Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ὁππόθεν ἐν γενέθλῃσι χρεὼν ζω ῆς χρόνου ἀρχὴν
- ἀνθρώποις φράζεσθʼ ἡδʼ ἔμπαλιν, ὁππόθι λήγει.
- οὐ μὲν δὴ πάντεσσιν ὁμῶς μερόπεσσιν ἔοικεν
- οἴης ἐκ χώρης ἐτέων λάζυσθαι ἀριθμόν·
- ἄλλη γάρ θʼ ἑτέρῃ γενέθλῃ ἄφεσις συνάρηρεν.
- ὅσσοις μὲν Τιτὰν ἠοῖ ἔνι γεινομένοισιν
- κέντρῳ ἐπεμ βεβαὼς ἰνδάλλεται, ἐξ ἄρα κείνου
- μοίρης ἄρχεσθαι βιότου χρόνον ἐξαριθμοῦντας·
- νυκτερινῇ γενέθλῃ δὲ Σεληναίης ἀπὸ μοίρης.
- ὁππότε δʼ ἂν κέντρων ἐκτὸς δύο φῶτ’ ἀποκλινθῇ,
- ἡδʼ ἄρʼ ἐπὶ μοίρῃσι κατωφερέεσσι πόλοιο
- νίσσηται προθέοντα, τότʼ ἀ στέρος ἄρχεο κείνου,
- ὅς ῥά τε δεσπόζει γενέθλης μέγα τε κράτος ἴσχει.
- εἰ δʼ ἄρα κἀκεῖνον λεύσσοις κλινθέντʼ ἀπὸ κέντρου,
- ἐξ ὥρης τότʼ ἔπειτα χρόνων ἄφεσιν σύ γε φράζου.
- ζωῆς δʼ αὖτʼ ἀρχὴν εὖτ’ ἂν διζήμενος εὕρῃς,
- δεικήλων σκέπτοιο χρόνους, ὁπόσοις περάτηθεν
- ἀντέλλει, κείνων τε περὶ μοιρῶν δεδάασθαι·
- τὼς γὰρ πλειώνων ἀριθμὸν μοίρῃσι φράσαιο,
- ὅσσους Μοῖρ’ ἐπέδησε βροτῶν μογεροῦ βιότοιο.