ τὴν κυκλοτερῆ τειχομαχίαν καὶ ὡς χρὴ περιζῶσαι τὰ τείχη καὶ τῆς πολιορκίας ἀνίσχοντος ἡλίου ἀποπειρᾶσθαι’’. τὸ δὲ ἄρα μηχανή τις ἦν, ἵνα δόξη τοῖς Κελτοῖς πολέμῳ ταυτηνὶ τὴν πόλιν ἁλῶναι παρὰ τοῦ Βουτουμίτου καὶ λάθῃ τὸ μελετηθὲν παρὰ τοῦ αὐτοκράτορος [*](8. χρυσόβουλλον F, χρυσόβουλον P. 8. οὑπερ P, correxi. 9. χρυσοβούλλου F, χρυσοβούλου P. 11. χρημάτων τὲ F, τὶ χρημάτων P. 18. τοὺς Κελτοὺς ποιεῖν παρασκευάσαι?)
78
δρᾶμα τῆς προδοσίας. ἀπόρρητα γὰρ τοῖς Κελτοῖς ὁ βασιλεὺς ἤθελεν εἶναι τὰ παρὰ του Βουτουμίτου οἰκονομούμενα. τῇ δέ μετ’ αὐτὴν τὸ ἐνυάλιον ἀλαλάξαντες ἐξ ἑκατέρου [*](B) μέρους τῆς πόλεως, ἐκεῖθεν μὲν διὰ τῆς ἠπείρου ἐκθυμότερον οἱ Κελτοὶ τῆς πολιορκίας εἴχοντο, ἔνθεν δ’ ὁ Βουτουμίτης εἰς τὰς ἐπάλξεις ἀνεληλυθὼς καὶ τὰ σκῆπτρα καὶ τὰς σημαίας περὶ τὰ τείχη καταστήσας μετὰ βυκίνων καὶ σαλπίγγων ἀνευφήμει τὸν αὐτοκράτορα. καὶ οὕτως τὸ ῾Ρωμαϊκὸν ἅπαν στράτευμα εἴσω Νικαίας εἰσεληλύθει. ὁ δὲ Βουτουμίτης τὰ πλήθη τῶν Κελτῶν γινώσκων καὶ διὰ τὸ τῆς γνώμης αὐτῶν ἀβέβαιον καὶ τὸ τῆς ὁρμῆς ἀκάθεκτον ὑπόπτους ἔχων αὐτοῖς, μὴ εἰσελθόντες αὐτοὶ τὸ κάπρον [*](V. 249) κατάσχωσιν, ὁρῶν δὲ καὶ τοὺς ἐντὸς σατράπας ἱκανοὺς ὄντας πρὸς ἣν αὐτὸς εἶχε δύναμιν, εἰ μόνον θελήσαιεν, καὶ [*](C) δεσμεῖν καὶ σφάττειν δυνατῶς ἔχοντας, τὰς κλεῖς εὐθὺς ἀναλαμβάνεται τῆς πύλης. μία γὰρ τέως ἠν ἡ εἰσάγουσα καὶ ἐξάγουσα τῶν ἄλλων προκεκλεισμένων διὰ τὸν φόβον τῶν παρακειμένων Κελτῶν. τὰς κλεῖς τοίνυν ταυτησὶ τῆς πύλης αὐτὸς ἔχων δεῖν ἐλογίσατο τοὺς σατράπας διὰ μεθοδείας ἐλαττῶσαι, ἵν’ ἔχῃ τούτους ῥᾳδίως καταγωνίζεσθαι, ὡς μή τι δεινὸν κατ’ αὐτοῦ μελετήσαιεν. μεταπεμπόμενος τοίνυν αὐτοὺς συνεβούλευε πρὸς τὸν αὐτοκράτορα ἀπέρχεσθαι, εἰ βούλοιντο πολλά τε χρήματα ἐκεῖθεν λαβεῖν κὼ τιμῆς ἀξιωθῆναι μεγίστης καὶ ἐτησίους τυπωθῆναι φιλοτιοὕτω [*](8. A. 14. εἶχε F, εἶχεν P.)
79
μίας. πείθει τοὺς Τούρκους καὶ νυκτὸς διανοίγων ἀπέστελλε τούτους διὰ τῆς παρακειμένης λίμνης ὀλίγοις καὶ συχνάκις [*](D) πρός τε τὸν ῾Ροδομηρὸν καὶ τὸν μιξοβάρβαρον Μοναστρᾶν ἀμφὶ τὸ πολίχνιον ἐνδιατρίβοντας τὸ οὑτωσί πως τοῦ κυροῦ Γεωργίου ἐπονομαζόμενον ἐπισκήψας αὐτοῖς ὡς, ὁπηνίκα τῶν νεῶν ἀποβαῖεν, παραχρῆμα ἐκπέμπεσθαι τούτους πρὸς τὸν αὐτοκράτορα καὶ μηδὲ πρὸς βραχύν τινα χρόνον παρακατέχειν αὐτούς, ἵνα μὴ μετὰ τῶν ὄπισθεν πεμπομένων Τούρκων ἑνωθέντες σκαιόν τι κατ’ αἰτῶν μελετήσαιεν. τὸ δὲ ἄρα προφητεία ᾦ ἄντικρυς καὶ τῆς πολλῆς τοῦ ἀνδρὸς ἐκείνου ἐμπειρίας στοχασμὸς ἀναντίρρητος. καὶ γὰρ ἔστ’ ἂν [*](P. 315) ταχὺ πρὸς τὸν αὐτοκράτορα τοὺς καταλαμβάνοντας ἐξέπεμπον, ἐν ἀσφαλείᾳ τε ἠσαν καὶ οὐδεὶς αἰτοῖς κίνδυνος ἐφειστήκει· ἐπὰν δέ ἀναπεπτώκεσαν, ὁ παρὰ τῶν βαρβάρων, οἰὸς ἄρα παρακατέσχον, κατ’ αἰτῶν ἐξηρτύετο κίνδυνος. καὶ γὰρ πλεονάσαντες ἐβουλεύοντο δυοῖν θάτερον ἢ νυκτὸς ἐπιθέμενοι τούτοις ἀποκτεῖναι ἢ δεσμώτας τῷ σουλτάνῳ προσενεγκεῖν. συνδόξαντος δὲ πᾶσι τούτου βελτίονος, νυκτὸς αὐτοῖς ἐπιθέμενοι δεσμώτας κατὰ τὰ προβεβουλευμένα περιάγοντες ἐκεῖθεν ἐξῄεσαν. εἶτα δὴ τὴν ἀκρολοφίαν του ’Αζαλᾶκατειληφότες (τόπος δέ οὗτος σταδίοις . . . . . . τῶν τειχῶν [*](B) Νικαίας ἀπέχων), κεῖθι γοῦν, ὡς λόγος, παραγενόμενοι τῶν [*](4. ἐνδιατρίβοντας F, ἐδιατρίβοντας Ρ, διατρίβοντας C τὸ F, τοῦ P. 16. δυοῖν F, δυεῖν P. 18. δὲ F, τὲ P. πᾶσι τούτου F, τούτου πᾶσι P. 19. ἀπάγοντες? 21. σταδίους *** P: in F sex litterarum lacuna.)
80
ἵππων ἀποβάντες τούτους ἀνέψυχον. ἐπεὶ δ’ ὁ μέν Mονασ- τρᾶς μιξοβάρβαρος ἦν καὶ τῆς Τουρκικὴς εἰδήμων διαλέκτου καὶ αὐτὸς ὁ Ῥοδομηρὸς πάλαι πρὸς τῶν Τούρκων κατάσχε θεὶς καὶ χρόνον συχνὸν μετ’ αὐτῶν ἐνδιατρίψας οὐδ’ αὐτὸς ἀδαὴς τῆς τοιαύτης ἦν διαλέκτου, πιθανοὺς πρὸς αὐτοὺς συχνῶς ἀνεκίνουν λόγους “ἰ̔να τῖ’’ λέγοντες “ἡμῖν μὲν θα- νάτου ποτήριον .κιρνᾶτε οὐδὲ μικράν τινα τὴν ὄνησιν ἑαυτοῖς ἐντεῦθεν πραγματευόμενοι ; ὑμεῖς δὲ τῶν ἄλλων πάντων μεγάλων δωρ μιάτων παρὰ τοῦ αὐτοκράτορος ἀπολαυσάντων [*](C) καὶ ἐτησίων χρημάτων λῆψιν τυπωθέντων ὶαυτοἲς τοσούτων ἀποστερεῖτε. μὴ τοίνυν οἱιτω περὶ ἑαυτῶν φρονεῖτε καὶ ἐξὸν ἀκινδύνως σώζεσθαι καὶ πλοί·τῳ κομῶντας εἰς τὰ σφέ- τερα ἐπαναστρέφειν καὶ χωρῶν ἐγκρατεῖς ἴσως γενέσθαι εἰς προὖπτον ἑαυτοὺς ἐπιρρίιιτετε ·χιινδινον. ἴσως γὰρ καὶ τοῖς λοχῶσιν αὐτοῦ που Ῥωμαίοις ἐντι·χοντες’ δύακας τοσούτων χεροῖν ἐπιδείξαντες καὶ ἑλώδεις τόπους “ἀναιρεθήσεσθε καὶ ἐπὶ κενοῖς τὴν σφῶν ἀπολέσετε ζωήν. καὶ γὰρ ἐνεδρεύουσιν ὑμᾶς μάλα γε πλεῖστοι οὐ Κελτοὶ καὶ βάρβαροι μόνον, ἀλλὰ [*](V. 250) καὶ Ῥωμαίων πλῆθος οὐ μετρητόν. εἰ γοῦν ἡμῖν πείθεσθε στρέψαντες τὰς ἡνίας ὁμοῦ φοιτήσωμεν πρὸς τὸν αὐτοκρά- ν [*](10. P post τυπωθέντων verba ex superioribus (79, 14 sq.) repetita habet haec τῶν βαρβάρων οὓς ἄρα παρακατέσχον. a F recte absunt. τοσούτων] ἁπάντων C. 13. ἐπαναστρέφεσθαι C. β α 15. λοχῶσι F. Ῥωμαίοις αὐτοῦ που F (m. ead. corr.) 16. ἀναιρεθήσεσθε F, ἀναιρηθήσεσθε P. καὶ ἐπὶ κενοῖς τὴν σφῶν ἀπολέσετε ζωήν F, om. P. 19. ἡμῖν] ἐμοί C)
81
τορα. καὶ Θεὸν ὑμῖν ἐπομνύμεθα, μυρίων ἀπολαῦσαι τῶν ἐξ αὐτοῦ δωρημάτων· κἄπειτα, ὅπη βουλητὸν ἡμῖν, ἀπελεύσεσθε [*](D) ἀνέτως ὡς ἐλεύθεροι.’’ πείθονται τοῖς τούτων λόγοις οἱ Τοῦρκοι καὶ πίστεις πρὸς ἀλλήλοις δόντες ἅμα καὶ λαβόντες τῆς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχοντο. καταλαβόντων δὲ τὸν Πελεκάνον, ὡς τούτους ὁ αὐτοκράτωρ, ἐθεάσατο, μεθ’ ἱλαροῦ πᾶσιν ἐνατενίσας βλέμματος, καίτοι πολλὰ τὸν ῾Ροδομηρὸν καὶ τὸν Μοναστρᾶν παρ’ ἑαυτῷ νεμεσῶν, τὸ μὲν παρὸν ἀναπαυθησομένους τούτους ἐξαπέστειλε· [*](P. 316) κατὰ δέ τὴν ἐπιοῦσαν, ὁπόσοι μὲν τῶν Τούρκων αἰτῶ θητεῦσαι προτεθύμηντο, μυρίων τῶν εὐεργεσιῶν ἀπήλαυσαν· οἱ δὲ τὰ σφέτερα ἀναζητοῦντες καὶ αὐτοὶ οὐκ ὀλίγων δωρημάτων τετυχηκότες παρεχωρήθησαν τῇ σφῶν γνώμῃ ξυγχρήσασθαι. εἶθ’ ὕστερον πολλὰ τῆς ἀβουλίας τὸν ῾Ροδομηρὸν καὶ τὸν Μοναστρᾶν κατεμέμφετο· μηδ’ ἀντωπῆσαι δὲ τούτους ὑπ’ αἰσχύνης ἰσχύοντας ὁρῶν, μεταβαλὼν ὁ βασιλεὺς ἀνακτᾶσθαι δι’ ἑτέρων λόγων ἔσπευδεν. ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν ῾Ροδομηρὸν καὶ τὸν Μοναστρᾶν· τοῦ δὲ Βουτουμίτου τηνικαῦτα δουκὸς Νικαίας παρὰ τοῦ αὐτοκράτορος προχειρισθέντος, ᾐτήσαντο τοῦτον οἱ Κελτοὶ εἰσελθεῖν καὶ [*](B) τὰ ἐν αὐτῇ ἱερὰ τεμένη θεᾶσθαι καὶ προσκυνεῖν. ὁ δὲ τὴν αὐτῶν γνώμην σαφῶς ἐπιστάμενος, καθὰ δήπου καὶ εἴρηται, οὐ πᾶσιν ὅμαδόν τὴν εἰσέλευσιν συνεχώρει, ἀλλὰ κατὰ δεκάδας ὑπανοίγων τὰς πύλας παρεχώρει τοῖς Κελτοῖς τῆς εἰσόδου.

[*](3. ἀνέτως om. C 15. δὲ τούτους F, τούτους P. 16. ὁρῶν F, ὁρᾷν P. 17. ἔσπευσεν C.)
82

Ὁ δέ αὐτοκράτωρ ἔτι περὶ τὸν Πελεκάνον διατρίβων καὶ θέλων, ὁπόσοι μὴ ἔφθασαν τῶν κομήτων ὀμωμοκέναι ναὶ αὐτοὺς ὅρκια πρὸς αὐτὸν δοῦναι, ἐνετείλατο διὰ γραμμάτων τῷ Βουτουμίτῃ, συμβουλεῦσαι ἅπασι κοινῶς τοῖς κόμησι, μὴ πρὸ τοῦ συντάξασθαι τῷ βασιλεῖ τῆς πρὸς ’Αντιόχειαν φερούσης ὄψεσθαι· οὕτω γὰρ ἂν γένοιτο, τούτους [*](C) καὶ πλειόνων αὖθις δωρεῶν τυχεῖν. ἁπάντων δέ πρῶτος ὁ Βαϊμοῦντος χρήματα καὶ δωρεὰς ἀκούσας τοῖς τοῦ Βουτουμίτου λόγοις παραυτίκα πεισθεὶς ἅπασι συνεβούλευε πρὸς τὸν βασιλέα ἐπανελεύσεσθαι, ὁποῖος ἐκεῖνος περὶ τὰς λήψεις ἀκάθεκτον ἔχων τὸν ἔρωτα. καταλαβόντας δὲ τούτους τὸν Πελεκάνον ὁ αὐτοκράτωρ μεγαλοπρεπῶς δέχεται πολλῆς κηδεμονίας ἀξιώσας· εἶτα συναγαγὼν αὐτοὺς ἔφη “τὸν ὅρκον ἐπίστασθε, ὃν πρὸς ἡμᾶς ἅπαντες ἐποιήσατε, καὶ εἰ μὴ Παραβάται ἀπεντεῦθέν ἐστε, ὁπόσους ἴστε μὴ ὀμωμοκότας, ξυμβουλεύσασθε τὸν αὐτὸν ὅρκον ἐπιτελέσαι”. [*](D) οἱ δὲ παραχρῆμα μετεπέμποντο τοὺς μὴ ὀμωμοκότας. καὶ δὴ συνεληλύθεσαν ἅπαντες καὶ ἐπλήρουν τὸν ὅρκον. ὁ δὲ τοῦ Βαϊμούντου ἀνεψιάδης Ταγγρῆς, ἐλευθέρας ὢν γνώμης, ἐνίστατο μόνῳ τῷ Βαϊμούντῳ πίστιν χρεωστεῖν καὶ ταύτην φυλάξαι μέχρις αὐτοῦ θανάτου βούλεσθαι. ὀχλούμενος δέ

[*](1. Πελικάνον P, correxi. 2. ὀμωμοκέναι C, ὠμωμωκέναι P. 6. ἅψασθαι C. 10. ἐπανελεύσεσθαι F, ἐπανεεύλσεσθαι P. 16. ξυμβουλεύσασθε F, συμβουλεύσασθε P. 17. μετεπέμποντο τοὺς μὴ ὀμωμοκότας F, τοὺς μὴ ὀμωμοκότας μετεπέμποντο Ρ. 19. ἐλεύθερος C. 20. Βαιμούντῳ C, Βαϊμοῦντι P.)

83
ὑπὸ τῶν παρεστώτων καὶ αὐτῶν δὴ τῶν τοῦ βασιλέως συγγενῶν, ἀκκιζόμενος οἶον, ἐνατενίσας πρὸς τὴν σκηνήν, ἐν ᾑ ὁ βασιλεὺς προὐκάθητο (ἠν γὰρ κατὰ μέγεθος, ὁποίαν τότε οὐδεὶς ἐθεάσατο), “ἐὰν ταύτην” ἔφη “πλήρη χρημάτων μοι δώσεις καὶ ἄλλα ὁπόσα τοῖς ἅπασι δέδωκας κόμησι, [*](V. 251) τελέσω τὸν ὅρκον κἀγώ”. ὁ δέ Παλαιολόγος δἰ ὃν εἶχεν [*](P. 317) ὑπὲρ τοῦ αὐτοκράτορος ζῆλον μὴ ἐνεγκὼν τὸν τοῦ Ταγγρῆ λόγον ἐσχηματισμένον ὄντα ἐξουθενήσας αὐτὸν ἀπεπέμψατο. ὁ δὲ ἰταμώτατος ὢν ὥρμησε κατ’ αὐτοῦ. τοῦτο ἰδὼν ὁ βασιλεὺς ἐξαναστὰς τοῦ θρόνου μέσος ἔστη. καὶ ὁ Βαϊμοῦντος δὲ κατέσχε τοῦτον τῆς ὁρμῆς φάμενος ὡς “οὐ πρέπον ἐστὶ τοῖς τοῦ βασιλέως ἀναισχύντως προσφέρεσθαι συγγενέσιν’’. εἶτα αἰσχυνθεὶς οὕτω πρὸς τὸν Παλαιολόγον παροινήσας ὁ Ταγγρῆς, τὸ δέ τι καὶ ταῖς τοῦ Βαϊμούντου καὶ τῶν ἄλλων πεισθεὶς παραινέσεσι δίδωσι καὶ αὐτὸς ὅρκια· καὶ δὴ συνταξαμένων ἁπάντων τῷ βασιλεῖ παραδίδωσιν αἰτοῖς τὸν Τατίκιον μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων [*](Β) μέγαν τηνικαῦτα πριμικήριον χρηματίζοντα, πὴ μὲν συνεπαρήγοντα τούτοις ἐν πᾶσι καὶ προκινδυνεύοντα, πῆ δέ καὶ τῶν παρ’ αὐτῶν ἁλισκομένων πόλεων, εἴ γε καὶ τοῦτο δοίη Θεός, ἐπιδραττόμενον. διαπεράσαντες οὖν αὖθις οἱ Κελτοὶ τῇ μετ’ αὐτὴν τῆς πρὸς Ἀντιόχειαν εἴχοντο ἅπαντες. εἶτα [*](1. παρεστότων P, correxi. 2. ἀκιζόμενος F, αἰκιζόμενος 3. οὔπω C, οὔτω P. 5. δώσεις F, δώσῃς P. 13. συγγενέσιν F, συγγενέσι P. 18. ποῖ P, correxi. 20. αὐτοῦ C.)
84
στοχασάμενος ὁ βασιλεύς, ὡς οὐ πάντες ἐξ ἀνάγκης συναπῆλθον τοῖς κόμησι, δηλοῖ τῷ Βουτουμίτῃ, ἵν᾿ ὁπόσοι τῶν Κελτῶν τῆς ἰδίας στρατιᾶς ἀπελείφθησαν, εἰς φρουρὰν τῆς Νικαίας μισθώσηται. ὁ δέ γε Τατίκιος μετὰ τοῦ ὑπ᾿ αὐτὸν στρατοῦ καὶ οἱ κόμητες ἅπαντες καὶ τὰ ύπ᾿ αὐ- [*](C) τοὺς ἀναρίθμητα Κελτικὰ πλήθη ἐν δυσὶν ἡμέραις τὰς Λεύκας καταλαβόντες τῷ μέν Βαϊμούντῳ τὸν ἔμπροσθεν ἀπεμερίσαντο τόπον τοῦτο αὐτοῦ ἐξαιτησαμένου· ἐκεῖνοι δ᾿ ὄπισθεν αὐτοῦ παραταξάμενοι βραδεῖ ποδὶ ἔστειχον. ὀξυτέραν δέ τὴν κίνησιν ποιούμενον ἐπεὶ περὶ τὰς τοῦ Δορυλαίου πεδιάδας Τοῦρκοι τοῦτον ἐθεάσαντο, οἰηθέντες τῷ παντὶ στρατεύματι τῶν Κελτῶν ἐντετυχηκέναι καὶ καταπεφρονηκότες αὐτοῦ παραχρῆμα τὸν μετ᾿ αὐτοῦ συνῆψαν πόλεμον. ὁ δέ γε τετυφωμένος ἐκεῖνος Λατῖνος, ὁ ἐπὶ τοῦ βασιλικοῦ σκίμποδος καθεσθῆναι τολμήσας, τῆςτοῦ αὐτοκράτορος ἐπιλα- θόιιενος ξυμβουλῆς τὸ ἄκρον εἶχε τῆς τοῦ Βαϊμούντου παρατά- [*](D)ξεως καὶ μικροψυχήσας τῶν λοιπῶν προεξέδραμε. κτείνονται μέν οὖν τηνικαῦτα τεσσαράκοντα τῶν μετ᾿ αὐτοῦ· ἐκεῖνος δέ καιρίως πληγεὶς νῶτα τοῖς ἐχθροῖς ὑποσχὼν εἰς τὸ μέσον τῆς παρατάξεως ἥλατο ἔργῳ τὸν αὐτοκράτορα, ὁποῖος ξύμβουλός ἐστι, διακηρυκεύων, κἂν μὴ λόγοις ἠβούλετο. ὁ δὲ Βαϊμοῦντος τοὺς Τούρκους ἐκθύμως μαχομένους ὁρῶν, ἀποστείλας τὰς Κελτικὰς μετεπέμπετο δυνάμεις. φθάνουσι [*](2. ἵν᾿ Α, ἵνα P. 4. ταττίκιος . 7. Βαιμούντῳ C, Βαϊμοῦντι P. ἀπεμερίσαντο A, ἀπεμιιερίσαιτο P, ἀπεχαρίσατο C. 8. δ᾿ A, δὲ P. 10. Δορυλέου F, 20. ἥλλατο P, correxi.)
85
δὲ τάχος· κἀντεῦθεν συνίσταται πόλεμος βαρὺς καὶ δεινός. καὶ τὴν νικῶσαν εἶχε τὸ Ῥωμαϊκὸν καὶ Κελτικὸν στράτευμα. [*](Ρ. 318) πορευομένων δ᾿ ἐκεῖθεν ἰλαδὸν τῶν ταγμάτων, συνέλαχον τούτοις κατὰ τὴν Ἑβραϊκὴν ὅ τε Τανισκὰν ὁ σουλτὰν καὶ ὁ Ἀσάν, ὃς μόνος ἦρχε χιλιάδων· ἀνδρῶν ὁπλιτῶν ὀγδοήκοντα. μάχης οὖν καρτερᾶς γενομένης ἐκ πολλῶν χειρῶν καὶ δυνάμεων καὶ μηδὲ θατέρου μέρους τὰ νῶτα θατέρῳ διδόντος, ἐπεὶ θαρραλεώτερον οἱ Τοῦρκοι τοῖς ἐναντίοις ἐμάχοντο, τοῦτο θεασάμενος ὁ Βαϊμοῦντος τοῦ δεξιοῦ κέρως ἐξάρχων, τοῦ λοιποῦ στρατεύματος διαιρεθεὶς κατ’ αὐτοῦ τοῦ Κλιτζιασθλὰν [*](V. 252) ἰταμῶς ἐξώρμησε λέων ὣς ἀλκὶ πεποιθὼς κατὰ τὸν ποιητήν. τοῦτο τοὺς Τούρκους ἐκδειματῶσαν τὰ νῶτα τοῖς [*](Β) Κελτοῖς δοῦναι ἐποίησεν. οἱ δέ οὐκ ἐπὶ πολὺ τούτους ἐδίωκον τῶν τοῦ αὐτοκράτορος μεμνημένοι Παραγγελμάτων, ἀλλὰ τὴν ταφρείαν τῶν Τούρκων καταλαβόντες κἀκεῖσε μικρὸν ἑαυτοὺς διαναπαύσαντες τοὺς Τούρκους κατὰ τὴν Ἀγρουστόπολιν αὖθις καταλαμβάνουσι καὶ προσβαλόντες τρέπουσι κατὰ κράτος. κἀντεῦθεν πίπτει τὸ βάρβαρον, οἱ δέ γε σωθέντες ἄλλος [ἄλλοσε] ἀλλαχῆ διεσπάρησαν τάς τε καὶ τοὺς παῖδας καταλιπόντες, ὡς τοῦ λοιποῦ μηδ’ ἀντωπῆσαι τοῖς Λατίνοις ἰσχύοντες, ἀλλὰ φαγῇ τὴν οἰκείαν πραγματευόμενοι σωτηρίαν.

[*](2. εἶχε τὸ A, εἴχετο P. 4. Ἑβραϊκὴν C, Ἑβραϊκοὺς P. Τανισμὰν Wilkenus. 6. καρτερᾶς γ. F, κρατερᾶς γ. Α, γ. καρτερᾶς Ρ. χειρῶν F, Κερῶν P. 7 ἐνδόντος C. 10. Κλιτζιασθλὰν F, κλυτζασθλὰν Α, Κλιτζιαστρὰν P. 12. ἐκδειματῶσαν FAC, ἐκδειμάτωσεν Ρ. 16. Αὐγουστόπολιν Ducangius. καταλαμβάνουσι FA, καταλαμβάνουσιν Ρ. 19. ἄλλος ἀλλαχοῦ A, ἄλλος ἄλλοσε ἀλλαχῆ V, ἄλλοσε ἀλλαχῆ F: ἄλλοσε seclasi.)
86
[*](C)

Τί τὸ ἐντεῦθεν; καταλαμβάνουσιν οἱ Λατῖνοι τῆς Ῥωμαϊκῆς στρατιᾶς τὴν Ἀντιόχειαν διὰ τοῦ καλουμένου Ὀξέως Δρόμου τῶν ἐφ’ ἑκάτερα μηδένα λόγον ποιούμενοι· ἀγχοῦ δέ τῶν τειχῶν τάφρον ποιήσαντες τὰς σκευὰς ἐναπέθεντο καὶ ἐπολιόρκουν ταυτηνὶ τὴν πόλιν σεληνιακαῖς τρισὶ περιόδοις. οἱ δὲ Τοῦρκοι πτοηθέντες περὶ τῆς καταλαβούσης αὐτοὺς ἀνάγκης τῷ τοῦ Κοροσὰν σουλτάνῳ μηνύουσιν ἀποχρώσας δυνάμεις ἀποστεῖλαι πρὸς βοήθειαν ἐξαιτούμενοι, ἐφ’ ᾧ τοῖς τε Ἀντιοχεῦσιν ἐπαρήξειν καὶ τοὺς ἔξωθεν πολιορκοῦντας Λατίνους ἀποδιῶξαι. ἔτυχε δέ τις ἄνωθεν τοῦ πύργου Ἀρμένιος τηρῶν τὸ κληρωθὲν τῷ Βαϊμούντῳ μέρος [*](D) τοῦ τείχους. τοῦτον ἄνωθεν πολλάκις προκύπτοντα ὁ Βαϊμοῦντος ἐκμειλισσόμενος καὶ ὑποσχέσεσι πολλαῖς ὑποσαίνων ἀνέπεισε προδοῦναί οἱ τὴν πόλιν. ὁ δέ Ἀρμένιος πρὸς αὐτὸν “ὁπηνίκα ὂν βούλει καὶ σημεῖόν τι ἔξωθεν αὐτὸς ὑποδείξεις μοι, παραχρῆμά σοι τουτοῒ παραδώσω τὸ μόνον ἕτοιμος ἕσο σύ τε καὶ ὁ ὑπὸ χεῖρά σοι ἅπας λαὸς ηὐτρεπισμένας ἔχων ἅμα καὶ κλίμακας. οὐ σέ δέ μόνον ἕτοιμον εἶναι χρή, ἀλλὰ καὶ ἅπαν τὸ στράτευμα θωρήξασθαι, ἕν’ εὐθὺς ἀνελθόντας ὑμᾶς οἱ Τοῦρκοι θεασά- [*](P. 319) μένοι καὶ τὸ ἐνυάλιον ἀλαλάζοντας ἐκδειματωθέντες εἰς φυγὴν ἀπονεύσειαν.” εἶχε μὲν οὑν ὁ Βαϊμοῦντος τὸ σκοπούμενον

[*](3. ὀξέος FC, ὀξέως P. 9. ἐπαρήξειν F, ἐπαῤῥήξειν P. 17. οὐ τε C, τότε P. 18. οὐ σὲ F, οὐδὲ P. 22. μὶν οὑν FC, om. P.)

87
τέως ἀνάφορον. τούτων δέ οὕτω διασκοπουμένων κατέλαβέ τις λέγων, λίαν πολὺ πλῆθος Ἀγαρηνῶν ·καταλαμβάνειν ὅσον ἤδη ἀπὸ τοῦ Χοροσὰν κατ᾿ αὐτῶν ἡγεμόνα συνεπαγόμενον τὸν καλούμενον Κουρπαγάν. ὅπερ μεμαθηκὼς ὁ Βαϊμοῦντος καὶ μὴ θέλων τὴν Ἀντιόχειαν παραδοῦναι πρὸς τὸν Τατίκιον κατὰ τοὺς προγεγονότας πρὸς τὸν βασιλέα ὅρκους, ἀλλ᾿ ἑαιτῷ μνηστευόμενος ταύτην, βουλὴν βουλεύεται πονηράν, δι’ ἧς αὐτὸν ἄκοντα μεταναστεῦσαι παρασκευάσειε. προσελθὼν τοίνυν αὐτῷ φησιν “ἀπόρρητόν τι ἀποκαλύψαι σοι βούλομαι μαὶ κηδόμενός σου τῆς σωτηρίας. λόγος τις τοῖς ὠσὶ τῶν [*](Β) κομήτων ἐνηχηθεὶς συνετάραξεν αὐτῶν τὰς ψυχάς, ὅτι τοὺς ἀπὸ τοῦ Χοροσὰν ἐρχομένους ὁ βασιλεὺς τὸν σουλτάνον ἔπεισε καθ’ ἡμῶν ἐκπέμψαι. τοῦτο δέ πιστὸν οἱ κόμητες ἡγησάμενοι κατὰ τῆς σῆς μελετῶσι ζωῆς. κἀγὼ μὲν τοὐμὸν ἤδη πεπλήρωκα κὼ τὸν ἐπερχόμενόν σοι προείρηκα κίνδυνον. τοῦ λοιποῦ σόν ἐστιν, ὑπὲρ τῆς ἑαυτοῦ καὶ τῶν ὑπὸ σὲ ταγμάτων φροντίσαι σωτηρίας.” ὁ δέ Τατίκιος ὁρῶν [*](V. 253) μὲν καὶ τὸν λιμὸν πολύν (καὶ γὰρ ἡ κεφαλὴ τοῦ βοὸς τρισὶ χρυσίνοις στατῆρσιν ἀπεμπολεῖτο), ἀπαγορεύων δὲ καὶ τὴν τῆς Ἀντιοχείας ἅλωσιν ἴδη ἐκεῖθεν ἀπάρας εἰς τὸν ἐν τῷ λιμένι Σουδὶ ἱστάμενον Ῥωμαϊκὸν στόλον εἰσελθὼν τὴν C Κύπρον κατέλαβε. τούτου δέ ὑποχωρήσαντος τὸν λόγον [*](3. ἀπὸ addidi. 4. λεγόμενον C. 7. μνηστευόμενος F, μνηστευσάμενος C, μνηστευσόμενος P. 9.—10. ἀπόρρητον . . . σωτηρίας om. C. 16. ἑαυτοῦ FC, σεαυτοῦ P. 17. ὑπὲρ C. σὲ FAC, σοῦ P. 21. σούδῃ Α. ἱστάμενον om. C. 22. κατέλαβε Α, κατέλαβεν P.)Λ
88
του Ἀρμενίου ὑποβρύχιον ἔτι ἔχων ὁ Βαϊμοῦντος καὶ χρησταῖς ἐλπίσι τρεφόμενος περιποιούμενός τε ἑαυτῷ τὴν τῆς Ἀντιοχείας ἐξουσίαν πρὸς τοὺς κόμητας ἔφη “ὁρᾶτε ὁπόσον ἤδη χρόνον ἐνταῦθα προσταλαιπωρήσαντες οὐ μόνον οὐδέν χρηστὸν μέχρι καὶ νῦν κατωρθώσαμεν, ἀλλὰ καὶ λιμοῦ ὅσον ἤδη γενώμεθα παρανάλωμα, εἰ μή τι βέλτιον περὶ τῆς σφῶν σωτηρίας σκεψόμεθα’’. τῶν δέ, τί ἂν εἴη τοῦτο, πυνθανομένων αὐτὸς ἔφη “οὐ πάσας τὰς νίκας διὰ σιδήρου Θεὸς τοῖς δημαγωγοῖς δίδωσιν οὐδέ διὰ μάχης ἀεὶ τὰ τοι- [*](D) αῦτα κατορθοῦται, ἀλλ’ ἅπερ ὁ μόθος οὐ δέδωκε, ταῦτα πολλάκις ὁ λόγος ἐχαρίσατο καὶ ἡ μετὰ φιλίας καὶ ὑποποιήσεως περίοδος μείζονα τρόπαια ἔστησεν. οὐ χρὴ τοιγαροῦν μάτην τὸν καιρὸν τρίβειν, σπεῦσαι δὲ μᾶλλον πρὸ τοῦ τὸν Κουρπαγὰν καταλαβεῖν νουνεχές τι καὶ ἀνδρικὸν διαπράξασθαι τῆς ἡμῶν ἕνεκα σωτηρίας· καὶ σπουδαίως ἕκαστος ἡμῶν τὸν τὸ ἴδιον λάχος τηροῦντα βάρβαρον ὑποποιείσθω. [*](P. 320) καὶ εἰ βούλεσθε, κείσθω καὶ ἆθλον τῷ πρώτως τοῦτο τὸ ἔργον κατωρθωκότι ἡ τῆς πόλεως ταυτησὶ φυλακή, μέχρις ἂν ὁ μέλλων ταύτην ἐξ ἡμῶν ἀναλαβέσθαι ἀπὸ του αὐτοκράτορος ἐλεύσεται. ἴσως μὲν οὖν οὐδ’ οὕτω κατωρθωκέναι [*](5. καὶ ν. F, τοῦ ν. P. κατωρθώσαμεν FC, κατορθώσαμεν P. 6. γενώμεθα] θυόμεθα C. 7. σκεψόμεθα F, σκεψώμεθα P. 8. sq. διὰ σιδήρου θεὸς τοῖς δημαγωγοῖς δίδωσιν F, τοῖς δημαγωγοῖς διὰ σιδήρου δίδωσιν ὁ θεὸς C, τοῖς ὁ Θεὸς δημαγωγοῖς διὰ σιδήρου δίδωσιν P. 10. μόθος F, μόχθος P. 18. 20. κατωρθ. FC, κατορθ. P.)
89
τι χρηστὸν δυνησόμεθα.” ταῦτα ὁ δεινὸς Βαϊμοῦντος φίλαρχος ὢν οὐχ ὑπὲρ τῶν Λατίνων καὶ τοῦ κοινοῦ τοσοῦτον ὅσον ὑπὲρ τῆς ἑαυτοῦ τιμῆς καὶ σκοπήσας καὶ εἰπὼν καὶ ἀπατήσας οὐ διήμαρτε τοῦ σκοποῦ, ὡς ὁ λόγος κατιὼν παραστήσει. πρὸς τοῦτο τοίνυν ἅπαντες οἱ κόμητες κατανεύσαντες ἔργου ἥψντο. καὶ αὐγαζούσης ἡμέρας ὁ μέν Βαϊμοῦντος αὐτίκα πρὸς τὸν πύργον ἀπῄει · ὁ δέ γε Ἀρμένιος [*](B) κατὰ τὰς συνθήκας τὰς πύλας ὑπανοίγνυσιν· ὁ δὲ ἅλλεταί τε εὐθὺς μετὰ τῶν συνεφεπομένων αὐτῷ ἄνωθεν θᾶττον ἢ λόγος καὶ περὶ τὰ κρήδεμνα τοῦ πύργου ὡρᾶτο τοῖς ἐντός τε καὶ ἐκτὸς ἱστάμενος καὶ τὴν ἐνυάλιον ἠχεῖν ἐγκελεύων σάλπιγγα. καὶ ἦν ἰδεῖν τηνιχαῦτα καινόν τι γινόμενον, τοὺς μὲν Τούρκους ἐκδειματωθέντας εὐθὺς διὰ τῆς ἀπέναντι πύλης φεύγοντας καὶ μόνους ἐξ αὐτῶν ἐναπολειφθέντας ὀλίγους καὶ γενναίοις ἄνδρας διὰ τὴν τοῦ κουλᾶ φρουράν · τοὺς δὲ Κελτοὺς ἔξωθεν κατὰ πόδας τοῦ Bαϊμούντου διὰ κλιμάκων ἀνελθόντας καὶ παραχρῆμα κατασχόντας τὴν Ἀντιόχου πόλιν. καὶ ὁ μὲν Ταγγρῆς εὐθὺς Κελτοὺς ἱκανοὺς ἀναλαβόμε- [*](C) νος ὄπισθεν τῶν φευγόντων ἐδίωκε· καὶ πολλοὶ μὲν κτείνονται, πολλοὶ δὲ τιτρώσκονται. ὁ δέ Κουρπηὰν μετὰ ἀναριθμήτων χιλιάδων καταλαβὼν εἰς ἀρωγὴν τῆς Ἀντιόχου πόλεως προκατασχεθεῖσαν ταύτην εὑρηκὼς χάρακά τε ἐπήξατο καὶ τάφρον πεποιηκὼς καὶ τὰς σκευὰς ἐν αὐτῇ κατα- [*](2. οὐχ F, οὐχὶ P. 4. ἀπατήσας FA, ἀπαντήσας P. 6. καὶ αὐγαζούσης FC, ἀλλ᾿ αὐγαζούσης A, καταυγαζούσης P. 9. σιδεφεπομένων FA, συνεπομένων P. 18. Κελτοὺς ἱκανοὺς A, Κελτοὺς om. P.ἱκανοὺς ἀναλαβόμενος FA, ἀναλαβόμενος ἱκανοὺς P. 19. ἐδίωκε FA, ἐδίωκεν P.)
90
θέμενος ἐβουλεύετο πολιορκεῖν τὴν πόλιν. ἀλλ’ οὔπω ἔργου ἁψάμενον ἐπικαταλαμβάνουσιν αὐτὸν ἐξελθόντες οἱ Κελτοί· [*](V. 254) καὶ τηνικαῦτα μέγας ἀναμεταξὺ ἀναρρήγνυται πόλεμος. εἶχον δέ τὴν νικῶσαν οἱ Τοῦρκοι· καὶ ὁ Λατῖνοι εἴσω τῶν πυ- [*](D) λῶν συνεκλείοντο τὸν μόθον ἑκατέρωθεν ἔχοντες ἀπό τε τῶν τὸ κουλᾶ φρουρούντων (ἔτι γὰρ τοῦτο κατεῖχον βάρβαροι) ἀπό τε τῶν ἔξωθεν παρακαθημένων Τούρκων. δεινὸς δὲ ἀνὴρ ὢν ὁ Βαϊμοῦντος καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν σφετερίσασθαι θέλων ἐν σχήματι συμβουλῆς αὖθις ἀοῦ χρή’’ φησι πρὸς τοὺς κόμητας “τοὺς αὐτοὺς καθ’ ἑκάτερον μέρος ἐν ταὐτῷ μετά τε τῶν ἐντὸς καὶ ἐκτὸς μάχεσθαι, [*](P. 321) ἀλλὰ διχῆ διαιρεθέντας ἐν ἀνίσοις τμήμασι πρὸς λόγον τῶν ἑκατέρωθεν πρὸς ἡμᾶς μαχομένων ἐχθρῶν οὕτω τὴν πρὸς αὐτοὺς ἀναδέχεσθαι μάχην. ἐμοὶ μέν οὖν ἐξέσται μετὰ τῶν τὴν ἀκρόπολιν τηρούντων μάχεσθαι, εἰ καὶ ὑμῖν τοῦτο συνδόξειε. τοῖς δέ γε λοιποῖς μετὰ τῶν ἔξωθεν μελήσει καρτερῶς συμπλέκεσθαι. συντίθενται ἅπαντες τῇ τοῦ Βαϊμούντου γνώμῃ. ὁ δ’ εὐθὺς ἔργου ἥψατο καὶ παραχρῆμα τειχίον ἀντίθετον ἐγκάρσιον ἀποδιαιροῦν τῆς ὅλης Ἀντιοχείας τὴν ἀκρόπολιν ἐδείματο, ἔρυμα καρτερώτατον πολέμου [*](Β) ἀποχρῶντος. κᾷθ’ οὕτως ἀνύστακτος φύλαξ τοῦ τοιούτου τείχους καθίστατο διὰ παντὸς ἀπομαχόμενος, ὁπηνίκα καιρὸς ἐδίδου, πρὸς τοὺς ἐντὸς γενναιότατα. οἱ δ᾿ ἄλλοι κόμητες [*](1. ἐβούλετο Α. 2. ἁψάμενος Ρ, correxi. 3. ἀναρρήγνυται FC, ἀναρήγνυται P. 6. τὸ FAC, τὸν P. 10. καθ’ ἑκάτερον FC, καθ’ ἕτερον Ρ. 11. τε FA, γε P. 20. καρτερώτατα F.)
91
πολλὴν τοῦ λάχους αὐτῶν ἐπεποίηντο τὴν φροντίδα φρουροῦντες μέν τὴν πόλιν διὰ παντός, κατασκοποῦντες δέ τὰς ἐπάλξεις καὶ τὰ κρήδεμνα τῶν τειχῶν, μή πως οἱ βάρβαροι ἔξωθεν νυκτὸς διὰ κλιμάκων ἀνελθόντες τὴν πόλιν κατάσχωσι, μὴ λάθοι τις τῶν ἐντὸς ἄνωθεν τοῦ τείχους γενέσθαι κᾷθ’ οὕτως ὁμιλήσας τοῖς βαρβάροις προδοσίας πέρι προδῷ τὴν πόλιν.

Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὴν Ἀντιόχειαν ἔτι· ὁ δέ [*](C) γε αὐτοκράτωρ πολλὴν μὲν εἶχε τὴν προθυμίαν αὐτὸς εἰς ἀρωγὴν τῶν Κελτῶν παραγενέσθαι, ἀπεῖργε δ’ αὐτὸν καίπερ σφαδάζοντα ἡ τῶν κατὰ θάλατταν διακειμένων Πόλεων τε καὶ χωρῶν λεηλασία καὶ παντελὴς ἐρίπωσις. ὁ μὲν γὰρ Τζαχᾶς τὴν Σμύρνην ὥσπερ ἴδιόν τι λάχος κατεῖχεν· ὁ δέ γε Ταγγριπερμῆς καλούμενος πόλιν τινὰ Ἐφεσίων ἀγχοῦ τῖς θαλάττης διακειμένην, ἐν ᾖ πάλαι τέμενος ἐπ’ ὀνόματι Ἰωάννου ἀποστόλου τοῦ θεολόγου ἵδρυτο. καὶ ἄλλος ἄλλα φρούρια τῶν σατραπῶν κατέχοντες ὡς ἀργυρωνήτοις τοῖς Χριστιανοῖς ἐκέχρηντο ἅπαντα ληϊζόμενοι· ἀλλὰ καὶ αὐτὰς [*](D) δὴ τὰς νήσοις Χίον τε καὶ Ῥόδον καὶ τὰς ἐπιλοίποις πάσας κατέσχον λῃστρικὰς ἐκεῖθεν κατασκευάσαντες ναῦς. διά τοι ταῦτα δεῖν ἐλογίσατο πρότερον τῶν κατὰ θάλατταν καὶ τὸν Τζαχᾶν πρόνοιαν ποιήσασθαι καὶ δυνάμεις διὰ ξηρᾶς ἀρκατασκοποῦντες [*](2. FC. καὶ κατασκοποῦντες P. 4. κατάσχωσι F, κατάσχωσιν P. 5. λάθοι FC, λάθῃ P. καθ’ P, correxi. 10. παραγενέσθαι F, γενέσθαι P. 12, παντελὴς διὰ τῶν τούρκων γινομένη A. ἐρίπωσις F, ἐρείπωσις PA. 13. Σμύρναν Α. 15. ἐπ’ ὀνόματι om. C. 21. ἐλογίσατο F, ἐλογίσαντο P.)

Ε

92
κούσας καὶ στόλον ἱκανὸν καταλιπεῖν, εἶτα δι’ αὐτῶν τὰς [*](P. 322) τῶν βαρβάρων ἀναχαιτίζειν ὁρμὰς καὶ ἀντικαθίστασθαι αὐ- [*](V. 233) τοῖς κᾀθ᾿ οὕτως μετὰ οὕτως μετὰ τοῦ λοιποῦ στρατεύματος τῆς πρὸς Ἀντιόχειαν φερούσης ἅψασθαι μετὰ τῶν ἀναμεταξὺ βαρβάρων ὡς ἐνὸν μαχόμενος. μετατπεμψάμενος τοίνυν Ἰωάννην τὸν Δούκαν καὶ γυναικάδελφον αὐτοῦ παραδίδωσι δυνάμεις ἐκ διαφόρων συνειλεγμένας χωρῶν καὶ στόλον ἀποχρῶντα πρὸς τὴν τῶν παραλίων πόλεων πολιορκίαν καὶ αὐτὴν δέ τὴν τοῦ Τζαχᾶ θυγατέρα κατασχεθῖσαν μετὰ τῶν ἄλλων, ὁπόσοι ἐντὸς τῆς Νικαίας τότε ἔτυχον, ἐπισκήψας διακηρυκεύειν μέν πανταχοῦ τὴν τῆς Νικαίας ἅλωσιν, εἰ δέ μὴ πισ- [*](Β) τεύοιτο, αὐτὴν τὴν τοῦ Τζαχᾶ θυγατέρα ὑποδεικνύναι τοῖς σατράπαις τῶν Τούρκων καὶ τοῖς τὰ περὶ θάλατταν νεμομένοις βαρβάροις, ὡς ἂν οἱ τὰς ἤδη ῥηθείσας πόλεις κατέχοντες ὁρῶντες ταύτην καὶ βεβαιούμενοι τὴν τῆς Νικαίας ἅλωσιν ἀπογνόντες ἀμαχητὶ παραδοῖεν τὰς πόλεις. ἐφοδιάσας οὖν ἱκανῶς διὰ παντοίων τὸν Ἰωάννην ἐκπέμπει. ὁπόσα δέ κατὰ τοῦ Τζαχᾶ τρόπαια οὗτος ἐστήσατο καὶ ὅπως τοῦτον ἐκεῖθεν ἀπήλασε, προϊὼν ὁ λόγος δηλώσειεν. ὁ μὲν οὖν δοὺξ καὶ θεῖος οὑμὸς πρὸς μητρὸς τῷ βασιλεῖ συνταξάμενος τῖς μεγαλοπόλεως ἔξεισι καὶ διαπεράσας τὴν Ἄβυδον [*](C) μεταπεμψάμενος τὸν καλούμενον Κάσπακα τήν τε τοῦ στόλου ἐξουσίαν καὶ τὴν τοῦ πλόος ἅπασαν οἰκονομίαν αὐτῷ [*](8. δὴ? 11. πιστεύοιτο FC, πιστεύοιντο Ρ. 20. οὑμὸς FC, ὁ ἐμὸς P. 21. μεγαλουπόλεως P, correxi.)
93
ἀνέθετο ὑποσχόμενος ὡς, εἰ καλῶς ἀγωνίσοιτο, ὁπηνίκα τὴν Σμύρνην συμβαίη ἁλῶναι, ἡγεμόνα τοῦτον αὐτῆς τε τῆς Σμύρνης καὶ τῶν ὁμορούντων πάντων αὐτῇ καταστῆσαι. ἐκπέμπει τοίνυν αὐτὸν διαπόντιον θαλασσοκράτορα τοῦ στόλου, ὡς εἴρηται· ἐκεῖνον δέ ταγματάρχην εἶχεν ἡ ἤπειρος. ἅμα τοίνυν τόν τε Κάσπακα διὰ τοῖ στόλου καὶ τὸν δοῦκα Ἰωάννην διὰ τῆς ἠπείρου οἱ ἐντὸς τῇ Σμύρνῃ ἄμφω προσπελάσαντας θεασάμενοι καὶ τὸν μὲν Δούκαν ἀγχοῦ τῶν τειχῶν ἐκ διαστήματός τινος τὸν χάρακα πηξάμενον, τὸν δέ γε Κάσπακα τῷ λιμένι προσοκείλαντα, ἐπεὶ καὶ ἡ τῆς Νικαίας [*](D) ἅλωσις ἤδη ἐγνώσθη αὐτοῖς, οὐδ’ ὅλως ἀντικαταστῆναι τούτοις ἠθέλησαν, ἀλλ᾿ εἰς λῴους καὶ σπονδὰς εἰρηνικὰς ἐλθεῖν ᾑρετίσαντο ὑποσχόμενοι, εἴπερ ὀμωμοκέναι αἰτοῖς ὁ Δούκας Ἱωάννης θηλήσει, ὥστε παραχωρῆσαι ἀπαθεῖς κακῶν πρὸς τὰ οἴκοι τούτους ἐπαναζεῦξαι, ἀναιμωτὶ καὶ μάχης ἄτερ τὴν Σμύρνην αὐτῷ παραδοῦναι. συντίθεται τοίνυν ὁ Δούκας τηνικαῦτα τῇ τοῦ Τζαχᾶ γνώμῃ τὰ κατὰ σκοπὸν· ἅπαντα πληρῶσαι ὑποσχόμενος. μετ’ εἰρήνης οὖν ἐκεῖθεν αὐτοὺς ἀπελάσας τῷ Κάσπακι τὴν πᾶσαν ἐξουσίαν τῆς Σμύρνης [*](Ρ. 323) ἀνέθετο. γένεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. τοῦ Κάσπακος ἀπὸ τοῦ Δούκα Ἰωάννου ὑποστρέφοντος, προσῆλθεν αὐτῷ Σμυρναῖός τις διεγκαλῶν ἀφαιρεθῆναι ταρά του Σαρατὴν [*](2. Σμύρνην συμβαίη F, συμβαίη τὴν Σμύριην P. 9 sq. τὸν ἀγχοῦ τῶν τειχῶν ἐκ διαστήματός τινος χάρακα πηξάμενον F, ἐκ διαστήματός τινος τὸν χάρακα πηξάμενον ἀγχοῦ τῶν τειχῶν C, ἐκ διαστήματός τινος τὸν ἀγχοῦ χάρακα πηξάμενον τῶν τειχῶν Ρ: secutus sum F, nisi quod τὸν transposui. 15. ἀναιμωτὶ F, ἀναιματὶ P. 19. ἐξουσίαν FC, οὐσίαν P.)
94
κηνοῦ χρυσίνους πεντακοσίους στατῆρας. ὁ δέ ἀχθῆναι τούτους κριθησομένους ἐπέταξεν· ὡς δ’ ὁ Σύρος εἵλκετο, νομίσας, ὡς ἐπὶ τῷ ἀναιρεθῆναι ἄγεται, καὶ ἀπογνοὺς τῆς ἑαυτοῦ σωτηρίας σπασάμενος μάχαιραν κατὰ τῶν σπλάγχνων τοῦ Κάσπακος ὠρεῖ· ἐπιστραφεὶς δὲ πλήττει καὶ τὸν τούτου ὁμαίμονα περὶ τὸν μηρόν. συγχύσεως δ’ ἐπὶ τούτῳ γενο- [*](V. 256) μένης πολλῆς, ὁ μέν Σαρακηνὸς ἀποδιδράσκει, οἱ δὲ τοῦ [*](Β) στόλου ἅπαντες σὺν αὐτοῖς ἐρέταις εἰς τὴν πόλιν ἀτάκτως εἰσῄεσαν καὶ πάντας ἀνηλεῶς ἀπέκτενον. καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινὸν ὡσεὶ δέκα χιλιάδας ἀποκτανθέντας ἐν ὀξείᾳ καιροῦ ῥοπῇ. ὁ δὲ Δούκας Ἰωάννης περιαλγήσας ἐπὶ τῇ τοῦ Κάσπακος ἀναιρέσει ἐφ’ ἱκανὸν ὅλος αὖθις τῆς τοῦ κέστρου φροντίδος ἐγεγόνει. ἐξελθὼν τοίνυν καὶ περιαθρήσας τὰ τείχη τάς τε τῶν ἐποίκων γνώμας παρὰ τῶν εἰδότων ἀκριβωσάμενος, ἐπεὶ χρεία γενναίου ἦν ἀνδρός, τὸν Ὑαλέαν, φέριστον τῶν ἄλλων εἰδώς, δοῦκα τῆς Σμύρνης κατέστησεν· ἀνὴρ δέ οὗτος ἀρειμάνιος. καταλιπὼν δέ καὶ τὸ ναυτικὸν ἅπαν εἰς φυλακὴν τῆς Σμύρνης αὐτὸς τὰς δυνάμεις ἀναλαβό- [*](C) μενος πρὸς τὴν Ἐφεσίων ἤλαυνε παρὰ τοῦ Ταγγριπερμῆ καὶ τοῦ Μαράκη τῶν σατραπῶν κατεχομένην. τοῦτον θεασάμενοι οἱ βάρβαροι κατ’ αὐτῶν ἱέμενον, ὁπλισάμενοι καὶ σχῆμα πολέμου περὶ τὴν ἔξω τοῦ κέστρου πεδιάδα διατυπώσαντες τὰς φάλαγγας ἔστησαν. ὁ δέ δοὺξ μηδὲ μικρόν [*](1. χρυσίνους F, χρυσίους P. 2. δ’ F, δὲ P. 12. ὅλος F, ὅλως P. κάστρου] Κωνσταντίνου C. 15. γενναίου ἦν F, ἦν γενναίου P. ὑαλέαν F, Ὑαλέα P.)
95
τι μελλήσας σὺν εὐταξίᾳ στρατιωτιῇ κατ᾿ αὐτῶν ἐξώρμησε. τῆς γοῦν συμβολῆς τοῦ πολέμου γεγονυίας τὸ πλεῖον τῆς ἡμέρας παρῳχήκει· μαχομένων δ᾿ ἀμφοτέρων τῶν μερῶν καὶ τὴς μάχης οὔσης ἀμφιρρεποῦς οἱ Τοῦρκοι τὰ νῶτα ὑποσχόντες τρέπονται κατὰ κράτος. κτείνονται δὲ τηνικαῦτα πολλοί, ἁλίσκονται δὲ οὐ τῶν τυχαίων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν σατραπῶν οἱ πλείους, ὡς συμποσοῦσθαι τοὺς ἑαλωκότας εἰς χιλιάδας δύο. περὶ ὧν μεμαθηκὼς ὁ βασι- [*](D) λεὺς διασπαρῆναι τούτους εἰς τὰς νήσοις προσέταξεν. οτ δέ καταλειφθέντες τῶν Τούρκων διὰ τοὺ ποταμοῦ Μαιάνδρου πρὸς τὸ Πολύβοτον ἀπερχόμενοι καταφρονητικῶς διετέθησαν τὸν Δούκαν τέλεον ἀπελπίσαντες. τὸ δὲ οὐχ οὕτως εἶχεν, ἀλλὰ τὸν Πετζέαν δοῦκα ταυτησὶ τῆς πόλεως καταλιπὼν αἰτὸς τὸ ὁπλιτικὸν ἅπαν ἀναλαβόμενος παραυτίκα ὄπισθεν οὐ φύρδην, ἀλλ᾿ εὐτάκτως καὶ ὡς ἐχρῆν ἐμπειρότατον στρατηγὸν τατὰ τῶν ἐναντίων ἰέναι ἤλαινε κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος. οἱ μέντοι Τοῦρκοι, καθά γε εἴρηται, [*](P. 324) διά τε Mαώνδρου καὶ τῶν παρακειμένων αὐτῷ πόλεων ὁδεύσαντες καταλαμβάνουσι τὸ Πολύβοτον. ὁ δὲ δοὺξ οὐ κατὰ πόδας τούτους ἐδίωκεν, ἀλλὰ τὴν συντομωτέραν ὁδεύσας τάς τε Σάρδεις καὶ τὴν Φιλαδέλφειαν ἐξ ἐπιδρομῆς κατέσχε τὴν τούτων φρουρὰν Μιχαὴλ τῷ Κεκαυμένῳ πιστεύσας. κα- [*](1. μέλησας F. ἐξώρμησε F, ἐξώρμησεν C, ἐξώρμηκεν P. 4. ἀμφιρεποῦς P, correxi. 5. ὑποστρέψαντες C. 11. πολυβοτὸν P, sic semper. 12. ἀπελπίσαντες C, ἀπελπίζαντες P. 13. Δούκαν P, correxi. 14. τὸ ὁπλιτικὸν F, τὸ om. Ρ. 15. οὐ φύρδην ἀλλ᾿ om. C. 20. τούτους FC, αὐτοὺς Ρ. σωπομωτέραν F, συντομωέραν P. 21. Φιλαδελφείαν F, Φιλαδελφίαν P.)
96
ταλαβὼν δὲ τὴν Λαοδίκειαν καὶ πάντων παραυτίκα προσεληλυθότων αὐτῷ αὐτοῖς μὲν ὡς αὐτομόλοις χρησάμενος καὶ τεθαρρηκὼς ἀνέτως τὰ σφέτερα κατοικεῖν εἴασε μηδέ ἡγεμόνα ἐπιστήσας. ἐκεῖθεν δέ διὰ τοῦ Χώματος διελθὼν τὴν [*](B) Λάμπην κατέλαβε κἀν ταύτῃ καὶ τὸν Καμύτζην Εὐστάθιον στρατηγὸν ἐπέστησεν. ἐφθακὼς δέ εἰς τὸ Πολύβοτον καταλαμβάνει Τούρκων πλῆθος πολὺ καὶ ἐπεισπεσὼν αὐτοῖς ἄρτι τὰς σκευὰς κατατιθεμένοις ξυμβαλὼν παραυτίκα νικᾷ κατὰ κράτος καὶ κτείνει μὲν πολλούς, ἀναλαμβάνει δέ λείαν πολλὴν καὶ τοῦ πλήθους ἀνάλογον.

Τούτου γοῦν μήπω ἐπανεληλυθότος, ἀλλ᾿ ἀγωνιζομένου κατὰ τῶν Τούρκων, ὁ βασιλεὺς ἑτοιμασθεὶς εἰς ἀρωγὴν ἀρωγὴν τῶν περὶ τὴν Ἀντιόχειαν φθάσαι Κελτῶν ἐπεὶ τὸ Φιλομήλιον κατέλαβε σὺν ὅλαις δυνάμεσι πολλοὺς ἐν τῷ μεταξὺ κτείνας βαρβάρους, πολλὰς δέ καὶ πόλεις δῃωσάμενος [*](C) ὑπ᾿ αὐτῶν πρὶν κατεχομένας, φθάνει τηνικαῦτα τοῦτον ἐξ Ἀντιοχείας Γελίελμος ὁ Γραντεμανῆ καὶ Στέφανος κόμης Φραγγίας καὶ Πέτρος ὁ τοῦ Ἀλίφα χαλασθέντες καλῳδίοις διὰ τῶν κρηδέμνων Ἀντιοχείας καὶ διὰ τῆς Ταρσοῦ ἀφικό- [*](V. 257) μενοι διαβεβαιοῦντο εἰς στενὸν κομιδῆ συνελαθῆναι τοὺς Κελτούς, καὶ ἐπομνύμενοι τὴν αὐτῶν παντελῆ πτῶσιν. ὁ [*](3. ἡγεμόνα C, ἡγεμόνας P. 5. Καμύτζην F, Καμύτζιν P. 11. μήπω C, μήπου P. 17. Γελιάλμος C. Γρατεμανῆ C. 20. διαβεβαιοῦντο F, διεβεβαιοῦντο A, διαβεβαιοῦνται P. συνελαθῆναι τοὺς Κελτοὺς F, ουνεληλαθῆναι τοὺς Κελτοὺς A, συνελασθῆναι τοῖς Κελτοῖς P.)

97
δέ βασιλεὺς διὰ τοῦτο καὶ μᾶλλον εἰς βοήθειαν αἰτῶν ἐσκότει ταχῦναι, κἂν ἅπαντες αὐτὸν τῆς τοιαύτης ὁρμῆς ἀνέκοπτον. ἐπεὶ δὲ βαρβάρων κατ’ αὐτοῦ ἔφοδος ἀμυθήτων ἁπανταχῆ διεκηρυκεύετο, ἐπικαταλαμβάνειν ἀπὸν ἤδη (καὶ γὰρ ὁ τοῦ Χοροσὰν σουλτὰν τὴν τοῦ αὐτοκράτορος ὑπὲρ τῶν Κελτῶν μεμαθηκὼς ἀπέλευσιν τὸν ἴδιον υἱὸν Ἰσμαὴλ [*](D) τὴν κλῆσιν ἀπείρους δυνάμεις ἀπό τε τοῦ Χοροσὰν ἀπό τε τῶν πορρωτέρων μερῶν συναγαγὼν καὶ καρτερῶς ἐξοπλίσας ἅπαντας κατ᾿ αὐτοῦ ἐξέπεμψεν ἐντειλάμενος τάχος τὸν αὐτοκράτορα ἐφθακέναι πρὸ τοῦ τὴν Ἀντιόχειαν τὴν μὲν δὴ ὁρμὴν τοῦ αὐτοκράτορος, ἣν εἶχεν ὑπὲρ τῆς τῶν Κελτῶν σωτηρίας διαχρήσασθαί τε σπεύδων τοὺς κατ’ αὐτῶν λυττῶντας Τούρκους καὶ αὐτὸν δὴ τὸν τούτων ἡγεμόνα Κουρπαγάν, ἐπέσχε τὰ διαμηνυθέντα ὑπό τε τῶν ἐληλυθότων Φράγγων ὑπό τε τῶν τὴν τοῦ Ἰσμαὴλ κατ’ αἰτοῦ μηνυσάντων ἔλευσιν· λογισμὸν δὲ τὸν εἰκότα περὶ τοῦ μέλλοντος Ρ. λαμβάνων, ὡς ἀμήχανον εἴη πρᾶγμα σῶσαι πόλιν ἄρτι μὲν ὑπὸ τῶν Κελτῶν ἁλοῦσαν, ἀστατοῦσαν δ’ ἔτι κἀκ τῶν ἔξωθεν ὑπὸ τῶν Ἀγαρηνῶν αὐτίκα πολιορκουμένην, τῶν Κελτῶν τὰς σωζούσας ἀπεγνωκότων ἐλπίδας καὶ τοῦ μὲν τείχους ἐρήμου παραχωρῆσαι τοῖς πολεμίοις, ἑαυτοὺς δέ μόνους περισῶσαι διὰ φυγῆς. ἔστι μέν γὰρ τὸ τῶν Κελτῶν γένος κατὰ τῶν ἄλλων αὐτόνομόν τε καὶ ἀξύμβου- [*](6. ἀπέλευσιν FC, ἐπέλευσιν P. 7. τοῦ FC, τῶν P. 8. προτέρων C. 12. σπεύδων τοὺς Τούρκους F; τ. Τ. expunxit ead. m. αὐτῶν scripsi: αὐτοῦ P. 13. λυττῶντας FC, τυττῶντας P. 15. τῶν addidi. 18. δὲ F. 23. κατὰ scripsi: μετὰ P.)
98
λον, στρατηγικῇ δὲ εὐταξίᾳ καὶ ἐπιστήμῃ μηδέποτε χρώμενον, ἀλλ’ ἐπειδὰν μάχη καὶ πόλεμος περισταίη, περιυλακτοῦντος [*](B) αὐτοῖς τοῦ θυμοῦ ἀκάθεκτοί τέ εἰσιν οὐ τὸ στρατιωτικὸν μόνον, ἀλλὰ καὶ αὐτοὶ ἡγεμόνες, ὡς ἐς μέσας φάλαγγας τῶν πολεμίων εἰσπίπτοντες ἀφόρητοι, εἰ ὅλως τὸ ἀντικαθιστάμενον ὑποχαλάσειεν· εἰ δὲ στρατιωτικαῖς ἐμπειρίαις λόχους οἱ πολέμιοι πολλάκις καταστήσαιεν καὶ τεχνικῶς αὐτοὺς μετελεύσονται, εἰς τοὐναντίον πᾶν τὸ θράσος αὐτοῖς περιΐσταται. τὸ γὰρ ὅλον εἰπεῖν, εἰς πρώτους ῥυτῆρας ἀνύποιστοί εἰσιν οἱ Κελτοί, τὸ δέ γε μετὰ ταῦτα καὶ λίαν εὐχείρωτοι διά τε τὸ τῶν ὅπλων βάρος καὶ τὸ τῆς γνώμης θυμοειδές καὶ ἀλόγιστον. διὰ ταῦτα μήτε ἀποχρώσας πρὸς τοσαῦτα [*](C) πλήθη δυνάμεις ἔχων μήτε τὰς τῶν Κελτῶν γνώμας μεταβαλεῖν μήτε ξυμβουλῇ τούτους βελτίονι εἰς τὸ ξυμφέρον μετενεγκεῖν δυνάμενος δέον ἐλογίζετο μὴ προσωτέρω χωρεῖν, ἵνα μὴ εἰς τὶν τῆς Ἀντιοχείας ἀρωγὴν ἐπειγόμενος καὶ τὴν Κωνσταντίνου προσαπολέσειε. πτοηθεὶς δέ, μὴ ἐπικαταλαμβανόντων αὐτὸν ἤδη Τουρκικῶν ἀμυθήτων λαῶν οἱ ἔποικοι τῶν μερῶν Φιλομηλίου παρανάλωμα βαρβαρικῆς γένωνται μαχαίρας, εἰς νοῦν βάλλεται διακηρυκεῦσαι μὲν ἁπανταχῆ τὴν τῶν Ἀγαρηνῶν ἔφοδον· καὶ παραυτίκα διεκηρυκύετο καὶ ὅτι ἕκαστος ἢ ἑκάστη προεξελθέτω τῆς τού- [*](D) των ἐλεύσεως τὰ σώματα αὐτὰ καὶ τὰ χρήματα, ὁπόσα [*](11. τὸ τῶν F, τὸ om. P. τὸ τὴς F, τὸ om. P. 13. μεταβαλεῖν C, μεταλαβεῖν P. 14. ξυμφέρον F, συμφέρον P. 17. προσαπολέσειε F, προσαπωλέσειε P. 18. αὐτὸν ἤδη F, ἤδη om. P.)
99
φέρειν δύνανται, διασώζοντες. εἵλοντο μὲν οὖν εὐθὺς ἅπαντες [*](V. 258) συνέψεσθαι τῷ βασιλεῖ, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ σὐταὶ γυναῖκες. * * * οοͅτω μὲν οὖν τὰ τῶν αἰχμαλώτων ᾠκονόμητο τῷ βασιλεῖ. μέρος δέ τοῦ στρατιωτικοῦ ἀποτεμόμενος καὶ τοῦτο εἰς πολλὰ διελὼν ἐν πολλοῖς μέρεσι κατὰ τῶν Ἀγαρηνῶν ἐξαπέστειλεν, εἴ που προεκδρομάς τινας ποιουμένους τοὺς Τούρκους εὕροιεν, ξυμμίγνυσθαί τε αὐτοῖς καὶ [*](Ρ. 326) καρτερῶς μαχομένους ἀναστέλλειν τὴν κατὰ τοῦ αἰτοκράτορος ἔφοδον. αὐτὸς δέ μετὰ παντὸς τοῦ λαοῦ τῶν τε ἑαλωκότων βαρβάρων καὶ τῶν προσκεχωρηκότων Χριστιανῶν ἐπαναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν ὁ δέ γε ἀρχισατράπης Ἰσμαὴλ μεμαθηκὼς περὶ τοῦ αὐτοκράτορος, ὅτι τῆς Κῶνσταντίνου ἐξεληλυθὼς πολλὴν μὲν ἀνδροκτασίαν πεποιηκώς, πολλὰς δὲ καὶ κωμοπόλεις ἐν τῷ διέρχεσθαι παντελῶς ἐριπώσας πολλήν τε λείαν καὶ δοριαλώτους ἀναλαβόμενος ἐπαναζεύγυσι πρὸς τὴν βασιλεύουσαν μηδὲν ἔργον αὐτῷ καταλελοιπώς, ὡς τῆς ἄγρας ἀπέγνω, ἐν ἀμηχάνοις καθίστατο B καὶ ἐφ᾿ πέραν τραπόμενος τὸ Παϊπερτ πολιορκῆσαι ἐπέγνω, ὅπερ πρὸ μικροῦ κατασχὼν εἶχεν ὁ περίκλυτος ἐκεῖνος Γαβρᾶς Θεόδωρος, καὶ καταλαβὼν τὸν ἀγχοῦ τούτου ῤέοντα ποταμὸν ἅπαν ἐκεῖ τὸ στρατιωτικὸν κατέθετο. τοῦτο μεμαθηκὼς ὁ Γαβρᾶς διεσκοπεῖτο νυκτὸς ἐπεισπεσεῖν αὐτῷ. [*](1. εἵλοντο scripsi: εἴχοντο P. εὐθὺς ἅπαντες F, ἅπαντες εὐθὺς P. 3. lacunam signavi. 5. διαιρῶν C. 6. ἐξαπέστειλεν FC, ἐξαπόστειλεν P. 14. ἐρειπώσας)
100
ἀλλ’ ὁποῖον μὲν πέρας τὰ κατὰ τὸν Γαβρᾶν ἔσχηκε καὶ ὅθεν αὐτὸς ὥρμητο καὶ ὁποῖος ἦν, ταμιευσάσθω ὁ λόγος ἐς τὸν προσήκοντα τόπον· τὰ νῦν δ’ ἐχέσθω τοῦ προκειμένου. οἱ δέ γε Λατῖνιο ὑπὸ λιμοῦ τε καὶ συνεχοῖς πολιορκίας δεινῶς πιεζόμενοι [*](C) προσεληλυθότες τῷ εἰς Ἑλενούπολιν τότε ἡττηθέντι Πέτρῳ τῷ ἐπισκόπῳ αἰτῶν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ᾐτοῦντο βουλὴν ἐξ αὐτοῦ. ὁ δέ πρὸς αὐτοὺς “ἁγνούς’’ φησι “τηρῆσαι ἑαυτοὺς ὑποσχόμενοι, μέχρις ἂν τὴν Ἱερουσαλὴμ καταλάβητε, παρέβητε, οἶμαι, τὴν ὑπόσχεσιν. διὰ τοῦτο νῦν ὑμῖν οὐκ ἐπαρήγει ὡς τὸ πρότερον ὁ θεός. δεῖ οὖν ἐπιστραφῆναι πρὸς τὸν κύριον καὶ τὰς σφῶν ἀποκλαύσασθαι ἁμαρτίας ἐν σάκκῳ καὶ σποδῷ καὶ δάκρυσι θερμοῖς τὴν μετάνοιαν ἐνδειξαμένους καὶ παννύχοις δεήσεσι. τότε δὴ σχολάσω καὶ αὐτὸς ὑπὲρ ὑμῶν τὸ θεῖον ἐξιλεούμενος.’’ πείθονται ταῖς τοῦ ἀρχιερέως παραινέσεσι. μεθ’ ἡμέρας τινὰς ἐκ θείας ὀμφῆς κινηθεὶς ὁ ἀρχιερεὺς μεταπεμψάμενος [*](D) τοὺς μεγιστᾶνας τῶν κομήτων παρηγγυᾶτο δεξιόθεν διορύξαι τοῦ θυσιαστηρίου κἀκεῖσε τὸν ἅγιον εὑρηκέναι ἧλον. τὸ ἐπιταχθὲν οὖν πεποιηκότες, ἐπεὶ μὴ εὕρισκον, ἐπαναστρέψαντες μετὰ ἀθυμίας τὴν τοῦ ζητουμένου διαμαρτίαν ἀπήγγελλον. ὁ δέ ἐκτενέστερον τὴν δέησιν ποιησάμενος ἐπιμελέστερον τὴν τοῦ ζητουμένου ἀναψηλάφησιν ποιήσασθαι ἐπέ- [*](3. ἐχέσθω F, ἐχέτω P. οἱ δέ γε κατὰ τὴν Ἀντιόχου Α. 4. λιμοῦ τε P, τε λιμοῦ F. 5. τῷ] τὰ C. 8. ἑαυτοὺς FA, αὐτοὺς P. μέχρις FA., μέχρι P. 9. νῦν FA, τοίνυν P. 17. μεγιστᾶνας A, μεγιστᾶνας F, μεγιστάνους P. 21. ποιησάμενος F, ποιησάμενοι P.)ο
101
ταττεν. οἱ δέ καὶ αὖθις ἐπλήρουν τὸ κελευσθὲν καὶ τὸν ζητούμενον εὑρηκότες δρομαίως τῷ Πέτρῳ προσέφερον [*](Ρ. 327) χαρᾷ καὶ φρίκῃ συνεχόμενοι. κἄκτοτε ὡς ἁγνοτέρῳ τῶν ἄλλων τῷ Ἰσαγγέλῃ ἐν ταῖς μάχαις τὸν σεπτὸν καὶ θεῖον ἐνεχείριζον ἧλον. τῇ γοῦν μετ’ αὐτὴν ἐξ ἀνυπόπτου πύλης [*](V. 259) κατὰ τῶν Τούρκων ἐξώρμησαν. τότε δὴ ὁ καλούμενος Φλάντρας ᾐτήσατο τοὺς λοιποὺς μίαν ταύτην αἴτησιν παραχωρηθῆναί οἱ, μετὰ τριῶν μόνον κατὰ τῶν Τούρκων τῶν ἄλλων πρῶτον αὐτὸν ἐξιππάσασθαι. δέδοται δὴ τούτῳ τὸ αἰτηθέν. καὶ ὁπηνίκα αἱ φάλαγγες ἑκατέρωθεν ἰλαδὸν ἔστη. σὰν καὶ ἡ τοῦ πολέμου σύναψις ηὐτρέπιστο] αὐτὸς τοῦ ἵππου ἀποβὰς καὶ προσουδίσας ἑαυτὸν τρισσάκις τῷ Θεῷ [*](B) ἐπηύξατο ἐκεῖθεν τὴν βοήθειαν ἐξαιτούμενος. βοησάντων δέ πάντων τὸ “ὁ Θεὸς μεθ’ ἡμῶν’’, ὅλους ῥυτῆρας κατ’ αὐτοῦ τοῦ Κουρπαγᾶ ἐνέδωκεν ἐπί τινος λόφου ἱσταμένου. εὐθὺς οὖν τοὺς κατὰ πρόσωπον αὐτῶν ὑπαντιάσαντας τοῖς δόρασι βαλόντες κατὰ γῆς ἔρριψαν. ἐντεῦθεν οὖν ἐκδειματωθέντες οἱ Τοῦρκοι πρὸ τοῦ συρραγῆναι τὸν πόλεμον εἰς φυγὴν ἐτράπησαν θείας πάντως δυνάμεως ἐπαρηγούσης τοῖς Χριστιανοῖς κἀν τῷ φεύγειν παραπορήσαντες οἱ πλεῖστοι τῶν βαρβάρων ταῖς δίναις τῶν ποταμίων συσχεθέντες ῥευμάτων ἀπεπνίγησαν, ὡς ἀντὶ γεφύρας χρηματίσαι τὰ σώματα [*](C) [*](2. τῷ Πέτρῳ προσέφερον F(A), προσέφερον τῷ Πέτρῳ P. ἁγνοτέρῳ Α, ἁγνωτέρῳ P. 5. ἀνεπόπτου C 11. ηὐτρέπισται C. 12. τρισσάκις F, τρισάκις PA. 14. πάντων τὸ F, τὸ om. PA. 20. παραπορήσαντες Α, παραπορίσαντες P.)ν
102
τῶν ἀποπνιγέντων τοῖς ὄπισθεν ἐρχομένοις. ἐφ’ ἱκανὸν οὖν καὶ τοὺς φεύγοντας διώξαντες πρὸς τὴν Τουρκικὴν ταφρείαν ὑπέστρεψαν κἀκεῖσε τὰς βαρβαρικὰς σκευὰς εὑρηκότες. καὶ ἣν συνεπεφέροντο λείαν ἅπασαν ἀναλαβέσθαι μέν ἤθελον παραχρῆμα, πολλὴν δὲ οὖσαν διὰ τριακονθημέρου μόγις ταύτην εἰσαγαγεῖν εἰς τὴν Ἀντιόχου πόλιν ἐξίσχυσαν. ἐπ’ ὀλίγον οὖν αὐτοῦ που ἐγεαρτερήσαντες, ἐφ’ ᾧ τῆς τοῦ πολέμου κακοπαθείας ἑαντοὺς διαναπαῦσαι, ἅμα δέ καὶ τῆς Ἀντιόχου φροντίδα ποιούμενοι ἀνεζήτουν τὸν ταύτην φρουρήσοντα. ἦν δὲ ὁ Βαϊμοῦντος, καθὰ γε πρὸ τοῦ τὴν πόλιν [*](D) ἁλῶναι φθάσας ᾐτήσατο. παρακεχωρηκότες δέ αὐτῷ τῆς ἁπάσης ἐξουσίας τῆς Ἀντιόχου αὐτοὶ τῆς πρὸς τὰ Ἱεροσόλυμα φερούσης ἥψαντο. ἐν δὲ τῷ διέρχεσθαι πολλὰ μὲν τῶν παραλίων κάστρων κατέσχον· ὁπόσα δὲ ἐρυμνότατα ὄντα πλείονος ἐδεῖτο τῆς πολιορκίας, παραδραμόντες τῷ τέως αὐτὰ πρὸς τὴν Ἱερουσαλὴμ ἔσπευδον. περιζώσαντες δέ τὰ τείχη καὶ πυκναῖς προσβολαῖς πολιορκοῦντες αὐτὴν διὰ μιᾶς σεληνιακῆς περιόδου κατέσχον πολλοὺς τῶν ἐντὸς Σαρακηνῶν καὶ Ἑβραίων ἀνῃρηκότες. πάντων δέ ὑποταγέντων αὐτοῖς, [*](P. 328) ἐπεὶ ὁ ἀντιβαίνων οὐδείς, τὴν ἐξουσίαν ἅπασαν τῷ Γοντοφρὲ ἀναθέμενοι ῥίγα τοῦτον ὠνόμασαν.

[*](5. μόγις F, μόλις P. 10. καθά γε F, καθάπερ PA. 14. sqq. ὁπόσα δὲ ἐρυμνότατα . . . κατέσχον πολλοὺς] εἷλον ἧλον Α) δὲ καὶ τὴν Ἱερουσαλήμ, πολλοὺς CA. 16. Ἱερουσαλὴλ F. 17. μιᾶς F, μέσης P.)
103

Διαμηνυθείσης δέ τῆς τῶν Κελτῶν ἐφόδου τῷ ἐξουσιαστῇ Βαβυλῶνος Ἀμεριμνῇ καὶ ὅπως παρ᾿ αὐτῶν ἥ τε ῾Ιερουσαλὴμ ἑάλω καὶ αὐτὴ Αντιοχου καὶ ἄλλαι πολλαὶ πόλεις αἱ ταύτῃ παρακείμεναι παρὰ τῶν Κελτῶν κατεσχέθησαν, τηνικαῦτα πολὺ πλῆθος συναγηοχὼς ἔκ τε Ἀρμενίων καὶ Ἀρράβων Σαρακηνῶν τε καὶ Ἀγαρηνῶν κατ᾿ αὐτῶν ἐξαπέστειλε. τούτου διαμηνυθέντος παρὰ τοῦ Γοντοφρὲ τοῖς Κελτοῖς, τηνικαῦτα ὡπλίσαντο κατ᾿ αὐτῶν καὶ κατελθόντες εἰς τὸ Ἰάφὰ τὴν ἐκείνων περιέμενον ἔφοδον· εἶτα ἐκεῖθεν [*](B) κατέλαβον τὸ ῾Ραιμελ, ἐν ᾧ καὶ ὁ μεγαλομάρτυρ Γεώργιος μεμαρτύρηκε, καὶ † ἑτνωθέντες τῷ κατ᾿ αὐτῶν ἐρχομένῳ στρατεύματι του Ἀμεριμνῆ συνῆψαν πόλεμον μετ᾿ αὐτῶν. καὶ τὴν νικῶσαν εἶχον εὐθὺς οἱ Κελτοί· τῇ δὲ μετ᾿ αὐτὴν † καταλαβόντες ἐξ ὀπισθίων τοῦ προμετωπίου τῆς φάλαγγος ἡττή- [*](V. 260) θῆσαν οἱ Λατῖνοι μέχρι τοῦ ῾Ράμελ περισωθέντες. μόνος δὲ ὁ Βαλδουῖνος κόμης ἀπῆν φυγαδείᾳ χρησάμενος οὐχ ἁς ἄνανδρος, ἀλλ᾿ ὥς τι κρεῖττον προμηθευσόμενος περί τε τῆς ἑαυτοῦ σωτηρίας καὶ τοῦ κατὰ τῶν Βαβυλωνίων στρατεύματος. τεύματος. καταλαβόντες δὲ οἱ Βαβυλώνιοι καὶ κυκλοτερῆ [*](C) τὴν πολιορκίαν τοῦ ῾Ράμελ ποιούμενοι θᾶττον τοῦτο κατέσχον. πολλοὶ δὲ τῶν Λατίνων τηνικαῦτα κτείνονται, πλείους δὲ καὶ ζωγρία πρὸς Βαβυλῶνα ἐστάλησαν. ἐκεῖθεν δέ ὑπο

[*](6. καὶ , om. P. Ἀρραβὼν FC, Ἀράβων ΡΑ. τε om. A. 9. τὸ FAC, τὸν Ρ. 10. μεγαλομάρτυρ A, μεγαλομάρτυς P. 11. ἑνωθέντες] ἐπελθόντες? 12. συνῆψαν FA, συνῆψε Ρ. 13 sq. μεταλαβόντες ἐξ ὀπισθίων τοὺς προμετωπίους? 18. κατὰ τῶν om. C. 22. ζωγρία F, ζωγρίαι A, ζωγρεία P.)

104
στρέφον τὸ ὁπλιτικὸν ἅπαν τῶν Βαβυλωνίων πρὸς τὴν πολιορκίαν τοῦ Ἰάφα ἠπείγετο. τοιοῦτον γὰρ τὸ ἀεί. ὁ δέ γε ἀνωτέρω δηθεὶς Βαλδουῖνος τὰς παρὰ τῶν Φράγγων ἑαλωκυίας κωμοπόλεις ἁπάσας περιιὼν οὐκ ὀλίγους τε συναγηοχὼς ἱππεῖς καὶ πεζοὺς ἀξιόμαχον στράτευμα συνεστήσατο κἀντεῦθεν τοῖς Βαβυλωνίοις ἐπελθὼν ἥττησε [*](D) κατὰ κράτος. ὁ δέ βασιλεὺς τὴν κατὰ τὸ Ῥάμελ τῶν Λατίνων ἧτταν μεμαθηκώς, περιαλγήσας ἐπὶ τῇ τῶν κομήτων αἰχμαλωσίᾳ, ἅτε γινώσκων αὐτοὺς κατά τε ὥραν καὶ ῥώμην σώματος καὶ περιφάνειαν γένους τῶν πάλαι ὑμνουμένων, οὐκ ἔφερεν ἐπὶ πλέον τούτους δοριαλώτους ἐπὶ ξένης εἶναι. ἔνθεν τοι μεταπεμψάμενός τινα Βαρδαλῆν καλούμενον χρήματά τε ἱκανὰ ἐπιδοὺς πρὸς τὴν ἐκείνων ἀνάρρυσιν πρὸς Βαβυλῶνα ἐκπέπομφεν ἐγχειρίσας αὐτῷ καὶ τὰ πρὸς τὸν Ἀμεριμνῆν γράμματα περὶ τῶν κομήτων διαλαμβάνοντα. ὁ δέ τὰς τοῦ αὐτοκράτορος ἀνελίξας γραφὰς ἄτερ τιμῆς τοὺς κόμητας ἀπεδίδου μετὰ περιχαρείας πλὴν τοῦ Γοντοφρέ. ἐκεῖνον γὰρ προφθάσας πρὸς τὸν αὐτάδελφον αὐτοῦ Βαλδουῖνον τιμῆς ἀπέδοτο. καταλαβόντας δὲ τὴν μεγαλόπολιν τοὺς κόμητας ὁ βασιλεὺς ἐντίμως ἐδέξατο χρήματά [*](P. 329) τε ἱκανὼ ἐπιδοὺς καὶ ἐφ᾿ ἱκανὸν τούτους διαναπαύσας χαίροντας ἐξαπέστειλεν οἴκαδε. ὁ δέ Γοντοφρὲ δὴξ Ἱεροσολύμων αὖθις ἀποκαταστὰς τὸν ἀδελφὸν αὐτοῦ Βαλδουῖνον εἰς Ἔδεσαν ἐκπέπομφε. τότε δὴ καὶ ὁ αὐτοκράτωρ τῷ [*](6. ἀπελθὼν C, 18. αὐτάδελφον FA, ἀδελφὸν P. 19. μεγαλούπολιν C.)
105
Ἰσαγγέλῃ ἐπέσκηψε τὴν μὲν Λαοδίκειαν Ἀνδρονίκῳ τῷ Τζιντζιλούκῃ ἀναθέσθαι, τὸ δέ γε Μαρακέως καὶ τὸ Βαλανέως τοῖς ὑπὸ τὸν Εὐμάθιον δοῦκα Κύπρου τῷ τότε ὑπάρχοντα, ἐκεῖνον δέ προσωτέρω βαδίσαι καὶ περὶ τῆς τῶν λοιπῶν κάστρων κατασχέσεως ὡς ἐνὸν διαγωνιεῖσθαι. ὅπερ δὴ καὶ πεποίηκε τοῖς γράμμασι τοῦ βασιλέως πεισθείς. μετὰ γοῦν τὸ παραδοῦναι τὰ κάστρα τοῖς ἀνωτέρω δηλωθεῖσιν ἀπῆλθεν εἰς [*](Β) Ἀντάωδον καὶ ταύτην ἀμαχητὶ ἐχειρώσατο. τοῦτο ἐνωτισθεὶς ὁ Ἀταπάκας τῆς Δαμασκοῦ δυνάμεις συναθροίσας ἱκανὰς κατ᾿ αὐτοῦ ἐστρατεύσατο. ἐπεὶ δὲ ὁ Ἰσαγγέλης ἀποχρώσας δυνάμεις πρὸς τοσοῦτον πλῆθος οὐκ εἶχε, βουλὴν ἐβουλεύσατο οὐ τοσοῦτον ἀνδρείαν ὁπόσον συνετήν. θαρρήσας γὰρ τοῖς ἐντοπίοις ἔφη ὡς “ἐγὼ μὲν τοῦ κάστρου παμμεγέθους ὄντος ἔν τινι τόπῳ κρυβήσομαι· ὑμεῖς δέ, ὁπηνίκα ὁ ᾿Αταπάκας καταλάβῃ, τὸ μὲν ἀληθὲς μὴ ὁμολογήσητε, πτοηθέντα δέ με φυγάδα γενέσθαι διαβεβαιώσατε”. καταλαβὼν οὖν ὁ Ἀταπάκας καὶ ἐρωτήσας περὶ τοῦ Ἰσαγγέλη, ἐπεὶ ἀποδεδρακέναι τοῦτον ἐπίστευσε, κεκμηκὼς ἀπὸ τῆς ὁδοιπορίας ἀγχοῦ [*](C) τῶν τειχῶν τὴν σκηνὴν ἐπήξατο. τῶν δὲ ἐντοπίων πᾶσαν φιλοφροσύνην εἰς αὐτὸν ἐνδεικνιμένων, τεθαρρηκότες οἱ Τοῦρκοι καὶ μηδὲν ἐναντίον ὑποτοπάσαντες τοὺς ἰδίους [*](1. ᾿Ισαγγέλῃ FAC, Σαγγέλῃ P: sic semper postea. 3. εὐμάθιον τὸν φιλοκάλην A. 5. διαγωνιεῖσθαι FC, διαγωνίσασθαι A, διαγωνεῖσθαι P. 6. γράμμασιν F. 8. ἀτάραδον A, Ἀτάρανδον C. 9. 14. 17. Ἀτάπακας P. 18. ἐπίστευσε κεκμηκὼς ἀπὸ τῆς ὁδοιπορίας F, ἐπίστευσεν ἀπὸ τῆς ὁδοιπορίας κεκμηκὼς C, ἐπίστευσεν, ἀπὸ τῆς κεκμηκὼς ὁδοιπορίας Ρ.)
106
[*](V. 261) ἵππους πρὸς τὸ πεδίον ἔλυσαν. ὁ δέ Ἰσαγγέλης μέσης ἡμέρας τοῦ ἡλίου κατὰ κορυφὴν τὰς ἀκτῖνας βάλλοντος καρτερῶς ὁπλισάμενος μετὰ τῶν ὑπ’ αὐτὸν (εἰς τετρακοσίοις δὲ αἴφνης τὰς πύλας ἀνοίξας διὰ μέσης τῆς αὐτῶν παρεμβολῆς ὥρμησεν. ὁπόσοι μὲν οὖν ἀθύμως εἰώθασι μάχεσθαι, τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τὸν μετ’ αὐτῶν [*](D) ἱστάμενοι ἀνεδέξαντο πόλεμον· οἱ δέ λοιποὶ φυγαδείᾳ τὴν ἑαυτῶν ἀπεπειρῶντο πραγματεύσασθαι σωτηρίαν. ἀλλὰ τὸ τῆς πεδιάδος εὐρὺ καὶ τὸ μή τι ἕλος παρακεῖσθαι ἢ βουνὸν ἢ φάραγγα ταῖς τῶν Λατίνων χερσὶν ἅπαντας παραδέδωκεν. ἔνθεν τοι καὶ παρανάλωμα ξιφῶν πάντες γεγόνασιν· ὀλίγοι δέ καὶ κατεσχέθησαν. οὕτω γοῦν τῶν Τούρκων καταστρατηγήσας κατὰ τῆς Τριπόλεως χωρεῖ. ἄνεισι γοῦν κατευθὺ καὶ προκαταλαμβάνει τὴν ἀκρολοφίαν τοῦ ἀντικρὺ Τριπόλεως διακειμένου βουνοῦ, μέρους ὄντος του Λιβάνου, ἐφ’ ᾧ καὶ ὡς ὀχύρωμα τοῦτον ἔχειν καὶ τὸ ἐκ τοῦ Λιβάνου καταρρέον ὕδωρ εἰς Τρίπολιν διὰ τοῦ πρανοῦς τοῦ τοιούτου βουνοῦ [*](P. 330) ἐπισχεῖν. τηνικαῦτα δὲ πρὸς τὸν βασιλέα τὰ συμβάντα δηλώσας ᾐτεπῖτο ἐρυμνότατόν τι ὀχύρωμα γενέσθαι πρὸ τοῖ καταλαβεῖν ἀπὸ τοῦ Χοροσὰν δυνάμεις πλείονας καὶ καταγωνίσασθαι αὐτούς. ὁ δέ βασιλεὺς τῷ δουκὶ Κύπρου τὴν τοῦ τοιούτου πολιχνίου κτίσιν ἀνέθετο ἐπισκήψας, ἵνα διὰ [*](12. δὲ καὶ F, δὲ τούτων καὶ A, δὲ P. καταστρατηγήσας FA, καταστραγήσας P. 13. Τριπόλεως] πόλης C. 19. τι ὀχύρωμα F, τι om. PA. 21. αὐτοὺς C, αὐτοὶ F, αὐ- τῆς P.)
107
τοῦ στόλου πάντα τὰ συνοίσοντα ταχέως ἐξαποστέλλῃ καὶ τοὺς τὸ τοιοῦτον πολίχνιον οἰκοδομήσοντας ἐφ’ ὃν ἂν ὁ Ἰσαγγέλης ὑποδείξειε τόπον. γέγονε τοῦτο τῷ τέως. καὶ ὁ μὲν Ἰσαγγέλης ἔξωθεν τῆς Τριπόλεως στρατοπεδευσάμενος πάντα κάλων κινῶν περὶ τὴν ταίτης ἅλωσιν οὐκ ἐνεδίδου. ὁ δέ γε Βαϊμοῦντος τὴν τοῦ Τζιντζιλούκη εἰσέλευσιν εἰς [*](Β) Λαοδίκειαν μεμαθηκὼς τὴν ἔχθραν, ἣν πάλαι κατὰ τοῦ αὐτοκράτορος ἐγευμονήσας εἶχεν, εἰς τοὐμφανὲς ἐξαγαγὼν μετὰ δυνάμεως ἀποχρώσης τὸν ἀνεψιὸν αὐτοῦ Ταγγρὲ κατὰ τῆς Λαοδικείας ἐκπέμπει ταύτην πολιορκήσοντα. τῆς δέ περὶ τούτου φήμης μέχρι καὶ ἐς τὰς τοῦ Ἰσαγγέλη διαδραμούσης ἀκοάς, εὐθὺς μηδέ μικρόν τι μελλήσας οὗτος καταλαμβάνει τὴν Λαοδίκειαν καὶ λόγους συνείρει πρὸς τὸν Ταγγρὲ διὰ παντοίων λόγων συμβουλεύων αὐτῷ τῆς τοῦ κάστρου πολιορκίας ἀποσχέσθαι. ὡς δὲ πολλὰ μετ’ αἰτοῖ κοινολογούμενος καταπειθῆ τοῦτον οὐχ εὕρισκεν, ἀλλ’ ἄντικρυς ᾄδειν ἐδόκει παρὰ κωφῷ, ἐκεῖθεν παλινοστήσας καταλαμβάνει [*](C) αὖθις τὴν Τρίπολιν. ἐκεῖνος δέ οὐδοπωσοῦν τῆς πολιορκίας ἀφίστατο. ἰδὼν οὖν ὁ Τζιντζιλούκης τὴν ὁρμὴν τοῦ Ταγγρὲ καὶ ὡς ἐν στενῷ τὰ κατ’ αὐτὸν συνελαύνεται, βοήθειαν ἐκεῖθεν ᾐτεῖτο. βραδυνόντων δέ τῶν ἐν τῇ Κύπρῳ, εἰς ἀμηχανίαν ἐλθὼν τὸ μέν ἀπὸ τῆς πολιορκίας, τὸ δὲ καὶ ὑπὸ τοῦ λιμοῦ πιεζόμενος προδοῦναι τὸ κάστρον ᾐρετίσατο.

[*](2. οἰκοδομήσοντας ****** F. 3. τοῦτο τῶ F, τῷ om. P. 12. μελήσας F. 18. οὐδ’ ὁπωσοῦν Α, οὐδοποσοῦν P. 21. ἐκεῖθεν] Εὐμάθιον? 24. ᾑρετίσατο Α, ἠρετίσατο P.)
108

Τούτων οὕτω τελουμένων, ἐπεὶ τετελευτηκότος τοῦ Γοντοφρὲ ἕτερον ἔδει πάλιν ῥῆγα γενέσθαι τὸν ἐκείνου ἀναπληροῦντα τόπον εὐθὺς οἱ ἐν Ἱεροσολύμοις Λατῖνοι μετεκαλοῦντο [*](D) τὸν. Ἰσαγγέλην ἀπὸ Τριπόλεως ῥῆγα τῶν Ἱεροσολύμων ποιῆσαι ἐθέλοντες. ὁ δὲ ἀνεβάλλετο τέως τὴν ἐκεῖσε ἀπέλευσιν. εἰσελθόντος οὖν εἰς τὴν μεγαλόπολιν, ἐπεὶ ἀναβαλλόμενον αὐτὸν οἱ ἐν Ἱεροσολύμοις ἐγνώκεσαν, μεταπεμψάμενοι τὸν Βαλδουῖνον περὶ τὴν Ἔδεσαν τότε ἐνδιατρίβοντα ῥῆγα Ἱεροσολύμων κατέστησαν. ὁ μὲν οὖν βασιλεὺς τὸν Ἰσαγγέλην ἀσμένως ἀΠοδεξάμενος, ἐπεὶ τὸν Βαλδουῖνον μεμαθήκει τὴν ἐν Ἱεροσολύμοις ἀρχὴν ἀναδέξασθαι, [*](V. 262) παρακατεῖχε μεθ’ ἑαυτοῦ, ὁπηνίκα καὶ τὸ τῶν Νορμάνων φόσσατον κατέλαβεν ἡγεμόνας ἔχον ἀδελφοὺς δύο Φλάντρας καλουμένους. οἶς πολλὰ πολλάκις ὁ βασιλεὺς συμβουλευόμενος [*](P. 331) τὴν αὐτὴν τοῖς προλαβοῦσι φοσσάτοις ὁδεῦσαι καὶ διὰ τῶν παραλίων τὰ Ἱεροσόλυμα καταλαβεῖν καὶ οὕτω τῷ λοιπῷ στρατεύματι τῶν Λατίνων ἑνωθῆναι, πειθομένους τούτους οὐχ εὕρισκεν, ἅτε τοῖς Φράγγοις ἑνωθῆναι μὴ βουλομένους, ἀλλ’ ἑτέραν ὁδεῦσαι ὁδὸν διὰ τοῦ ἀνατολικοῦ καὶ κατευθὺ χωρῆσαι τοῦ Χοροσὰν οἰομένους κατασχεῖν τὸ τοιοῦτον. ὁ δέ βασιλεὺς πάντη ἀσύμφορον τοῦτο γινώσκων καὶ τὴν ἀπόλειαν μὴ θέλων τοῦ τοσούτου λαοῦ (πεντήκοντα γὰρ ἦσαν χιλιάδες

[*](1. τετελευτηκότος F, τελευτηκότος P. 3. τοῖς Ἱεροσολίμοις P, τοῖς om. F. 4. τῆς Τριπόλεως P, τῆς om. F. 9. ῥίγα F. 11. μεμαθήκοι F. 13. φόσσατον FC, φόσατον P. 15. προκαταλαβοῦσι? φοσσάτοις FC, φοσάτοις P. 21. ἀπόλειαν F, ἀπώλειαν P.)

Η

109
πέων ἀνδρῶν καὶ ἑκατὸν πεζῶν), ἐπεὶ μὴ πειθομένους ἑώρα, τὸν δεύτερον, ὅ φασι, πλοῦν ἐρχόμενος μεταπεμψάμενος τὸν Ἰσαγγέλην καὶ τὸν Τζίταν συνεκπέμπει τούτοις, [*](Β) ἐφ᾿ ᾧ συμβουλεύειν τε τὰ συνοίσοντα καὶ τῶν παραλόγων ὁρμῶν ὡς ἐνὸν ἀνασειράζειν αἰτούς διαπεραιωθέντες οὖν τὸν τῆς Κιβωτοῦ πορθμὸν καὶ πρὸς τὸν Ἀρμενιακὸν ἐπειγόμενοι τὴν Ἄγκυραν καταλαβόντες ἐξ ἐφόδου ταύτην κατέσχον. καὶ οὕτω τὸν Ἅλυν διαβάντες πολίχνιόν τι κατέλαβον. ἐπεὶ δὲ τοῦτο Ῥωμαῖοι κατεῖχον, θαρρήσαντες καὶ τὰς ἱερὰς ἐπενδυθέντες οἱ ἱερεῖς στολὰς εὐαγγέλιόν τε καὶ σταυροὺς κομιζόμενοι ὡς Χριστιανοῖς τούτοις προσήεσαν. οἱ δὲ ἀπανθρώπως καὶ ἀπηνῶς οὐ τοὺς ἱερεῖς μόνον, ἀλλὰ καὶ τοὺς λοιποὺς τῶν Χρωτιανῶν ἀναιροῦσι καὶ ἀφροντίστως τοῦ λοιποῦ ὡς πρὸς Ἀμάσειαν ἀπονεύσαντες τὴν ὁδοιπορίαν [*](C) ἐποιοῦντο. οἱ δὲ Τοῦρκοι ἐμπειροπόλεμοι ὄντες προκαταλαβόντες τὰς κώμας πάσας καὶ τὰ χορτάσματα πάντα ἐνέπρησαν, ἐφθακότες δὲ τούτους ὀξέως προσέβαλον. . δευτέρα δὲ ᾦ καθ’ ἢν ὑπερίσχυσαν τούτων οἱ Τοῦρκοι. καὶ τηνικαῦτα αὐτοῦ που κατασκηνώσαντες χάρακά τε πηξάμενοι τὰς σκευὰς ἐναπέθεντο. τῇ δὲ μετ’ αὐτὴν αὐθις ἄμφω ἐμάχοντο τὰ στρατεύματα. οἱ δέ Τοῦρκοι κυκλοτερῶς κατασκηνώσαντες οὐ χορταγωγίας χώραν τούτοις ἐδίδουν οὔτε μὴν τὰ ὑπομεταπεμψάμενος [*](2. τὸν F, μεταπεμψάμενος om. P. 10. τε F, τι P. 20. αὖθις om. C.)
110
ζύγια καὶ τοὺς ἵππους ἐς ποτὸν ἐξάγειν συνεχώρουν. τὴν ἑαυτῶν οὖν πανωλεθρίαν ἐμ’ ὀφθαλμῶν ἤδη ὁρῶντες οἱ [*](D) Κελτοὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τῇ μετ’ αὐτήν, τετρὰς δέ ἦν, καρτερῶς ὁπλισάμενοι τὸν μετὰ τῶν βαρβάρων ἀνεδέξαντο πόλεμον. οἱ δὲ Τοῦρκοι εἰς χεῖρας τούτους ἔχοντες οὐκέτι μετὰ τῶν δοράτων οὐδὲ διὰ τόξων πρὸς αὐτοὺς ἀπεμάχοντο, ἀλλὰ τὰ ξίφη σπασάμενοι καὶ τῶν κουλεῶν ἐξελκύσαντες ἀγχέμαχον τὴν μάχην ἐποιοῦντο καὶ παρευθὺ τρέπουσι τοὺς Νορμάνους. οἱ δέ καταλαβόντες [*](P. 332) τὸν ἴδιον χάρακα σύμβουλον ἀνεζήτουν. ὁ δ’ ἄριστος αὐτοκράτωρ ὁ τὰ λῴονα τούτοις ὑποτιθέμενος καὶ μὴ εἰσακουσθεὶς οὐ παρῆν. λοιπὸν ἐπὶ τὴν τοῦ Ἰσαγγέλη καὶ τοῦ Τζίτα γνώμην καταφεύγουσιν, ἅμα δὲ καί, εἰ χώρα τις τῶν ὑπὸ τὸν αὐτοκράτορα πλησίον παράκειται, ἐπυνθάνοντο ἀναζητοῦντες αὐτήν. καὶ δὴ τάς τε σκευὰς καὶ τὰς σκηνὰς καὶ τὸ πεζὸν ἅπαν αὐτοῦ που καταλιπόντες τοῖς ἰδίοις ἵπποις ἐποχηθέντες ὡς εἶχον τάχους πρὸς τὰ παρὰ θάλασσαν τοῦ Ἀρμενιακοῦ καὶ τῆς Παυράκης ἔθεον. ἐπεισπεσόντες δ᾿ [*](V. 263) ἀθρόον οἱ Τοῦρκοι τούτων τῷ χάρακι πάντα ἀφείλοντο· [*](B) εἶτα κατόπιν τούτων διώξαντες τὸ πεζὸν ἅπαν ἐφθακότες ἀνεῖλον· τινὰς δὲ καὶ κατασχόντες πρὸς τὸν Χοροσὰν δεῖγμα ἀπήγαγον. ἀλλὰ ταῦτα μέν τὰ τῶν Τούρκων κατὰ τῶν Νορμάνων ἀνδραγαθήματα· ὁ δέ γε Ἰσαγγέλης καὶ ὁ Τζίτας μετὰ [*](2. οὑν om. F, sed add. ead. m. ὀφθαλμῶν C, ὀφθαλμοῖς P. 18. καὶ om. C. Παυράης F.)
111
τῶν καταλιφθέντων ὀλίγων ἱππέων τὴν βασιλεύουσαν καταλαμβάνουσι. δεξάμενος δέ τούτους ὁ αὐτοκράτωρ καὶ χρήματα δοὺς ἱκανὰ καὶ διαναπαύσας ἤρετο, ὅπου τοῦ. λοιποῦ αἱρετὸν αὐτοῖς ἀπιέναι. οἱ δὲ τὰ Ἱεροσόλυμα ἐπεζήτουν. φιλοτιμrσάιιενος οὖν αὐτοὺς δαψιλῶς διαποντίους ἐκπέμπει τῇ αὐτῶν πώμῃ τὸ πᾶν ἀναθέμενος. ὁ δέ γε Ἰσαγγέλης ἐκ μεγαλοπόλως ἐξελθὼν τὴν πρὸς τὸ οἰκεῖον στράτευμα ἀνε- [*](C) ζήτει ἀπέλευσιν. καὶ δὴ καταλαμβάνει αὖθις τὴν Τρίπολιν χειρώσασθαι ταύτην γλιχόνενος. μετὰ δέ ταῖτα νόσῳ θανασίμῳ περιπεσὼν καὶ πνέων τὰ ἔσχατα μεταπεμψάμενος τὸν αὐτοῦ ἀνεψιὸν Γελίελμον ὥσπερ τινὰ κλῆρον ἅπαντα τὰ ὑπ᾿ αὐτοῦ κατασχεθέντα κάστρα τοί·τῳ ἀπεχαρίσατο ἡγεμόνα καὶ ἀρχηγὸν τῶν αὐτοῦ ταγμάτων καταστήσας. τούτοὶ τοίνυν τὴν τελευτὴν μεμαθηκὼς ὁ αὐτοκράσεν, εὐθὺς πρὸς τὸν δοῦκα Κύπρου διὰ γραμμάτων ἐδήλωσεν, ἕνα Νικήταν τὸν Χαλίντζην μετὰ χρημάτων ἱκανῶν πρὸς τὸν Γελίελμον ἐκπέμψῃ, ἐφ᾿ ᾧ D ὑποποιήσασθαὶ τε αὐτὸν καὶ παρασκευάσαι ὀμωμοκέναι πρὸς τὸν αὐτοκράτορα πίστιν βεβαίαν φυλάξαι εἰς αὐτὸν καὶ ὁποίαν ὁ ἀποβεβιωκὼς θεῖος αὐτοῦ ᾿Ισαγγέλης μέχρι τέλους ἐτήρησεν.

Εἶτα μεμαθηκὼς ὁ αὐτοκράτωρ καὶ τὴν τῆς Λαοδικείας παρὰ τοῦ Ταγγρὲ κατάσχεσιν πρὸς τὸν Βαϊμοῦντον γράμματα ἐκτίθεται οὑτωσὶ περιέχοντα “τὰ ὅρκια οἶδας καὶ τὰς ἐπαγγελίας, ἅς οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ἅπαντες πρὸς τὴν βασιλείαν ῾Ρωμαίων ἐποιήσαντο. νῦν δὲ αὐτὸς πρῶτος [*](4. ἐπεξήτους FC, ἐπιζήτουν P. 9. μετὰ δὲ ταῦτα F, μετὰ ταῦτα δὲ P, 1Ο. πενθῶν C. 13. πραγμάτων C.)

112
παρασπονδήσας τὴν Ἀντιόχειαν κατέσχες καὶ ἄλλα τινὰ φρούρια ὑποποιησάμενος καὶ αὐτὴν δὴ τὴν Λαοδίκειαν. ἀπόστηθι τοίνυν τῆς πόλεως Ἀντιοχείας καὶ τῶν ἄλλων ἁπάντων [*](P. 333) δίκαιόν τι πρᾶγμα ποιῶν καὶ μὴ θέλε πολέμους ἄλλους καὶ μάχας κατὰ σαυτοῦ ἐρεθίζειν.” ὁ δέ γε Βαϊμοῦντος τὰς βασιλικὰς ὑπαναγνοὺς γραφάς, ἐπειδὴ μὴ τῷ συνήθει ψεύδει χρήσασθαι οἶός τε ἦν τῶν πραγμάτων ἀριδήλως τὴν ἀλήθειαν ἐλεγχόντων, πρὸς τὰ γραφέντα τῷ φαινομένῳ κατένευσεν, αἰτίαν μέντοι τῶν κακῶς παρ’ αὐτοῦ πραχθέντων εἶναι τὸν τὸν αὐτοκράτορα ἔλεγε γράψας ὡς “οὐκ ἐγὼ τούτων αἴτιος, ἀλλὰ σύ. ὑποσχόμενος γὰρ κατόπιν ἡμῶν μετὰ δυνάμεως ἔρχεσθαι πολλῆς οὐκ ἠθέλησας τὴν ὑπόσχεσιν ἔργοις [*](Β) πιστώσασθαι. ἡμεῖς δὲ τὴν Ἀντιόχειαν καταλαβόντες καὶ ἐπὶ τρισὶ μησὶ πολλὰ μογήσαντες πρὸς πολεμίους ἀπεμαχόμεθα καὶ λιμόν, οἶον οὐδείς πως τῶν ἀνθρώπων τεθέαται, ὡς τοὺς πλείστους ἡμῶν καὶ ἀπ’ αὐτῶν τῶν ὑπὸ τοῦ νόμου ἀπηγορευμένων κρεῶν βεβρωκέναι· ἐφ’ ἱκανὸν δέ ἐγκαρτερούντων ἡμῶν καὶ αὐτὸς ὁ δοθεὶς ἡμῖν εἰς ἀρωγὴν πιστότατος οἰκέτης τοῦ σοῦ κράτους Τατίκιος οὕτω κινδυνεύοντας [*](V. 264) καταλιπὼν ἡμᾶς ᾤχετο. εἵλομεν δέ τὴν πόλιν παραδόξως καὶ αὐτὰς τὰς ἀπὸ τοῦ Χοροσὰν εἰς ἀρωγὴν τῶν Ἀντιοχέων καταλαβούσας δυνάμεις κατετροπωσάμεθα. καὶ πῶς δίκαιόν ἁ [*](1. παρασπονδίσας F. Ἀντιόχου A. ἀλλά τ F, ἄλλαττα Α, ἄλλ’ ἅττα P. 3. Ἀντιοχείας FAC, Ἀντιόχου P. 15. πως F, πω C, που P. 16. αὐτῶν τῶν F, τῶν om. P. ὑπὸ C, ὑπὲρ P.)
113
ἐστιν, ἅπερ οἰκείοις ἱδρῶσι καὶ πόνοις ἐκτησάμεθα, ῥᾳδίως [*](C) οὕτως ἀποποιήσασθαι;” ὑποστρεψάντων δ’ ἐκεῖθεν τῶν πρέσβεων, ὡς τὰς τοῦ Βαϊμούντου ὑπανέγων γραφάς, διαγνοὺς αὐτὸν ἐκεῖνον αὖθις εἶναι τὸν Βαϊμοῦντον μηδοπωσοῦν ἐπὶ τὸ βέλτιον μεταβληθέντα, δεῖν ἔγνω τῶν ὁρίων τῆς βασιλείας Ῥωμαίων ἀντέχεσθαι καὶ τὴν ἀκάθεκτον αἰτοῦ ὁρμὴν ὡς ἐνὸν ἀνακόπτειν. δυνάμεις τοίνυν πολλὰς μετὰ τοῦ Βουτουμίτου κατὰ τῆς Κιλικίας ἐξέπεμψε καὶ τὸ ἐλλογιμώτατον τοῦ στρατιωτικοῦ καταλόγου, ἄνδρας μαχιμωτάτοις καὶ Ἄρεως ὑπασπιστὰς ἅπαντας καὶ αὐτὸν δὴ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαὴλ, ἀκμάζοντας καὶ ἀρτιφυεῖς τὸ γένειον. οὓς νηπιόθεν προσλαβόμενος ὁ αὐτοκράτωρ καὶ [*](D) τὰ στρατιωτικὰ ἐκπαιδεύσας ὡς εὐνουστέρους τῶν ἄλλων τῷ Βουτουμίτῃ παραδίδωσι μεθ’ ἑτέρων χιλίων ἀνδρῶν γενναίων Κελτῶν καὶ Ῥωμαίων, ἐφ’ ᾧ συμπαρομαρτεῖν τε αὐτῷ καὶ ὑπείκειν ἐν ἅπασιν, ἅμα δὲ καὶ τὸ τυχὸν τῶν καθ᾿ ὥραν ξυμπιπτόντων δι’ ἀπορρήτων γραμμάτων δηλοῦν αὐτῷ. ἔσπευδε δὲ τὴν ἅπασαν χώραν τῆς Κιλικίας κατασχεῖν, ἵν ἐντεῦθεν ῥᾷον τὰ κατὰ τὴν Ἀντιόχειαν ἐξαρτύῃ. Ρ. ἀπάρας οὐν ὁ Βουτουμίτης σὺν ὅλαις δυνάμεσι περὶ Ἀττάλου ἐφθακώς, ἐπεὶ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαὴλ μὴ ὑπείκοντας ἑώρα τῷ τούτου θελήματι, ἵνα μὴ [*](10. Ἄρεως (ως in ras.) F, Ἄρεος Ρ.)
114
ναὶ τὸ ὁΠλιτικὸν συμβαίη στασιάζειν κἀκ τούτου κενόσπουδος ἡ σπουδὴ τῷ Βουτουμίτῃ γένηται καὶ ἄπρακτος τῆς Κιλικίας ἀποπεμφθείη, παραχρῆμα τὰ περὶ τούτου δηλοῖ τῷ αὐτοκράτορι τὴν μετ’ αὐτῶν συνδιατριβὴν παραιτούμενος. ὁ δέ τὰς ἐκ τῶν τοιούτων εἰωθυίας γίνεσθαι βλάβας γινώσκων γοργῶς ἐφ᾿ ἑτέραν ὑπόθεσιν τούτοις τε καὶ ὁπόσοις ὑπόπτους [*](Β) εἶχε διὰ γραμμάτων προὐτρέπετο, ἵνα τὴν Κύπρον τάχιον καταλαβόντες τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ τὴν δουκικὴν ἀρχὴν τηνικαῦτα τῆς νήσου Κύπρου ἀναδεξαμένῳ συνόντες ἐν πᾶσιν ὑπείκωσιν. οἱ δέ ἀσμένως τὰ γράμματα δεξάμενοι θᾶττον πρὸς τὴν Κύπρον διαπλωίζονται· μικρὸν οὖν χρόνον μεῖά τοῦ δουκὸς Κύπρου ἐνδιατρίψαντες τῇ συνήθει ἀναισχυντίᾳ καὶ πρὸς αὐτὸν ἐκέχρηντο. ἔνθεν τοι καὶ λοξὸν αὐτοὺς ὑπεβλέπετο. οἱ δὲ νεανίαι τῆς τοῦ βασιλέως περὶ αὐτοὺς κηδεμονίας μεμνημένοι διὰ τῶν πρὸς τὸν βασιλέα γραμμάτων τοῦ δουκὸς πολλὰ κατέτρεχον τὴν Κωνσταντίνου [*](C) ἀνακαλούμενοι. ἀναπτύξας δέ τὰς ἀυτῶν γραφὰς ὁ αὐτοκράτωρ, ἐπεὶ καί τινας τῶν τῆς μείζονος τύχης, ὅσους ὑπόπτους ὁ αὐτοκράτωρ εἶχε, σὺν αὐτοῖς εἰς Κύπρον ἀπέστειλε, πτοηθεὶς μὴ καὶ αὐτοὶ ἐκ λύπης ἴσως συναπαχθῶσιν ἐκείνοις, εὐθὺς τῷ Καντακουζηνῷ ἐπέσκηψεν ἀναλαβέσθαι τούτους μεθ’ ἑαυτοῦ. ὃς φθάσας εἰς Κυρήνειαν καὶ μετακαλεσάμενος τούτους μεθ’ ἑαυτοῦ ἀνελάβετο. ἀλλὰ ταῦτα [*](21. Κατακουζηνῶ̣ F.)
115
μὲν τὰ περὶ τοῦ Βάρδα φημὶ καὶ τοῦ ἀρχιοινοχόου Μιχαήλ· ὁ δέ γε Βουτουμίτης μετὰ τοῦ Μοναστρᾶ καὶ τῶν σὺν αὐτῷ καταλειφθέντων λογάδων ἡγεμόνων τὴν Κιλικίαν ἐφθακώς, ὡς τοὺς Ἀρμενίους εὗρε σπεισαμένους μετὰ τοῦ [*](V. 265) Ταγγρέ, παραδραμὼν τούτους καὶ τὸ Μαράσιν κατέσχεν αὐτό, ἅμα δέ καὶ τὰς παρακειμένας ἁπάσας κωμοπὸλεις [*](D) καὶ τὰ πολίχνια καὶ ἀποχρώσας δυνάμεις εἰς φρουρὰν τῆς χώρας ἁπάσης καὶ ἡγεμόνα τὸν μιξοβάρβαρον καταλιπὼν Μοναστρᾶν, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, πὼς τὴν βασιλεύουσαν ἐπανέστρεψεν.

Ἐπεὶ δέ ἐξερχόμενοι οἱ Φράγγοι [πρὸς] τὰ πρὸς κατάσχεσιν τῶν πόλεων Συρίας ὑπέσχοντο τῷ [*](Ρ. 335) ἐπισκόπῳ Πίσσης ἱκανά, εἰ τούτοις συνάρηται πρὸς τὸν προκείμενον αἰτοῖς σκοπόν, ὁ δὲ καταπειθὴς τοῖς λόγοις τούτων γεγονὼς καὶ ἑτέρους δύο τῶν παρὰ θάλατταν οἰκούντων ἐς αὐτὸ τοῦτο ἐρεθίσας οὐκ ἀνεβάλλετο, ἀλλ’ ἐξοπλίσας διήρεις τε καὶ τριήρεις καὶ δρόμωνας καὶ ἕτερα τῶν ταχυδρόμων πλοίων εἰς ἐνακόσια περιϊστάμενα ἔξεισιν ὡς πρὸς αὐτοὺς ἀπερχόμενος ἱκανὰ δέ τούτων ἀποτεμόμενος εἰς προνομὴν τῆς Κορυφοῦς, τῆς Λευκάδος, τῆς Κεφαληνίας καὶ τῆς Ζακύνθου ἀπέστειλε. ταῦτα μανθάνων ὁ βασιλεὺς ἐξ ἁπασῶν τῶν ὑπὸ τὴν τῶν Ῥωμαίων ἀρχὴν χωρῶν προσέταξε γενέσθαι πλοῖα. καὶ εἰς αὐτὴν δέ τὴν βασιλεύουσαν [*](Β) [*](1. περὶ τούτων, τοῦ ? 11. πρὸς seclusi. 13. συνάρεται F. 14. λόγοις τούτων F, τούτων λόγως P. 18. ἐνακόσια F, ἐννακόσια P. 20. Κορυφοῦς C, κορυφῶ F, Κορυφῶς Ρ. τῆς Λευκάδος τῆς Κεφαληνίας F, τῆς Κεφαληνίας, τῆς Λευκάδος P. 21. ἀπόστειλε P, correxi.)

116
ἱκανὰ κατασκευάζων, ἐκ διαλειμμάτων εἰς μονῆρες εἰσερχόμενος ἐπέσκηπτε τοῖς κατασκευάζουσιν, ὅπως χρὴ ταῦτα ποιεῖν. γινώσκων δέ τοὺς Πισσαίους τοῦ περὶ τὴν θάλατταν πολέμου ἐπιστήμονας καὶ δεδιὼς τὴν μετ᾿ αὐτῶν μάχην, ἐν ἑκάστῃ πρώρᾳ τῶν πλοίων διὰ χαλκῶν καὶ σιδήρων λεόντων καὶ ἀλλοίων χερσαίων ζώων κεφαλὰς μετὰ στομάτων ἀνεῳγμένων κατασκευάσας χρυσῷ τε περιστείλας αὐτά, ὡς ἐκ μόνης θέας φοβερὸν φαίνεσθαι, τὸ διὰ τῶν στρεπτῶν κατὰ τῶν πολεμίων μέλλον ἀφίεσθαι πῦρ διὰ τῶν στομάτων αὐτῶν παρεσκεύασε διϊέναι, ὥστε δοκεῖν τοὺς λέοντας καὶ τἆλλα τῶν [*](C) τοιούτων ζώων τοῦτο ἐξερεύγεσθαι. οὕτω γοῦν ταῦτά κατασκευάσας μετακαλεσάμενος τὸν Τατίκιον ἐξ Ἀντιοχείας νεωστὶ παραγενόμενον αὐτῷ μὲν τὰ τοιαῦτα πλοῖα παραδεδωκὼς περιφανεστάτην κεφαλὴν ὠνόμασε· τῷ δέ γε Λαντούλφῳ τὸν ἅπαντα στόλον ἀναθέμενος μέγαν δοῦκα προὐβάλετο ὡς τῆς ναυμαχίας εἰδήμονα ἄριστον. ἐξελθόντες οὖν τῆς μεγαλοπόλεως μηνὸς παριππεύοντος Ἀπριλλίου μετὰ τοῦ ῾Ρωμαϊκοῦ στόλου τὴν Σάμον κατέλαβον καὶ τὰ πλοῖα τῇ χέρσῳ προσορμίσαντες ἐξῆλθον πρὸς τὴν ἤπειρον ἐπὶ τῷ διὰ τῆς ἀσφάλτου ἐπὶ πλέον ἀσφαλισμένους κατοχυρῶσαι αὐτά. μεμαθηκότες δέ τὴν τοῦ Πισσαϊκοῦ στόλου διέλευσιν [*](D) τὰ πρυμνήσια λύσαντες καὶ αὐτοὶ ὄπισθεν αὐτῶν ἔθεον ὡς [*](15. προὐβάλετο F (m. 2 in ras.), προὐβάλλετο P. 17. μεγαλοπόλεως F, μεγαλουπóλεως P. 21. αὐτούς P, correxi.)
117
πρὸς τὴν Κῶ. πρωΐας δὲ τῶν Πισσαίων ἄεισε ἑσπέρας οὑτοι ταύτην κατέλαβον. μὴ ἐντετυχηκότες δέ τοῖς Πισσαίοις ἀπῆλθον εἰς τὴν Κνίδον περὶ τὴν ἤπειρον τῆς ἀνατολῆς διακειμένην. κεῖθι δέ παραγενόμενοι, ὡς τῆς ἄγρας ἠστόχουν, ὀλίγοις τινὰς ἐφευρηκότες τῶν Πισαίων αὐτοῦ που καταλειφθέντας ἐπυνθάνοντο, ὅπου ὁ Πισσαϊκὸς ἐξώρμησε στόλος. οἱ δέ πρὸς τὴν Ῥόδον ἔφασαν. καὶ παραχρῆμα [*](Ρ. 336) λύσαντες τὰ πρυμνήσια θᾶττον τούτους κατέλαβον [*](V. 266) μεταξὺ Πατάρων καὶ Ῥόδου. τούτους δ’ οἱ Πισσαῖοι θεασάμενοι μόθου παραυτίκα σχῆμα διατυπώσαντες πρὸς μάχην οὐ τὰ ξίφη μόνον, ἀλλὰ καὶ τὰς καρδίας ἔθηγον. ἐπικαταλαβόντος δέ τοῦ Ῥωμαϊκοῦ στόλου κόμης τις Πελοποννήσιος Περιχύταν καλούμενος ναυλοχεῖν ἄριστα ἐπιστάμενος, ὡς τούτους ἐθεάσατο, ταῖς κώπαις τὸ ἴδιον πτερώσας μονῆρες ὡς εἶχε κατ᾿ αὐτῶν ἴεται. καὶ διὰ μέσου τούτων ὡς πῦρ διελθὼν εἰς τὸν Ῥωμαϊκὸν αὖθις ἐπανέστρεφε στόλον. ὁ μέντοι Ῥωμαϊκὸς στόλος οὐκ εὐτάκτως τῆς μετὰ τῶν Πισσαίων μάχης ἀπεπειρᾶτο, ἀλλ’ ὀξέως καὶ ἀσυντάκτως τούτοις προσέβαλε. [*](Β) καὶ αὐτὸς δέ Λαντοῦλφος πρῶτος προσπελάσας ταῖς Πισσαϊκαῖς ναυσὶν ἄστοχα τὸ πῦρ ἔβαλε καὶ οὐδέν τι πλέον εἰργάσατο τοῦ πυρὸς σκεδασθέντος. ὁ δέ λεγόμενος Ἐλεήμων κόμης ἀναισχύντως μεγίστῳ πλοίῳ κατὰ πρύμναν προσβα- [*](9. Πατάρων F, Παπάρων Ρ. 12. Πελλοπονήσιος Ρ, correxi. 13. Περιχύταν FC, Περιχυτάνης Ρ. 18. τούτοις FC, τούτους Ρ. 19. προσέβαλε F, προσέβαλλε P. 20. ταῖς Πισσαικαῖς F, τοῖς Πισσαίοις P.)
118
λῶν τοῖς πηδαλίοις τούτου περιπεσὼν καὶ μὴ εὐχερῶς ἔχων ἐκεῖθεν διαπλωΐσασθαι κατεσχέθη ἄν, εἰ μὴ γοργῶς πρὸς τὴν σκευὴν ἀπεῖδε καὶ πῦρ κατ’ αὐτῶν ἀφεὶς οὐκ ἄστοχα ἔβαλεν· εἶτα τὴν ναῦν ἐπὶ θάτερα γοργῶς μεταφέρων καὶ ἑτέρας παραχρῆμα τρεῖς μεγίστας ἐπυρπόλει τῶν βαρβάρων ναῦς. ἐπεὶ δ’ ἅμα καὶ συστροφὴ ἀνέμου τὴν θάλατταν ἀθρόον [*](C) ἐπεισπεσοῦσα διετάραττε τάς τε ναῦς συνέτριβε καὶ μονονὺ βυθίζειν ἠπείλει (ἐρρόχθει γὰρ τὸ κῦμα, αἱ κεραῖαι τά θ᾿ ἱστία διερρήγνυντο), ἐκδειματωθέντες οἱ βάρβαροι τὸ μέν διὰ τὸ πεμπόμενον πῦρ (οὐδὲ γὰρ ἐθάδες ἦσαν τοιούτων σκευῶν ἢ πυρὸς ἄνω μέν φύσει τὴν φορὰν ἔχοντος, πεμπομένου δ’ ἐφ’ ἃ βούλεται ὁ πέμπων κάτα τε τὸ πρανές πολλάκις καὶ ἐφ’ ἑκάτερα), τὸ δέ ὑπὸ τοῦ θαλαττίου κλύδωνος συγχυθέντες τὸν νοῦν φυγαδείας ἥψαντο. οὕτω μέν οὖν τὰ τῶν βαρβάρων· ὁ δέ τοι Ῥωμαϊκὸς στόλος νησιδίῳ τινὶ προσώκειλεν οὑτωσί πως καλουμένῳ Σεύτλῳ. αὐγαζούσης δέ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες τῇ Ῥόδῳ προσώρμισαν. τῶν πλοίων οὖν ἀποβάντες καὶ ἐξαγαγόντες ὅσους [*](D) ἔφθασαν κατασχεῖν καὶ αὐτὸν δὴ τὸν τοῦ Βαϊμούντου ἀδελφιδοῦν ἐξεδειμάτουν αὐτοὺς ὡς μέλλοντες τιμῆς πάντας ἀπεμπολεῖν ἢ κατασφάττειν. ὡς δὲ ἀκαταπλήκτους πρὸς τοῦτο ἑώρων αὐτοὺς καὶ τὴν ἀπεμπόλησιν ἐν οὐδενὶ τιθεμένους, εὐθὺς ξίφους παρανάλωμα πεποιήκασιν. οἱ δέ γε [*](6. ἀθρόον ἐπεισπεσοῦσα F, ἐπεισπεσοῦσα ἀθρόον P. 8. ἐῤῥόχθει C, ἐῤῥόχθη Ρ. 10. οὐδὲ F, οὐ P. 16. που Ρ, correxi. 17. προσώρμισαν C, προσώρμησαν P.)Βο
119
περιλειφθέντες τοῦ Πισσαϊκοῦ στόλου πρὸς τὸ τὰς παρατυχούσας νήσοις καὶ τὴν Κύπρον ληΐζεσθαι ἀπέβλεψαν. ἔνθα ὤν ὁ Φιλοκάλης Εὐμάθιος κατ᾿ αὐτῶν ἱέτω. οἱ δὲ περὶ τὰς ναῦς δειλίᾳ συσχεθέντες μηδὲ τοῦ ἐξιόντος [*](Ρ. 337) προνομῆς χάριν ἀπὸ τῶν πλοίων αὐτῶν λαοῦ πεφροπικότες, ἀλλὰ τοῖς πλείονας περὶ τὴν νῆσον ἐάσαντες, ἀσυντάκτως οὕτω λύσαντες τὰ πρυμνήσια πρὸς τὴν Λαοδίκειαν ἀπέπλεον τὸν Βαϊμοῦντον ἐπὶ νοῦν ἔχοντες. καὶ δὴ καὶ καταλαβόντες προσεληλύθεσάν τε αὐτῷ καὶ τὴν μετ᾿ αἰτοῦ ἀγάπην ἀσπάζεσθαι ἔλεγον· ὁ δέ, ὁποῖος ἐκεῖνος, ἀσμένως αἰτοῖς ὑποδέχεται. ἐπεὶ δ’ οἱ περὶ τῆς ἠϊόνα καταλειφθέντες λαφυραγωγίας ἕνεκα, ὑποστρέψαντες τὸν ἴδιον στόλον οὐχ ἑώρων, ἔρριπτον ἀφειδῶς ἑαυτοὺς εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγοντο. οἱ δὲ τοῦ Ῥωμαϊκοῦ στόλου θαλασσοκράτορες καὶ [*](Β) αὐτὸς δὴ ὁ Λαντοῦλφος καταλαβόντες τὴν Κύπρον συνεληλυθότες περὶ εἰρήνης ἐπερωτᾶν ἐβουλεύοντο. πάντων οὐν ὁμογνωμονησάντων πρὸς τοῦτο, στέλλεται ὁ Βουτουμίτης πρὸς τὸν Βαϊμοῦντον. τοῦτον οὖν θεασάμενος καὶ παρακατασχὼν ἐπὶ ὅλως πέντε καὶ δέκα ἡμέραις, ἐπεὶ τὴν Λαοδίκειαν [*](V. 267) καὶ λιμὸς κατειλήφει καὶ ὁ Βαϊμοῦντος αὖθις Βαϊμοῦντος ἦν καὶ οὐκ ἠλλοίωτο οὔτε μὴν εἰρηνεύειν ἐμεμαθήκει, μεταπεμψάμενος αἰτόν φησιν “οὐ διὰ φιλίαν ἢ εἰρήνην αὐτὸς ἐνταυθοῖ παραγέγονας, ἀλλ’ ἐφ᾿ ᾧ τὰς ἐμὰς [*](8. καὶ δὴ καὶ] καὶ δὴ C. 9. προσεληλύθεσαν F, προσεληλύθησαν P. 13. ἀφειδῶς ἑαυτοὺς F, ἑαυτοὺς ἀφειδῶς P.)
120
ἐμπρῆσαι ναῦς. ἄπιθι τοίνυν· ἀρκεῖ γάρ σοι αὐτὸ τοῦτο [*](C) τὸ άνακρωτηρίαστον τῶν ἐνταῦθα ἀπολυθῆναι.” ἀπάρας οὖν ἐκεῖθεν καταλαμβάνει τοὺς αὐτὸν ἀποστείλαντας περὶ τὸν λιμένα τῆς Κύπρου. καὶ τὴν Βαϊμούντου πονηρὰν γνώμην ἐπὶ πλέον ἐκ τῶν ἐκεῖθεν μηνυμάτων διαγνόντες καὶ ὡς ἀδύνατον σπείσασθαι μετὰ τοῦ αὐτοκράτορος ἐκεῖθεν ἀπάραντες ὅλοις ἱστίοις τὴν πρὸς τὴν μεγαλόπολιν ὑγρὰν ἐπέπλεον κέλευθον. κατὰ δέ τὴν Συκὴν τρικυμίας μεγάλης καὶ κλύδωνος διεγερθέντος σφοδροῦ τὰ πλοῖα τῇ χέρσῳ προσραγέντα ἡμίθραυστα πάντα γεγόνασι πλὴν τῶν νηῶν ὧν ἐξῆρχεν ὁ Τατίκιος. ἀλλὰ τὰ μὲν κατὰ τὸν Πισσαϊκὸν στόλον ὧδέ πη προκεχωρήκει· ὁ δὲ Βαϊμοῦντος φύσει πονηρότατος [*](D) ὢν ἐδεδίει, μὴ τὸ Κούρικὸν ὁ βασιλεὺς προκατάσχῃ καὶ στόλον ῾Ρωμαϊκὸν τῷ λιμένι προσορμίσας φυλάττῃ μέν τὴν Κύπρον, ἀπείργῃ δέ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας διὰ τῆς παρ- αλίας τῆς ἀνατολῆς μέλλοντας ἰέναι πρὸς αὐτὸν συμμάχους. ταῦτα οὖν λογιζόμενος αὐτὸς τοῦτο ἀνοικοδομῆσαι καὶ τὸν λιμένα κατασχεῖν ἐβούλετο. πόλις γὰρ πρότερον οὖσα ἐρυμνοτάτη τὸ Κοόρικον ἐν ὑστέροις ἔφθασεν ἐριπωθῆναι χρόνοις. ὁ δέ γε αὐτοκράτωρ ταῦτα προμηθευσάμενος καὶ [*](P. 338) τὰς ἐπινοίας αὐτοῦ προκαταλαβὼν πέμπει τὸν ἐκτομίαν Εὐστάθιον ἀπὸ τῆς τοῦ κανικλείου ἀξίας μέγαν δρουγγάριον τοῦ στόλου προχειρισάμενος ἐπισκήψας αὐτῷ σπεῦσαι [*](1. αὐτὸ τοῦτο F, αὐτὸ om. P. 7. ἐπέπλεον scripsi: ὑπέπλεον P. 8 κλύδωνος FC, κλυδώνου P. 10. νηῶν F, νεῶν P. 11. ὧδε πη F, ὧδέπω P.)
121
καταλαβεῖν τὸ Κοὐρικον καὶ διὰ τάχους ἀνοικοδομῆσαί τε αὐτὸ καὶ τὸ κάστρον Σελεύκειαν στάδια ἓξ τούτου ἀφισταμένην καὶ δύναμιν ἀποχρῶσαν καταλιπεῖν ἐν αἰτοῖς, δοῦκα δὲ προχειρίσασθαι Στρατήγιον τὸν Στραβόν, ἄνδρα μικρὸν μὲμ τῷ σώματι, ταῖς δὲ πολεμικαῖς ἐμπειρίαις πολύν τε καὶ μέγιστον, ἀλλὰ καὶ εἰς τὸν λιμένα στόλον ἱκανὸν προσορμίσαι καὶ παραγγεῖλαι ἐγρηγορέναι καὶ ἐνεδρεύειν τοὺς ἀπὸ Δογγιβαρδίας εἰς ἀρωγὴν τοῦ βαϊμούντου ἐρχομένους, ἐπαρήγειν δέ καὶ τῇ Κύπρῳ. ἐξελθὼν οἶν ὁ ῥηθεὶς δρουγγά- [*](Β) ριος τοῦ στόλου καὶ προκαταλαβὼν τὰ τοῦ βαϊμούντου διανοήματα ἀνεγείρει μέν αὐτὸ καὶ εἰς τὴν προτέραν ἀποκαθιστᾷ κατάστασιν. παραχρῆμα δέ καὶ τὴν Σελεύκειαν οἰκοδομήσας καὶ κατοχυρώσας διὰ τάφρων γυρόθεν δυνάμεις τε ἱκανὰς ὲν ἀμφοτέροις καταλιπὼν μετὰ τοῦ δουκὸς κατελθὼν εἰς τὸν λιμένα καὶ στόλον ἀποχρῶντα ὲν αὐτῷ καταλιπὼν κατὰ τὰς τοῦ αὐτοκράτορος εἰσηγήσεις ἐπαναξεύγνυσι πρὸς τὴν μεγαλόπολιν. καὶ μεγάλως παρὰ τοῦ αὐτοκράτορος ἐπαινεθεὶς δαψιλῶς πεφιλοτίμηται.

Ἀλλὰ ταῦτα μέν τὰ κατὰ τὸ κουρικὸν· μετὰ δὲ παραδρομὴν ἐνιαυτοῦ ἀναμαθὼν ὁ βασιλεὺς ὅτι καὶ Γενούσιος [*](C) στόλος εἰς συμμαχίαν τῶν Φράγγων ἐξελθεῖν ἐτοιμάξεται, στοχασάμενος ὅτι οὐ μικρᾶς βλάβης παραίτιοι καὶ [*](8. τἠν ἀρωγὴν P, τὴν om. F. τῆ F, τὴν C, τῷ P. 14. τὲ F, τὰς Ρ. 20. Φνούσιος C; sic semper. 22. παραίτιοι καὶ F, καὶ παραίτιοι P.)

122
αὐτοὶ τῇ τῶν Ῥωμαίων ἀρχῇ ἔσονται, τὸν μὲν διὰ τῆς ἠπείρου μετὰ ἀποχρώσης δυνάμεως, τὸν δέ Δαντοῦλφον γοργῶς ἐξοπλίσας μετὰ στόλου διὰ θαλάσσης [*](V. 268) ἀπέστειλε παρακελευσάμενος αὐτῷ τὸ τάχος καταλαβεῖν τὰ κατώτερα, ἐφ’ ᾦ τὸν μετὰ τῶν Γενουσίων ἐκεῖσε διερχομένων ἀναδέξασθαι πόλεμον. τούτων οὖν ἀπελθόντων ἔνθα καὶ προσετάχθησαν, χειμὼν βαρὺς ἐπιγέγονε καἲ ἀφόρητος, ὑφ’ οὗ καὶ πολλὰς τῶν νηῶν συνέβη διαθραυσθῆναι. ἅσπερ [*](D) πάλιν πρὸς τὴν χέρσον ἑξελκύσαντες ἐπιμελῶς τὴν διὰ τῆς ὑγρᾶς πίσσης ἐπίχρισιν ταύταις ἐπέφερον. τηνικαῦτα δέ καὶ ὁ Καντακουζηνὸς τὸν τῶν Γενουσίων στόλον περὶ τὰ κατώτερα διαπλένοτα ἐγγύς που εἶναι μεμαθηκὼς ὑποτίθεται τῷ Δαντούλφῳ ὁξτωξαλθδεκα ναῦς ἀναλαβέσθαι τοσαύτας γὰρ μόνας συνέβη τῷ τότε ἀποπλέειν τῶν ἄλλων ἐξελκυσθεισῶν τῆς θαλάσσης) καὶ ἀπελθόντα κατὰ τὸ ἀκρωτήριον τοῦ Μαλέου προσοκεῖλαι αὐὰς κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας καὶ διερχομένων τῶν Γενουσίων, εἰ μὲν τὸν μετ’ αὐτῶν ἀποθαρροίη πόλεμον, εὐθὺς τὴν μετ’ αὐτῶν ἀναδέξασθαι μάχην, εἰ δ’ οὐ, τὴν σωτηρίαν ἑαυτῷ καὶ ταῖς ὑπ’ αὐτὸν νηυσὶ σὺν αὐτοῖς πλωτῆρσιν εἰς Κορώνην προσοκείλαντι περιποιήσασθαι. ὁ δ’ ἀπελθὼν καὶ τὸν πολὺν στόλον τῶν Γενουσίων θεασάμενος καὶ ἀπαγορεύσας τὴν [*](P. 339) μετ' αὐτῶν μάχην θᾶττον τὴν Κορώνην κατέλαβεν. ὁ δέ [*](1. αὐτοὶ om. C. Κατακουζηνὸν F; sic fere semper. 3. θαλάσσης F, θαλάττης P. 6. τούτων οὑν F, οὑν om. P. 8. διαθραυθῆναι P, correxi. 10. ἐπίχρισιν F, ἐπίχρησιν P. 18. θαῤῥοίη C. 19. οὐ] οὖν?)
123
Καντακουζηνὸς τὸν ὅλον Ῥωμαϊκὸν στόλον ὡς ποιησάμενος καὶ τοὺς συνόντας αὐτῷ ἐκεῖσε συναγαγὼν ὡς εἶχε τάχους κατόπιν τῶν Γενουσίων ἐδίωκε. μὴ ἐφθακὼς δέ τὴν Λαοδίκειαν κατέλαβε σπεύδων πρὸς πρὸς μετὰ Βαϊμούντου πολέμους ὄλῃ γνώμη καὶ χειρὶ ἀποδύεσθαι. καὶ μέντοι καὶ ἔργου ἁψάμενος τὸν λιμένα κατέλαβε καὶ διὰ πάσης νυκτὸς καὶ ἡμέρας τῆς τειχομαχίας οὐκ ἀφίστατο. ὡς δ’ ἄπρακτος τοῦ λοιποῦ ἔμενε μυριάκις μὲν προσβαλών, τοσαυτάκις δ’ ἀποτυχὼν καὶ πὴ μὲν ὑποποιούμενος τοὺς οὐκ ἔπειθε, πῆ δέ μαχόμενος ἀπετύγχανε, τειχίον τι [*](B) διὰ ξηρῶν λίθων κυκλοτερὲς δειμάμενος ἀναμεταξὺ τῆς ψάμμου καὶ τῶν τειχῶν Λαοδικείας ἐν τρισὶ κἄκτοτε ὡς ἔρεισμα τοῦτο κτησάμενος ἕτερον πολίχνιον δι’ ἐγχορήγου ὕλης ἐντὸς τούτου θᾶττον ἀνήγειρεν ἵν’ ἐντεῦθεν ὡς ἐξ ὁρμητηρίου τινὸς γενναιότερον τῆς τειχομαχίας ἀντέχοιτο. χοιτο. ἀλλὰ καὶ πύργους δύο διὰ τοῦ στομίου τοῦ λιμένος ἐφ’ ἑκάτερα οἰκοδομήσας ἅλυσιν σιδηρᾶν διαμπερὲς τούτων εἰσελάσας δι’ αὐτοῦ ἀπετάφρευε τὰς ἴσως ἐλπιζομένας βοήθειαν τῶν Κελτῶν ἐκ θαλάττης ναῦς. ἐν ταὐτῷ δὲ καὶ πολλὰ τῶν περὶ θάλατταν πολιχνίων κατέσχε, τό τε Ἀργυρόκαστρον C καλούμενον, τὸ Μαρχάπιν, τὰ Γάβαλα καὶ ἄλλα [*](5. πολέμους F, πολεμῆσαι P. 6. καὶ F, τοῦ P, 8. λοιποῦ C, λοποῦ P. 14. ἐγχωρήγου Ducangius. 19. ἐν ἁ ταὐτῷ FC, ἐνταῦθα P. 21. ἀλλά τ F, ἀλλ’ ἅττα P.)
124
τινὰ μέχρις αὐτῶν συνόρων Τριπόλεως ἐφθακώς, ἅπερ πρότερον μέν φόρους τοῖς Σαρακηνοῖς ἐδίδουν, ἐν ὑστέροις δέ παρὰ τοῦ αὐτοκράτορος πολλοῖς ἱδρῶσι καὶ πόνοις ἐπανεσώθησαν. ὁ μέντοι βασιλεὺς δέον λογισάμενος καὶ ἀπὸ τοῦ μέρους τῆς ξηρᾶς πολιορκῆσαι τὴν Λαοδίκειαν, γινώσκων ἐκ μακροῦ τὸν δεινὸν Βαϊμοῦντον καὶ τὰς αὐτοῦ μηχανάς, ὁποῖος ἐκεῖνος δεξιὸς ἦθος ἀνθρώπου έν βραχεῖ καταμαθεῖν, καὶ τῆς αὐτοῦ δολερᾶς καὶ ἀποστατικῆς γνώμης κατάληψιν ἀκριβῆ ἔχων, τὸν Μοναστρᾶν μετακαλεσάμενος [*](D) μετὰ ἀποχρώσης δυνάμεως διὰ τῆς ἠπείρου ἀπέστειλεν, ὥστε ἐν ταὐτῷ τὸν μέν Καντακουζηνὸν ἐκ θαλάττης, αὐτὸν δέ ἐκ [*](V. 269) τοῦ μέρους τῆς ἠπείρου πολιορκεῖν τὴν Λαοδίκειαν. ὁ Καντακουζηνὸς πρὸ τοῖ, τὸν Μοναστρᾶν ἐφθακέναι τὸν λιμένα καὶ τὸ κάστρον αὐτὸ κατέσχε· τὴν μέντοι ἀκρόπολιν, ὅπερ κουλᾶ νῦν ἡ συνήθεια καλεῖν εἴωθεν, ἔτι Κελτοὶ Κελτοὶ κατεῖχον πεζοὶ πεντακόσιοι καὶ ἱππεῖς ἑκατόν. τούτων τῶν πολιχνίων τὴν κατάσχεσιν ὁ βαϊμοῦντος ἀκηκοώς, μεμαθηκὼς δέ καὶ ἀπὸ τοῦ φυλάσσοντος κόμητος τὴν τῆς Λαοδικείας ἀκρόπολιν, ὅτι ἐπιδεής ἐστι χορτασμάτων, [*](P. 340) τῶν ὑπ’ αὐτὸν δυνάμεων πασῶν τοῦ τε ἀνεψιοῦ αὐτοῦ Ταγγρὲ καὶ τοῦ Ἰσαγγέλη ἑνωθεὶς καὶ βρώσιμα παντοῖα ἐπισάξας ἐν ἡμιόνοις καὶ τὴν Λαοδίκειαν καταλαβὼν τὰ μὲν θᾶττον εἰσήγαγεν εἰς τὸ κουλᾶ, μετὰ δέ γε τοῦ Καντακουζηνοῦ εἰς ὁμιλίαν ἐλθὼν τοιαῦτα πρὸς αὐτὸν ἔφη “τίνα [*](2. ἐδίδουν ἐδίδου Ρ. 9. κατάληψιν FC, κατάλιψιν Ρ. 17. ἀκηκοώς in ras. F. 20. ταῖς τοῦ? 21. ἐπισάξας F, ἐπισυνάξας Ρ.)
125
σκοπὸν ἔχων πρὸς οἰκοδομὰς καὶ κτίσεις ἀπέβλιψας;” ὁ δέ “οἶδας ὅτι δουλείαν ὁμολογήσαντες τῷ αὐτοκράτορι καὶ τὰς παρ᾿ ὑμῶν αἱρουμένας πόλεις ἐνωμότως παραδοῦναι κατέθεσθε. εἶτα αὐτος καταψεισάμενος τῶν ὁρκίων, ἀθετήσας δέ καὶ τὰς εἰρηνικὰς σπονδὰς καὶ ταυτηνὶ τὴν πόλιν ἑλὼν [*](B) καὶ παραδοὺς ἡμῖν μεταγνοὺς αὖθις κατέσχες, ὥστε μάτην αὐτὸς ἐνταυθοῖ παρεγενόμην ἐπὶ τῷ τὰς παρ᾿ ὑμῶν αἱροιμένας πόλεις ἀναλαμβόνεσθι” ὁ δὲ Βαϊμοῦνἶος “διὰ χρημάτων ἢ διὰ σιδήρου ταύτας ἐλπίζων ἐξ ἡμῶν λαμβάνειν ἥκεις;" ὁ δέ “τὰ χρήματα οἱ συνεφεπόμενοι ἡμῖν ἔλαβον ἐπὶ τῷ ἐκθύμως ἀγωνίζεσθαι”. ὁ δέ Βαϊμοῦντος θυμοῦ πλησθεὶς ἔφη “ἄτερ χρημάτων ἴσθι ὡς οὐδὲ φρούριον κατασχεῖν δινηθῇς.” καὶ τηνικαῦτα τὰς ὑπ᾿ αὐτὸν φάλαγγας παρέθηξε μέχρις αὐτῶν πυλῶν τῆς πόλεως ἐξιππάσασθαι. οἱ δέ τοῦ Καντπκου- [*](C) ζηνου τὰ τείχη τηροῦντες δίκην νιφάδος τοὺς ὁϊστοὺς κατὰ τῶν τοῖς τείχεσι προσπελαζόντισν Φράγγων ἐπαφιέντες μικρόν τι τούτους ἀπώσαντο. καὶ παραχρῆμα ὁ Βαϊμοῦντος συναγαγὼν ἅπαντας εἰσῆλθεν ἐντὸς τῆς ἀκροπόλεως. ὑποπτεύσας δὲ τὸν φυλάσσοντα κόμητα μετὰ τῶν ὑπ᾿ αἰτὸν Κελτῶν ἕτερον εἰς φυλακὴν τῆς πόλεως ἔπεστισεν ἐκείνους ἐκεῖθεν ἀπελάσας. ἅμα δὲ καὶ τοὺς ἀγχοῦ τῶν τειχῶν ὄντας ἀμπελῶνας ἠρίπωσεν, ὥστε μὴ ἐμποδὼν τοῖς ἱππά- [*](16. ἐπανέντες FC, ἐπαφέντες P. 17. ἀπώσαντο . . . (p. 129, 7) χεῖρας om. F; scilicet unum folium in codice deest: in mg. m. 2: λείπει ἐντεῦθεν φύλλον ἕν. 19. αὐτῶν P, correxi.)
126
ζεσθαι μέλλουσι καθεστάναι Λατίνοις. ταῦτα μέν οὕτω καταστήσας [*](D) ἐκεῖθεν ἐξελθὼν τὴν Ἀντιόχου κατέλαβεν. ὁ δέ Καντακουζηνὸς οὐκ ἠμέλει παντοίως πολιορκῶν τε καὶ διὰ μυρίων μηχανᾶν τε καὶ ἐπιχειρημάτων καὶ ἐλεπόλεων συνταράσσων τοὺς ἐντὸς τῆς ἀκροπόλεως Λατίνους. ἀλλὰ καὶ Μοναστρᾶς διὰ τῆς ἠπείρου ἐρχόμενος μετὰ τοῦ ἱππικοῦ φοσσάτου παραλαμβάνει τήν τε Λογγινιάδα, τὴν Ταρσόν, τὴν καὶ τὴν Μάμισταν καὶ αὐτὴν δὴ τὴν Κιλικίαν ἅπασαν.

Πρὸς δὲ τὰς τοῦ αὐτοκράτορος ἀπειλὰς ὁ Βαϊμοῦντος ὀρρωδήσας καὶ μὴ ἔχων ὅ τι καὶ χρήσαιτο πρὸς ἄμυναν οὔτε γὰρ κατ’ ἤπειρον εἶχεν ἀξιόλογον στράτευμα οὔτε [*](P. 341) θάλατταν στόλον· ἑκατέρωθεν γὰρ αὐτῷ ὁ κίνδυνος [*](V. 270) ματο) μηχανᾶταί τι τοιοῦτον σφόδρα μέν ἀγεννές, σφόδρα δὲ πανουργότατον. πρῶτον γὰρ τὴν Ἀντιόχου πόλιν καταλείψας τῷ τοῦ Μαγκέση Ταγγρὲ καὶ τούτου ἀδελφιδῷ αὐτὸς ἁπανταχόθεν φήμας πέμπει περὶ ἐαυτοῦ, ὡς ἄρα ὁ Βαϊμοῦντος ἀποτεθνήκει, καὶ ζῶν ἔτι ὡς περὶ κατοιχομένου αὐτοῦ τὴν οἰκουμένην διέθετο. καὶ ἡ φήμη διέτρεχεν ἁπανταχῆ πτερῶν ταχυτέρα καὶ τὸν Βαϊμοῦντον νεκρὸν ἐκήρυττε. καὶ δῆτα ὡς ἑώρα τὰ τῆς φήμης ἀποχρώντως ἔχειν, λάρναξ τὸ ἐντεῦθεν ξυλίνη καὶ ναῦς διήρης, ἐν ᾑ κατατιθεμένη ἡ λάρναξ καὶ ὁ ἔμπνους οὗτος νεκρὸς ἀπὸ τοῦ Σουδεΐ, ὅπερ [*](B) ἐστὶ τῆς Ἀντιοχείας ἐπίνειον, ἐπὶ τὴν Ῥώμην ἀπέπλει. [*](11. εἶχεν ἀξιόλογον Α, εἶχε. Ρ. 15 μαρκέσση Α. 20. τὰ τῆς C, τὰ om. P. ἀποκρόντως P, correxi. lacunam signavi: κατεσκευάζετο vel simile verbum deest. 21. κατατιθεμένη scripsi: καταθεμένη P. 22. σουδὲ Α.)

127
διαπόντιος ὡς νεκρὸς ἐκομίζετο τὰ μὲν ἔξωθεν νεκρὸς καὶ τῇ σορῷ καὶ τοῖς τῶν ἀμφ’ αὐτὸν σχήμασιν καὶ γὰρ ἑκασταχοῦ γινόμενοι ἀπέτιλλόν τε τὰς τρίχας οἱ βάρβαροι καὶ σαφῶς ἀνωλόλυζον), τὰ δ᾿ ἔνδον ἐκεῖνος ἐκτάδην κείμενος τούτων νεκρὸς ἦν τὰ δ’ ἄλλα εἰσέπνει τε τὸν ἀέρα καὶ ἀπέπνει διά τινων κρυφίων ὀπῶν. ταῦτα μέν ὲν τοῖς παραλίοις· ἐπειδὰν δὲ κατὰ πελάγους τὸ σκάφος γένοιτο, τροφῆς τε αἰτῶ μετεδίδοσαν καὶ έπεμελοῦντο· καὶ μετὰ τοῦτο πάλιν οἱ αὐτοὶ θρῆνοι καὶ τὰ αὐτὰ μαγγανεύματα. ἵνα δέ καὶ δοκοίη ὁ νεκρὸς ἕωλος εἶναι καὶ ὀδωδώς, ἀλεκτρυόνα ἀποπνίφαντες [*](C) ἢ ἀποσφάξαντες ἐνέθηκαν τῷ νεκρῷ. καὶ εὐθὺς ἐκεῖνος εἰς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν βαρυδμότατος ἢν ὄσφρησιν ἔχοτσιν. καὶ ἐδόκει μέν τοῦ χρωτὸς Βαϊμούντου τὸ βαρὺ τῆς ἀναπνοῆς τοῖς ἔξωθεν ἠπατημένοις· πλέον δ᾿ ἐκεῖνος ὁ βαϊμοῦντος τοῦ ἐπιπλάστου κανοῦ ὥστε ἔγωγε θαυμάζω, πῶς τοσαύτην ὑπήνεγκε τῆς ῥινὸς πολιορκίαν ζῶν ἔτι μετὰ νεκροῦ συμφερόμενος ἀλλ’ ἀλλ᾿ μεμάθηκα, ὡς ἄρα πᾶν τὸ γένος δυσανάκλητον, ἐφ’ ὅπερ ἂν ἐφορμήσειε, καὶ οὐδὲν αἰτῶ φορτικώτατον ὅ μὴ ἐνέγκοι καθάπαξ ἐμβάλλον ἐαυτὸ πρὸς [*](D) αὐθαιρέτοις κακώσεις. καὶ γὰρ οἶτος μηδέπω ἀποθανών, ἀλλὰ σχήματι μόνῳ ἀποθανὼν οὐκ ἀπώκνησε ζῆν μετὰ [*](1. τὰ C, τῷ P. καὶ C, ἡ Ρ. 4. δ᾿ A, δὲ 15. συναπέλαβεν A. 19. γένος] δύστροπον τι καὶ A. ἐξορμήσειεν ἂν A. 20. καθάπερ A. 22. ἀλλὰ σχήματι μόνῳ ἀποθανὼν C, om. P.)
128
ἀποθανόντων σωμάτων. τέχνη μὲν οὖν τοῦ βαρβάρου αὕτη πρώτη καὶ μόνη κατὰ τὴν καθ’ ἡμᾶς οἰκουμένῳ πέφηνεν εἰς καταστροφὴν ἀποβλέπουσα τῆς Ῥωμαίων οὐδὲ πρὸ ταύτης βάρβαρος ἢ Ἕλλην τοιαῦτα κατὰ ἐμηχανήσατο οὐτ’ ἄν, οἶμαι, μετὰ ταῦτα ὁ καθ’ ἡμᾶς θεάσαιτο βίος. ἐπεὶ δὲ τὴν κορυφῶ καταλάβοι, ὡσπερ εὶς ἀκρώρειάν τινα γενόμενος καὶ κορυφὴν καὶ κρησφύγετον τὴν [*](P. 342) Κορυφὼ ταυτηνὶ καὶ ἐν τῷ ἀκινδύνῳ τυγχάνων τε ἀπὸ τῶν ἐν δόξῃ νεκρῶν καὶ τὴν νεκροφόρον ἐκεῖσε λάρνακα καταλείψας ἡλίου τε ἐνεφορεῖτο πλείονος καὶ τοῦ ὤρος ἀνέπνει καθαρωτέρου καὶ περιενόστει τὴν πόλιν τὴν Κορυφώ· ὃν ἐωρακότες ἐν ξένη καὶ βαρβαρικῇ στολῇ άνεπυνθάνοντο τό τε γένος καὶ τὴν τύχην καὶ τις τε εἴη καὶ πόδεν ἥκει καὶ εἰς οὑς παραγίνεται. ὁ δέ τῶν μέν ἄλλων ὑπερεώρα πάντων, ἀνεζήτει δὲ τὸν δοῦκα τῆς πόλεως. ἠν δὲ ἅν οὗτος Ἀλέξιός τις θέματος Ἀρμενιακοῦ γενόμενος. ὃν θεασάμενος μετὰ σοβαροῦ τοῦ βλέμματός τε καὶ σχήματος [*](Β) καὶ σοβαρᾷ τῇ φωνῇ χρώμενος καὶ ὅλως βαρβαρικῇ ἀπαγγεῖλαι προσέταττεν Ἀλεξίῳ τῷ αὐτοκράτορι ὃτι [*](V. 271) έγὼ βαϊμοῦντος ἐκεῖνος ὁ τοῦ Ῥομπέρτου, ὃν ὁ ἀνέκαθεν χρόνος καὶ σέ καὶ τὴν ὑπὸ σὲ βασιλείαν ἐδίδαξεν, ὁπόσος τίς εἰμι τὴν ἀνδρείαν καὶ τὴν ἔνστασιν. ἐφ’ ᾧπερ ἂν καὶ τὴν ῥοπὴν λάβοιμι, ὡς οὐκ ἂν ἀνασχοίμην, ἴστω Θεός, τῶν [*](8. ἀνέγρετο A. 16. Ἀρμενιακοῦ C, Ἀρμενικοῦ Ρ. 20. ὃν ὁ scripsi: ὃν P. 21. ὑπὸ scripsi: ὐπὲρ P.)
129
τρὸς έμὲ ἐμὲ γεγενημένων ναῶν. ἐξ ὅτου γὰρ διὰ τὴν Ἀντιόχου κατέλαβον καὶ Σιρίαν ὅλην ἡνδραποδισάμην τῷ ἐμῷ δόρατι, πολλῆς παρὰ σοῦ καὶ τῆς σῆς στρατιᾶς πικρίας ἀνεφορήθην ἐλπίσιν ἐξ ἐλπίδων παραπεμπόμενος καὶ εἰς μυρίας συμφορὰς καὶ πολέμους βαρβαρικοὺς ἐμβαλλόμενος. [*](C) ἀλλὰ νῦν γε ἴσθι με, κἂν ἀπέθανον, πάλιν ἐξ ὑπαρχῆς ἀναβεβιωκότα καὶ τὰς σὰς διαδεδρακότα χεῖρας. πάντα γὰρ ὀφθαλμὸν καὶ πᾶσαν χεῖρα καὶ γνώμην διαλαθὼν ἐν σχήματι ἀποτεθνηκότος νῖν καὶ ζῶν καὶ κινούνενος καὶ τὸν ἀέρα πνέων ἐκ τῆσδε τῆς Κορυφοῦς διαπέμπω πάνυ μεμισημένας ἀγγελίας τῇ σῇ βασιλείᾳ, ἃς καὶ ἀναμαθὼν οὐκ ἂν περιχαρῶς ἀποδέξαιο, ὡς μὲν τῷ Ταγγρὲ καὶ ἐμῷ ἀνεψιῷ τὴν Ἀντιόχου παρακατεθέμην παρακατεθέμην πρὸς τοὺς σοὺς στρατηγοὺς ἀντίμαχον ἀξιόμαχον καταλείψας αὐτόν, αὐτὸς δὲ [*](D) πρὸς τὴν ἰδίαν ἄπειμι χώραν σοὶ μὲν νεκρὸς φημιζόμενος καὶ τοῖς σοῖς, ἐμοὶ δέ καὶ τοῖς ἐμαυτοῦ καὶ ζῶν καὶ κατὰ σοῦ δεινὰ βουλευόμενος. ἐφ’ ᾧ γὰρ τὶν ὑπὸ σέ Ρωμανίαν κλονήσειν, καὶ ζῶν ἀποτέθνηκα καὶ ἀποθανὼν ἔζησα. εἰ γὰρ τὴν ἀντιπέραν ἤπειρον καταλάβοιμι καὶ Δογγιβάρδους καὶ πάντας Δατίνους καὶ Γερμανοὺς καὶ τοὺς καθ’ ἡμᾶς Φράγγους ὀψαίμην, ἄνδρας Ἄρεως μνήμονας, πολλῶν φόνων [*](4. ἀνεφύρθνη? 9. καὶ κηνούμενος sic Α, κινούμενος P. 10. Κορυφὼ Α. 13. παρακατεθέμην FA, παρακαταθέμην. P. 15 sq. σοὶ μὶν... ζῶν καὶ om. C. 17. κατὰ σοῦ δεινὰ F, δεινὰ κατὰ σοῦ C, κατὰ δεινὰ σοῦ Ρ. 21. ὀψοίμην Α. Ἂρεως F, Ἄρεος PA.)
130
καὶ πολλῶν αίμάτων τὰς σὰς ἐμπλήσω πόλεις καὶ χώρας, ἕως ἂν ἐπ’ αὐτοῦ τοῦ Βυζαντίου τὸ δόρυ πηφαίμην.” εἰς τοσοῦτον ἄρα ὁ βάρβαρος ἀλαξονείας ἐπῆρτο.

[*](1. καὶ πόλεις Ρ, καὶ om. AC. 3. ἀλαζονείας FAC, ἀλαζονίας P.)