Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ψυχρὸς γάρ τε πέλει --- --- τῇδε Κρόνοιο βολὴ καὶ πήγνυται αἰεὶ
  2. ὄψιμος· εἰ δʼ ἄμφω διʼ ἔριν περὶ κέντρον ἔωσιν,
  3. ἔνθʼ ἀκαταστασίαι καὶ πῆμʼ ἐπὶ πήματι δεινῷ.
  4. ἢν στείχωσι δʼ ὁμοῦ συνόδοις ἢ εἰς ἕνα χῶρον,
  5. εὐκρασίῃ χαίρουσι καὶ οὐκέτι δῆριν ἔχουσιν·
  6. θερμότατος γὰρ ἐὼν ψυχρῷ ἀνακίρναται Ἄρης,