Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἀνδρῶν φαίνηται· δίχα γὰρ νόον αἰὲν ἔχουσιν.
- Ἀλλὰ γὰρ οὔτις πάντα δυνήσεται, ὅσσα γάμοιο
- σήματα φαίνουσιν θοοὶ ἀστέρες, ἐξονομῆναι·
- τῷ καὶ ἐγώ τρέψω ἑτέρην κατʼ ἀταρπὸν ἀοιδὴν
- ἀμφὶ τέκνων γενεῆς ἐνέπων, ἥντ’ ἀστέρες αἰεὶ
- ἀνθρώποισι νέμουσιν ἀλημοσύνῃσιν ἑῇσιν.
- ὅσσοι δὴ χθονίῳ τε καὶ αἰπυτάτῳ περὶ κέντρῳ
- ἀστέρας εὐερ γοὺς φῶτες βεβαῶτας ἔχουσιν,
- οἵδε τέκνων τόσσων πατέρες βιότῳ τελέθουσιν,
- ὁππόσοι ἐν τοῖσι ζώοις καθύπερθεν ὁρῶνται,
- ἢ κέντροις τούτοισι φέρουσ ἐπιμάρτυρον αἴγλην.
- παῖδας δʼ ἑσ θλοδόται κέντρων καὶ ὄπισθ’ ἐπιόντες
- δῶκαν ἀεὶ δισσούς, εὖτ’ ἂν ζώοισι δισώμοις
- φαίνωνται. Τιτὰν δὲ καὶ Ἄρης εὖτ’ ἂν ἐπῶσιν
- τούτοισιν κέντροις, τεκέων ἄπο πάμπαν ἄμερσαν,
- ἔξοχα δʼ εἴ κ’ ἀγαθοί σφιν ἀμάρτυροι ἀστέρες εἶεν.
- ὣς δʼ αὕτως κατόπισθε μεσουρανίῳ δεικήλῳ
- ἠέ θʼ ὑποχθονίῳ Φἰαίνων καὶ Ἄρης ἐπιόντες
- δυστεκνίην ἢ πάμπαν ἀπαιδίην ἐπέκλωσαν.
- ἀλλʼ Ἄρης σὺν Μήνῃ ἰδʼ Ἀφρογενεῖ πάλι φαίνων