Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. κερκίσιν ἠδὲ χερῶν τεχνήμασιν ἀμφί τε πέπλοις,
  2. τοὺς δὲ καὶ ἐν γραφίοις μελιηδέος ἄνθεσι κηροῦ
  3. δεικνύντας πάντων μορφὰς θηρῶν τε καὶ ἀνδρῶν,
  4. ἄλλους δʼ ἐν πετάλοις στεφανώματα ποικίλλοντας,
  5. οὓς δὲ καὶ ἀνθοβάφους ἀλίων ἄπο θήκατο κόχλων,
  6. εὐόδμων τε μύρων τεῦξεν τεχνήτορας ἄνδρας.
  7. Ἑρμῆς δʼ αὖτʼ οἴκοισι φανεὶς καλῆς Κυθερείης
  8. προσφιλέας θῆκεν καὶ τιομένους μάλα πᾶσιν,
  9. μορφῇ θʼ ἱμερόεντας ἰδʼ αἱμύλα κωτίλλοντας,
  10. παντοίης μούσης τʼ ἐπιίστορας· ἢ γὰρ ἀοιδούς
  11. εὐκλέας, ἢ κιθάρης ὑποφήτορας ἐξετέλεσσεν,
  12. ἠὲ μελῶν μολπῆς εὐρύθμου τεύκτορας ἄνδρας,
  13. ἠὲ πολυτρήτοις λιγέως μέλποντας ἐν αὐλοῖς·
  14. ἄλλους ὀρχηθμοῦ βητάρμονας ἴδριας ἔρδει·
  15. παιδευτὰς δʼ ἄλλων τοίων ἔργων ἀνέφηνεν,
  16. ἐξ ὧν ὄλβον ἐυκτέανον κῦδός τʼ ἐνὶ δήμοις
  17. ἄρνυνται, χαρίτεσσι κεκασμένοι εὐεπίῃ τε·
  18. πρήξεσι δʼ ἐν βιότου πάντες μακάριστοι ἔασιν,
  19. οἷσί τʼ ἐπιθύνωσʼ ἔργοις, πάντʼ ἐκτελέουσιν
  20. ᾖσιν ἐπιφροσύνῃσιν ἀμόχθως, ὥς κʼ ἐθέλωσιν. —