Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. καὶ γάμου αὐτὸς ἑοῖσιν ἐνὶ ζώοισιν ἀνάσσων,
  2. κρυπταδίως δολεροῖσιν ὀπιπευθεῖσαι ἔπεσσιν
  3. καὶ πυκιναῖς ἀπάτῃσιν ἑὴν φρένα φηλωθεῖσαι
  4. ἐξαπίνης ἐγένοντο λάθρῃ πρὸ γάμοιο γυναῖκες.
  5. εἰ δʼ ἄρα σὺν Στίλβοντι καὶ Ἄρης κέντρῳ ἐπείη,
  6. τῆς ἕνεκεν κρίσιές τε δίκαι τʼ ἀγορῇσι πέλονται.
  7. 43
  8. Ζεὺς δὲ καὶ Ἑρμείης μέσσον κατὰ κέντρον ἐόντες
  9. σὺν Παφίῃ, ζεύξαντες ὁμηθείῃσι γυναικῶν
  10. ἀλλοτρίων μετέπειτα γάμους ἀναφανδὰ τελοῦσιν,
  11. ἀλλʼ ὑπὸ μαχλοσύνης καὶ τῶν λέχος αὖθι λίποντο.
  12. εἰ δὲ μεσουράνιον κατέχῃ Φαέθων μετʼ Ἄρηος ---
  13. ἤτοι γάρ τʼ αὐτοὶ τόθʼ ὁμεύνους ἥρπασαν ἄλλων,
  14. ἢ κείνων ἀλόχους ἕτεροι βίῃ εἴρυσαν αὐτῶν.
  15. αἰπυτάτῳ δʼ ἐπὶ κέντρῳ ἐυστέφανος Κυθέρεια
  16. Τιτῆνος μέτα δερκομένη πατέρων ὀλοῇσιν
  17. παλλακίσιν συνέμιξʼ ἢ μητρυιῇσιν ἑῇσιν.
  18. εἰ δέ κ᾿ Ἄρης τούτοισιν ὁμοῦ πέλῃ, ἄχρι γάμοιο
  19. ζευχθέντες κείνῃσιν ἄφνω πάλιν αὐτοὶ ἔλειφθεν.
  20. Ἄρης δʼ ἡνίκα μέσσον ἀν᾿ οὐρανὸν ἀμφιπολεύῃ,
  21. ὡρονόμον δʼ ἐπέχῃ Φαέθων, Τιτὰν δέ τε δύνῃ,