Περὶ ἐπιδεικτικῶν
Menander Rhetor
Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.
11 Λέγεται μὲν παρʼ Ἀθηναίοις ἐπιτάφιος ὁ καθʼ ἕκαστον ἐνιαυτὸν ἐπὶ τοῖς πεπτωκόσιν ἐν τοῖς πολέμοις λεγόμενος λόγος, εἴληφε δὲ τὴν προσηγορίαν οὐδαμόθεν ἄλλοθεν ἢ ἀπὸ τοῦ λέγεσθαι ἐπʼ αὐτῷ τῷ σήματι, οἷοί εἰσιν οἱ τρεῖς Ἀριστείδου λόγοι· οἵους γὰρ εἶπεν ὁ πολέμαρχος, [*](288) ἐπειδὴ καὶ τούτῳ τὸ τῆς τιμῆς ταύτης ἀποδέδοται παρʼ Ἀθηναίοις, τοιούτους ὁ σοφιστὴς συνέταξεν. ἐκνενίκηκε δὲ διὰ τὸ χρόνον πολῢν πἀρεκηλ??ναι ἐγκώμιον γενέσθαι· τίς γὰρ ἂν ἔτι θρηνήσειε παρʼ Ἀθηναίοις τοὺς πρὸ πεντακοσίων ἐτῶν πεπτωκότας, Θουκυδίδης δὲ λέγων ἐπιτάφιον ἐπὶ τοῖς πεσοῦσι κατʼ ἀρχὰς τοῦ Πελοποννησιακοῦ πολέμου οὐχ ἀπλῶς ἐγκώμιον. εἶπε τῶν ἀνδρῶν, ἀλλὰ καὶ ἐπεσημήνατο, ὅτι πεσεῖν ἐδύναντο· ἀλλὰ καὶ ἀπὸ τοῦ θρήνου τὸ κ??σὸν ἐφυ??το διὰ τοῦ πολέμου τὴν χρείαν, ὅπερ ἦν ῥήτορος, δακρύειν οὓς προετρέπετο πολεμεῖν· ἔθηκε δὲ τὸν ἀπὸ τῆς παραμυθίας τόπον. οὕτω καὶ Ἀριστείδης, εἴποτε ἔλεγε [*](289) τούτους τοὺς λόγους ἐπὶ τοῖς προσφάτως πεσοῦσιν, ἐχρήσατο ἂν τοῖς τοῦ ἐπιταφίου κεφαλαίοις, ὅσα ἐστὶν αὐτῷ οἰκεῖα· νῦν δὲ χρόνος πολὺς παρεληλυθὼς οὐκέτι δίδωσι χώραν οὔτε θρήνοις οὕτε πα??μυθίαις· ?? τε γὰρ ἐγγέγονε τῷ θρήνῳ τοῦ πά μυθησόμεθα οὐκ ἔχομεν· οὔτε γὰρ πατέρες ἐκείνων οὔτε τὸ γένος γνώριμον. ἄτοπον δὲ ὅλως εἰ καὶ γνώριμον τυγχάνοι, καὶ προσέτι ἄκαιρον τὸ μετὰ πολύν χρόνον ἐγείρειν εἰς θρῆνον ἐθέλειν κεκοιμισμένης ἤδη
Διαιρεθήσεται δὲ ὁ ἐπιτάφιος λόγος, ὁ παθητικός, ὁ ἐπὶ προσφάτῳ τῷ τεθνεῶτι λεγόμενος τοῖς ἐγκωμιαστικοῖς κεφαλαίοις, πανταχοῦ ἐφεξῆς ἑκάστῳ τῶν κεφαλαίων παραμιγνυμένου τοῦ πάθους ἐκ μεταχενιρίσεως οὕτω πως· συνοδύρομαι τῷ γένει τὸ πάθος, ὡς τὴν ἐπιβολὴν τοῦ θρήνου πόθεν ποιήσομαι; ἀπὸ τοῦ γένους εἰ βούλεσθε πρῶτον· τοῦτο γὰρ αὐτὸ κρηπὶς τῶν ὅλων. οὐκοῦν ὅτι λαμπρὸς τοῦτο ἐρεῖς, καὶ τῶν ἐν τῇ πόλει μᾶλλον ἐνδοξότατος, ἀλλʼ ὥσπερ λαμπάδα ἡμμένην ἐν τῷ γένει τὸν πεπτωκότα τοῦτον δαίμων ἀπέσβεσε· χρὴ γὰρ τὰ κεφάλαια μὴ καθαρεύειν τῶν θρήνων, ἀλλὰ κἂν γένος λέγῃς, θρηνεῖν κατʼ ἀρχὰς τοῦ γένους τὸν πεπτωκότα, καὶ μεσοῦντος τοῦ γένους καὶ τελευτῶντος, κἂν ἕτερόν τι κεφάλαιον. εἶτα μετὰ τὸ γένος τὰ περὶ τὴν γένεσιν αὐτοῦ ἐρεῖς· ὢ ματαίων μὲν ἐκείνων συμβόλων, ματαίων δὲ ὀνειράτων [*](291) ἐπʼ ἐκείνῳ φανέντων ὅτε ἐτίκτετο, ὦ δυστυχοῦς μὲν τῆς ἐγεγκούσης, ᾠδἴνος δὲ ἐπὶ τούτοις δυστυχεστέρας· ??ινε ?? σύμβολα· ὁ δεῖνα δὲ προεφήτευσεν αὐτὰ κάλλιστα, τῶν δὲ οἰκείων καὶ τῶν φίλων εὔελπις ἦν ἕκαστος, ἔθυον δὲ θεοῖς γενεθλίοις, βωμοὶ δὲ ᾑμάττοντο, ἦγε δὲ πανήγυριν ὁ σύμπας οἶκος· δαίμων δέ,
12 Ἐν τῷ στεφανωτικῷ προοιμιάσῃ εὐθὺς ἀπὸ τοῦ στεφάνου καὶ τῆς δόξης τοῦ βασιλέως, καὶ ὅτι φθάνει μὲν ὁ κρείττων αὐτῇ τῇ βασιλείᾳ στεφάνῳ τιμῶν, καὶ ἡ σύμπασα οἰκουμένη τῷ μεγίστῳ στεφανοῦσα στεφάνῳ, ταῖς εὐφημίαις· ἡμεῖς δὲ παρά σε καὶ ἡ πόλις ἡ ἡμετέρα, οὐδεμιᾶς τῶν σῶν ὑπηκόων οὕτε δόξαις οὕτε μεγέθεσιν οὕτε κάλλεσιν ἡττωμένη, λόγοις τε ἅμα στεφανοῦσα καὶ χρυσῷ τῷ στέμματι. ἐὰν μὲν σχῇ γένος [*](296) εὐδόκιμον, μετὰ τὸ προοίμιον ποιήσῃ τοῦ βασιλέως τὸ ἐγκώμιον ἀπὸ τοῦ γένους· εἰ δὲ μή γε, εὐθὺς ἀπὸ τῆς τύχης ἀντὶ τοῦ γένους, ὅτι θεὸς κατοικτείρας ἂνωθεν τὸ ἀνθρώπινον γένος καὶ βουληθεὶς ταῖς εὐδαιμονίαις παραμυθήσασθαι τὴν σὴν παρήγαγε γένεσιν ἐπʼ ἀγαθῇ μοίρᾳ τῆς οἰκουμένης. εἶτα ἐρεῖς ἐὰν ἔχῃς παιδείαν καὶ ἀνατροφὴν ἔνδοξον. εἶτα ἐφάψῃ τῶν ἀρετῶν, ἐπὶ τούτοις τῆς ἀνδρείας πρώτης· ὅτι γάρ τοι διατελεῖς ἐν δουρὶ καὶ ἵππῳ καὶ ἀσπίδι ἄθλους μεγίστους ἀγωνιζόμενος ὑπὲρ τῆς ὑφʼ ἥλιον, καθάπερ Ἡρακλέα φασὶ τὸν Διός· ἐν ᾠ μνημονεύσεις ὅτι βαρβάρων οἱ μὲν τελέως ἀπολώλασιν, οἱ δὲ δυστυχοῦσιν, οἱ δʼ αἰχμάλωτοι παρʼ ἡμᾶς ἤχθησαν, οἱ δὲ οὐδὲ ἀντέχειν δύνανται, ὥσπερ οὐδὲ πρὸς τὰς ἡλίου βολὰς ἀτενίζειν τολμῶντες. μετὰ τὴν ἀνδρείαν ἐν καὶ ἡ κατὰ τὸν πόλεμόν ἐστιν, ἐρεῖς λοιπὸν περὶ τῶν κατὰ εἰρήνην, καὶ μετὰ ταῦτα ἐπάξεις, ὅτι τοιγάρτοι διὰ τοῦτο στεφανοῖ σε ἡ πόλις, ἅμα μὲν χάριτας ἐκτιννῦσα ὑπὲρ ὧν ὁσημέραι εὐεργετούμεθα,