Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ἐὰν δὲ μὴ ἐπιβατήριος ὁ λόγος ᾖ, ἄλλως δὲ πάτριος, περὶ μὲν ἐρώτων καὶ περιχαρείας ἐρεῖς οὐδέν, [*](242) ἁπλῶς δὲ ἄνευ τῆς τοιαύτης προσθήκης ἐργάσῃ τὸ ἐγκώμιον πατρίοις χρώμενος τοῖς κεφαλαίοις ἐφεξῆς, ὡς προείρηται καὶ ῥηθήσεται. ἔστι δὲ κεφάλαια ἐκεῖνα περὶ ὧν εἰρήκαμεν, φύσις, ἀνατροφή, ἐπιτηδεύματα, ἰδιάζον δὲ κεφάλαιον τοῦ ἐπιβατηρίου τὸ ἐκ περιχαρείας, τὰ δὲ λοιπὰ κοινά. μετὰ τοίνυν τὰ ἐπιτηδεύματα θήσεις τὰς πράξεις εἰς τέσσαρας ἀρετάς, δικαιοσύνην, ἐν ᾗ μαρτυρίαν μεταλήψῃ τῶν περιοίκων, ὅτι ταύτην ἡγούμενοι τὴν πόλιν ὅρον εἶναι δικαιοσύνης ἥκουσι παῤ ἡμᾶς δικασόμενοι· καθάπερ οἱ Ἀθηναῖοι τὸν Ἀρειον πάγον δικαιοσύνης δικαστήριον παρειλήφασιν, οὕτω καὶ τὴν ἡμετέραν οἱ ἀστυγείτονες, καὶ οὐδεὶς ἐνεκάλεσεν οὔτε ξένος οὔτε ἰδιώτης τῶν παῤ ἡμῖν, οὔτε ἀστυγειτόνων πόλει τῇ ἡμετέρᾳ, οὔτε περιοίκων, οὔτε περὶ ὅρων, οὔτε περὶ ὧν εἰώθασιν ἀμφισβητεῖν αἱ πόλεις. εἶτα ἀπὸ τῶν καταπλεόντων ἐμπόρων, ὅτι αἱροῦνται τὰς ἄλλας πόλεις καταλιπόντες εἰς τὴν ἡμετέραν καταίρειν πεπειραμένοι τῆς ἡμετέρας φιλανθρωπίας· εἶτα κατασκευάσεις ὅτι μὴ τὸ τέλος φορτικὸν εἰσπραττόμεθα, ὅτι μηδὲ ζημιοῦνται παρὰ τοὺς νόμους. τὴν δὲ σωφροσύνην ἀπὸ ἐγκρατείας ἐρεῖς, ἀπὸ τῆς τῶν νέων ἀγωγῆς, καὶ κατασκευάσεις, ὅτι οἱ μὲν περὶ λόγους καὶ φιλοσοφίαν ἔχουσιν, οἱ δὲ περὶ τέχνας καὶ ἄλλας [*](243) ἐπιστήμας. ἀνάγκη δὲ τοὺς περὶ ταῦτα ἔχοντας Ἀφροδίτης μὲν ἀτόπων νόμων ὑπερορᾶν, παρασκευάζειν δὲ τὴν ψυχὴν τὰ βελτίω περιεργάζεσθαι. περὶ δὲ τῆς φρονήσεως οὕτως ἐρεῖς, ὅτι θαυμάζοντες οἳ τὸ αὐτὸ ἔθνος καὶ γένος εἰλήχασι παῤ ἡμᾶς ἥκουσι συσκεψόμενοι περὶ τῶν κοινῶν, ὥσπερ τὸ παλαιὸν παῤ Ἀθηναίους οἱ Ἕλληνες, καὶ κοινόν ἐστι συνέδριον καὶ βουλευτήριον

386
τοῦ κοινοῦ γένους ἡ ἡμετέρα πόλις· καὶ ὅτι εἰ ἔδει νῦν νομοθετεῖν, ἐνομοθέτησεν ἄν τῷ κοινῷ γένει τῶν ἀνθρώπων, ὥσπερ τὸ παλαιὸν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι τοῖς Ἕλλησι· ποῦ μὲν γὰρ Σόλωνες πλείους τῶν παρʼ ἡμῖν; ποῦ δὲ Λυκοῦργοι βελτίους; ποῦ δὲ Μίνως καὶ Ῥαδάμανθυς, οἱ τῶν Κρητῶν νομοθέται; περὶ δʼ ἀνδρείας ἐρεῖς, ὅτι πολλῶν πολλάκις πρεσβειῶν πρὸς βασιλέα καὶ ἐκ πολλῶν ἐθνῶν γεγενημένων οὐδένες μετὰ πλείονος παρρησίας καὶ σεμνότητος διελέχθησαν τῶν ἀπὸ τῆς ἡμετέρας. εἶτα ἐφʼ ἑκάστῃ τῶν ἀρετῶν συγκρίσεις ἐργάσῃ, ἰδίαν μὲν καθʼ ἑκάστην, μετὰ δὲ ταύτην ἐφʼ ἀπάσαις αὐταῖς ἀθρόαν σύγκρισιν ἐργάσῃ [*](244) πόλεως πρὸς πόλιν, συλλαμβάνων ἅπαντα καὶ τὰ πρὸ τούτων ὁμοίως, φύσιν, ἀνατροφήν, ἐπιτηδεύματα, πράξεις· καὶ ἐν οἷς μὲν ἂν τούτων εὕρῃς σωζομένην τὴν ἰσότητα ἢ καὶ πλεονεξίαν παρὰ τῆ πόλει ἣν ἐπαινεῖς, ταῦτα ἀντεξετάσεις ἐν τῇ συγκρίσει, ἐν οἷς δʼ ἂν εὑρίσκῃς αὐτὴν ἐλαττουμένην, ταῦτα παραδραμεῖς· καὶ γὰρ Ἰσοκράτης συγκρίνων Θησέα Ἠρακλεῖ, ἐν οἷς μὲν εὗρεν αὐτὸν πλεονεκτοῦντα, ἀντεξήτασεν, ἐν οἷς δὲ τὸν Ἡρακλέα, ταῦτα ἐσίγησε. μετὰ τὴν σύγκρισιν ἥξεις ἐπὶ τοὺς ἐπιλόγους, ἐν οἷς διαγράψεις αὐτὸ τὸ σχῆμα τῆς πόλεως, καὶ ἐρεῖς στοάς, ἱερά, λιμένας, εὐετηρίας, ἀφθονίαν, τὰ ἐκ τῆς θαλάσσης ἐπεισαγόμενα ἀγαθά, ἵππων δρόμους, ἄν ἔχῃ, ἀγώνων διαθέσεις, λουτρῶν ἀπολαύσεις, ὑδάτων ἐπιρροάς, ἄλση ἐν αὐτῇ τῇ πόλει, τὰ περὶ τὴν πόλιν, οἷον ἐὰν ἱερὸν πλησίον πολυτελὲς ᾖ, ἄν μαντεῖον, ἄν τέμενος θεοῖς ἀνακείμενον· καὶ γὰρ ταῦτα συντελεῖ πρὸς κόσμον τῇ πόλει· ἐφʼ ἅπασι δὲ τούτοις τοῖς παραγγέλμασιν ἐντεύξει Καλλινίκου λόγοις καὶ Ἀριστείδου καὶ Πολέμωνος καὶ Ἀδριανοῦ, καὶ μιμήσῃ τὰς ἐργασίας ἐν μὲν τῷ τῆς φύσεως τόπῳ, ἐν δὲ
387
τοῖς λοιποῖς ὡσαύτως, οὐχ ἧττον δὲ κἀν τοῖς ἐπιλόγοις τὸν ἐκείνων τρόπον ζηλώσεις.

[*](245)

Τὰ μὲν οὖν εἰρημένα καθολικῶς εἴρηται περὶ τοῦ πατρίου καὶ ἐπιβατηρίου· καὶ διακέκριται τὸ ἴδιον ἑκάστου ἐν τῇ διαιρέσει, ἐὰν δέ ποτε βουληθῇς εἰπεῖν, ὦ γλυκύτατε τῶν ἑταίρων, καὶ Τρωῖκὸν μὲν ἐγκώμιον τῆς χώρας, πρῶτον οὐδὲν ἄλλο ἐστὶν ἤ λόγος περιέχων ἔκφρασιν τῆς φύσεως καὶ τῆς θέσεως αὐτῆς ὅπως ἔχει πρὸς τὴν παρακειμένην ἤπειρον, ὅπως πρὸς τὴν γειτνιῶσαν θάλασσαν, ὅπως ἀέρων ἔχει εὐκρασίας, εἶτα ἐπὶ τούτοις λαμπρῶς καὶ διειργασμένως ἐκφράσεις, ἐρεῖς δὲ καὶ περὶ ποταμῶν καὶ ὀρῶν καὶ ἵππων καὶ πεδίων καὶ σπερμάτων καὶ δένδρων, ὅπως ἐπιτηδείως ἔχει πρὸς ταῦτα σύμπαντα, καὶ ὅτι τούτων οὐδενός ἐστιν ἐνδεής. καὶ τοῦτο μὲν δὴ κεφάλαιον περὶ τῆς θέσεως, πρὸς δὲ ἀπόδειξιντούτου τοῦ κεφαλαίου λήψῃ τὰ ἀρχαῖα διηγήματα πρὸς πίστιν λέγων οὕτως· τοιγάρτοι διὰ τοῦτο καὶ κατὰ τοὺς παλαιοὺς χρόνους βασιλείας μεγίστας καὶ περιβοήτους εὐτυχήσαντας Δαρδάνου τοῦ Τρωὸς τὴν ἀρχὴν τοῦ Λαομέδοντος καὶ οἱ πατέρες ἡμῶν ἦρξαν οὐ μικρῶν θαλάσσης μέτρων, οὐδὲ νήσων τινῶν ἄρχουσιν, οὐδὲ περιγεγραμμένων τόπων, καθάπερ ἡ Πελοπόννησος, [*](246) ἀλλʼ ἆρξε μὲν Λυδίας, ἐπῆρξε δὲ Καρίας, καὶ προῆλθε τὴν ἑῴαν ἂπασαν καταστρεφόμενος, καὶ ὡμολόγησαν ἡμῖν δουλεύειν Αἰγύπτιοι καὶ Βλέμμυες καὶ Ἐρεμβῶν γένη, εἴπερ αὐτοὶ καὶ ἐν τοῖς τελευταίοις χρόνοις φαίνονται ὑπακούοντες ἡμῖν ἐν ταῖς συμμαχίαις καὶ κλήσεσιν. ἡ μὲν οὖν ἀπόδειξις τοῦ κεφαλαίου τοιαύτη, ὥστε συμπεπλήρωται τὸ κεφάλαιον τοῦτο τὸ περὶ τῆς φύσεως καὶ θέσεως τῆς χώρας ἀπὸ τῆς ἱστορίας. μετὰ ταῦτα ἐμβαλεῖς τὸν περὶ τῆς πόλεως λόγον οὕτω πως· τὸ μὲν οὖν παλαιὸν ἐρασθέντες τῆς χώρας θεοὶ καὶ Ποσειδῶν

388
καὶ Ἀπόλλων μικρὸν ἀνωτέρω θαλάττης τὸ Ἴλλιον τειχίζουσιν, ὥσπερ οὐδὲν κάλλιον νομίζοντες. εἴπερ οὖν περὶ τῶν Ἀθηναίων ἐρίζοις, εἶτα τὴν ἐκ κοινῆς γνώμης κατασκευὴν, ὥσπερ τῆς ὅλης χώρας ἀκρόπολιν, οὐ διʼ ἀπεχθείας ἀλλήλοις ἥκοντες, ὥσπερ ἐπὶ τῆς Ἀθηναίων πόλεως, ἀλλʼ ὁμογνωμονοῦντες ἀμφότεροι. Ἀλέξανδρος δὲ μετὰ ταῦτα, ὁ μηδὲ Ἡρακλέους λειπόμενος μηδὲ Διονύσου νομισθεὶς εἶναι χείρων, ὁ τῆς οἰκουμένης τὸ μέγιστον καὶ πλεῖστον μέρος μιᾷ χειρὶ Διὸς παῖς ὄντως [*](247) χειρωσάμενος, ἐπιτηδειότατον χῶρον τοῦτον ὑπολαβών, μεγίστην πόλιν καὶ ὁμώνυμον αὐτῷ κατασκευάσας, εἰς ταύτην τὴν ἡμετέραν ἢγειρε. μετὰ ταῦτα ἐρεῖς καὶ περὶ τῆς πόλεως, ὅπως καὶ αὐτὴ ἐν μέσῃ τῇ χώρᾳ κεῖται ἢ μικρὸν ἐπικλίνει πρὸς τὴν θάλασσαν, εἶθʼ ἑξῆς ὥσπερ ἔχει σύμπασα ἡ διαίρεσις.

4 Τὸ τῆς λαλιᾶς εἶδος χρηησιρῶτατόν ἐστιν ἀνδρὶ σοφιστῇ, καὶ ἔοικε δύο εἴδεσι τῆς ῥητορικῆς ὑποπίπτειν τῷ τε ὅυμβουλευτικῷ καὶ τῷ ἐπιδεικτικῷ· πληροῖ γὰρ ἑκατέρου τὴν χρείαν· καὶ γὰρ ἄρχοντας ἐὰν ἐγκωμιάσαι βουλώμεθα, πολλῶν ἐγκωμίων παρέχει τὴν ἀφθονίαν· καὶ γὰρ δικαιοσύνην αὐτῷ καὶ φρόνησιν καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς λαλιᾶς καταμηνύειν δυνάμεθα. καὶ μὴν καὶ συυβουλεῦσαι διὰ λαλιᾶς ὅλῃ τῇ πόλει καὶ ἀκροαταῖς πᾶσι καὶ ἄρχοντι, εἰ βουλοίμεθα, προσδραμόντι πρὸς τὴν ἀκρόασιν ῥᾴδιον. καὶ μὴν καὶ αὐτῷ καταμηνῦσαί τινα ὀργὴν ἢ λύπην ἢ καὶ ἡδονὴν πρὸς τοὺς ἀκροατὰς διὰ λαλιᾶς οὐ κεκώλυται, ἔξεστι δὲ καὶ σχηματίσαι διάνοιαν ὅλην ἢ ἀποσκώπτοντα ἢ κωμῳδεῖν ἐπιχειροῦντα, ἦθός τινος προαιρούμενον, ἢ ψέγοντα βίον, ἢ ἄλλο τι τῶν [*](248) τοιούτων. εἰπόντες δὲ τούτων παραδείγματα πειρασόμεθα

389
καὶ περὶ τῶν ὑπολοίπων τοῦ γένους διεξελθεῖν.

Ἄρχοντός τινος ἔθνους διὰ λαλιᾶς πρόκειται ἡμῖν ἐγκώμιον. οὐκοῦν ζητήσομεν ὁποῖός ἐστι περὶ βασιλέας, ὁποῖός ἐστι περὶ κατασκευὰς τῶν πόλεων, καὶ τῶν δημοσίων οἰκοδομημάτων, καὶ περὶ τὰς κρίσεις τῶν ἰδιωτῶν, ὁποῖος δὲ καὶ καθʼ ἑαυτὸν τὸν τρόπον, ὁμιλητικὸς πρᾷος ἢ τοὐναντίον αὐστηρὸς καὶ κατεστυμμένος. οὐκοῦν ληψόμεθα πρὸς τοῦτο τὸ παράδειγμα ἱστορίαν ἀρχαίαν ἢ πλάσαντες αὐτοί, ἵνα μὴ δοκῶμεν γυμνοῖς αὐτοῖς τοῖς πράγμασιν ἐγχειρεῖν· οὐ γὰρ ἔχει τοῦτο ἡδονήν· χαίρει γὰρ τὸ τῆς λαλιᾶς εἶδος τῇ γλυκύτητι καὶ τῇ τῶν διηγημάτων ἁβρότητι. παραγένοιτο δʼ ἂν ἡ γλυκύτης τῶν λόγων, εἰ παραδείγματα λέγοιμεν διʼ ὧν ἐμφανιοῦμεν ὃ προαιρούμεθα, ἱστορίας ἡδίστας τοῖς ἀκροαταῖς μαθεῖν ἐκλεγόμενοι, οἷον περὶ θεῶν, ὅτι καὶ θεοὶ πεφύκασιν ἐπιμελεῖσθαι τῶν ἀνθρώπων, οἷον εἰ Ἡρακλέους μνημονεύοιμεν ὡς πειθομένου μὲν ἀεὶ τῷ Διῒ προστάττοντι, ἀθλοῦντος δὲ ὑπὲρ τοῦ βίου τῶν ἀνθρώπων, καὶ τούς μὲν ἀδίκους ἐξαιροῦντος, τοὺς ἀγαθούς δὲ ἐγκαθιστάντος πρὸς ἐπιμέλειαν τῶν πόλεων. εἰ Ἀγησίλαον λέγοιμεν, ὡς πειθόμενον Δακεδαιμονίων τοῖς προστάγμασιν, ἄρξαντα [*](249) δὲ τῆς Ἰωνίας καὶ τῆς Ἑλλησπόντου λαμπρῶς, καὶ θαυμασθέντα οὕτως, ὥστε καὶ ταινίαις ἀναδεθὴναι παρὰ τῶν ὑπηκόων καὶ ἄνθεσι βάλλεσθαι ταῖς πόλεσιν ἐπιδημοῦντα. μεστὴ δὲ καὶ ἡ ίστορία Ἡροδότου γλυκέων διηγημάτων, ἐν οἷς ἡδονὴ παντοδαπῶς παραγίνεται τῷ λόγῳ οὐ μόνον ἀπὸ τῆς ξένης τῶν διηγημάτων ἀκοῆς, ἀλλὰ καὶ ἀπὸ τῆς ποίας συνθέσεως, ὅταν μὴ τραχείᾳ χρώμεθα τῇ ἐξαγγελίᾳ, μηδὲ περιόδους ἐχούσῃ καὶ ἐνθυμήματα, ἀλλʼ ὅταν ἁπλουστέρα τυγχάνῃ καὶ ἀφελεστέρα,

390
οἵα ἡ Ξενοφῶντος καὶ Νικοστράτου καὶ Δίωνος τοῦ Χρυσοστόμου καὶ Φιλοστράτου τοῦ τῶν Ἡρωικῶν τὴν ἐξήγησιν καὶ τὰς Εἰκόνας γράψαντος ἐρριμμένη καὶ ἀκατασκεύαστος. χρὴ δὲ καὶ ὀνείρατα πλάττειν καὶ ἀκοήν τινα προστίθεσθαι ἀκηκοέναι, καὶ ταύτην βούλεσθαι ἐξαγγέλλειν τοῖς ἀκούουσιν, ὁνείρατα μέν, ὡς εἰ λέγοιμεν, ὅτι παραστὰς νύκτωρ Ἑρμῆς προστάττοι κηρύττειν τὸν ἄριστον τῶν ἀρχόντων, καὶ πειθόμενος τοῖς ἐκείνου προστάγμασιν ἐρῶ κατὰ μέσον θεάτρων, ἅπερ ἐκείνου λέγοντος ἢκουσα· ἀκοὴν δὲ ὡς εἰ λέγοιμεν οὕτως, ὅτι ἀπήγγειλέ τις ἐμοὶ τῶν ἀπὸ ἀστυγείτονος [*](250) πόλεως πολλὰς ἀρετὰς· καὶ θαυμαστάς, ἃς ἐν ὑμῖν, εἰ σχολὴν ἀκούειν ἂγοιτε, φράσαι προαιροῦμαι.

Συμβουλεύσεις δὲ διὰ λαλιᾶς περὶ ὁμονοίας πόλει, ἀκροαταῖς, φίλοις, ἀντιπολιτευομένοις καὶ πλάττουσι συναγαγεῖν αὐτοὺς εἰς εὔνοιαν τὴν πρὸς ἀλλήλους· συμβουλεύσεις δέ ποτε καὶ ἐθέλειν ἀκούειν λόγων, εἰ μισολόγους γινώσκεις καὶ δυσχερῶς συνιόντας. ἐξαγγελεῖς δὲ σαυτοῦ πάθος, οἷον ὡς ἐν ὑποδείγματι, εἰ λέγοις ὅτι οὐκ ἀπαιτοῦσιν συνεχῶς αἰ ἀκροάσεις, οὐδὲ ἀναγκάζουσι λέγειν, πλάσας τοιοῦτον λόγον, ὅτι Ἀπόλλων πολὺς ἦν θεσπίζων περὶ τοὺς τρίποδας, καὶ καταλαβὼν Κασταλίαν καὶ τοὺς Δελφούς ἐπλήρου τὴν προφῆτιν μαντικοῦ τοῦ πνεύματος, τῶν δὲ Μουσῶν ἠμέλει· χαλεπαίνουσαι οὖν αἱ Μοῦσαι ἀξιοῦσι μαθεῖν τὴν αἰτίαν, διότι οὐ μετέχει χορείας τῆς ἐν Ἑλικῶνι μετὰ Μουσῶν, ἰδίᾳ δὲ φοιβάζει Μουσῶν ἐν τοῖς ἀδύτοις, καὶ ποθεῖ μᾶλλον τούς τρίποδας. σχηματίζων δὲ πρός τε σαυτὸν ἐρεῖς ταῦτα καὶ πρὸς τοὺς ἀκροατάς, ὅτι Ζεὺς ᾐτιᾶτο τὰς Μούσας, ὅτι οὐ προτρέπουσι τὸν Ἀπόλλωνα συγχορεύειν αὐταῖς καὶ πλήττειν τὴν λύραν· ἐμφανιεῖς δὲ καὶ ἡδονὴν σεαυτοῦ πρὸς τοὺς ἀκούοντας

391
οὕτως ὅταν ἀποδέχῃ τὴν ἀκοὴν αὐτῶν ὡς κριτικῶς [*](251) ἀκροωμένων, ὅτι ἥσθης ἐπὶ τῇ τοιαύτῃ διαθέσει τῶν ἀκροατῶν, ὥσπερ Ἰσοκράτης ἥσθη τοῖς Ἕλλησιν ἀναγνούς ἐν Ὀλυμπίᾳ τὸν πανηγυρικὸν λόγον, αἰσθανόμενος ὅτι κατεῖδον ἀκριβῶς τὸ μεγαλεῖον τοῦ λόγου. ἀποσκώψεις δὲ πολλάκις καὶ ψέξεις ἀνωνύμως ὑπογράφων τὸ πρόσωπον, εἰ βούλοιο, καὶ τὸ ἦθος διαβάλλων, καὶ ὥσπερ ἐν τῷ ἐπαινεῖν ἐξῆν ἐκ πάσης ἀρετῆς λαμβάνειν τὰ ἐγκώμια, οὕτως ἔξεστί σοι ἀπὸ πάσης κακίας διαβάλλειν καὶ ψέγειν, ὅταν ἐθελήσῃς. ἔστι δέ ποτε καὶ ἀπολογήσασθαι καὶ διαθεῖναι τὸν ἀκροατὴν ἐπὶ παρόδου, ἣν μέλλει ποιεῖσθαι, πολλάκις μὲν ἠθικῶς μετριάζοντα, ὅτι τέττιγας μιμεῖται τοὺς ᾠδικοὺς τῶν ὀρνίθων, πολλάκις δὲ αἰτήσεις συγγνώμην φάσκων ἐξ ὑπογύου σοι γεγενῆσθαι τὸ σπούδασμα, ἢ ὅτι τῶν λόγων τὰς ἀπαρχὰς ἀνατίθης τῇ πατρίδι καὶ τοῖς πολίταις, ᾗπερ Δήμητρι καὶ τῷ Διονύσῳ οἱ γεωργοὶ τὰ θαλύσια.