Περὶ ἐπιδεικτικῶν
Menander Rhetor
Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.
Ὁ παραμυθητικὸς δὲ λόγος ὀδύρεται μὲν καὶ αὐτὸς 9 τὃν πεπτωκότα καὶ ἐπὶ μέγεθος ἐγείρει τὴν συμφορὰν αὔξων, ὡς οἷόν τέ ἐστι τῷ λόγῳ τὸ πάθος, ἐκ τῶν ἀφορμῶν ὧν εἴπομεν περὶ μονῳδίας, χρὴ δὲ εἰδέναι ὅτι συνίσταται ἡ μονῳδία ἐκ τῶν ἐγκωμιαστικῶν γένους, φύσεως, ἀνατροφῆς, παιδείας, ἐπιτηδευμάτων, πράξεων. οὐ μὴν φυλάξεις τὴν ἀκολουθίαν τῶν ἐγκωμίων διὰ τὸ μήθʼ ἑαυτοῦ δοκεῖν εἶναι τὸν λέγοντα, ἀλλʼ ἐξεστηκέναι [*](282) ὑπὸ τοῦ πάθους. τὰ δὲ ἐγκώμια διαιρήσεις κατὰ τοὺς τρεῖς χρόνους, ὡς διῄρηται. ὁ μέντοι γε παραμυθούμενος ἐπιχειρήσας ἐκ τούτων ἐν τῷ πρώτῳ μέρει τοῦ λόγου, οἷον ὅτι νέος ὤν, ἄν τοῦτο τύχῃ, παρʼ ἡλικίαν πέπτωκεν, οὐχ ὡς ἄν εὔξαιτό τις, καὶ γένος ἐστέρησεν τῆς ἐλπίδος καὶ γονέας καὶ πατρίδα· οὐ γὰρ ἦν ὁ τυχών, ἀλλὰ τοῖος καὶ τοῖος· διὸ οὐδὲ μέμφομαι πενθοῦντας καὶ ζητοῦντας τοιοῦτον, καὶ τὸν ἐπʼ αὐτῷ θρῆνον αὐξήσας, ὡς ἐνδέχεται, ἐπὶ δεύτερον ἥξεις μέρος τοῦ λόγου τὸ παραμυθητικόν, ἄρξῃ δὲ οὕτω πως· θαυμάζω δὲ εἰ μὴ ἐπελήλυθεν ὑμῖν, ὦ παρόντες γονεῖς, ἐννοεῖν, ἅ φησιν ἄριστος ποιητὴς Εὐριπίδης, ἄριστος ὡς ἀληθῶς Μουσῶν νομίζεται τρόφιμος· χρὴ γὰρ
10 Ὁ προσφωνητικὸς λόγος ἐστὶν εὔφημος εἰς ἂρχοντας
Ὑπομεριεῖς δὲ τὸν ἐπὶ ταῖς πράξεσιν ἔπαινον εἰς τέσσαρας ἀρετάς, φρόνησιν, δικαιοσύνην, σωφροσύνην, [*](285) ἀνδρείαν· καὶ ἐν μὲν τῇ φρονήσει τὴν ἐμπειρίαν τῶν νόμων, τὴν παίδευσιν ἐπαινέσεις, τὸ προορᾶσθαι τὰ μέλλοντα, τὸ περὶ τῶν παρόντων ἀκριβῶς βουλεύεσθαι δύνασθαι, τὸ βασιλεῦσιν ἀντιγράφειν, περὶ ὧν ἂν ἐπιστέλλωσιν, οὕτως ὥστε ἐκείνους ἐπαινεῖν καὶ θαυμάζειν τὸ διελέγχειν τοὺς ῥήτορας, τὸ γινώσκειν ἐκ προοιμίων τὴν ὅλην διάνοιαν τῆς ὑποθέσεως, ἐν ᾧ καὶ
Ἥξεις μετὰ τὰς ἀρετὰς ἐπὶ σύγκρισιν· ἄλλο γάρ ἐστι τὸ συγκρίνειν ἀθρόως, καὶ ἄλλο τὸ μερικῶς. κατὰ μέρος οὑν ἐστι πολλάκις τὸ συγκρίνειν, οἷον ὅταν δικαιοσύνην συγκρίνωμεν δικαιοσύνῃ, φρονήσει φρόνησιν, ἀθρόως δέ, ὅταν ἀρχὴν ὅλην πρὸς ὅλην ἀρχήν. ἐρεῖς δʼ ὡς Ὅμηρος