Διαίρεσις τῶν ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Τῆς ῥητορικῆς ἁπάσης τριχῶς διαιρουμένης ὡς μέρεσιν 1 [*](Heeren p. 25) ἢ εἴδεσιν, ἢ ὅπως δι καλεῖν, εἰς τοὺς λόγους τοὺς [*](128) ἐν δικαστηρίοις ὑπὲρ κοινῶν ἤτοι δημοσίων ἤ ἰδίων, καὶ οὓς ἐν ἐκκλησίαις ἢ ἐν βουλαῖς διατίθενται, καὶ εἰς τρίτους τοὺς ἐπιδεικτικούς, οὓς δὴ ἐγκωμιαστικοὺς ἢ ψεκτικοὺς καλοῦσιν, ἀπολογεῖσθαι συμβαίνει ὑπὲρ [*](26) τούτων τῶν τὴν τρίτην τάξιν εἰληφότων διδάσκουσιν ὀρθῶς. μὴ τοίνυν περὶ ῥητορικῆς προσδόκα μόνον ἀκροᾶσθαι ἐξ ἀρχῆς, κἂν ἄνωθεν ὑπὲρ πάντων μέρος διεξιέναι σοι ἐν βραχυτάτῳ προαιρήσωμαι. σκεψώμεθα τοίνυν τὴν μέθοδον, εἰ καθʼ ὁδὸν χωρήσει.

Τῶν δὴ ἐπιδεικτικῶν τὸ μὲν ψόγος, τὸ δὲ ἔπαινος· ἃς γὰρ ἐπιδείξεις λόγων πολιτικῶν οἱ σοφισταὶ καλούμενοι ποιοῦνται, μελέτην ἀγώνων εἶναί φαμεν, οὐκ ἐπίδειξιν. τὸ μὲν τοῦ ψόγου μέρος ἄτμητον. ἔπαινος δέ τις γίνεται, ὁτὲ μὲν εἰς τὰ θεῖα, ὁτὲ δὲ εἰς τὰ θνητά, [*](129) καὶ ὅτε μὲν εἰς θεούς, ὕμνους καλοῦμεν. καὶ τούτους [*](27) οὖ διαιροῦμεν κατὰ θεὸν ἕκαστον· τοὺς μὲν γὰρ εἰς Ἀπόλλωνα Παιᾶνας καὶ Ὑπορχήματα ὀνομάζομεν, τοὺς δὲ εἰς Διόνυσον Διθυράμβους καὶ Ἰοβάκχους, καὶ ὅσα τοιαῦτα εἴρηται Διονύσου, τοὺς δὲ εἰς Ἀφροδίτην

332
ἐρωτικούς, τοὺς δὲ τῶν ἄλλων θεῶν ἢ τῷ λόγῳ τοῦ γένους ὕμνους καλοῦμεν γενικώτερον πρὸς Δία. ὅπως δὲ χρὴ μετιέναι τούτων τῶν εἰδῶν ἕκαστον, καὶ εἰ ἁρμόττει ὅλως τοῖς καταλογάδην συγγράφουσιν, ἢ πόσα μὲν ἁρμόττει, πόσα δʼ οὔ, ἢ πόσαι μέθοδοι καθʼ ἕκαστον, ἢ τίνες οἱ τρόποι, ἐπειδὰν τὸ ὅλον διελώμεθα, [*](130) τηνικαῦτα καθʼ ἕκαστα ἐργασόμεθα.

Τῶν δʼ οὖ περὶ θνητῶν οἱ μὲν περὶ πόλεις γίνονται [*](28) ἔπαινοι, οἱ δὲ περὶ ζώων. τὸ μὲν δὴ περὶ τὰς πόλεις καὶ χώρας ἂτμητον, διὸ τὰς διαφορὰς ἐν ταῖς τεχνικαῖς μεθόδοις ἐπιδειξόμεθα. οἱ μὲν περὶ ἀθανάτων, οἱ δὲ περὶ ζώων θνητῶν οἱ μὲν περὶ λογικόν, ἅνθρωπον, οἱ δὲ περὶ ἀλόγων γίνονται ἔπαινοι. καὶ τὸν μὲν περὶ τὸν ἄνθρωπον μεθῶμεν, τῶν δʼ αὖ περὶ τὰ ἄλογα οἱ μὲν περὶ χερσαῖα, οἱ δὲ περὶ ἔνυδρα ἔπαινοι γίνονται. καὶ τὸ μὲν περὶ τῶν ἐνύδρων πάλιν ἀποτιθέμεθα, τῶν δʼ αὖ, τῶν ἐγγείων, μέρος διττόν, ἢ πτηνὸν ἢ πεζόν. ἐφʼ ἅπασι δὲ τούτοις ἑξῆς ἀνθέων καὶ φυτῶν μέτιμεν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα.

Αἱ μὲν οὖν διαιρέσεις τοῦ ἐπιδεικτικοῦ μέρους [*](131) παντὸς πᾶσαι αὗται, οὐκ ἀγνοῶ δʼ ὅτι ἐπιτηδευμάτων [*](29) καὶ τεχνῶν ἤδη τινὲς ἐγκώμια γεγράφασιν, ἀλλʼ ἀφʼ οὗπερ ἡμῖν· ὁ λόγος γίνεται περὶ τὸν ἅνθρωπον, πάντα ταῦτα δείξει, ὥστε λελήθασιν αὐτούς οἱ συγγράφοντες μέρος τι τοῦ παντὸς ἐγκωμίου ὡς ὅλον ἐγκώμιον συνθέντες. οὐ μὴν οὐδʼ ἐκεῖνο ἀγνοῶ, ὅτι καὶ τῶν ἀλῶν καὶ τῶν τοιούτων ἤδη τινὲς τῶν πάλαι σοφιστῶν ἐπαίνους συνέγραψαν, ἀλλʼ ἀφʼ οὗπερ ἡμῖν ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα μεταβέβηκεν ἡ διαίρεσις, ἤδη περιείληφεν καὶ αὐτὸ τὸ μέρος. ὅπως δὲ τούτων ἕκαστον τμητέον, καὶ ὅπη ταῦτα τὰ κεφάλαια πᾶσιν ὕπεστιν, καὶ ὅπη ἑκάστῳ ἁρμόττει χρήσασθαι, ἐφεξῆς καὶ δὴ δείκνυμεν.

333
[*](132)

Πρῶτον μὲν οὖν, ὥσπερ ἐξ ἀρχῆς διειλόμεθα, περὶ [*](Ι.) τῶν ὕμνων ἐπισκεψώμεθα τῶν εἰς τούς θεούς. αὐτῶν[*](2 30) γὰρ δὴ τῶν ὕμνων οἱ μὲν κλητικοί, οἱ δὲ ἀποπεμπτικοί, καὶ οἱ μὲν φυσικοί, οἱ δὲ μυθικοί, καὶ οἱ μὲν γενεαλογικοί, οἱ δὲ πεπλασμένοι, καὶ οἱ μὲν εὐκτικοί, οἱ δὲ ἀπευκτικοί, οἱ δὲ μικτοὶ ἢ δύο τούτων, ἢ τριῶν, ἢ πάντων ὁμοῦ. κλητικοὶ μὲν οὖν ὁποῖοί εἰσιν οἱ πολλοὶ τῶν τε παρὰ τῇ Σαπφοἵ ἢ Ἀνακρέοντι ἢ τοῖς ἄλλοις μετρικοῖς, κλῆσιν ἔχοντες πολλῶν θεῶν. ἀποπεμπτικοὶ δὲ ὁποῖοι καὶ παρὰ τῷ Βακχυλίδῃ ἔνιοι εὕρηνται, ἀποπομπὴν ὡς ἀποδημίας τινὸς γενομένης ἔχοντες. φυσικοὶ δὲ οὓς οἱ περὶ Παρμενίδην καὶ Ἐμπεδοκλέα ἐτίμησαν, τίς ἡ τοῦ [*](133) Ἀπόλλωνος φύσις, τίς ἡ τοῦ Διός, παρατιθέμενοι. καὶ [*](31) οἱ πολλοὶ τῶν Ὀρφέως τούτου τοῦ τρόπου. μυθικοὶ δὲ οἱ τούς μύθους ἔχοντες, κατʼ ἀλληγορίαν προιόντες ψιλήν, οἷον Ἀπόλλων ἀνῳκοδόμησε τεῖχος, ἢ ἐθήτευσεν Ἀδμήτῳ ὁ Ἀπόλλων ἢ τὰ τοιαῦτα. γενεαλογικοὶ δὲ οἱ ταῖς τῶν ποιητῶν θεογονίαις ἀκολουθοῦντες, ὅταν Λητοῦς μὲν τὸν Ἀπόλλωνα, Μνημοσύνης δὲ τὰς Μούσας καλῶμεν. πεπλασμένοι δὲ ὅταν αὐτοὶ σωματοποιῶμεν καὶ θεὸν καὶ γονὰς θεῶν ἢ δαιμόνων, ὥσπερ Σιμωνίδης αὕριον δαίμονα κέκληκε, καὶ ἕτεροι Ὄκνον, καὶ ἕτεροι ἕτερόν τινα. εὐκτικοὶ δὲ οἱ ψιλὴν εὐχὴν ἔχοντες [*](134) ἅνευ τῶν ἂλλων μερῶν ὧν εἴπομεν, καὶ ἀπευκτικοὶ οἱ τὰ ἐναντία ἀπευχόμενοι ψιλῶς. καὶ παρὰ τούτους τούς τρόπους οὐκ ἂν ὕμνοι γίγνοιντο εἰς θεούς. τῷ δὲ μυθικῷ γένει καὶ γενεαλογικῷ τὰ πολλὰ εἰώθασι χρήσασθαι ἅπαντες γενέσεις διεξιόντες, καὶ ὅσοι ἀγαθῶν ἀνθρώποις αἴτιοι κατέστησαν, ἀπὸ μύθων λαμβάνοντες. [*](32) ἔστι δὲ τοῦτο ὡς ἐγώ φημι καὶ ζητῆσαι ἄξιον, πότερον ἑνὶ τούτων ἀεὶ χρηστέον ἢ πᾶσιν ἔξεστιν, ἢ τοῖς

334
μὲν ποιηταῖς ἐξεῖναι χρὴ νομίζειν, τοῖς δὲ συγγραφεῦσιν ἢ λογοποιοῖς τοῦ μηκέτι ἐξεῖναι ἔνα καὶ ἀπλοῦν ὅρον, ὅτι πλείονα τὴν ἐξουσίαν τὴν περὶ ταῦτα ποιήσει μὲν ἡ περὶ τὸ θεῖον μερὶς ἀφορμὴ πλείστη ὑπόκειται, τῇ συγγραφῇ ἡ περὶ τὸν ἄνθρωπον. χρηστέον γε. μὴν καὶ τῷ συγγραφεῖ καὶ τῷ λογογράφῳ καὶ τούτων ἑκάστῳ εἴδει καὶ ὁμοῦ πᾶσιν, ὅπη καὶ Πλάτωνα περὶ τὴν γραφὴν ἄκρον καὶ ἂριστον εἶναι πεπιστεύκαμεν, ὁρῶμεν δὲ σχεδὸν τοῦτον πᾶσι τοῖς εἴδεσικεχρημένον, ἄλλῳ ἄλλοτε, ἀλλὰ καὶ ἐν ἑνὶ βιβλίῳ τοῖς πλείστοις αὐτῶν, [*](135) ἐν τῷ Συμποσίῳ. ἃ μὲν γὰρ ὁ Φαῖδρος περὶ τοῦ Ἔρωτος γενεαλογεῖ, γενεαλογικοῦ τύπου ἂν εἴη, ἃ δὲ Ἀριστοφάνης κομψεύεται διὰ μύθου, τοῦ μυθολογικοῦ, ἃ δὲ Ἀγάθων, ὡσαύτως τοῦ μυθικοῦ, ἃ δʼ οὖ Σωκράτης, [*](33) αὐτὸ τοῦτο κατὰ πλάσιν (πλάττει γὰρ Πόρους καὶ Πενίας), ἐγγυτάτω τοῦ φυσιολογικοῦ. καὶ μὴν ἐν οἷς μὲν καλεῖ τὰς Μούσας ἐν τῷ Φαίδρῳ, τὸν κλητικὸν τύπον δείκνυσιν, ἐν οἷς δʼ αὖ εὔχεται τῷ Πανί, τὸν εὐκτικόν. καὶ ζητῶν ἂν εὕροις πανταχοῦ κεχρημένον, εἰ δὲ μὴ πρὸς κόρον μηδʼ ἐπʼ ἀκριβείας, λογιστέον, ὡς ἐξ ἐλάττονος ἐξουσίας μέτεστι τῇ συγγραφῇ. πῶς δὲ ἕκαστον τούτων τῶν εἰδῶν μετιτέον τε καὶ μέχρι τίνος προςακτέον, καὶ τίς ἑρμηνεία πρέπουσα, ἐξῆς λέγειν πειράσομαι.

3 --- Μέτρον μέντοι τῶν κλητικῶν ὕμνων ἐν μὲν ποιήσει ἐπιμηκέστερον. ἅμα μὲν γὰρ πολλῶν τόπων [*](136) ἐκείνοις ἔξεστιν, ὡς παρὰ τῇ Σαπφοῖ καὶ τῷ Ἀλκμᾶνι πολλαχοῦ εὑρίσκομεν. τὴν μὲν γὰρ Ἄρτεμιν ἐκ μυρίων ὁρέων, μυρίων δὲ πόλεων, ἔτι δὲ ποταμῶν ἀνακαλεῖ, τὴν δὲ Ἀφροδίτην Κύπρου, Κνίδου, Συρίας, πολλαχόθεν [*](34) ἀλλαχόθεν ἀνακαλεῖ. οὐ μόνον γε, ἀλλὰ καὶ τούς

335
τόπους αὐτοὺς ἔξεστι διαγράφειν, οἷον εἰ ἀπὸ ποταμῶν καλοίη, ὕδωρ ἢ ὄχθας καὶ τούς ὑποπεφυκότας λειμῶνας καὶ χοροὺς ἐπὶ τοῖς ποταμοῖς γινομιένους καὶ τὰ τοιαῦτα προσαναγράφουσι. καὶ εἰ ἀπὸ ἱερῶν, ὡσαύτως, ὥστε ἀνάγκη μακροὺς αὐτῶν γίγνεσθαι τοὺς κλητικοὺς ὕμνους. τοῖς δὲ συγγραφεῦσι βραχυτέραν τὴν περὶ ταῦτα διατριβὴν ἀναγκαῖον γίνεσθαι· οὕτε γὰρ ἐκ πολλῶν [*](137) τόπων καὶ χωρίων ἀνακαλέσουσιν, οὔτε ἐφʼ ἑκάστου μετὰ διαγραφῆς, ἀλλʼ ὥσπερ Πλάτων, ὅσπερ ἐξηγούμενος τῷ εἴδει κέχρηται, ἄγετε δὴ Μοῦσαι λίγειαι, εἴτε διʼ ᾠδῆς εἶδος μουσικόν, εἴτε [*](35) διὰ γένος τὸ Λιγύων ταύτην ἐπέσχετε τὴν ἐπωνυμίαν. ὁ δὲ Ὅμηρος ἐν κλητικῷ κέχρηται τῷ εἴδει μετὰ τῆς ἰσοσυλλαβίας, ἐν οἷς ὁ Χρύσης εὔχεται τῆς Ἰλιάδος ἐν τοῖς πρώτοις,
  • ὃς Χρύσην ἀμφιβέβηκας
  • Κίλλαν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις.
  • ἓν οὖν τόδε γίνωσκε, ὡς ποιητῇ μὲν ἐξουσία πλείων,
  • τῷ δὲ συγγραφεῖ ἐλάττων.
  • Ἑρμηνεία δὲ πρέπουσα, οἵα καὶ τοῖς κλητικοῖς, ἣ τε διʼ ὥρας προῖοῦσα καὶ κόσμου, διόπερ τὰς διατριβὰς προσλαμβάνουσιν οἱ ποιηταί. σχήματα δὲ τὰ ἀνακλητικὰ [*](138) ἁρμόττοντα. οὐ χεῖρον δʼ ἴσως καὶ τὴν μέθοδον, ᾖ κεχρήμεθα ἡμεῖς ἐν τῷ κλητικῷ τοῦ Απόλλωνος [*](36) ὕμνῳ, βιβλίῳ πως θέσθαι. ὥσπερ ἂν ὥρα ἐνείη πλείων, ἅμα τε μήτε ὑπερβαίνωμεν τὸ μέτρον ἢ τῷ συγγραφεῖ πρέπον, μήτε ἡ περὶ τὴν κατασκευὴν ἀβρότης ὑπερφθέγγοιτο τὴν συγγραφήν· αὐτοῖς γὰρ τοῖς ποιηταῖς τὸ πλεῖον προστεθείκαμεν, καλοῦσιν ἐκ τῶνδε τῶν τόπων, ἐμὼ δὲ οὐκ ἂν καλέσαιμι. καὶ πολλὰ ἂν εὕροις πεποικιλμένα τῇ μεθόδῳ. γίνωσκε δὲ τόδε τὸ θεώρημα οὐκ ἄχρηστον, ὅτι εἰ μὲν εὐχὴ ἐπακολουθεῖ ἐπικλήσει, ἔτι[*](37 139)

    336
    ἐλάττων ἡ διατριβὴ καὶ τοῖς ποιηταῖς καὶ τοῖς συγγραφεῦσιν· εἰ δὲ αὐτὸ τοῦτο εἴη ψιλὴ κλῆσις, πλείων ἐστί, καὶ ζητῶν ἂν εὕροις παρὰ τοῖς ποιηταῖς τὴν συνήθειαν ταύτην πεφυλαγμένην.