De lapidibus
Damigeron
Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.
1] Μαλάχη ἐκζεσθεῖσα καὶ καθ’ ἑαυτὴν ἐσθιομένη βράγχον παύει· σὺν ἐλαίῳ δὲ καὶ γάρῳ ἐσθιομένη γαστέρα λύειν δύναται.
2] Τὰ φύλλα αὐτῆς τριφθέντα μετὰ φύλλων ἰτέας ἐμπλάστρου πάσης εἰσὶ
χρησιμώτερα · φλεγμᾶναί τε γὰρ οὐκ ἐᾷ καὶ ἵστησι τὸ αἷμα, καὶ συνουλοῖ τὸ πρόσφατον τραῦμα, καὶ στρέμματα δὲ καὶ θλάσματα ἰάσεται.3] Φαλαγγίων δὲ καὶ ἑρπετῶν πληγὰς ἰάσεται, εἰ κρόμυα καὶ πράσα λειώσας μίξεις τοῖς φύλλοις τῆς μαλάχης, καὶ ἐπιθήσεις.
4] Τῷ δὲ τῆς ἀγρίας μαλάχης χυλῷ εἴ τις χρίσαιτο σὺν ἐλαίῳ, οὔτε ὑπὸ σφηκῶν πληγήσεται, καὶ τὸν φθάσαντα πληγῆναι ὁ χυλὸς ἰᾶται. Καὶ τὰ φύλλα δὲ τῆς μαλάχης συγκοπέντα καὶ ἐπιτιθέμενα ἰᾶται τὴν πληγέντα.
5] Ὁμοίως θεραπεύει μαλάχη χριομένη λειχῆνας καὶ τὰ κρυπτὰ πάθη τῶν γυναικῶν.
6] Ὁ δὲ χυλὸς αὐτῆς ἐνσταζόμενος τοῖς ὠσὶ παύει τὴν ὠταλγίαν. Πινόμενος δὲ μετὰ μέλιτος ἰᾶται τοὺς ἡπατικοὺς καὶ ἀνανήφειν ποιεῖ τοὺς ἐπιληπτικούς. Ὁμοίως ὁ ταύτης χυλὸς ἰᾶται νεφριτικοὺς καὶ τοὺς ἰσχιαδικούς.
7] Τὸ δὲ ζέμα αὐτῆς πινόμενον θεραπεύει δυσουρίαν καὶ χρήσιμός ἐστι πρὸς δυστοκίαν.