Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. πλαγκτὰ διχαζόμενος διέπει θεομήστορα κόσμον
  2. ἐξ ἠοῦς ἐπὶ νύκτα καὶ ἀντολίης ἐπὶ δυσμάς.
  3. ταῦτα γὰρ ἐξ ἱερῶν ἀδύτων φύσις αἰθερόπλαγκτος
  4. ὀρθὰ τεκμαιρομένοισι διώρισεν ἀνδράσιν ἄστρα,
  5. οἷς πλαγκτὴ κόσμοιο βροτοκλώστειρα χορείη
  6. 63
  7. δόγματος ἐξ ἱεροῖο σαφ πρὸς ἔλεγχον ἰοῦσα, ---
  8. ἐξ οὗ μὲν καὶ ἐς οἷον ἀμείβεται εἶδος ἕκαστον.
  9. [*](B)
  10. Πρῶτα μὲν οὖν Τιτὰν παντὸς Κρόνος αἰθέρος ἄρχει,
  11. ἀστήρ, ὃν Φαίνοντα θεοὶ μέροπές τε καλοῦσιν·
  12. οὗτος, ἐπὴν οἰκεῖα φανῇ κατὰ δώμαθʼ ἑαυτοῦ
  13. γεινομένοις θνητοῖσιν ἐπίσκοπον εἰς βίου ὥρην,
  14. εὐκτεάνους δείκνυσι καὶ ὄλβου πλείονος ἄρχειν,
  15. εὐτυχέας ζωῇ τε καὶ εἰς τέλος αἰὲν ἀμόχθους·
  16. ἔστι δʼ ἐν οἰκείοισι τεταγμένα ταῦτα Κρόνοιο
  17. ζωίδιʼ, οἷστε φανεὶς τεύχει πολυχρήμονας ἄνδρας·
  18. 'Υδρχόος, ταμίης νεφελώδεος Οὐλύμποιο,
  19. Αἰγόκερως, γαίης τε καὶ ὕδατος ἀμφίβιος θήρ,
  20. Κριὸς ὅ τʼ οὐρανίου κορυφῆς ὅρος, εἴαρος ἀρχή,
  21. καὶ Ζυγὸς αἰγλήεις πρὸς Σκορπίον αἰθερονωμῶν,
  22. τετραπόδης τε Λέων, πολυάστερος ἔμπυρος οἶκος·