Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- Μήνης καὶ Τιτῆνος ἀποκλίνωσʼ ἀπὸ κέντρου,
- συναφὴν τεύχωσʼ ὀλοεργέσιν ἀστράσιν οἵδε,
- μὴ Διὸς οὖ λεύσσοντος ἢ ἁβροκόμοιο Κυθήρης.
- εὖτ’ ἂν δʼ ὡρονόμῳ Φαίνων Κύπρις τʼ ἰσόμοιροι
- ἐμβεβαῶτες ὁρῶνται, ἀεὶ θεράποντας ἔθηκαν
- οὐχ ἑνός, ἄλλοτε δʼ ἄλλῳ ὑποδρήσσοντας ἄνακτι,
- δηθάκι καὶ σφετέρου πιπρησκομένους ὑπὸ πατρός.
- εἰ δὲ καὶ Ἠέλιος τοῖσίν γʼ ἐπιμάρτυρος εἴη,
- καὶ δεσμοὺς ὀτλεῦσι κακῇ ὑπὸ δαίμονος ἄτῃ.
- Ἄστρων μὲν δὴ τοῖα καὶ ὁππόσα τοῖσιν ἔοικεν
- σχήματα δυσγενέων δμώων τεύχει λυγρὰ φῦλα.
- Αὐτὰρ ἐγὼ μάλα μὲν πυκιναῖς πραπίσιν δεδάηκα ---
- γαστέρος ἐκπροφέρωσι μογοστόκοι Εἰλείθυιαι.
- ἀλλʼ οὔ κʼ ἀσφαλέως τις ἀείδοι τήνδε γʼ ἀοιδήν·
- μαντοσύνῃ γὰρ τοίῃ ἀεὶ χόλος ἐκ βασιλήων
- ἕσπεται, ὅντε χρεὼ σοφὸν ἀνέρα τῇδʼ ἀλεεῖναι·
- τῷ δὴ τόνδε γε μῦθον ἔχων ἂρρητον ἐάσω.
- Αὐτὰρ νειατίην ἐλάων περὶ νύσσαν ἀοιδὴν
- ἤδη χἠμετέρης γενέθλης μεμνήσομαι ἄστρων,
- ἧχι πέλε, ζώοισί τʼ ἐν οἷς ὥρη πέλʼ ἐκείνη,