Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

62. Σωφροσύνην, τόπερ δὴ καὶ ἀναγκαιότατον, παρὰ τῶν ξυνοικουσέων, γυναικῶν ἄνδρες ἀπαιτέουσι καὶ ὡς κρέσσονες ποδεεστέρων ἄρχειν ἀξιεῦσι· ταῦτα δὲ ἀξιεῦντες οὐκ αἰδέονται ὁκόσα ποῤῥωτάτω ἐστὶ σωφροσύνης καὶ τῶν ἐν τῇ τοῦ κρέσσονος ἐόντων μοίρῃ, τὸ ἐξαμαρτάνειν ταῦτα αὐτοί, ὥσπερ σφίσι μούνοισι ἐξεόν, καὶ μετὰ τοῦ ἀνεπιπλήκτου παρὰ σφέων παντελέως καὶ ἀνέδην οὕτως πλημμελέοντες.

63. Θεοῦ ἐξ ἀρχῆς φήναντος τῷ γένεϊ τῶν ἀνθρώπων κατὰ τὰ φατιζόμενα ὄψις ἐούσας διαφανέας, ὁδοὶ διφάσιαι προκέαται βίου ψυχῇσι ἀνθρώπων, ἀδαμαντίνῃ αἱμασιῇ παχυτάτῃ καὶ ἐς πολλὸν ὕψος ἀνηκούσῃ, κατὰ τὰ ὑπὸ τοῦ ἐξ ἀρχῆς φήναντος, ἀπ’ ἀλληλέων τὰ πρῶτα διειργόμεναι. Καὶ ἡ μὲν αὐτέων ἐστί, ὁκοῖα δὴ τὴν τιμιωτέρην τάξιν λαχοῦσα, ἐκ δεξιῆς χερὸς ἐσιόντων· αὕτη ἐπὶ τὴν ἀρετὴν αὐτῇσι ἡγέεται· ἡ ἑτέρη δὲ λαιὴ ἐοῦσα ἐπὶ τὴν κακίην ἐστὶ παραπέμπουσα. Φατίζονται δὲ εἶναι τοιαίδε· ἡ μὲν τῆς ἀρετῆς τὰ πρῶτα οὐκ εὐήλατά κως παρέχειν δοκέει, οἷά τε μέντοι συνεχέϊ πόνῳ ἀνυσθῆναι· ἀλλὰ καὶ τοὺς κατηγεομένους ἔχει καὶ παραπέμποντας ἀκινδύνως· τὸ δὲ μετὰ τοῦτό ἐστι ὁδὸς ἰθέη τε καὶ εὐρέη μέχρι τῆς ἐπὶ τὴν ἀκρόπολιν αὐτοῦ τοῦ καλοῦ· ἐπ’ ἣν

ἀνελθὼν ἐν τοῖσι καλλίστοισι ἔσεαι καὶ θέῃ ἄλλων τε μυρίων ἀγαθῶν καὶ τῶν εὐδαιμονεστάτων, ἀτὰρ δὴ καὶ φωτός, παντὸς τοῦ λοιποῦ κάλλεϊ μυρίῳ προήκοντος καὶ αὐγοειδεστάτου. Πέριξ δὲ καὶ ἐπὶ πᾶσαν γῆν] ἀναπεπταμένην αἱ πόλιες ἔασι καὶ οἱ τὴν γῆν κατοικέοντες καὶ ἐργαζόμενοι, περὶ τῶν ὡς ἕκαστα ἔχει ὁ ἐπὶ συμβουλίῃ τῶν ψυχέων προπεμφθεὶς ἐρέει λόγος. Καὶ ἥδε μὲν ὧδέ κως ἔχει· ἡ δὲ ἐπὶ τὴν κακίην ἄγουσά ἐστι λείη τὰ μὲν κατ’ ἀρχάς, ὡς ὀλίγου πάγχυ καὶ τούτου οὐ γνησίου, ἀπατηλοῦ δέ, καὶ ἐπὶ παραγωγῇ τῶν προσιόντων, γεύσασθαι αὐτοὺς τοῦ ἡδέος· ὥστε καὶ μηδενὸς μετὰ ταῦτα ἡγεμόνος εὑρισκομένου εὐθὺς ἄγει ἐς ὁδὸν σκολιὴν σκόλοπάς τε ἔχουσαν, οἵτινες δὴ ὀξέες, μεγάλοι, καὶ πυκνοὶ καταπεπήγασι, καὶ χαράδρας καὶ κρημνούς, κατὰ κεφαλῆς ὠθέοντας τοὺς πορευομένους κατὰ τοῦ συμψήσοντος καὶ παρασύροντος τοὺς κατενεχθέντας ἐς αὐτὸν ποταμοῦ κάτω βορβόρῳ καὶ λίθοις ῥέοντος· ὥστε πολλοὺς εὐθὺς οὕτω διαφθείρεσθαι, οἱ δὲ λοιποὶ τύχῃ, οὔτ’ ἄρ’ οἰκείῃ προμηθείῃ, ἐπὶ τὰς αὐτόθι ἐούσας πόλιας διασκεδαννύαται ἄλλοι ἄλλοσε καὶ ἐπὶ πᾶσαν πολλὴν ἐοῦσαν τὴν χώρην, περὶ τῶν δὴ καὶ αὐτῶν ὁ προειρημένος ἄγγελος ἀπηγήσεται. Τουτέων ἐουσέων τῶν ὁδῶν τοιουτέων, ἄγει ὁ προειρημένος καὶ ἔστι ἐν μέσῳ θεοῦ μεγάλου κῆρυξ σύμβουλός τε λόγος, ὃς ψυχῇσι τῇσι μελλούσῃσι κατιέναι τοιάδε προφανέει. Ψυχαὶ ἀνθρώπων, φύσιν ἔχουσαι θνηταί τε εἶναι καὶ ἀθάνατοι, καὶ ζωῇ μὲν τῇ ἐπὶ τῆς γῆς νομιζομένῃ θανάτῳ ἐγκυρέουσαι, θανάτῳ δὲ τῷ δοκέοντι αὐτόθι ζωὴν ἀπολαμβάνουσαι, ἐπεὰν χρόνου τοῦ τεταγμένου ὑμῖν ἀνυσθέντος αὖτις ἀπολυθῆτε σώματος τοῦ ἐν τῷ αὐτόθι θανάτῳ ὑποδεξαμένου ὑμέας, διαδέξονται αὖτις ὑμέας τρόπον τῆς ἐπὶ γῆς ζωῆς βίοι οἱ ὀφειλόμενοι, καὶ διὰ τοῦτο παραινέω, θεοῦ μεγάλου Ἑρμέω καὶ θεῶν τῶν λοιπῶν προφήτης τε καὶ σύμβουλος λόγος, καὶ ἀπειθεούσῃσι μὲν προλέγω ἀθάνατα κακά, πειθομένῃσι δὲ ἀγαθὰ ἔσεσθαι τοῖσι τῶν θεῶν ὁμοιεύμενα. Οὐ χρὴ ὦν βραχυτάτης κιβδήλου τε καὶ εὐδιασκεδάστου τῆς ἡδονῆς ἕνεκα κακὰ μεγάλα καὶ τὰ παραμενέοντα τὸν πάντα χρόνον αἱρέεσθαι καὶ βίῳ τῷ βραχυτάτῳ βίον βλάψαι τὸν μετὰ ταῦτα μακρότατον, οὐδ’ αὖ πόνον ὀλίγον καταδεισάσας ἀγαθὰ μεγάλα καὶ τὰ παραμενέοντα τὸν πάντα χρόνον καὶ εὐδαιμονίην βιοτῆς μηκίστης τῆς μετὰ ταῦτα προΐεσθαι.