Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. εἰ δὲ Κρόνῳ μὲν ἰδʼ Ἠελίῳ μάρτυς πέλοι Ἄρης,
  2. Ζεὺς δὲ Σεληναίῃ τε καὶ Ἀφρογενεῖ, θεράποντος
  3. πατρὸς ὁ φὺς ἔσεται, μήτηρ δέ τʼ ἐλευθέρη αὐτῷ.
  4. ὁππότε δʼ οὖ κερόεσσα Σεληναίη ὑπόγειον
  5. ἢ δυτικὸν κέντρον διέπῃ, τετραγώνου ἐόντος
  6. ἠὲ καταντιπέρην ὀλοοῦ Κρόνου, αὐτὰρ Ἄρηος
  7. ἀστὴρ σὺν Παρί ῃ ἢ καὶ διάμετρος ὁρῷτο
  8. ἢ τετράγωνος ἔοι, μητρὸς πέλει ἀμφιπόλοιο.
  9. εἰ δὲ Κρόνος κέντροιο λαχὼν Μήνην ἐσορῴη
  10. ἢ Τιτῆνʼ, ἕτερον δὲ φάος Πυρόεις καθορῆται,
  11. δμώων ἀμφοτέρων τοκέων φράσσαιο γεγῶτα.
  12. καὶ δὲ καὶ ὁππότʼ ἂν ἐν κέντρῳ Μήνη μὲν ἐπείη,
  13. ἄλλῳ δʼ αὖτε Κρόνος κέντρῳ κατόπισθεν ἕποιτο,
  14. νυκτιφαὴς δὲ Σεληναίη Πυρόεντι συνάπτοι,
  15. δουλοσύνης ζυγὸν αἰὲν ἐπʼ αὐχέσιν οἷσι φέρουσιν.
  16. εἰ δὲ μεσουρανέοι Φαέθων, Μήνη δέ τʼ ἀπʼ αὐτοῦ
  17. ἅρμʼ ἐλάοι, κατόπισθε δʼ ἐπαντέλλοντι συνάπτοι,
  18. 61
  19. ἄστρων οὐλομένων ἑτέρων μαλερῇσιν ὑπʼ αὐγαῖς
  20. δερκομένου ἑτέροιο, γονὴν δούλειον ἔτευξαν.
  21. ὁππότε δʼ ἂν κέντρων ἐρατὴ κλινθεῖσα Σελήνη