Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

1. Ἐχθρὸς γενοίμην μηδενός, φίλος δὲ τοῦ αἰεὶ καὶ παραμενέοντος· καὶ μήκοτε μὲν διενεχθείην πρὸς τοὺς οἰκειοτάτους, διενεχθεὶς δὲ διαλλαχθείην ὡς τάχιστα. Μηδενὶ ἐπιβουλεύσαιμι, ἐπιβουλευόμενος δὲ ἄνευ ἀνάγκης τοῦ τι ἀντιδρᾶσαι ἀνήκεστον ἀπαθὴς διαφύγοιμι. Ὀργῆς κρατοίην. Ἐρῴην καὶ ἐπιθυμέοιμι καὶ τυγχάνοιμι μούνων τῶν καλῶν, τῶν δὲ ἀπ’ ἐναντίης τῆς ἐπιθυμίης, μηδὲ ἁμαρτών κοτε ὥστε εὔξασθαι, τύχοιμι. Βουλοίμην πάντας εὐτυχέειν, φθονήσαιμι μηδενὶ τῶν εὐτυχεόντων. Μήκοτέ τις ἐμὲ τῶν νομιζομένων παραλόγως εὖ πρήσσειν ἐκπλήξειε μηδὲ ἀνιήσειε· τί γὰρ δεῖ τοῖσι παρὰ τῆς τύχης διδομένοισι φθονέειν; φίλοι δέ με καὶ οἱ κατ’ ἀξίην εὐτυχέοντες εὐφραίνοιεν. Μήκοτε τῷ ἀπὸ οἰκείης γνώμης ἔχθρην κατ’ ἐμέο ἐπανελομένῳ δυστυχήσαντι ἐπησθείην. Μήκοτε συγγνοίην ἐμεωυτῷ κακοῦ τεύ τινι αἰτίην παρασχόντι. Λαθών κοτε ἐμεωυτὸν ὡς παρὰ μέλος ἤτοι τι εἴπας ἡ πράξας, μὴ περιμείναιμι τοὺς μωμησομένους καὶ ἐπιπλήξοντας· αὐτὸς δὲ ἐμεωυτὸν μωμησαίμην ἄχρι τοῦ ἀκέσασθαι ἰδείην γενναίως φέρειν τὰ προσπίπτοντα, καὶ τὰ μὲν μέτρια ἐκδεχοίμην ὥσπερ αὐτῶν ἔχει ἡ φύσις, τοῖσι δὲ ὑπερβάλλουσι μὴ καὶ τὸ παρ’ ἐμεωυτοῦ προστιθείην. Εὐτυχίην εἰδείην φέρειν σωφρόνως. Μήκοτε ὑπὸ εὐπρηγίης ἐς ὑπερηφανίην ἄλογον ἀερθείην. Πλοῦτον νομίζοιμι τὸν ἀρκέοντα βίῳ τῷ σώφρονι. Ἄπαυστον καὶ ἀκόρεστον ἐπιθυμίην χρημάτων μὲν μήκοτε σχοίην, μούνων δὲ τῶν ὠφελεόντων τὴν ψυχὴν μαθημάτων ἐθέλοιμι αἰεὶ ἐφίεσθαι. Νικῴην νίκην τὴν καὶ ἐμοὶ καὶ τῷ προσδιαλεγομένῳ ἀβλαβέα. Φιλοτιμέεσθαι παρὰ καιρὸν πρὸς φίλους καὶ ἐν τῇσι ζητήσεσι φυλασσοίμην. Μήκοτε καὶ παρὰ τὸ ἐμοὶ δοκέον ἐν τῇσι ζητήσεσι τοῦ νικᾶν ἕνεκα ἔριν ἀσπασαίμην. Μήκοτε ἐπὶ βλάβῃ τοῦ ἀληθέος καὶ ὥστε παρ’ ἃ αὐτὸς οἶδα παραλογίσασθαι τὸν προσδιαλεγόμενον ἢ ἐρίσαι ἐπαρθείην. Τοῖσι τὸ ἀληθὲς λόγοισι ξυνιστᾶσιⁿ αἰεὶ ξυμμαχοίμην. Ἀκολάστου ἐπιθυμίης τι μήκοτε μηδὲ ἐννοηθείην. Ξυνείην αἰεὶ τοῖσι σώφροσι· εἴη τέ μοι αἰεὶ προσδιαλέγεσθαι, παρ’ ὧν ἔστι τι πάντως ἀπελθέειν χρηστὸν προσλαβόντι. Μήκοτε ἐπαρθείην κέρδεος ἕνεκα πλημμελῆσαι. Φίλους διαφερομένους καταρτίζοιμι. Φίλοις, δυνάμενος, καὶ τοῖσι δεομένοισιʳ τὰ δέοντα ἐπαρκέοιμι. ίλους ἐν κινδύνοισι καταστάντας δυνάμενος ὠφελέειν μήκοτε ἐγκαταλείποιμι. Φίλων ξυμφοράς, ἀπ’ ὧν οἶόν τε, ἐπανορθοῦσθαι προθυμοίμην· λυπεομένοισι

παρεὼν ἐλαφρύνοιμι ἠπίῳ καὶ ἀκεσίμῳ λόγῳ τὰς ἀνίας. Εἰδείην ἐμεωυτὸν αἰδέεσθαι. Τῶν καλῶν φιλομαθείην ἀσκέοιμι. Ζητοίην μὴ τὰ περισσά, ἀλλὰ περὶ ὧν ἄριστον, καὶ ἃ μαθὼν ὠφελησοίμην. Θεοὺς τιμῴην καὶ νόμῳ πόλιος καὶ σπουδῇ οἰκείῃ καὶ νόῳ εὐσεβέϊ ᵘ. Αἰεὶᵛ τὸ ἐν ἐμοὶ θυμούμενον ἡμεροίην. Ἐθίζοιμι ἐμεωυτὸν ἵλεω εἶναι, καὶ μὴ πρὸς τὰ πρήγματα ἔχειν δυσκόλως. Τίς πονηρός, καὶ τίνι τούτων τί κοτε πέπρηκται, μὴ μέλοι μοι ˣ· εἰδείην δὲ τοὺς ἀγαθούς, καὶ τούτους μεταδιώκοιμι. Ὀφείλοιμι μηδενὶ μηδέν· εἰ δέ κοτε ὑπ’ ἀνάγκης μεγάλης ἐς τοῦτο κατασταίην, γένοιτό μοι τάχιστα ἐλευθέρῳ γενέσθαι δυνηθῆναι. Αἰνέοιμι τοὺς ἀγαθοὺς ἀφθόνως· φιλόψογον δὲ γλῶσσαν παντὸς ἀποστυγοίην. Εἰδείην σιγᾶν, περὶ ὧν ἄμεινον.

2. Ἀνθρωποι πολυμαθίης ἔχειν δόξαν ἢ τοῦ ἀληθίζεσθαι ἔρωτα πλεῦνα ἐκτέαται. Πολλοὶ γοῦν τοῖσιᵃ πρὸ ἑωυτῶν ἐναντίας δόξας συστησάμενοι τὴν γνῶσιν τοῦ ἀληθέος περὶ τῶν ἀναγκαιοτάτων ἀφείλοντο τῷ τὴν πίστιν αὐτέωνᵇ μὴ ἐν βεβαίῳ ἑστάναι, ὑπὸ δὲ τοῦ ἀπὸ τῆς προτέρης δόξης περιτρέψαι ἐς ᶜ τοὐναντίον, λόγον παρασκευάσαντες ἐν τῷ ἀσταθμητοτάτῳ αἰωρέεσθαι.

3. Πολλοὶ τῶν ἀνθρώπων ἐν τῇσιᵃ συζητήσεσι τῶν πραγμάτων ὁμοίως τοῖσι ἀλόγοισι τῶν ζωΐων ὥσπερ ἐκεῖνα μαχόμενα, οὕτω καὶ αὐτοὶ μούνου τοῦ νικᾶν μεταποιέονται· ὅκως δὲ (τοῦπερ χρὴ πάντα ἄνδρα προμηθέεσθαι καὶ λέγοντα καὶ πρήσσοντα) μὴ παρὰ τὸ ξυμφέρον καὶ σφέων αὐτῶν καὶ τῶν παρεόντων, καὶ ὥστε μὴ τὸ ἀληθὲς αὐτὸ βλάψαι, οὐκέτι λόγον τούτου ποιέονται.

4. Ἀνθρώποισι ἔριδες προσφιλέες, καὶ τοῦ περὶ παντὸς τοῦ προτεθέντος ἀντιλέγοντας ἐθέλειν κρατέειν ἄπλετος καὶ ἄλογος ἐπιθυμίη· ὁκότε πολλοὶ οὐκ αἰδέονται καὶ κατὰ τῶν σπουδαιεστάτων καὶ τῶν οὐ χρὴ τῷ χείρονι λόγῳ νικᾶν, νικῶντες ἀξίην κεκλῆσθαι νίκην Καδμηΐην.

5. Ἄνθρωποι τοὺς μὲν παρὰ φύσιν καὶ ἐν τεράτων λόγῳ ἐόντας ἀσπάζονται, καὶ μεγάλων χρημάτων ὠνεόμενοι ὡς ἐπὶ μεγίστῳ κτήματι χαίρουσι καὶ μεγαλοφρονέονται, περὶ δὲ τὰ σπουδαιότατα καὶ τὰ σμικρὰ ἄχθονται ἀναλίσκοντες.

6. Οἱ πλεῦνες τῶν ἀνθρώπων περὶ πάντα τὰ λοιπὰ φειδωλοὺς σφέας παρεχόμενοι καὶ εἰ δαπανοῖεν ἀσχάλλοντες, ὑπὲρ τοῦ παρὰ τῶν δήμων κροτηθῆναι καὶ τὰ ἐόντα σφι πάντα ἡδέως προΐενται.

7. Οἱ μάταιοι τῶν ἀνθρώπων τοὺς μὲν μεγάλα χρήματα ἔχοντας καὶ φαύλους ἐόντας τιμῶσί τε καὶ τεθωυμάκασι, τῶν δὲ σπουδαίων ἐπειδὰν ἀχρηματίην καταγνῶσι, ὑπερφρονέουσι.

8. Τῶν τῇσι αἰσχρῇσι ἐπιθυμίῃσι ἐπιχειρεόντων ἐλεύθερον μηδένα νόμιζε· τῶν γὰρ τοὺς τῇ τύχῃ δούλους κεκτημένων πολὺ βαρυτέροισι οὗτοι δεσπότῃσι τοῖσι καταναγκάζουσι πάντα δουλεύουσι.

9. Γαστριμαργίη σῶμα πιαίνει, ἀλογίην ἀείρει, ψυχῆς δὲ τὸ κάλλιστον λογισμὸν κοιμίζει.

10. Ψυχῇ σῶμα ἀνθρώπου ἔδοσαν οἱ θεοί, ὥστε τῇ ψυχῇ τὸ σῶμα ὑπηρετέεσθαι. Οἱ δὲ πολλοὶ τὸ ἔμπαλιν ποιέουσι, σώματι πρὸς πάντα καὶ ἐς μοῦνα τὰ ἐκείνου ὑπουργήματα τὸ κρέσσον τῷ χείρονι καὶ θνητῷ ἀθάνατον ψυχὴν καταδουλούμενοί.

11. Ἀκολασίη ψυχὴν λυμαίνεται καὶ σῶμα διαφθείρει, τόπερ ἕνεκα τῆς ἡδονῆς, καὶ ὥστε αὐτῷ χαρίζεσθαι, τὸν ἔχοντά μιν καταναγκάσει τὰ αἴσχιστα πάντα ποιέειν.

12. Ἀκολασίη ψυχὴν ὥσπερ νῆα ἄνεμοι ὑπολαβόντες τῆδε καὶ τῇδε φορέοντες συγκλονέουσι καὶ ἀπειθέα ποιέουσι τῷ κυβερνήτῃ· οὕτω καὶ ψυχὴν δονέουσα καὶ ἀπειθέα νόῳ εἶναι καταναγκάζουσα εἰρηνεύειν καὶ ἐν τῷ εὐδίῳ καὶ ἀσφαλεστάτῳ ὁρμέειν οὐ ξυγχωρέει.

13. Φιλοχρηματίη τοῦ κτήσασθαι εὑρέειν ἀρκέοντα οὖρον οὐκ οἶδε.

14. Φιλοχρηματίην ἐπ’ ἡμέρῃ ἑκάστῃ ἐπιῤῥέων πλοῦτος οὐκ ἵστησι, ὥσπερ οὐδὲ πυρκαϊὴν ὕλη ἐπιβαλλομένη· ἐπιγινόμενος δ’ αἰεὶ τοῦ πλεῦνος τὴν ἐπιθυμίην ἐξάπτει μεζόνως. Νόος δὲ μοῦνος παραστὰς καὶ τοῦτο οἶδε ἀκέεσθαι.

15. Φιλοχρηματίην ἄλογον τὰ κτώμενα ἀποβαλλόμενα μᾶλλον ἂν ἀνύσειε ἢ ὁ ἐπ’ ἑκάστῃ ἡμέρῃ πλοῦτος ἄπλετος ἐπιγινόμενος.

16. Τὸ οἰκονομέειν τὰ παρεόντα ἀνδρὸς προνόου· τὸ δὲ μηδ’ ὅλως ἐθέλειν ἔς τι τῶν δεόντων χρέεσθαι οὐ δεσπότεω τῶν κτηθέντων, καταδεδουλωμένου δὲ ἑωυτὸν τῶν χρημάτων ἐστὶ τῇ κτήσι.

17. Οἱ πλεῦνες τῶν ἀνθρώπων παρὰ λόγον φειδόμενοι ἀξιεῦσι πολυχρήματοι πεπιστευμένοι ἠλίθιοι καὶ σκαιοὶ νομίζεσθαι ἢ περὶ τὰ δεῖ ἀναλίσκοντες δεξιοὶ κεκλῆσθαι.

18. Πλούσιον χρὴ νομίζειν τὸν ἡγεόμενον ἔχειν τὰ ἀρκέοντα· τὸν δὲ αἰεὶ ἐπιθυμέοντα προσκτήσασθαι καὶ πληθώρην μηδέκοτε τοῦ πλούτου λαμβάνοντα, καὶ εἰ Μίδεω πλουτέοι μᾶλλον, πένητα καλέω καὶ Ἴρου τὴν ἐκεῖνος ἐξ ἀνάγκης εἶχε τύχην κεκτῆσθαι λέγω.

19. Ἀληθηΐην νόος ἀσπάζεται καὶ αἰεὶ αὐτῇ συνοικέει· ἐὼν δὲ ἐν τοῖσι ἑωυτοῦ ἀψευδέστατος, ὅμως ἔστιν ὅτε καὶ ψεῦδος ἀγαθῷ κεράσας παρέχεται ἐπ’ ὠφελίῃ ἀνθρώπων τῶν τούτου χρηιζόντων καὶ ἐπὶ χρηστῷ τῷ σφετέρῳ παραλογισθησομένων πρὸς αὐτοῦ. Τότε γὰρ δὴ μοῦνον καὶ οὔκοτε ἄλλοτε νόος, καὶ ἐν καιρῷ τῷ αὐτὸς οἶδε, πάντα τἄλλα ψεύδεα ἀποστυγέων, ψεῦδος τὸ τοιοῦτον ἐισφέρεται, ἀπὸ τῆς τῶν λοιπῶν ἁπάντων ψευδέων φύσιος ἐς ἄλλο εἶδος μεταληφθὲν χρησιμώτατον τέχνῃ καὶ σοφίῃ αὐτοῦ τοῦ νόου τοῦ φαῦλον πρῆγμα ἐς τοῦτο μετακοσμήσαντος.

Ψεύδεσθαι ἐν πόλι μηδὲ εἷς νόμος ξυγχωρεέτω μηδενί, μηδενὸς πλὴν τοῦ φιλαλήθεος καὶ νοήμονος ἐπισταμένου τε ὁκότε καὶ ὅκως ὠφελίη ψεύδεος· τῆς δὲ ἀπὸ τούτου γινομένης χρείης ἀναγκαίη καὶ τοῦτο ποιέειν.